The Orthodox Pages

 

ΤΟ ΤΡΙΩΔΙΟΝ

 

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΠΕΜΠΤΗ ΤΗΣ B' ΕΒΔΟΜΑΔΟΣ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν, Καθίσματα Ἀποστολικά, καὶ Θεοτοκίον, τά κατά τὸν τυχόντα Ἤχον. Εἰς δὲ τὴν β’ Στιχολογίαν τά παρόντα.      

Καθίσματα  Ἦχος γ’

Τὴν ὡραιότητα.

Χριστὸς ἡ ἄμπελος, ὡραίους βότρυας, ὑμᾶς ἠνέγκατο, γλεῦκος σωτήριον, ἐναποστάζοντας τῇ γῇ, Ἀπόστολοι θεοφόροι· ὅθεν με λυτρώσατε, ἡδονῶν μέθης δέομαι, ῥεῖθρα κατανύξεως, τῇ ψυχῇ μου δωρούμενοι, τῇ θείᾳ τῆς Νηστείας ἡμέρᾳ, ὅπως σωθείς, ζωῆς ἐπιτύχω.

Θεοτοκίον.

Τῆς συμπαθείας σου, πλοῦτον ἀμέτρητον, καὶ δυναστείας σου, κράτος τὸ ἄμαχον, ἀναλαβόμενος εἰς νοῦν, προσέδραμον τῇ σκέπῃ σου, θλίψει συνεχόμενος, καὶ δεινῶς ἀπορούμενος, κράζω ἐκ βαθέων μου, τῆς καρδίας σὺν δάκρυσι, Παρθένε Θεοτόκε βοήθει μοι, ἡ μόνη τοῦ κόσμου προστασία.

Μετὰ τὴν γ’ Στιχολογίαν

Καθίσματα  Ἦχος πλ. δ’

Κύριε, παρίστατο.

Κύριε, εὐΐλατος γενοῦ ἡμῖν, ἐν τούτῳ τῷ  θείῳ καιρῷ, καὶ δάκρυα πηγάζειν σοι, ἐκ καρδίας ἀξίωσον πάντοτε, πρὸς ἔκπλυσιν μολυσμάτων ψυχικῶν, καὶ βλάστησιν τῶν ἁγίων ἐντολῶν, ὡς ἂν οὕτω νηστεύοντες, ἐπαξίως εὐαρεστῶμέν σοι, καὶ τὸ πάνσεπτόν σου ἅπαντας Πάθος ἰδεῖν εὐδόκησον, εὐχαῖς τῶν σῶν κοσμοσώστων Ἀποστόλων, δόξα σοι.

Θεοτοκίον.

Τῆς εὐσπλαγχνίας.

Τῆς συμπαθείας τὴν πηγήν, ἄχραντε σεμνή, Παρθενομῆτορ Θεοτόκε, πλουσίως ἐν ἡμῖν ἁγνὴ ἐπίχεε, καὶ δώρησαι ἡμῖν πταισμάτων ἄφεσιν· σὺ γὰρ εἶ προστασια ἡμῶν, καὶ θεία σκέπη.

Ὁ Κανὼν τοῦ  Μηναίου, καὶ τὰ παρόντα Τριῴδια κατὰ τὴν τάξιν αὐτῶν. Στιχολογοῦμεν δὲ καὶ τὴν δ’ Ὠδήν.  

Τριῴδιον ποίημα Ἰωσηφ.

Ὠδὴ δ'  Ἦχος γ’

Μὴ ἐν ποταμοῖς.

Μέθην ἡδονῶν, ψυχοφθόρων σβέσαντες, τὸ τῆς κατανύξεως πόμα, διὰ νηστείας ἐμφορηθῶμεν.

Νήστευσον, ψυχή, ἀκρασίαν βρώσεως, τρύφησον καλῶν θεωρίαις, ἵνα τῆς ἄνω τραπέζης τύχῃς.

νθρακες πυρός, τοῦ ἀΰλου πέλοντες, φλέξατε παθῶν μου τὴν ὕλην, θεῖοι Ἀπόστολοι τοῦ Σωτῆρος.

