The Orthodox Pages

 

ΤΟ ΤΡΙΩΔΙΟΝ

 

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

  

ΚΥΡΙΑΚΗ Ε’ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

 

ΤΗΣ ΟΣΙΑΣ ΜΗΤΡΟΣ ΗΜΩΝ

ΜΑΡΙΑΣ ΤΗΣ ΑΙΓΥΠΤΙΑΣ

 

ΤΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Μετὰ τὸν Προοιμιακόν, καὶ τὴν συνήθη Στιχολογίαν, εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι’, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου ς’, καὶ τὰ παρόντα Προσόμοια τῆς Ὁσίας δ’, δευτεροῦντες τὸ α’.

Ἦχος πλ. β’  Ὅλην ἀποθέμενοι.

Σὲ μὲν διεκώλυε, τῆς τῶν σεπτῶν ἐποπτείας, μολυσμῶν τῶν πρότερον, τὸ ἐπισυρόμενον μιαντήριον, ἡ δὲ σὴ αἴσθησις, καὶ τῶν σοὶ θεόφρον, πεπραγμένων, ἡ συνείδησις, τὴν πρὸς τὰ κρείττονα, σοὶ ἐπιστροφὴν ἐνειργάσατο. Εἰκόνι γὰρ προσβλέψασα, τῆς εὐλογημένης θεόπαιδος, πάντων καταγνοῦσα, πταισμάτων σου πανεύφημε τῶν πρίν, ἐν παρρησίᾳ τὸ τίμιον, Ξύλον προσεκύνησας.

Τόπους προσκυνήσασα, περιχαρῶς τοὺς ἁγίους, ἀρετῆς ἐφόδιον, σωτηριωδέστατον, ἔνθεν γέγονας, καὶ σφοδρῶς ἕδραμες τὴν καλὴν πορείαν, καὶ τὸ ῥεῖθρον ἐκπεράσασα, τὸ Ἰορδάνειον, τὸ τοῦ Βαπτιστοῦ ἐνδιαίτημα, προθύμως κατεσκήνωσας, καὶ τὴν τῶν παθῶν ἀγριότητα, διὰ πολιτείας, ἠμαύρωσας λεπτύνασα σαρκός, ἐν παρρησίᾳ ἀείμνηστε, Μῆτερ τὰ οἰδήματα.

ρημον οἰκήσασα, τῶν σῶν παθῶν τὰς εἰκόνας, ἐκ ψυχῆς ἀπήλειψας, τὸ θεοειδέστατον ἐξεικόνισμα, ἐν ψυχῇ γράψασα, ἀρετῶν ἰδέας, καὶ τοσοῦτον ὑπερέλαμψας, ὡς καὶ τοῖς ὕδασι κούφως ὑπερβαίνειν μακάριε, καὶ γῆθεν ὑπεραίρεσθαι, ἐν ταῖς πρὸς Θεόν σου ἐντεύξεσι, καὶ νῦν ἐν παρρησίᾳ, πανένδοξε Μαρία τῷ Χριστῷ, παρισταμένη δυσώπησον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Ἦχος δ’

θαυματούργησε Χριστέ, τοῦ Σταυροῦ σου ἡ δύναμις, ὅτι καὶ ἡ πρῴην Πόρνη ἀσκητικὸν ἀγῶνα ἠγωνίσατο· ὅθεν καὶ τὸ ἀσθενὲς ἀπορριψαμένη, γενναίως ἀντέστη κατὰ τοῦ διαβόλου· διὸ καὶ τὸ βραβεῖον τῆς νίκης κομισαμένη, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον, τὸ τῆς Ὀκτωήχου.

Ἀπόστιχα, τὰ κατ' Ἀλφάβητον Ἀναστάσιμα.

Δόξα... Ἰδιόμελον τῆς Ὁσίας  Ἦχος β’

Τὰ τῆς ψυχῆς θηρεύματα, καὶ τὰ πάθη τῆς σαρκός, τῷ ξίφει τῆς ἐγκρατείας ἔταμες, τὰ τῆς ἐννοίας ἐγκλήματα, τῇ σιγῇ τῆς ἀσκήσεως ἀπέπνιξας, καὶ ῥείθροις τῶν δακρύων σου, τὴν ἔρημον ἅπασαν κατήρδευσας, καὶ ἐβλάστησας ἡμῖν τῆς μετανοίας καρπούς· διό σου τὴν μνήμην Ὁσία ἑορτάζομεν.

