The Orthodox Pages

 

ΤΟ ΤΡΙΩΔΙΟΝ

 

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΤΕΤΑΡΤΗ ΤΗΣ Ε’ ΕΒΔΟΜΑΔΟΣ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὰ Τριαδικὰ καὶ τὴν α’ Στιχολογίαν, Καθίσματα Σταυρώσιμα, τὰ κατά τὸν τυχόντα Ἤχον. Μετὰ δὲ τὴν β’ Στιχολογίαν τὰ παρόντα Καθίσματα.

  Ἦχος πλ. δ’

Τὸ προσταχθὲν.

Ξύλου γευσάμενος, Ἀδὰμ μὴ προσηκόντως, τῆς ἀκρασίας τοὺς καρποὺς πικρῶς ἐτρύγησεν, ὑψωθεὶς δὲ ἐν ξύλῳ τοῦτον ἐλυτρώσω, Οἰκτίρμον, τῆς καταδίκης τῆς χαλεπῆς· διό σοι ἀναβοῶμεν· Δίδου ἡμῖν, ἐγκρατεύεσθαι Δέσποτα, ἀπὸ καρποῦ φθοροποιοῦ, καὶ πράττειν σου τὸ θέλημα, ὅπως εὕρωμεν ἔλεος.

Σταυροθεοτοκίον.

Τὸν ἐξ αἱμάτων σου ἁγνῶν σωματωθέντα, καὶ ὑπὲρ ἔννοιαν ἐκ σοῦ Σεμνὴ τεχθέντα, ἐπὶ ξύλου κρεμάμενον μέσον τῶν κακούργων, ὁρῶσα, τὰ σπλάγχνα ἤλγεις, καὶ μητρικῶς, θρηνοῦσα, ἐβόας· Οἴμοι Τέκνον ἐμόν! τίς ἡ θεία καὶ ἄφατος, οἰκονομία σου δι' ἧς, ἐζώωσας τὸ πλάσμα σου., ἀνυμνῶ σου τὸ εὔσπλαγχνον.

Μετὰ τὴν γ’ Στιχολογίαν.

Καθίσματα  Ἦχος β’

Τὴν ἄχραντον Εἰκόνα σου.

Τὸ ξύλον τὸ πανάγιον, ἀνυμνοῦντες τοῦ Σταυροῦ, τὴν ἄκραν ἀγαθότητα, προσκυνοῦμέν σου ἀεί, Χριστὲ ὁ Θεός· ἐν τούτῳ γὰρ κατῄσχυνας, τὰς δυνάμεις τοῦ ἐχθροῦ, καὶ ἔδωκας σημείωσιν, τοῖς  πιστεύουσιν εἰς σέ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· Πάντας ἀξίωσον, εὐθύμως εἰρηνεύοντας, ἀποπληρῶσαι τῆς Νηστείας τὸν χρόνον.

Σταυροθεοτοκίον.

Τὸν ἄμωμον Ποιμένα σε, καθορῶσα ἡ Ἀμνάς, ἐν ξύλῳ ἀναρτώμενον, θρηνῳδοῦσα μητρικῶς, ἐβόα· θανάτω σε, Υἱὲ κατέκρινεν ὁ ἀχάριστος λαός, ἀνθ' ὧν νεφέλην ἥπλωσας, εἰς διάβασιν αὐτῷ, οἴμοι ἀτεκνοῦμαι ἡ ἄνανδρος! ἀλλ' ἐξανάστηθι καὶ λάμψον Ἥλιε, καὶ δοξασθήσομαι ἐν τοῖς υἱοῖς τῶν γηγενῶν.

Ὁ Κανὼν τοῦ  Μηναίου, καὶ τὰ παρόντα Τριῴδια κατὰ τὴν τάξιν αὐτῶν. Στιχολογοῦμεν δὲ καὶ τὴν γ’ Ὠδήν.

Τριῴδιον ποίημα Ἰωσηφ.

Ὠδὴ γ'  Ἦχος πλ. δ’

Οὐρανίας ἁψῖδος.

Κατακρίνας τὴν ἔχθραν, ἐν τῷ Σταυρῷ ἔτεινας, σοῦ Δικαιοκρῖτα παλάμας, νῦν δὲ κατάκριτον, ὄντα με πταίσμασι, σῶσον τὸν ἄσωτον Σῶτερ, τὸν παραπικράναντα, σὲ τὸν μακρόθυμον.

Τὴν κτηνώδη ποθήσας, παθοποιὸν βίωσιν, σοῦ τῶν ἐντολῶν ἐμακρύνθην, Σῶτερ πανάγαθε, ξένοις δουλούμενος, καὶ ἀκαθάρτοις πολίταις, νῦν δὲ ἐπιστρέφοντα, δέξαι καὶ σῶσόν με.

Μογγιλάλου ὡς πάλαι, τὰς ἀκοὰς ἤνοιξας, ἄνοιξον ψυχῆς μου τὰ ὦτα, γνώμῃ κωφεύοντα, καὶ ἐνωτίζεσθαι, σοῦ τὸν σωτήριον λόγον, Ἰησοῦ ἀξίωσον, μόνε φιλάνθρωπε.

Θεοτοκίον.

σωτήριος πύλη, ἡ πρὸς Θεὸν γέφυρα τῶν Χριστιανῶν ἡ προστάτις, πάναγνε Δέσποινα, περιστατούμενον, ταῖς συμφοραῖς με τοῦ βίου, καὶ κλυδωνιζόμενον, Κόρη κυβέρνησον.