Θεοτοκίον.

Σάρκα τῷ  Χριστῷ, ἐκ τῆς σῆς δανείσασα, νέκρωσον σαρκός μου τὰ πάθη, Θεοκυῆτορ ἁγνὴ Παρθένε.

Ἕτερον Ποίημα Θεοδώρου

Ἕτερον Ποίημα Θεοδώρου.

Ἦχος πλ. β’  Ἀκήκοεν ὁ Προφήτης.

δωδεκὰς Ἀποστόλων, Πέτρε, Παῦλε, Ἰάκωβε, καὶ Ἰωάννη, Ἀνδρέα, Βαρθολομαῖε, Φίλιππε, Θωμᾶ, καὶ Ματθαῖε, καὶ Ἰάκωβε, σὺν Σίμωνι, καὶ τῷ  Ἰούδᾳ, λιτὰς ποιεῖτε, τῷ  Χριστῷ σωθῆναι ἡμᾶς.

Τὰ δίκτυα τῶν δογμάτων, χαλάσαντες ἐν θαλάσσῃ τοῦ βίου ξένως, πρὸς τρισὶν ἑκατὸν καὶ πεντήκοντα, μυστικῶς τὰ ἔθνη, ὡς ἰχθύας τὸ πρίν, ἠγρεύσατε, ταῦτα Κυρίῳ προσαγαγόντες, ἅγιοι Ἀπόστολοι.

Δόξα...

Υἱὸν ἐκ Πατρὸς καὶ Πνεῦμα, δοξάζω ὡς ἐξ ἡλίου φῶς καὶ ἀκτῖνα· τὸ μὲν γεννητῶς, ὅτι καὶ γέννημα, τὸ δὲ προβλητῶς, ὅτι καὶ πρόβλημα, συνάναρχον θείαν Τριάδα προσκυνουμένην, ὑπὸ πάσης κτίσεως.

Καὶ νῦν... Θεοτοκίον.

Παρθένος βρέφος τεκοῦσα, καὶ τὴν ἁγνείαν τηροῦσα, Σεμνὴ σὺ ὤφθης, τὸ Θεὸν γεννήσασα καὶ ἄνθρωπον, ἕνα τὸν αὐτὸν ἐν ἑκατέρᾳ μορφῇ, τὸ θαῦμα σου Παρθενομῆτορ ἐκπλήττει πᾶσαν, ἀκοὴν καὶ ἔννοιαν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

μεῖς ἐστε φῶς τοῦ Κόσμου, καθὼς ὑμῖν Χριστὸς ἔφη, λάμψει τοῦ λόγου, ἀλλ' ἱκετεύσατε Ἀπόστολοι, τοῦ μεγαλοψύχως διανύσαι ἡμᾶς, τὸ στάδιον τῆς ἐγκρατείας, καὶ προσκυνῆσαι, τὴν αὐτοῦ Ἀνάστασιν.

Ὁ Εἱρμὸς.

κήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι, καὶ ἔλεγεν· Ἀκήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην, δόξα τῇ δυνάμει σου Κύριε.

Ὠδὴ η’

Τὸν ἐν φλογί, τοῖς Παισὶ.

Θανατωθείς, ταῖς πολλαῖς ἁμαρτίαις, νεκρὰν προσφέρω τὴν ψυχὴν ἐν τῷ βίῳ· διό με οἰκτείρατε, ζωηφόροις πρεσβείαις ταῖς  ὑμῶν, θεόπται, Μαθηταὶ τοῦ Σωτῆρος.

Περισχεθείς, ἁμαρτίας ὁμίχλῃ, ᾍδῃ προσήγγισα, ἀπογνώσεως ὄντως· διό με φωτίσατε, τοῦ Ἡλίου τῆς δόξης, μυστικαὶ ἀκτῖνες, ὑπάρχοντες θεόπται.