Καὶ νῦν... Θεοτοκίον  Ἦχος ὁ αὐτὸς.

θαύματος καὶ νοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω μητέρα ἄνευ ἀνδρὸς τετοκυῖαν καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν Κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα, ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον Ἀναστάσιμον.

Τῆς Ὁσίας  Ἦχος πλ. δ’

ν σοὶ Μῆτερ ἀκριβῶς διεσώθη τὸ κατ' εἰκόνα· λαβοῦσα γὰρ τὸν Σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττουσα ἐδίδασκες ὑπερορᾶν μὲν σαρκὸς παρέρχεται γάρ, ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ  Ἀγγέλων συναγάλλεται Ὁσία Μαρία τὸ πνεῦμά σου.

Θεοτοκίον.

δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

ΤΗ ΚΥΡΙΑΚΗ ΠΡΩΪ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον καὶ τὴν συνήθη Στιχολογίαν, τὸ ἐνδιάτακτον Ἑωθινὸν Εὐαγγέλιον. Εἶτα, Ἀνάστασιν Χριστοῦ θεασάμενοι, καὶ μετὰ τὸν Ν' ψάλλομεν τὰ Ἰδιόμελα ταῦτα.

Δόξα... Ἦχος πλ. δ’

Τῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα· ὀρθρίζει γὰρ τὸ πνεῦμά μου πρὸς Ναὸν τὸν ἅγιόν σου ναὸν φέρον τοῦ σώματος ὅλον ἐσπιλωμένον. Ἀλλ' ὡς Οἰκτίρμων κάθαρον, εὐσπλάγχνῳ σου ἐλέει.

Καὶ νῦν... Ὅμοιον.

Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους Θεοτόκε· αἰσχραῖς γὰρ κατερρύπωσα τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥαθύμως τὸν βίον μου ὅλον ἐκδαπανήσας, ταῖς  σαῖς πρεσβείαις ῥῦσαί με, πάσης ἀκαθαρσίας.

Στίχ. λέησόν με ὁ Θεός...

Ἦχος πλ. β’

Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως, ἀλλὰ θαρρῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου ὡς ὁ Δαυῒδ βοῶ σοι· Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος.

Οἱ Κανόνες. Ὁ Ἀναστάσιμος, μετὰ τῆς Θεοτόκου εἰς ς’, τοῦ Τριῳδίου εἰς δ’, καὶ τῆς Ὁσίας εἰς δ’.

Ὁ Κανὼν τοῦ Τριῳδίου.

Εἰς τὸν Πλούσιον καὶ εἰς τὸν πτωχὸν Λάζαρον.

Ὠδὴ α’  Ἦχος πλ. δ’

Ὑγρὰν διοδεύσας.

Παρεῖκάς με πλούτῳ τῶν ἡδονῶν τῷ εὐφραινομένῳ καθ' ἡμέραν ἐν τῇ τρυφῇ, Πλουσίῳ· διό σε ἱκετεύω, Σῶτερ πυρός με ὡς Λάζαρον λύτρωσαι.

μφίεσμαι Σῶτερ ταῖς  ἡδοναῖς ὥσπερ ὁ τὴν βύσσον, περιθέμενος καὶ χρυσόν, χρυσῆν τε ἐσθῆτα, ἀλλὰ μή με ἐν τῷ πυρὶ ὡς ἐκεῖνον ἐκπέμψειας.

Εὐφραίνετο πλούτῳ καὶ τῇ τρυφῇ ὁ Πλούσιος πάλαι ἐν τῷ βίῳ τῷ φθαρτικῷ· διό περ βασάνοις κατεκρίθη, ὁ δὲ πτωχὸς ἐδροσίζετο Λάζαρος.

Θεοτοκίον.

Τάξεις σε Ἀγγέλων καὶ τῶν βροτῶν ἀνύμφευτε Μῆτερ εὐφημοῦσιν ἀνελλιπῶς· τὸν Κτίστην γὰρ τούτων ὥσπερ βρέφος, ἐν ταῖς ἀγκάλαις σου ἐβάστασας.

Ἕτερος Κανὼν τῆς Ὁσίας Μαρίας.

Ἦχος πλ. β’  Κύματι θαλάσσης.

Πόθῳ τὴν φωσφόρον, καὶ θείαν σου μνήμην πανηγυρίζοντι, φῶς μοι κατάπεμψον, παρισταμένη Ὁσία τῷ φωτὶ τῷ ἀπροσίτῳ Χριστῷ πειρασμῶν παντοίων με τοῦ βίου διασῴζουσα.