Ἕτερον Τριῴδιον Ποίημα Θεοδώρου.

Ἦχος β’  Στειρωθέντα μου τὸν νοῦν.

Διὰ σπλάγχνα οἰκτιρμῶν, ἀνελθὼν ἐν τῷ Σταυρῷ, ἀνείλκυσάς με, ἐκ βαράθρων παθῶν, καὶ ἀνύψωσας Χριστὲ εἰς τὰ οὐράνια.

κπετάσας ἐν Σταυρῷ, τὰς παλάμας σου Χριστέ, τὰ ἔθνη πάντα, τὰ μακρὰν ἀπὸ σοῦ, ἠγκαλίσω κατεγγύς, στῆναι τοῦ κράτους σου.

Δόξα...

Τρισυπόστατε Μονάς, ὑπερούσιε Τριάς, Θεότης μία, ὁ Πατήρ, καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμα τὸ εὐθές, σῷζε τοὺς σέβοντάς σε.

Καὶ νῦν... Θεοτοκίον.

Τὶς αἰνεῖν σε γηγενῶν, κατ' ἀξίαν ἱκανοί, Παρθενομῆτορ· σὺ γὰρ ἐν γυναιξί, μόνη, ὤφθης ἐκλεκτή, καὶ παμμακάριστος.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

νυψώθης ἐν Σταυρῷ, ἐλογχεύθης τὴν πλευράν, χολῆς ἐγεύσω, δι' ἐμὲ Ἰησοῦ, τὸν ἐκ τῆς παρακοῆς, παραπικράναντά σε.

Ὁ Εἱρμὸς.

Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον Θεός, ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν φυτουργὲ τῶν ἀγαθῶν, τῇ εὐσπλαγχνίᾳ σου.

Ὠδὴ η’

Ἑπταπλασίως κάμινον.

Τῷ ἀκοιμήτῳ ὄμματι, ἐπιβλέψας με οἴκτειρον, τῷ τῆς ῥαθυμίας νυσταγμῷ κρατούμενον, καὶ ὕπνῳ, δουλεύοντα, τῶν ἡδονῶν ἐν κλίνῃ παθῶν, ὁ ἐπὶ Σταυροῦ τὴν κεφαλήν σου προσκλίνας, καὶ θέλων ἀφυπνώσας, καὶ τὴν νύκτα μειώσας, Χριστὲ τῆς ἁμαρτίας, φῶς ὢν δικαιοσύνης.

Πλουτοποιοῖς χαρίσμασι, κοσμηθεὶς ἐκ βαπτίσματος, μᾶλλον τὴν πενίαν τῶν κακῶν ἠγάπησα, καὶ ξένος γεγένημαι, τῶν ἀρετῶν ὁ τάλας ἐγώ, χώραν εἰς μακράν, ἀποδημήσας κακίας· διό με ἐπιστρέψας, ἐναγκάλισαι Σῶτερ, τῷ σῷ Σταυρῷ τειχίζων, εἰς πάντας τοὺς αἰῶνας.

Μέθην παθῶν ἀπόρριψον, καὶ δακρύων ἐκζήτησον, τὸν καθαρτικὸν διὰ νηστείας οἶνον ψυχή, καρδίαν εὐφραίνοντα, καὶ ἡδονὰς μαραίνοντα, καὶ τὰς τῆς σαρκός, ἀποτεφροῦντα καμίνους, καὶ σπεῦσον τῷ παγέντι, διὰ σὲ ἐπὶ ξύλου, Χριστῷ συσταυρωθῆναι, καὶ ζῆσαι εἰς αἰῶνας.

Θεοτοκίον.

Θεογεννῆτορ πάναγνε, τῆς ψυχῆς μου τὰ τραύματα, καὶ τῆς ἁμαρτίας τὰς οὐλὰς ἐξάλειψον, πηγαῖς ἀποσμήχουσα, ταῖς ἐκ πλευρᾶς τοῦ τόκου σου, καὶ τοῖς  ἐξ αὐτῆς, ἀποκαθαίρουσα ῥείθροις· πρὸς σὲ γὰρ ἀνακράζω, καὶ πρὸς σὲ καταφεύγω, καὶ σὲ ἐπικαλοῦμαι, τὴν Κεχαριτωμένην.

Εἱρμὸς ἄλλος.

Τὸν ἐν φωναῖς Ἀγγελικαῖς.

Τὸν σταυρωθέντα σαρκικῶς, καὶ θεϊκῶς μὴ παθόντα Ἰησοῦν, ὑμνοῦσιν οἱ ἄγγελοι, καὶ ἡμεῖς οἱ γηγενεῖς, εἰς τοὺς αἰῶνας ἅπαντας.

ν τῇ σταυρώσει σου Χριστέ, τὸν ἐπονείδιστον θάνατον ἑλών, τὸν ἐπικατάρατον, ἔσωσας ἡμᾶς, φθορᾶς ἐκλυτρωσάμενος.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα.

Χερουβικῶς σὲ ὦ Τριάς, Ἅγιος, Ἅγιος, Ἅγιος ὑμνῶ, τὴν μίαν Θεότητα, ἄναρχον ἁπλήν, καὶ πᾶσιν ἀκατάληπτον.

Καὶ νῦν... Θεοτοκίον.