πὸ παθῶν ἐγκράτεύου καὶ σῴζου, ψυχὴ ταλαίπωρε· ἀποχὴ γὰρ βρωμάτων νηστεία ἀπρόσδεκτος, τοῖς ὀρθῶς ἐκζητοῦσιν, εἰ μὴ καὶ σφαλμάτων, διόρθωσις ὑπάρξῃ.

Θεοτοκίον.

Βάτον πυρί, καιομένην Μωσῆς σε, προεθεώρει Θεομῆτορ Παρθένε· διό μου κατάσβεσον τῶν παθῶν τὰς καμίνους, καὶ πυρὸς γεέννης, ἐξάρπασον καὶ σῶσον.

Εἱρμὸς ἄλλος.

Ὃν Στρατιαί, οὐρανῶν.

ξ Ἰακώβ, ὡς τὸ δωδεκάφυλον, τῶν Ἀποστόλων ἐκ σοῦ, ἄλλη δωδεκάς, ὤφθη Χριστὲ ἐν Κόσμῳ, δι' ἧς ἀπεγεννήθη, πᾶς πιστὸς ἐν λόγῳ, σὲ ἀνυμνῶν εἰς τοὺς αἰῶνας.

Τοῦ νοητοῦ, Φαραὼ τὰ ἅρματα, βυθίσαντες μυστικῶς, ὡς ἐν ἐρυθρᾷ, τὸν λαὸν τοῦ Κυρίου, πρὸς γῆν θεογνωσίας, ἥξατε ὑμνοῦντα, Ἀπόστολοι εἰς τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

να Θεόν, κατ' οὐσίαν σέβομαι, τρεῖς ὑποστάσεις ὑμνῶ, διοριστικῶς, ἄλλας, ἀλλ' οὐκ ἀλλοίας, ἐπεὶ Θεότης μία, ἐν τρισὶ τὸ κράτος· καὶ γὰρ Πατήρ, Υἱός, καὶ Πνεῦμα.

Καὶ νῦν... Θεοτοκίον.

κ φωτεινῆς, προελθὼν νηδύος σου, Νυμφίος ὡς ἐκ παστοῦ, ἔλαμψε Χριστός, φῶς τοῖς   ἐν σκότει μέγα· καὶ γὰρ δικαιοσύνης, Ἥλιος ἀστράψας, ἐφώτισεν Ἁγνή, τόν Κόσμον.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Οἱ τοῦ Χριστοῦ, μύσται καὶ συγκάθεδροι, ἐκτενῶς ὑπὲρ ἡμῶν, τῶν ἁμαρτωλῶν, πάντοτε δυσωποῦντες, καὶ νῦν παρακαλεῖτε, τὴν Νηστείαν πᾶσαν, εἰλικρινῶς ἀποπεράσαι.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...

Ὁ Εἱρμὸς.

ν Στρατιαί, οὐρανῶν δοξάζουσι, καὶ φρίττει τὰ Χερουβίμ, καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτίσις, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ’

Ἐν Σιναίῳ τῷ  ὄρει.

Ποταμοὶ γεγονότες Ἀπόστολοι, τῆς πηγῆς τῆς νοητῆς, καὶ τὸ ὕδωρ τὸ ζῶν εὐπορήσαντες, ἐν καρδίᾳ καθαρᾷ, τῆς ἐμῆς ἁμαρτίας τὰ ῥεῖθρα, ξηράνατε ταῖς  προσευχαῖς ὑμῶν, καὶ πρὸς σωτηρίας ὁδοὺς ὁδηγήσατε.

μαρτίας χειμάζει κλυδώνιον, τὴν ἀθλίαν μου ψυχήν· δεξιὰν ὡς τῷ  Πέτρῳ μοι ἔκτεινον, Κυβερνῆτα ἀγαθέ, μὴ βυθός με καλύψῃ ὁ τῆς ἀπογνώσεως, βρῶμα μὴ γένωμαι, κήτους ψυχοφθόρου, Χριστὲ πολυέλεε.