τοῖς Αἰγυπτίοις, σαρκὶ ἐνδημήσας, ὁ ἀπερίγραπτος καὶ προαιώνιος, ὁλοφαῆ σε ἀστέρα ἐξ Αἰγύπτου ἀναδείκνυσιν, ὁ γινώσκων Κύριος τὰ πάντα πρὶν γενέσεως.

Θείων ἐνταλμάτων σεμνὴ ἀγνοοῦσα θεῖον εἰκόνισμα, Θεοῦ ἐρρύπωσας, θείᾳ προνοίᾳ δὲ πάλιν ἀπεκάθηρας πανεύφημε, θεωθεῖσα πράξεσιν, Ὁσία ταῖς  ἐνθέοις σου.

Θεοτοκίον.

τῆς σὴς Θεέ μου, πολλῆς εὐσπλαγχνίας καὶ τῆς ἀφάτου σου, συγκαταβάσεως! ὅπως τὴν πρότερον Πόρνην, ταῖς  Μητρός σου παρακλήσεσιν ὡς ἁγνὴν καὶ ἄμωμον Ἀγγέλοις καθωμοίωσας.

Ὠδὴ γ’  Σὺ εἶ τὸ στερέωμα.

Λάζαρον ὡς ἔσωσας, ἐκ τῆς φλογὸς Χριστέ, οὕτω με ἐκ τοῦ πυρός, ῥῦσαι τῆς γεέννης τὸν ἀνάξιον δοῦλόν σου.

Πλούσιος τοῖς πάθεσι καὶ ἡδοναῖς εἰμι Κύριε, Λάζαρος δὲ πένης τῇ στερήσει ἀρετῶν, ἀλλὰ σῶσόν με.

Κόκκινον καὶ βύσσινον ἐνεδιδύσκετο Πλούσιος, ταῖς  ἡδοναῖς καὶ ταῖς  ἁμαρτίαις· διὰ τοῦτο φλογίζεται.

Θεοτοκίον.

Δὸς ἡμῖν βοήθειαν ταῖς  ἱκεσίαις σου Πάναγνε τὰς προσβολὰς ἀποκρουομένη τῶν δεινῶν περιστάσεων.

Ἄλλος, Σὲ τὸν ἐπὶ ὑδάτων.

Πύλαις τῆς ἀπωλείας ἐγγισάσῃ πράξεσι ταῖς  ἀτόποις, πύλας ὁ πρὶν τοῦ Ἅδου συντρίψας σθένει Θεότητος πύλας τῆς μετανοίας σοι ἀνοίγει Πάνσεμνε, πύλη τῆς ζωῆς ὑπάρχων αὐτός.

πλον τῆς ἁμαρτίας μακρόθυμε τὴν πρὶν γεγενημένην ὅπλῳ Σταυροῦ τοῦ θείου, τῇ προσκυνήσει ἀνέδειξας ὅπλα δαιμόνων ἅπαντα καὶ πανουργεύματα ὅλως τροπουμένην εὔσπλαγχνε.

Λύτρον ὑπὲρ ἁπάντων τὸ ἴδιον ὁ πρὶν ἐκχέας Αἷμα λουτρῷ τῷ τῶν δακρύων σὲ καθαρὰν ἀπεργάζεται λέπραν δεινὴν νοσήσασαν κακίστης πράξεως, ὅλως ὁ τὸ εἶναι πᾶσι διδούς.

Θεοτοκίον.

Λόγου παντὸς ὑπάρχει, ἀνώτερον τὸ ἐπὶ σοὶ Παρθένε· Λόγος Πατρὸς ἐν σοὶ γὰρ θεοπρεπῶς κατεσκήνωσε, λύσιν πταισμάτων ἅπασι τοῖς ἁμαρτάνουσι λόγῳ μόνῳ παρεχόμενος.

Κάθισμα  Ἦχος πλ. δ’

Τὴν Σοφίαν καὶ Λόγον.