Τοῖς ἐγκωμίοις σε Ἁγνή, λαμπρῶς γεραίρουσι· πᾶσαι αἱ γενεαὶ τὸν Κτίστην γὰρ τέτοκας· ὢ θαῦμα φρικτόν, καὶ ἔργον παμμακάριστον!

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Πάντα ὑπήνεγκας παθεῖν, ὑπὲρ ἑνὸς τοῦ σωθῆναί με Χριστὲ ὑμνῶ σου τὴν Σταύρωσιν, τοὺς ἥλους, τὴν σφαγὴν εἰς τοὺς αἰῶνας ἅπαντας.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

Ὁ Εἱρμὸς.

Τὸν ἐν φωναῖς Ἀγγελικαῖς, ἐν Οὐρανοῖς δοξαζόμενον Θεόν, αἰνέσωμεν ἅπαντες οἱ γηγενεῖς, εἰς τοὺς αἰῶνας ἅπαντας.

δὴ θ’

Ἐξέστη ἐπὶ τούτῳ.

ρῶν σε ἡπλωμένον ἐπὶ Σταυροῦ, τὰς ἀκτῖνας συνέστειλεν ἥλιος, πᾶσα δὲ γῆ, τρόμῳ ἐκλονεῖτο Παμβασιλεῦ, ἐθελουσίως βλέπουσα, πάσχοντα τὸν φύσει σε ἀπαθῆ· διό σε ἱκετεύω, τὰ πάθη τῆς ψυχῆς μου, ὡς ἰατρὸς Χριστὲ θεράπευσον.

δοὺς σωτηριώδεις καταλιπών, τὰς εἰς ᾍδην φερούσας διώδευσα, σκότος βαθύ, ἔχων περικύκλῳ τὰς ἡδονάς, καὶ τῶν παθῶν τὸν ὄλισθον, καὶ τὴν καταιγίδα τῶν πειρασμῶν· διό σε ἱκετεύω τῷ σῷ Σταυρῷ με σῶσον, Χριστὲ ὡς μόνος πολυέλεος.

Χειμῶνι συνεχόμενος πειρασμῶν, καὶ παθῶν τρικυμίαις ποντούμενος, καὶ ἡδονῶν, σάλῳ χειμαζόμενος χαλεπῶς, τὸ τῆς Νηστείας πέλαγος, ἔφθασα τὸ πρᾶον καὶ γαληνόν, ἐν ᾧ με κυβερνήσας, τῷ σῷ Σταυρῷ Οἰκτίρμον, πρὸς σωτηρίαν ἐγκαθόρμισον.

Θεοτοκίον.

Συνέλαβες Παρθένε δίχα σπορᾶς, τὸν τὰ σύμπαντα δημιουργήσαντα, Λόγον Θεοῦ, ἄνευ θελημάτων τῶν τῆς σαρκός, ἄνευ φθορᾶς δὲ τέτοκας, ἄνευθεν ὠδίνων τῶν μητρικῶν· διό σε Θεοτόκον, καὶ γλώσσῃ καὶ καρδίᾳ, ὁμολογοῦντες μεγαλύνομεν.

Ἄλλος.

Τὴν παρθενίαν σου.

κὼν ὑπέμεινας, σταυρωθῆναι Σωτὴρ ἡμῶν, ἵνα παράσχῃς πᾶσι ζωήν, τοῦ θανάτου ἐκλυτρωσάμενος.

Ξύλῳ νενέκρωμαι, καὶ Σταυροῦ ξύλῳ ἔζησα, ἐν ᾧ ὁ Χριστός μου προσηλωθείς, τὸν ἐχθρόν μου ἐθανάτωσε.

Δόξα...

ς συνυπάρχοντα, τὸν Υἱόν τῷ Γεννήτορι καὶ Πνεῦμα τὸ ἅγιον συμπαρόν, ὁμοφρόνως προσκυνήσωμεν.

Καὶ νῦν... Θεοτοκίον.

Θαῦμα παράδοξον, καὶ ἐξαίσιον ἄκουσμα! πῶς καὶ ὡς μήτηρ τίκτεις Ἁγνή, καὶ οὐκ ἔγνως ὡς παρθένος φθοράν;

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

μνῶ τὴν λόγχην σου, ἀνυμνῶ καὶ τοὺς ἥλους σου τὸν σπόγγον τὸν κάλαμον τὸν Σταυρόν, δι' ὧν σέσωσμαι, Ἰησοῦ ὁ Θεός.

Ὁ Εἱρμὸς.

Τὴν παρθενίαν σου Θεοτόκε ἀμίαντε, ἣν οὐ κατέφλεξε, τὸ πῦρ τῆς Θεότητος, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν.

Τὸ Φωταγωγικὸν τοῦ Ἤχου.

Εἰς τὰ Ἀπόστιχα τῶν Αἴνων.

Ἰδιόμελον  Ἦχος γ’

Τὸ ὕψος τῶν ἀρετῶν, καταλιποῦσα ψυχή μου, ἐπὶ τὸ βάθος τῆς ἁμαρτίας κατελήλυθας, πονηροῖς ὁδοστάταις ἐμπεσοῦσα, τραυμάτων δὲ ὀδωδότων γέμουσα, κεῖται ἐρριμμένη ἄπορος. Διὸ βόησον Χριστῷ τῷ Θεῷ, τῷ διὰ σὲ σταυρωθέντι, καὶ μώλωπας ἑκουσίως δεξαμένῳ. Ἐπιμελήθητί μου Κύριε, καὶ σῶσόν με.

