The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΟ ΙΕΡΑΤΙΚΟΝ

ΤΡΟΠΑΡΙΑ ΚΑΙ ΚΟΝΤΑΚΙΑ

ΤΩΝ ΜΕΓΑΛΩΝ ΕΟΡΤΩΝ  

   

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή στις Ακολουθίες

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Η ΓΕΝΝΗΣΙΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ 8 Σεπτεμβρίου

 

ΤΡΟΠΑΡΙΟΝ

Η Γέννησις σου Θεοτόκε, χαράν εμήνυσε πάση τη οικουμένη,  εκ σου γαρ ανέτειλεν ο Ήλιος της δικαιοσύνης, Χριστός ο Θεός ημών, και λύσας την κατάραν, έδωκε την ευλογίαν, και καταργήσας τον θάνατον, εδωρήσατο ημίν ζωήν την αιώνιον.  

 

ΚΟΝΤΑΚΙΟΝ

Ιωακείμ και Άννα ονειδισμού ατεκνίας, και Αδάμ και Εύα εκ της φθοράς του θανάτου, ηλευθερώθησαν Άχραντε, εν τη αγία Γεννήσει σου. Αυτήν εορτάζει και ο λαός σου, ενοχής των πταισμάτων, λυτρωθείς εν τω κράζειν σοι. Η Στείρα τίκτει την Θεοτόκον, και τροφόν της ζωής ημών.

 

Η ΥΨΩΣΗΣ ΤΟΥ ΣΤΑΥΡΟΥ 14 Σεπτεμβρίου

 

ΤΡΟΠΑΡΙΟΝ

Σώσον, Κύριε, τον λαόν σου, και ευλόγησον την κληρονομίαν σου, νίκας τοις βασιλεύσι  κατά βαρβάρων δωρούμενος, και το σον φυλάττων, δια του Σταυρού σου πολίτευμα.

 

ΚΟΝΤΑΚΙΟΝ

Ο υψωθείς εν τω Σταυρώ εκουσίως, τη επωνύμω σου καινή πολιτεία, τους οικτιρμούς σου δώρησαι, Χριστέ ο Θεός, εύφρανον εν τη δυνάμει σου, τους πιστούς βασιλείς ημών, νίκας χορηγών αυτοίς κατά των πολεμίων, την συμμαχίαν έχοιεν την σην, όπλον ειρήνης, αήττητον τρόπαιον.

 

ΤΑ ΕΙΣΟΔΙΑ  ΤΗΣ ΘΕΟΤΟΚΟΥ 21 Νοεμβρίου

 

ΤΡΟΠΑΡΙΟΝ

Σήμερον της ευδοκίας Θεού το προοίμιον, και της των ανθρώπων σωτηρίας ή προκήρυξις, εν Ναώ του Θεού τρανώς ή Παρθένος δείκνυται, και τον Χριστόν τοις πάσι προκαταγγέλλεται. Αυτή και ημείς μεγαλοφώνως βοήσωμεν, Χαίρε της οικονομίας του Κτίστου ή εκπλήρωσις.

 

ΚΟΝΤΑΚΙΟΝ

Ο καθαρώτατος Ναός του Σωτήρος, η πολυτίμητος παστάς και Παρθένος, το Ιερόν θησαύρισμα της δόξης του Θεού, σήμερον εισάγεται, εν τω Οίκω Κυρίου, την χάριν συνεισάγουσα, την εν Πνεύματι Θείω, ην ανυμνούσιν Άγγελοι Θεού, Αύτη υπάρχει σκηνή επουράνιος.

 

ΠΡΟΕΟΡΤΙΩΝ ΤΗΣ ΓΕΝΕΣΕΩΣ ΤΟΥ ΧΡΙΣΤΟΥ 20 Δεκεμβρίου

 

ΚΟΝΤΑΚΙΟΝ

Η Παρθένος σήμερον, τον προαιώνιον Λόγον, εν σπηλαίω έρχεται, αποτεκείν απορρήτως. Χόρευε, η οικουμένη ακουτισθείσα, δόξασον, μετά Αγγέλων και των ποιμένων, βουληθέντα εποφθήναι, Παιδίον νέον, τον προ αιώνων Θεόν.