Τὰ σκιρτήματα πάντα τὰ τῆς σαρκός, χαλινώσασα πόνοις ἀσκητικοῖς ἀνδρεῖον ἀπέδειξας, τῆς ψυχῆς σου τὸ φρόνημα· τὸν γὰρ Σταυρὸν ποθήσασα Κυρίου θεάσασθαι ἱερῶς ἀοίδιμε τῷ Κόσμῳ ἐσταύρωσαι· ὅθεν καὶ πρὸς ζῆλον, ἀγγελικῆς πολιτείας προθύμως διήγειρας σεαυτὴν παμμακάριστε. Διὰ τοῦτο γεραίρομεν τὴν μνήμην σου Μαρία πιστῶς τῶν πταισμάτων ἄφεσιν αἰτούμενοι τοῦ δωρηθῆναι πλουσίως ὑμῖν ταῖς  πρεσβείαις σου,

Θεοτοκίον  Ὅμοιον.

Εἰς ἰλὺν ἐνεπάγην ἁμαρτιῶν, καὶ οὐκ ἔστιν ὑπόστασις ἐν ἐμοί· δεινῶς γὰρ κατεπόντισε, καταιγὶς τῶν πταισμάτων με, ἀλλ' ἡ τεκοῦσα Λόγον, τὸν μόνον φιλάνθρωπον ἐπ' ἐμὲ ἐπίβλεψον, Παρθένε καὶ ῥῦσαί με πάσης ἁμαρτίας καὶ παθῶν ψυχοφθόρων καὶ πάσης κακώσεως τοῦ δεινοῦ πολεμήτορος ἵνα ψάλλω γηθόμενος. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι τοῖς καταφεύγουσι πίστει τῇ σκέπῃ σου Ἄχραντε.

Ὠδὴ δ'  Εἰσακήκοα Κύριε.

Κατετρύφα ὁ Πλούσιος βρώσει καὶ ἐνδύμασι εὐφραινόμενος, ὁ δὲ Λάζαρος χορτάζεσθαι ἐπεθύμει τούτου τῶν τραπέζης ψιχίων.

Οἱ μὲν κύνες ἀπέλειχον γλώττῃ τοῦ πτωχοῦ Λαζάρου τοὺς μώλωπας συμπαθέστεροι γινόμενοι τῆς Πλουσίου γνώμης εἰς τὸν πένητα.

Τῷ πυλῶνι ἐβέβλητο πάλαι τοῦ Πλουσίου Σῶτερ ὁ Λάζαρος τιμωρούμενος ταῖς  μάστιξι τῆς πενίας· ὅθεν νῦν δοξάζεται.

Θεοτοκίον.

ν ἐκύησας Ἄχραντε, πρέσβευε σωθῆναι τοὺς ἀνυμνοῦντάς σε ἐκ δουλείας τοῦ ἀλάστορος ὅτι μόνη πέλεις προστασία ἡμῶν.

Ἄλλος.

Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν.

ς πλαστουργὸς βροτείας φύσεως ὡς ἐλέους πηγὴ καὶ εὐσπλαγχνίας πλοῦτος ᾠκτείρησας φιλάνθρωπε πρόσφυγα τὴν σήν, καὶ ἀφήρπασας ταύτην τοῦ ὀλεθρίου θηρός.

Σταυρὸν ἰδέσθαι ἐπισπεύδουσα σταυρικῷ φωτισμῷ Μαρία κατηυγάσθης Σταυρῷ τοῦ ὁμιλήσαντος, νεύσει θεϊκῇ σταυρωθεῖσα τῷ Κόσμῳ ἀξιοθαύμαστε.

τῶν κακῶν αἰτία πρότερον ἡδονῇ πονηρᾷ πολλοῖς γεγενημένη ἡλίου δίκην λάμψασα πᾶσιν ὁδηγὸς ἡ Ὁσία ἐδείχθη τοῖς ἁμαρτάνουσι.

Θεοτοκίον.

Νοῦν ὑπερέβης καὶ οὐράνιον νοητὲ οὐρανὲ τοῦ πάντων Βασιλέως· νομίμων γὰρ τῆς φύσεως ἄνευθεν Ἁγνὴ νομοδότην καὶ Κτίστην πάντων ἐκύησας.

Ὠδὴ ε’  Ἵνα τί με ἀπώσω.

βραὰμ ἐν τοῖς κόλποις Λάζαρον ὁ Πλούσιος ὡς ἐθεάσατο, ἐν φωτὶ καὶ δόξῃ εὐφραινόμενον Πάτερ, ἐκραύγαζεν· Ἀβραὰμ ἐλέησόν με τὸν ἐν πυρὶ κατακριθέντα καὶ τὴν γλῶτταν δεινῶς φλογιζόμενον.