Ἕτερον Ἰδιόμελον.

Ἦχος πλ. δ’

Τοῖς λῃστρικοῖς λογισμοῖς, τραυματισθεὶς ὁ δείλαιος, ἡμίθνητος γέγονα Κύριε. Προφητῶν δὲ ὁ χορὸς παρεῖδεν, ἡμιθανῆ κατιδὼν τυγχάνοντα, καὶ τέχναις ἀνθρωπίναις ἀνιάτρευτον. Διὸ χαλεπῶς ὀδυνώμενος, ἐν ταπεινώσει καρδίας κραυγάζω σοι. Χριστὲ ὁ Θεός, ἐπίχεε ὡς εὔσπλαγχνος, ἐπ' ἐμὲ τὸ μέγα σου ἔλεος.

Μαρτυρικὸν.

Μάρτυρες Χριστοῦ οἱ ἀήττητοι, οἱ νικήσαντες τὴν πλάνην, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀπελάβετε τὴν χάριν τῆς αἰωνίου ζωῆς, τυράννων ἀπειλὰς οὐκ ἐπτοήθητε, βασάνοις αἰκιζόμενοι ηὐφραίνεσθε, καὶ νῦν τὰ αἵματα ὑμῶν, γέγονεν ἰάματα ταῖς ψυχαῖς ἡμῶν, πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον

Πάναγνος ὡς εἶδέ σε, σαρκὶ κρεμάμενον τῷ ξύλῳ, τὴν καρδίαν ἐτιτρώσκετο καὶ ὠλόλυζε δακρύουσα· Λόγε, ποῦ μου ἔδυς παμφίλτατε Ἰησοῦ, Υἱέ μου καὶ Κύριε; μὴ λίπῃς με μόνην, Χριστὲ τὴν τεκοῦσάν σε.

 

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας.

Ἦχος α’

Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα.

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ.

Προκείμενον  Ἦχος δ’  Ψαλμὸς 91’

γαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Στίχ. Τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου καθ΄ ἑκάστην.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.

(Κεφ. ΜΑ’: 4-14)

Οὕτω λέγει Κύριος· Ἐγὼ Θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι. Εἶδον ἔθνη, καὶ ἐφοβήθησαν, τὰ ἄκρα τῆς γῆς ἐξέστησαν, ἤγγισαν καὶ ἦλθον ἅμα, κρίνων ἕκαστος τῷ πλησίον, καὶ τῷ ἀδελφῷ βοηθῆσαι, καὶ ἐρεῖ· Ἴσχυσεν ἀνὴρ τέκτων, καὶ χαλκεὺς τύπτων σφύρᾳ, ἅμα ἐλαύνων, τότε μὲν ἐρεῖ. Σύμβλημα καλόν ἐστιν, ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις, θήσουσιν αυτά, καὶ οὐ κινηθήσονται. Σὺ δὲ Ἰσραήλ, παῖς μου Ἰακώβ, ὃν ἐξελεξάμην, σπέρμα Ἀβραάμ, ὃν ἠγάπησα, οὗ ἀντελαβόμην ἀπ' ἄκρων τῆς γῆς, καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε καὶ εἶπόν σοι· Παῖς μου εἶ, ἐξελεξάμην σε, καὶ οὐκ ἐγκατέλιπόν σε, μὴ φοβοῦ· μετὰ σοῦ γὰρ εἰμι, μὴ πλανῶ· ἐγὼ γάρ εἰμι ὁ Θεός σου ὁ ἐνισχύσας σε, καὶ ἐβοήθησά σοι, καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ μου τῇ δικαίᾳ. Ἰδοὺ αἰσχυνθήσονται, καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι· ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου, ζητήσεις αὐτούς, καὶ οὐ μὴ εὕρῃς τοὺς ἀνθρώπους, οἳ παροινήσουσιν εἰς σέ· ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σε, ὅτι ἐγὼ ὁ Θεὸς ὁ κρατῶν τῆς δεξιᾶς σου, ὁ λέγων σοι· Μὴ φοβοῦ, ἐγὼ βοηθός σου, μὴ φοβοῦ, Ἰακώβ, ὀλιγοστὸς Ἰσραήλ, ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ Θεός, ὁ λυτρούμενός σε, ὁ Ἅγιος τοῦ Ἰσραήλ.

Προκείμενον  Ἦχος β  Ψαλμὸς 92

Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ. νεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο.

 

ΤΗ ΤΕΤΑΡΤΗ ΤΗΣ Ε’ ΕΒΔΟΜΑΔΟΣ

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τα Πρὸς Κύριον. Εἰς τὸ Κύριε ἐκέκραξα, ψάλλομεν τὰ ἑπόμενα Στιχηρὰ Ἰδιόμελα καὶ Προσόμοια, ἀρχόμενει ἀπὸ τὸν Στίχ. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν...