 

Η ΓΕΝΝΗΣΙΣ ΤΟΥ ΧΡΙΣΤΟΥ 25 Δεκεμβρίου

 

ΤΡΟΠΑΡΙΟΝ

Η Γέννησις σου Χριστέ ο Θεός ημών, ανέτειλε τω κόσμω το φως το της γνώσεως, εν αυτή γαρ οι τοις άστροις λατρεύοντες, υπό αστέρος εδιδάσκοντο, σε προσκυνείν τον Ήλιον της δικαιοσύνης, και σε γινώσκειν εξ ύψους Ανατολήν. Κύριε δόξα σοι.

 

ΚΟΝΤΑΚΙΟΝ

Η Παρθένος σήμερον, τον υπερούσιον τίκτει, και η γη το σπήλαιον, τω απροσίτω προσάγει. Άγγελοι, μετά Ποιμένων δοξολογούσι, Μάγοι δε, μετά Αστέρος οδοιπορούσι, δι ημάς γαρ εγεννήθη, Παιδίον νέον, ο προ αιώνων Θεός.

 

Η ΒΑΠΤΙΣΙΣ ΤΟΥ ΧΡΙΣΤΟΥ 6 Ιανουαρίου

 

ΤΡΟΠΑΡΙΟΝ

Εν Ιορδάνη βαπτιζομένου σου Κύριε, η της Τριάδος εφανερώθη προσκύνησις, του γαρ Γεννήτορος η φωνή προσεμαρτύρει σοι, αγαπητόν σε Υιόν ονομάζουσα, και το Πνεύμα εν είδει περιστεράς, εβεβαίου του λόγου το ασφαλές. Ο επιφανείς Χριστέ ο Θεός, και τον κόσμον φωτίσας δόξα σοι.

 

ΚΟΝΤΑΚΙΟΝ

Επεφάνης σήμερον, τη οικουμένη, και το φως σου Κύριε, εσημειώθη εφ ημάς, εν επιγνώσει υμνούντας σε. Ήλθες, εφάνης, το φως το απρόσιτον.

 

ΣΥΝΑΞΙΣ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ 7 Ιανουαρίου

 

ΤΡΟΠΑΡΙΟΝ

Μνήμη δικαίου μετ εγκωμίων, σοι δε αρκέσει η μαρτυρία του Κυρίου Πρόδρομε, ανεδείχθης γαρ όντως και προφητών σεβασμιώτερος, ότι και εν ρείθροις βαπτίσαι κατηξιώθης τον κηρυττόμενον. Όθεν της αληθείας υπεραθλήσας, χαίρων ευηγγελίσω και τοις εν άδη, Θεόν φανερωθέντα εν σαρκί, τον αίροντα την αμαρτίαν του κόσμου, .και παρέχοντα ημίν το μέγα έλεος.

 

Η ΥΠΑΠΑΝΤΗ ΤΟΥ ΚΥΡΙΟΥ 2 Φεβρουαρίου

 

ΤΡΟΠΑΡΙΟΝ

Χαίρε, κεχαριτωμένη Θεοτόκε Παρθένε, εκ σου γαρ ανέτειλεν ο Ήλιος της δικαιοσύνης, Χριστός ο Θεός ημών, φωτίζων τους εν σκότει. Ευφραίνου και συ, Πρεσβύτα δίκαιε, δεξάμενος εν αγκάλαις, τον ελευθερωτήν των ψυχών ημών, χαριζόμενον ημίν και την Ανάστασιν.

 

ΚΟΝΤΑΚΙΟΝ

Ο μήτραν παρθενικήν αγιάσας τω τόκω σου, και χείρας του Συμεών ευλογήσας, ως έπρεπε, προφθάσας και νυν, έσωσας ημάς, Χριστέ ο Θεός. Αλλ ειρήνευσον εν πολέμοις το πολίτευμα, και κραταίωσον βασιλείς, ους ηγάπησας, ο μόνος φιλάνθρωπος.

 

Ο ΕΥΑΓΓΕΛΙΣΜΟΣ 25 Μαρτίου

 

ΤΡΟΠΑΡΙΟΝ

Σήμερον της σωτηρίας ημών το κεφάλαιον, και του απ αιώνος Μυστηρίου η φανέρωσις, ο Υιός του Θεού, Υιός της Παρθένου γίνεται, και Γαβριήλ την χάριν ευαγγελίζεται. Διό και ημείς συν αυτώ τη θεοτόκω βοήσωμεν, Χαίρε Κεχαριτωμένη, ο Κύριος μετά σου.