ποστόλων χορὸς ἱκετεύει σε, Ἰησοῦ Παμβασιλεῦ, δυσωπεῖ σε Ἀγγέλων τὰ τάγματα, τῷ  λαῷ σου παράσχου, διὰ πλῆθος οἰκτιρμῶν, κακῶν ἀπολύτρωαιν, βίου διόρθωσιν, καὶ τῆς Βασιλείας τῆς σῆς τὴν οἰκείωσιν.

Θεοτοκίον.

Παρθενία καὶ τόκος συνέδραμον, ὑπὲρ φύσιν ἐπὶ σέ, κιβωτὲ τοῦ σεπτοῦ ἁγιάσματος, Μητροπάρθενε ἁγνή· διὸ πίστει βοῶ σοι· ὅλον με ἁγίασον, ὅλον ἐκλύτρωσαι, πάσης ἐνεργείας παθῶν τῶν θλιβόντων με.

Εἱρμὸς ἄλλος.

Ἀσπόρου συλλήψεως.

ν Κόσμῳ ὡς ἄσαρκοι, καὶ ἐν σαρκὶ ὡς Ἄγγελοι, τὸν Λόγον μόνον, ἐν καρδίᾳ φέροντες εἱλκύσατε τὰ ἔθνη, εἰς Χριστοῦ μίαν πίστιν, σοφοὺς καὶ ῥήτορας ὡς μωρούς, ἀπελέγξαντες τῇ γνώσει, παμμακάριστοι Ἀπόστολοι.

Πέτρος της πίστεως, ἡ πέτρα καὶ θεμέλιος, Παῦλος ὁ κήρυξ, καὶ ἐθνῶν διδάσκαλος, Υἱοὶ τοῦ Ζεβεδαίου, σὺν τῇ λοιπῇ ὀκτάδι, Χριστῷ πρεσβεύσατε ἐκτενῶς, εὐσθενῶς ἡμᾶς περάσαι, τῆς Νηστείας τὸ διάστημα.

Δόξα...

Μόνε μονογεννήτωρ, μονογενοῦς Υἱοῦ Πατήρ, καὶ μόνε μόνου, φῶς φωτὸς ἀπαύγασμα, καὶ μόνον μόνος μόνου, Θεοῦ ἅγιον Πνεῦμα, Κυρίου Κύριον ὄντως ὄν· ὦ Τριάς Μονὰς ἁγία, σῶσόν με θεολογοῦντά σε.

Καὶ νῦν... Θεοτοκίον.

Τὸ θαῦμα τοῦ τόκου σου, ἐκπλήττει με Πανάμωμε, πῶς συλλαμβάνεις, ἀσπόρως τὸν ἄληπτον, εἰπὲ πῶς παρθενεύεις, γεννήσασα ὡς Μήτηρ; Τὸ ὑπὲρ φύσιν πίστει λαβών, τὸ τικτόμενον προσκύνει· ὅσα θέλει γὰρ καὶ δύναται.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Δυνάμει τοῦ Πνεύματος, πρὸς βασιλεῖς καὶ ἄρχοντας, ἐκβεβηκότες, μηδόλως πτοούμενοι, οὐ πῦρ οὐδὲ μάχαιραν, τροποῦτε πᾶσαν πλάνην, καὶ διασῴζετε τοὺς βροτούς, στρατηγοὶ Κυρίου ὄντες, παμμακάριστοι Ἀπόστολοι.

Ὁ Εἱρμὸς.

σπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν.

 Τὸ Φωταγωγικὸν τοῦ Ἤχου.

Ἀπόστιχα τῶν Αἴνων

Ἰδιόμελον  Ἦχος πλ. δ

Μετανοίας ὁ καιρός, καὶ ζωῆς αἰωνίου πρόξενος ἡμῖν ὁ τῆς Νηστείας ἀγών, ἐὰν ἐκτείνωμεν χεῖρας εἰς εὐποιΐαν· οὐδὲν γὰρ οὕτω σῴζει ψυχήν, ὡς ἡ μετάδοσις τῶν ἐπιδεομένων, ἡ ἐλεημοσύνη συγκεκραμένη τῇ νηστείᾳ, ἐκ θανάτου ῥύεται τὸν ἄνθρωπον· Αὐτὴν ἀσπασώμεθα, ἧς οὐδὲν ἴσον· ἱκανὴ γὰρ ὑπάρχει, σῶσαι τὰς ψυχὰς ἡμῶν.  (Δίς)

Μαρτυρικὸν.