Στιχηρὸν Ἰδιόμελον

Ἦχος πλ. δ’

Τοῖς τῶν ἐμῶν λογισμῶν, λῃσταῖς περιπεσών, ἐσυλήθην ὁ τάλας τὸν νοῦν, καὶ δεινῶς πληγωθείς, ὅλην μου τὴν ψυχὴν τετραυμάτισμαι, καὶ ἔνθεν κεῖμαι γυμνὸς ἀρετῶν, ἐν τῇ τοῦ βίου ὁδῷ, ἱερεὺς δὲ ἰδών με τῷ μώλωπι ὀδυνώμενον, διὰ τὸ ἀνίατον, παρορῶν, οὐκ ἐπιβλέπει. Λευΐτης δὲ πάλιν, μὴ φέρων τὴν ψυχοφθόρον ἀλγηδόνα, καὶ αὐτὸς κατιδών, ἀντιπαρῆλθέ μοι, σὺ δὲ ὁ εὐδοκήσας, οὐκ ἐκ Σαμαρείας, ἀλλ' ἐκ Μαρίας σαρκωθῆναι, Χριστὲ ὁ Θεός, τῇ  φιλανθρωπίᾳ σου, παράσχου μοι τήν ἴασιν, ἐπιχέων ἐπ' ἐμέ, τὸ μέγα σου ἔλεος.

Στίχ. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα...

Πάλιν τὸ αὐτὸ.

Στίχ. κχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου...

Μαρτυρικὸν.

Εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, πρέπει τοῖς  Ἁγίοις· ξίφεσι γὰρ ἔκλιναν τοὺς αὐχένας, διὰ σὲ τὸν κλίναντα οὐρανούς, καὶ καταβάντα, ἐξέχεαν τὸ αἷμα αὐτῶν, διὰ σὲ τὸν κενώσαντα ἑαυτόν, καὶ μορφὴν δούλου λαβόντα, ἐταπεινώθησαν ἕως θανάτου, τὴν πτωχείαν σου μιμούμενοι, ὧν ταῖς εὐχαῖς, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ὁ Θεὸς ἐλέησον ἡμᾶς.

Στιχηρὰ Προσόμοια Ποίημα Ἰωσὴφ.

Ἦχος πλ. δ’

Κύριε, εἰ καὶ κριτηρίῳ.

Στίχ. ν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου...

Κύριε, σὺ τοὺς ἱεροὺς Μαθητάς σου, λογικοὺς οὐρανοὺς ἔδειξας, τούτων ἱεραῖς μεσιτείαις, τῶν τῆς γῆς κακῶν με λύτρωσαι, δι' ἐγκρατείας ὑψῶν, συνέσεως ἑκάστοτε, τῆς πρὸς τὰ πάθη τὸν λογισμόν μου, ὡς οἰκτίρμων καὶ φιλάνθρωπος.

Στίχ. ν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην...

χοντες, πάντες τὸν καιρὸν τῆς Νηστείας, ὡς συνεργὸν θείων πράξεων, κλαύσωμεν ἐξ ὅλης καρδίας, καὶ τῷ Σωτῆρι βοήσωμεν· Διὰ τῶν σῶν μαθητῶν, Κύριε πολυέλεε, σῶσον τοὺς φόβῳ ἀνυμνοῦντας, τὴν πολλὴν φιλανθρωπίαν σου.

Ἕτερον Ποίημα Θεοδώρου.

Τὴν ἔνδοξον καὶ ἄχραντον.

Στίχ. Κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον...

πόστολοι πανεύφημοι, οἱ τοῦ Κόσμου πρεσβευταί, ἀσθενούντων ἰατροί, τῆς ὑγείας φύλακες, ἀμφοτέρωθεν ἡμᾶς συντηρήσατε, τῆς Νηστείας τὸν χρόνον διϊππεύοντας, ἐν ἀλλήλοις ἐνθέως εἰρηνεύοντας, τὸν νοῦν ἀνενόχλητον τῶν παθῶν φυλάττοντες, ἵνα ᾄσωμεν Χριστῷ, ὡς νικητῇ ἐξαναστάντι, ὕμνον ἅπαντες.

Ἔτερα Προσόμοια κατ’ Ἀλφάβητον.

Ποίημα Συμεὼν τοῦ Μεταφραστοῦ.

Ἦχος δ’

Ἤθελον δάκρυσιν ἐξαλεῖψαι.

Στίχ. πώλετο φυγὴ ἀπ' ἐμοῦ...

πας ὁ βίος μου μετὰ πορνῶν, καὶ τελωνῶν ἐκδεδαπάνηται, ἄρα δυνήσομαι κᾂν ἐν γήρᾳ, μεταγνῶναι ἅπερ ἐξήμαρτον; Δημιουργὲ τῶν ἁπάντων, καὶ ἰατρὲ τῶν νοσούντων, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. κέκραξα πρὸς σὲ Κύριε, Κύριε...

Βάρει συνέχομαι ἀμελείας, τῷ βορβόρῳ ἐγκυλινδούμενος, βέλει κεντούμενος τοῦ Βελίαρ, καὶ μολύνω τὸ κατ' εἰκόνα μου. Ἐπιστροφεῦ ἀμελούντων, καὶ λυτρωτὰ ἑπταισμένων, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. Πρόσχες πρὸς τὴν δέησίν μου...

Γέγονα πρόσκομμα τῶν ἀνθρώπων, γεωργήσας ὡς γηγενής, γεηρά· γάμῳ ὡμίλησα σῇ προστάξει, καὶ παρέβην μιάνας κοίτην ἐμήν, ὁ ἀπὸ γῆς πλαστουργήσας, τὸ πλάσμα σου μὴ παρίδῃς, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. ῦσαί με ἐκ τῶν καταδιωκόντων με...

Δήμιος γέγονα τῇ  ψυχῇ μου, τῆς σαρκός μου πρόνοιαν ποιησάμενος, δαίμοσι παίγνιον κατεστάθην, ἡδοναῖς δουλεύων καὶ ἀτοπήμασι· τῇ  εὐσπλαγχνίᾳ σου φεῖσαι, φυγαδευτὰ τῶν δαιμόνων. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. ξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου...