 

ΚΟΝΤΑΚΙΟΝ

Τη  υπερμάχω στρατηγώ τα νικητήρια, ως λυτρωθείσα των δεινών ευχαριστήρια, αναγράφω σοι η Πόλις σου Θεοτόκε. Αλλ ως έχουσα το κράτος απροσμάχητον, εκ παντοίων με κινδύνων ελευθέρωσαν, ίνα κράζω σοι, Χαίρε Νύμφη ανύμφευτε

 

Η ΜΕΤΑΜΟΡΦΩΣΗΣ 6 Αυγούστου

 

ΤΡΟΠΑΡΙΟΝ

Μετεμορφώθης εν τω Όρει, Χριστέ ο Θεός, δείξας τοις Μαθηταίς σου την δόξαν σου, καθώς ηδύναντο. Λάμψον και ημίν τοις αμαρτωλοίς, το φως σου το αϊδιον, πρεσβείαις της Θεοτόκου, Φωτοδότα, δόξα σοι.

 

ΚΟΝΤΑΚΙΟΝ

Επί του Όρους μετεμορφώθης, και ως εχώρουν οι Μαθηταί σου την δόξαν σου, Χριστέ ο Θεός, εθεάσαντο, ίνα όταν σε ίδωσι σταυρούμενον, το μεν πάθος νοήσωσιν εκούσιον, τω δε κόσμω κηρύξωσιν, ότι συ υπάρχεις αληθώς, του Πατρός το απαύγασμα.

 

Η ΚΟΙΜΗΣΗΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ 15 Αυγούστου

 

ΤΡΟΠΑΡΙΟΝ

Εν τη Γεννήσει, την παρθενίαν εφύλαξας, εν τη Κοιμήσει, τον κόσμον ου κατέλιπες Θεοτόκε. Μετέστης προς την ζωήν, Μήτηρ υπάρχουσα της ζωής, και ταις πρεσβείαις ταις σαις λυτρουμένη, εκ θανάτου τας ψυχάς ημών.

 

ΚΟΝΤΑΚΙΟΝ

Την εν πρεσβείαις ακοίμητον Θεοτόκον, και προστασίαις αμετάθετον ελπίδα, τάφος και νέκρωσις ουκ εκράτησεν, ως γαρ ζωής Μητέρα, προς την ζωήν μετέστησεν, ο μήτραν οικήσας αειπάρθενον.

 

Η ΑΝΑΣΤΑΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ

 

ΤΡΟΠΑΡΙΟΝ

Χριστός ανέστη εκ νεκρών, θανάτω θάνατον πατήσας, και τοις εν τοις μνήμασι ζωήν χαρισάμενος.

 

ΚΟΝΤΑΚΙΟΝ

Ει και εν τάφω κατήλθες, αθάνατε, αλλά του άδου καθείλες την δύναμιν, και ανέστης ως νικητής, Χριστέ ο Θεός, γυναιξί μυροφόροις φθεγξάμενος. Χαίρετε, και τοις σοις αποστόλοις ειρήνην δωρούμενος, ο τοις πεσούσι παρέχων ανάστασιν.

 

Η ΑΝΑΛΗΨΗΣ

 

ΤΡΟΠΑΡΙΟΝ

Ανελήφθης εν δόξη, Χριστέ ο Θεός ημών, χαροποιήσας τους μαθητάς, τη επαγγελία του Αγίου Πνεύματος, βεβαιωθέντων αυτών δια της ευλογίας, ότι συ ει ο Υιός του Θεού, ο λυτρωτής του κόσμου.

 

ΚΟΝΤΑΚΙΟΝ

Την υπέρ ημών πληρώσας οίκονομίαν, και τα επί γης ενώσας τοις ουρανίοις, ανελήφθης εν δόξη, Χριστέ ο Θεός ημών, ουδαμόθεν χωριζόμενος, αλλά μένων αδιάστατος, και βοών τοις αγαπώσι σε. Εγώ ειμί μεθ υμών, και ουδείς καθ υμών.

 

Η ΠΕΝΤΗΚΟΣΤΗ

 

ΤΡΟΠΑΡΙΟΝ

Ευλογητός ει, Χριστέ ο Θεός ημών, ο πανσόφους τους αλιείς αναδείξας, καταπέμψας αυτοίς το Πνεύμα το Άγιον, και δι αυτών την οικουμένην σαγηνεύσας. Φιλάνθρωπε, δόξα σοι.

 

ΚΟΝΤΑΚΙΟΝ

Ότε καταβάς τας γλώσσας συνέχεε, διεμέριζεν έθνη ο Ύψιστος, ότε του πυρός τας γλώσσας, διένειμεν, εις ενότητα πάντας εκάλεσε, και συμφώνως δοξάζομεν το πανάγιον Πνεύμα.