Πίστιν τοῦ  Χριστοῦ ὡσεὶ θώρακα ἐνδυσάμενοι καὶ τύπῳ ὁπλισάμενοι Σταυροῦ· Στρατιῶται κρατεροὶ Αὐτοῦ εὐσθενεῖς ἐδείχθητε λαμπρῶς· τυράννοις μέχρις αἵματος ἀντέστητε· δαιμόνων θράση δόλου κατηυνάσατε· Χριστιανῶν  καλοὶ θρίαμβοι! τοῦ Ἰησοῦ ζῶντες στέφανοι· πρεσβεύσατε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

γὼ Παρθένε ἁγία Θεοτόκε, τῇ σκέπῃ σου προστρέχω, οἶδα ὅτι τεύξομαι τῆς σωτηρίας·

δύνασαι γάρ, Ἁγνή, βοηθῆσαί μοι.

 

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ 

Τροπάριον τῆς Προφητείας.

Ἦχος α’

Πεπτωκότας ἀνάστησον ἡμᾶς, ἀποστραφέντας ἐπίστρεψον πρὸς σὲ ὁ Θεὸς ὡς φιλάνθρωπος, ὁ τῆς γῆς συνέχων τὰ πέρατα.

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ.

Προκείμενον  Ἦχος πλ. β’ Ψαλμὸς λγ’

ξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου.

Στίχ. Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. στ': 1-12)

γένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ, καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Καὶ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ  ἑνί, καὶ ἓξ πτέρυγες τῷ  ἑνί, καὶ ταῖς  μὲν δυσί, κατεκάλυπτον τὸ πρόσωπον, ταῖς  δὲ δυσί, κατεκάλυπτον τούς πόδας, καὶ ταῖς  δυσὶν ἐπέταντο. Καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἔλεγον· Ἅγιος, Ἅγιος, Ἅγιος Κύριος Σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς, ἧς ἐκέκραγον, καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ. Καὶ εἶπον· Ὦ τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ, καὶ τὸν Βασιλέα Κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. Καὶ ἀπεστάλη πρός με ἓν τῶν Σεραφίμ, καὶ ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν· Ἰδού, ἥψατο τοῦτο τῶν χειλέων σου, καὶ ἀφελεῖ τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ. Καὶ ἤκουσα τῆς φωνῆς Κυρίου λέγοντος· Τίνα ἀποστείλω; καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον, καὶ εἶπα· Ἰδού, ἐγώ εἰμι, ἀπόστειλόν με. Καὶ εἶπε· Πορεύθητι, καὶ εἰπὲ τῷ  λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς   ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. Καὶ εἶπα· Ἕως πότε Κύριε; καὶ εἶπεν· Ἕως ἂν ἐρημωθῶσι πόλεις, παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι, παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος. Καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, καὶ πληθυνθήσονται οἱ ἐγκαταλειφθέντες ἐπὶ τῆς γῆς.

Προκείμενον  Ἦχος πλ. Β Ψαλμὸς λδ

ξεγέρθητι, Κύριε, καὶ πρόσχες τῇ κρίσει μου.

Στίχ. Δίκασον Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με.

 

ΤΗ ΠΕΜΠΤΗ ΤΗΣ Β' ΕΒΔΟΜΑΔΟΣ

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 Μετὰ τὴν συνήθη Στιχολογίαν, εἰς τὸ Κύριε  ἐκέκραξα, ἱστῶμεν Στίχους στ καὶ ψάλλομεν τὰ ἑπόμενα τοῦ Τριῳδίου γ καὶ τοῦ Μηναίου δ’.   