κὼν ἐξήμαρτον ὑπὲρ πάντας, διὰ τοῦτο ἐγκαταλέλειμμαι, ἔχω ἀντίδικον τῆς ψυχῆς μου, τῆς σαρκὸς τὸ φρόνημα καὶ σκοτίζει με. Ὁ φωτισμὸς τῶν ἐν σκότει, καὶ ὁδηγὸς πλανωμένων. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. μὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.

Ζήσεται ἔλεγεν ὁ Προφήτης, ἡ ψυχή μου Κύριε, καὶ αἰνέσει σε, ζήτησον πρόβατον πλανηθέν με, καὶ ἀρίθμησόν με τῇ  ποίμνῃ σου· δός μοι καιρὸν μετανοίας, ἵνα στενάζων βοῶ σοι· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. κ βαθέων ἐκέκραξά σοι, Κύριε...

μαρτον ἥμαρτον ἀθετήσας, τὰ προστάγματά σου Χριστὲ ὁ Θεός, ἵλεως γενοῦ μοι, ὦ Εὐεργέτα, ἵνα βλέψω τοῖς  ἔνδοθεν ὀφθαλμοῖς, καὶ ἀποφύγω τοῦ σκότους, καὶ μετὰ φόβου βοήσω· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα...

Θῆρές με ἄγριοι περιέσχον, ἀλλ' ἐξ αὐτῶν με ἅρπασον Δέσποτα· θέλεις γὰρ ἅπαντας τοῦ σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, πάντας ἀνθρώπους ὡς Κτίστης, καὶ μετὰ πάντων με σῶσον. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. ὰν ἀνομίας παρατηρήσῃς Κύριε...

αμα γίνου μοι Εὐεργέτα, λυτρωτὰ σωτήρ μου καὶ μὴ ἀπώσῃ με, ἴδε με κείμενον ἀνομίαις, καὶ ἀνάστησόν με ὡς παντοδύναμος, ἵνα κᾀγὼ ἐξαγγέλλω, τὰς πράξεις μου καὶ βοῶ σοι· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε...

Κρύψας τὸ τάλαντον τὸ δοθέν μοι, ὡς ἀγνώμων δοῦλος τῇ  γῇ κατέχωσα· καὶ γὰρ ὡς ἄχρηστος κατεκρίθην, καὶ οὐ τολμῶ λοιπὸν ἐξαιτῆσαί σοι, ὡς ἀνεξίκακος οἴκτειρόν με, ἵνα κᾀγὼ ἀνακράζω· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. πὸ φυλακῆς πρωΐας μέχρι νυκτός...

Λίμνην ἐξήρανας παθημάτων, τῆς Αἱμορροούσης ἁφῇ κρασπέδου σου, λήψομαι ἄφεσιν ἐγκλημάτων, ἀδιστάκτῳ πίστει σοι προσερχόμενος. Δέξαι κᾀμὲ ὡς ἐκείνην, καὶ ἴασαί μου τὸ ἄλγος. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος...

Μέλλεις καθέζεσθαι ἐπὶ θρόνου, ὁ ποιήσας λόγῳ τὸν οὐρανὸν καὶ τὴν γῆν, μέλλομεν ἅπαντες παραστῆναι, ἐξαγγέλλοντές σοι τὰς ἁμαρτίας ἡμῶν, πρὸ τῆς ἡμέρας ἐκείνης, ἐν μετανοίᾳ με δέξαι. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη...

Νεῦσον τῷ ὄμματι τῷ εὐσπλάγχνῳ, καὶ γενοῦ μοι ἵλεως μόνε Σωτήρ, νάματα δώρησαι ἰαμάτων, τῇ  ἀθλίᾳ μου καὶ ταλαιπώρῳ ψυχῇ, ἀπόσμηξον ἐκ τοῦ ῥύπου, τῶν ἔργων μου ἵνα μέλψω· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ...

Ξίφη ηὐτρέπισεν ὁ Βελίαρ, ἐκθηρεῦσαι σπεύδων τὴν ταπεινήν μου ψυχήν, ξένον ἐποίησέ με Οἰκτίρμον, φωτισμοῦ τῆς γνώσεως τοῦ προσώπου σου. Ὁ κραταιὸς ἐν ἰσχύϊ, τούτου σκευῶν ἅρπασόν με· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου...

λος τοῖς  πάθεσιν ἐδουλώθην, ἐγκαταλείψας νόμον καὶ θείας γραφάς, ὅλον με ἴασαι εὐεργέτα, δι' ἐμὲ κατ' ἐμὲ γεγονὼς ἀγαθέ, ἐπίστρεψόν με οἰκτίρμον, ὁ τῶν παθῶν καθαιρέτης. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Στίχ. λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς...

Πόρνη τοῖς  δάκρυσι καταβρέχει, τοὺς ἀχράντους τε καὶ τιμίους πόδας σου, πάντας προτρέπουσα τοῦ προστρέχειν, καὶ λαμβάνειν λύσιν τῶν ἐγκλημάτων αὐτῶν. Αὐτῆς τὴν πίστιν παράσχου, κᾀμοὶ Σωτήρ του βοᾶν σοι, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

ύπον καθάρισον τῆς ψυχῆς μου, ὁ δι' ἐμὲ πτωχεύσας καὶ νηπιάσας σαρκί, ῥανίδα ἐλέους σου καταπέμψας, τῷ ἀσθενεῖ καὶ τεθλασμένῳ Χριστέ, ἀπόπλυνον ἐκ τοῦ ῥύπου, ἰάτρευσον ἀσθενοῦντα. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Στήριξον Δέσποτα τὴν ψυχήν μου, σοὶ προστρέχειν καὶ σοὶ δουλεύειν ἀεί· σκέπη ὑπάρχεις γάρ μου καὶ φύλαξ, καὶ ἀντίληψίς καὶ βοήθεια, ἀξίωσον Θεὲ Λόγε, βοᾶν με ἐν παρρησίᾳ· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τεῖχος ἀπόρθητον ἡμῖν γενοῦ, Ἰησοῦ Σωτὴρ καὶ ἐλεῆμον Θεέ· τρόποις καὶ ἔργοις ἀπατηλοῖς γάρ, συμπεπτώκαμεν, ἀλλ' ἀνάστησον, ὡς εὐεργέτης τὸ πλάσμα, καὶ διαλλάγηθι ὡς οἰκτίρμον. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Υἱὸς ὁ ἄσωτος ἐγενόμην, διασκορπίσας τὸν πλοῦτον, λιμῷ νῦν τήκομαι, ὑπὸ τὴν σκέπην σου καταφεύγω, ὥσπερ ἐκεῖνον δέξαι με Πάτερ ἀγαθέ, καὶ μέτοχον τῆς τραπέζης, ἀξίωσον τοῦ βοᾶν σοι. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Φθόνῳ ἐξέβαλε Παραδείσου, τὸν πρωτόπλαστον ὁ ἀρχέκακος, φάσκων τὸ Μνήσθητι ἐπὶ ξύλου, ὁ Λῃστὴς ἀπέλαβε τὸν Παράδεισον, ἐγὼ δὲ πίστει καὶ φόβῳ, τὸ Μνήσθητί μου, βοῶ σοι· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Χεῖρά μοι ἔκτεινον ὡς τῷ Πέτρῳ, καὶ ἀνάγαγε τοῦ βυθοῦ ὁ Θεός, χάριν καὶ ἔλεός μοι παράσχου, τῇ  πρεσβείᾳ τῆς παναμώμου Μητρός, τῆς σὲ τεκούσης ἀσπόρως, καὶ τῶν Ἁγίων σου πάντων. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Ψάλλοντα, δέξαι με καθ' ἑκάστην, ὁ Ἀμνὸς ὁ αἴρων τὴν ἁμαρτίαν μου, ψυχὴν καὶ σῶμά μου ὁλοκλήρως, εἰς τὰς χεῖράς σου παρατίθημι, καὶ ἐν νυκτὶ καὶ ἡμέρᾳ, χρεωστικῶς ἐκβοῶ σοι· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

τῆς ἀφάτου σου εὐσπλαγχνίας, ὑπεράγαθε ἀνεξίκακε Κύριε! ὦ ἀναμάρτητε καὶ οἰκτίρμον, μή με ἀπορρίψῃς ἀπὸ τοῦ προσώπου σου, ὅπως κᾀγὼ εὐχαρίστως, χαίρων καὶ ψάλλων βοῶ σοι· Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Δόξα... Καὶ νῦν  ... Θεοτοκίον.

τῇ  ἀρρήτω συγκαταβάσει! ὢ τοῦ ξένου τόκου τὸ ὑπερθαύμαστον! ὢ πῶς Παρθένος βρέφος σε φέρει, ἐν ἀγκάλαις ταύτης τὸν Ποιητὴν καὶ Θεόν! ὁ ἐξ αὐτῆς σαρκωθῆναι, καταδεξάμενος εὐεργέτα, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.

Ἑσπέρας Προκείμενον  Ἦχος δ’  Ψαλμὸς 93’

Θεὸς ἐκδικήσεων Κύριος, Θεὸς ἐκδικήσεων.

Στίχ. ψώθητι, ὁ κρίνων τὴν γῆν.

Γενέσεως τὸ Ἀνάγνωσμα.

(Κεφ. ΙΖ’: 1-9)

γένετο Ἄβραμ ἐτῶν ἐνενηκονταεννέα. Καὶ ὤφθη Κύριος τῷ Ἀβραμ, καὶ εἶπεν αὐτῷ· Ἐγώ εἰμι ὁ Θεός σου, εὐαρέστει ἐνώπιον ἐμοῦ, καὶ γίνου ἄμεμπτος καὶ θήσομαι τὴν διαθήκην μου ἀναμέσον ἐμοῦ, καὶ ἀναμέσον σοῦ, καὶ πληθυνῶ σε σφόδρα. Καὶ ἔπεσεν Ἄβραμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ ἐλάλησεν αὐτῷ ὁ Θεός, λέγων· Ἰδοὺ ἡ διαθήκη μου μετὰ σοῦ, καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν. Καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἄβραμ, ἀλλ' ἔσται τὸ ὄνομά σου Ἀβραάμ, ὅτι πατέρα πολλῶν Ἐθνῶν τέθεικά σε. Καὶ αὐξανῶ σε σφόδρα σφόδρα, καὶ θήσω σε εἰς ἔθνη καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται καὶ στήσω τὴν διαθήκην μου ἀναμέσον ἐμοῦ, καὶ ἀναμέσον σοῦ, καὶ ἀναμέσον τοῦ σπέρματός σου μετὰ σέ, εἰς τὰς γενεὰς αὐτῶν, εἰς διαθήκην αἰώνιον εἶναι σου Θεός, καὶ τοῦ σπέρματός σου μετὰ σέ. Καὶ δώσω σοι καὶ τῷ σπέρματί σου τήν γῆν, ἣν παροικεῖς, πᾶσαν τὴν γῆν Χαναάν, εἰς κατάσχεσιν αἰώνιον, καὶ ἔσομαι αὐτοῖς Θεός. Καὶ εἶπεν ὁ Θεὸς πρὸς Ἀβραάμ· Σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις, σὺ καὶ τὸ σπέρμα σου μετὰ σέ, εἰς τὰς γενεὰς αὐτῶν.