Στιχηρὰ Προσόμοια ποίημα Ἰωσηφ.  Ἦχος δ’

Ἔδωκας σημείωσιν.

Πλευρὰν ἐκκεντούμενος, καὶ ἐπὶ ξύλου κρεμάμενος, τὴν ζωήν μοι ἐπήγασας, κακίᾳ τοῦ ὄφεως, τῇ τοῦ ξύλου βρώσει, τεθανατωμένῳ· ὅθεν δοξάζω σε Χριστέ, καὶ ἱκετεύω τὴν εὐσπλαγχνίαν σου. Παθῶν καὶ τῆς Ἐγέρσεως, προσκυνητήν με ἀνάδειξον, κατανύξει τελέσαντα, τῆς Νηστείας τὸ στάδιον.

δύνην τρυγήσαντα, ἐκ τοῦ φυτοῦ τὸν Πρωτόπλαστον, Παραδείσου ἐξώρισας, παγεὶς δὲ ὡς ἄνθρωπος, ἐν τῷ ξύλῳ Σῶτερ, τοῦτον εἰσοικίζεις· διό σοι κράζω, Λυτρωτά. Τῶν ὀδυνῶν μου νῦν με ἐξάρπασον, νηστείᾳ καθαρίσας με, καὶ μετανοίᾳ καὶ δάκρυσιν, Ἰησοῦ ὑπεράγαθε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ἕτερον Ποίημα Θεοδώρου

Ἕτερον Ποίημα Θεοδώρου.

Ἦχος πλ. α’  Κύριε ἐπὶ Μωϋσέως.

Κύριε, τὸν ζωοποιόν σου Σταυρὸν ἀνυμνοῦμεν· οὗτος ζωὴν γὰρ ἐν τῷ Κόσμῳ ἐξήνθησε, τὸν θάνατον νεκρώσας, ὅν σοι καὶ νῦν εἰς πρεσβείαν προσάγομεν, ἐν ἡμέραις ἁγίαις, κράτυνον ἡμᾶς νηστεύοντας, καὶ δώρησαι κατὰ παθῶν τὴν ἰσχύν, καὶ τῆς εἰρήνης τὸ τρόπαιον, διὰ πλῆθος ἐλέους φιλάνθρωπε.

Καὶ τοῦ Μηναίου, Προσόμοια γ'

Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον. 

Ἑσπέρας Προκείμενον  Ἦχος δ’  Ψαλμὸς λε’

Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου.

Στίχ. δικαιοσύνη σου ὡς ὄρη Θεοῦ.

Γενέσεως τὸ Ἀνάγνωσμα

(Κεφ. Ε’: 1-24)