Προκείμενον.  Ἦχος πλ. β'  Ψαλμὸς 95

σατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Στίχ. σατε τῷ Κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.

(Κεφ. ΙΕ', 20 - ΙΣ', 9)

Υἱὸς σοφὸς εὐφραίνει πατέρα, υἱὸς δὲ ἄφρων μυκτηρίζει μητέρα αὐτοῦ. Ἄνοήτου τρίβοι, ἐνδεεῖς φρενῶν, ἀνὴρ δὲ φρόνιμος κατευθύνων πορεύεται. Ὑπερτίθενται λογισμοὺς οἱ μὴ τιμῶντες συνέδρια, ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή. Οὐ μὴ ὑπακούσῃ ὁ κακὸς αὐτῇ, οὐδὲ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ κοινῷ. Ὁδοὶ ζωῆς διανοήματα συνετοῦ, ἵνα ἐκκλίνας ἐκ τοῦ ᾍδου σωθῇ. Οἴκους ὑβριστῶν κατασπᾷ Κύριος, ἐστήριξε δὲ ὅριον χήρας. Βδέλυγμα Κυρίῳ λογισμὸς ἄδικος, ἁγνῶν δὲ ῥήσεις σεμναί. Ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήπτης, ὁ δὲ μισῶν δώρων λήψεις σῴζεται. Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι, τῷ δὲ φόβῳ Κυρίου, ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. Καρδίαι δικαίων μελετῶσι πίστεις, στόμα δὲ ἀσεβῶν ἀποκρίνεται κακά. Δεκταὶ παρὰ Κυρίῳ ὁδοὶ ἀνδρῶν δικαίων, διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται. Μακρὰν ἀπέχει ὁ Θεὸς ἀπὸ ἀσεβῶν, εὐχαῖς δὲ δικαίων ἐπακούει, θεωρῶν ὀφθαλμὸς καλά, εὐφραίνει καρδίαν, φήμη δὲ ἀγαθὴ πιαίνει ὀστᾶ. Ὁ εἰσακούων ἐλέγχους ζωῆς, ἐν μέσῳ σοφῶν αὐλισθήσεται. Ὃς ἀπωθεῖται παιδείαν, μισεῖ ἑαυτόν, ὁ δὲ τηρῶν ἐλέγχους, ἀγαπᾷ ψυχὴν ἑαυτοῦ. Φόβος Κυρίου παιδεία καὶ σοφία, καὶ ἀρχὴ δόξης ἀποκριθήσεται αὐτῇ. Τῷ ἀνθρώπῳ πρόθεσις καρδίας, καὶ παρὰ Κυρίῳ ὑπόκρισις γλώσσης. Ὅσῳ μέγας εἶ, τοσοῦτον ταπείνου σεαυτόν, καὶ ἔναντι Κυρίου τοῦ Θεοῦ σου εὑρήσεις χάριν. Πάντα τὰ ἔργα τοῦ ταπεινοῦ φανερὰ τῷ Θεῷ, καὶ ἑδράζων πνεύματα Κύριος. Κύλισον ἐπὶ Κύριον τὰ ἔργα σου, καὶ ἑδρασθήσονται οἱ λογισμοί σου. Πάντα εἰργάσατο Κύριος δι' ἑαυτὸν οἱ δὲ ἀσεβεῖς ἐν ἡμέρᾳ κακῇ ὀλοῦνται. Ἀκάθαρτος παρὰ Θεῷ πᾶς ὑψηλοκάρδιος, χειρὶ δὲ χεῖρας βαλὼν ἀδίκως, οὐκ ἀθωωθήσεται. Ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν δίκαια, δεκτὰ δὲ παρὰ Θεῷ μᾶλλον, ἢ θύειν θυσίας. Ὁ ζητῶν τὸν Κύριον, εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης, οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτόν, εὑρήσουσιν εἰρήνην. Πάντα τὰ ἔργα τοῦ Κυρίου μετὰ δικαιοσύνης, φυλάσσεται δὲ ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν. Κρεῖσσον ὀλίγη λῆψις μετὰ δικαιοσύνης, ἢ πολλὰ γεννήματα μετὰ ἀδικίας. Καρδία ἀνδρὸς λογιζέσθω δίκαια, ἵνα ὑπὸ τοῦ Θεοῦ διορθωθῇ τὰ διαβήματα αὐτοῦ.

Καὶ τὰ λοιπὰ τῆς Λειτουργίας τῶν Προηγιασμένων.

Εἰς τὴν Τράπεζαν μεταλαμβάνομεν οἴνου. Τὰ δὲ Ἀπόδειπνα ψάλλομεν ἐν τοῖς κελλίοις