Αὕτὴ ἡ βίβλος γενέσεως ἀνθρώπων, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδάμ, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, καὶ εὐλόγησεν αὐτούς, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ, Ἀδὰμ ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς, Ἔζησε δὲ Ἀδὰμ διακόσια τριάκοντα ἔτη, καὶ ἐγέννησεν υἱὸν κατὰ τὴν ἰδέαν αὐτοῦ, καὶ κατὰ τήν εἰκόνα αὐτοῦ, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ, Σήθ. Ἐγένοντο δὲ αἱ ἡμέραι Ἀδάμ, ἃς ἔζησε μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σήθ, ἔτη, ἑπτακόσια, καὶ ἐγέννησεν υἱούς καὶ θυγατέρας. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἀδάμ, ἃς ἔζησεν, ἐννακόσια τριάκοντα ἔτη, καὶ ἀπέθανεν. Ἔζησε δὲ Σήθ, πέντε καὶ διακόσια ἔτη, καὶ ἐγέννησε τὸν Ἐνώς. Καὶ ἔζησε Σήθ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνώς, ἑπτὰ ἔτη καὶ ἑπτακόσια, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Σήθ, δώδεκα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανε. Καὶ ἔζησεν Ἐνὼς ἔτη ἑκατὸν ἐνενήκοντα, καὶ ἐγέννησε τὸν Καϊνᾶν. Καὶ ἔζησεν Ἐνώς, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν, πεντεκαίδεκα ἔτη καὶ ἑπτακόσια, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνώς, πέντε ἔτη καὶ ἐννακόσια, καὶ ἀπέθανε. Καὶ ἔζησε Καϊνᾶν ἑβδομήκοντα καὶ ἑκατὸν ἔτη, καὶ ἐγέννησε τὸν Μαλελεήλ. Καὶ ἔζησε Καϊνᾶν, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαλελεήλ, τεσσαράκοντα καὶ ἑπτακόσια ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Καϊνᾶν, δέκα ἔτη καὶ ἐννακόσια, καὶ ἀπέθανε. Καὶ ἔζησε Μαλελεὴλ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη, καὶ ἐγέννησε τὸν Ἰάρεδ. Καὶ ἔζησε Μαλελεήλ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἰάρεδ, ἔτη ἑπτακόσια τριάκοντα, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαλελεήλ, ἔτη πέντε καὶ ἐνενήκοντα, καὶ ὀκτακόσια, καὶ ἀπέθανε. Καὶ ἔζησεν Ἰάρεδ δύο καὶ ἑξήκοντα ἔτη καὶ ἑκατόν, καὶ ἐγέννησε τὸν Ἐνώχ. Καὶ ἔζησεν Ἰάρεδ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνώχ, ὀκτακόσια ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἰάρεδ, δύο καὶ ἑξήκοντα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανε. Καὶ ἔζησεν Ἐνὼχ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη, καὶ ἐγέννησε τὸν Μαθουσάλα. Εὐηρέστησε δὲ Ἐνὼχ τῷ Θεῷ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα, διακόσια ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνώχ, πέντε καὶ ἑξήκοντα, καὶ τριακόσια ἔτη. Καὶ εὐηρέστησεν Ἐνὼχ τῷ Θεῷ, καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός.

Προκείμενον  Ἦχος πλ. β’  Ψαλμὸς λστ’

πόμεινον τὸν Κύριον, καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ.

Στίχ. Μὴ παραζήλου ἐν πονηρευομένοις.

Παροιμιῶν τὸ Ἀνάγνωσμα

(Κεφ. στ': 3-20)

Ποίει, υἱέ, ἃ ἐγώ σοι ἐντέλλομαι, καὶ σῴζου· ἥκεις γὰρ εἰς χεῖρας κακῶν διὰ σὸν φίλον, ἴσθι μὴ ἐκλυόμενος, παρόξυνε δὲ καὶ τὸν φίλον σου, ὃν ἐγγυήσω. Μὴ δῷς ὕπνον σοῖς ὄμμασι, μηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροις, ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ ζήλωσον, ἰδὼν τὰς ὁδοὺς αὐτοῦ καὶ γενοῦ ἐκείνου σοφώτερος, Ἐκείνῳ γάρ, γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην ὤν, ἑτοιμάζεται θέρους τὴν τροφήν, πολλήν τε ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράθεσιν. Ἢ πορεύθητι πρὸς τὴν μέλισσαν, καὶ μάθε ὡς ἐργάτις ἐστί, τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται, ἧς τοὺς πόνους βασιλεῖς τε καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται, ποθεινή δέ ἐστι πᾶσι, καὶ περίδοξος, καί περ οὖσα τῇ ῥώμῃ ἀσθενής, τὴν σοφίαν τιμήσασα προήχθη. Ἕως τίνος, ὦ ὀκνηρέ, κατάκεισαι; πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ; Ὀλίγον μὲν ὑπνοῖς ὀλίγον δὲ κάθησαι, μικρὸν δὲ νυστάζεις, ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶ στήθη, εἴτ' ἐμπαραγίνεταί σοι, ὥσπερ κακὸς ὁδοιπόρος, ἡ πενία, καὶ ἡ ἔνδεια, ὥσπερ ἀγαθὸς δρομεύς. Ἐὰν δὲ ἄοκνος ἦς, ἥξει ὥσπερ πηγὴ ὁ ἀμητός σου, ἡ δὲ ἔνδεια, ὥσπερ κακὸς δρομεὺς ἀπαυτομολήσει. Ἀνὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς οὐκ ἀγαθάς, ὁ δ' αὐτὸς ἐννεύει ὀφθαλμῷ, σημαίνει δὲ ποδί, διδάσκει δὲ νεύμασι δακτύλων. Διεστραμμένη καρδία τεκταίνεται κακά, ἐν παντὶ καιρῷ ὁ τοιοῦτος ταραχὰς συνίστησι πόλει. Διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλεια αὐτοῦ, διακοπὴ καὶ συντριβὴ ἀνίατος, ὅτι χαίρει ἐπὶ πᾶσιν, οἷς μισεῖ ὁ Κύριος, συντρίβεται δὲ δι' ἀκαθαρσίαν ψυχῆς. Ὀφθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος, χεῖρες ἐκχέουσαι αἷμα δικαίου, καὶ καρδία τεκταινομένη λογισμοὺς κακούς, καὶ πόδες ἐπισπεύδοντες κακοποιεῖν, ἐξολοθρευθήσονται. Ἐκκαίει ψευδῆ μάρτυς ἄδικος, καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφῶν. Υἱέ, φύλασσε νόμους πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου.

Ἀπόστιχα.

Ἰδιόμελον.  Ἦχος πλ. α’

Μὴ νηστεύσαντες κατ' ἐντολὴν τοῦ Κτίσαντος, ἀπὸ τοῦ φυτοῦ τῆς γνώσεως οἱ Πρωτόπλαστοι, τὸν ἐκ τῆς παρακοῆς θάνατον ἐκαρπώσαντο, τοῦ δὲ ξύλου τῆς ζωῆς, καὶ τοῦ Παραδείσου τῆς τρυφῆς ἀπεξενώθησαν. Διὸ νηστεύσωμεν πιστοί, ἀπὸ τροφῶν φθειρομένων, καὶ παθῶν ὀλεθρίων, ἵνα τὴν ἐκ τοῦ θείου Σταυροῦ ζωὴν τρυγήσωμεν, καὶ σὺν τῷ εὐγνώμονι Λῃστῇ, πρὸς τὴν ἀρχαίαν ἐπανέλθωμεν πατρίδα, κομιζόμενοι παρὰ Χριστοῦ τοῦ Θεοῦ τὸ μέγα ἔλεος.  (Δίς)

Μαρτυρικὸν.

Τῶν ἐπιγείων ἁπάντων καταφρονήσαντες, καὶ τῶν βασάνων ἀνδρείως κατατολμήσαντες, τῶν μακαρίων ἐλπίδων οὐκ ἠστοχήσατε, ἀλλ' οὐρανῶν Βασιλείας κληρονόμοι γεγόνατε, πανεύφημοι Μάρτυρες, ἔχοντες παρρησίαν, πρὸς τὸν φιλάνθρωπον Θεόν, τῷ Κόσμῳ τὴν εἰρήνην αἰτήσατε, καὶ ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον.

Χαίροις ἀσκητικῶν.

ρνα τὸν ἑαυτῆς ἡ Ἀμνάς, ποτὲ ὁρῶσα, πρὸς σφαγὴν ἐπισπεύδοντα, προθύμως κατηκολούθει, ταῦτα βοῶσα αὐτῷ· Ποῦ πορεύῃ Τέκνον μου γλυκύτατον, Χριστέ, τίνος χάριν, τὸν ταχὺν δρόμον τοῦτον μακρόθυμε, τρέχεις ἀόκνως, Ἰησοῦ ποθεινότατε, ἀναμάρτητε, πολυέλεε Κύριε, δός μοι λόγον τῇ δούλῃ σου, Υἱέ μου παμφίλτατε, μή με παρίδῃς, Οἰκτίρμον, σιγῶν ἐμὲ τὴν τεκοῦσάν σε, Θεὲ πανοικτίρμον, ὁ δωρούμενος τῷ Κόσμῳ τὸ μέγα ἔλεος.