Κατετρύφησας πλούτῳ, βίου εὐφραινόμενος Ἀβραὰμ ἔφησε, τῷ Πλουσίῳ· ὅθεν, τετιμώρησαι ᾧδε αἰώνια, ἐν πυρὶ ὑπάρχων· Ὁ δὲ πτωχὸς ἐν εὐφροσύνῃ, τῇ ἀλήκτῳ ἀγάλλεται Λάζαρος.

Τῇ τοῦ βίου ἀπάτῃ, πλούσιος γεγένημαι ὥσπερ ὁ Πλούσιος ὁ τὸν βίον ὅλον ἡδοναῖς δαπανήσας Φιλάνθρωπε· ἀλλὰ δέομαί σου, τῶν οἰκτιρμῶν τοῦ λυτρωθῆναι, τοῦ πυρὸς ὥσπερ σέσωσται Λάζαρος.

Θεοτοκίον.

Μητρικὴν παρρησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε συγγενοῦς προνοίας τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.

Ἄλλος.

Θεοφανείας σου Χριστὲ.

Μωσῆς δεδόξασταί ποτε, ἐν τῷ Σινᾷ Θεοῦ τὰ ὀπίσθια, μυστικῶς θεώμενος. Ὁ ἔνδοξος ὑπογράφων ξένον μυστήριον, μανναδόχον δὲ στάμνον νῦν, Εἰκόνα ἄχραντον, θερμῶς προσπεσοῦσα Μαρία Ἀγγελικὸν βίον κομίζεται.

Ναοῦ εὐπρέπειαν τοῦ σοῦ ἐπιποθοῦσα, ψαλμικῶς θεάσασθαι, νοερόν τε σκήνωμα τῆς δόξης σου ἡ τὸν σὸν ναὸν βεβηλώσασα νοεραῖς πρεσβείαις Χριστὲ τῆς ἀπειράνδρου σου ναοῦ γενομένης ναόν με τοῦ παντουργοῦ, ποίησον Πνεύματος.

τῷ ἀγκίστρῳ τῆς σαρκός, δι' ὀφθαλμῶν τοὺς πολλοὺς ζωγρήσασα ἡδονῇ βραχείᾳ τε κατάβρωμα διαβόλου τούτους ποιήσασα, ἠγκιστρεύθη, παναληθῶς τῇ θείᾳ χάριτι Σταυροῦ τοῦ τιμίου ἡδύτατον τῷ Χριστῷ ὄψον ὑπάρξασα.

Θεοτοκίον.

Μεμυημένος ὁ χορός, τῶν Προφητῶν, τὸ ἐν σοὶ μυστήριον, μυστικαῖς θεηγορίαις Ἄχραντε σὲ ποικιλοτρόπως προέλεγε, μανναδόχου στάμνου ἰδὲ νῦν Εἰκόνα ἄχραντον αὐτῇ προσπεσοῦσα Μαρία, ἡ ἐγγυήτρια, ἁμαρτωλῶν πρὸς Θεόν.

Ὠδὴ ς’  Ἱλάσθητί μοι Σωτὴρ.

πλούσιος ἑαυτὸν φλογὶ πυρὸς κατεδίκασε, τῇ ἐνηδόνῳ ζωῇ, ὁ πένης δὲ Λάζαρος, πτωχείαν ἑλόμενος, ἐν τῷδε τῷ βίῳ, ἠξιώθη τῆς ἀλήκτου χαρᾶς.

ν κόλποις τοῦ Ἀβραὰμ ὁ Λάζαρος κατηξίωται, τῆς αἰωνίου ζωῆς, Χριστὲ ἐμφορούμενος, πυρὶ δὲ ὁ Πλούσιος, καὶ ψυχὴν καὶ σῶμα, κατεκρίθη τιμωρούμενος.

Κατεδικάσθη εἰς πῦρ, ὁ Πλούσιος διὰ Λάζαρον, μὴ κατακρίνῃς ἐμέ, τὸν δείλαιον δέομαι φιλάνθρωπε Κύριε ἀλλ' ὡς Λάζαρόν με, τοῦ φωτός σου καταξίωσον.

Θεοτοκίον.

υσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς  ἱκεσίαις σου, Θεοκυῆτορ ἁγνή, καὶ τύχοιμεν πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.

Ἄλλος.

Ἄβυσσος ἐσχάτη.

Χαίρουσι Μαρία τὰ τῶν Ἀγγέλων στρατεύματα, τὸν ἐφάμιλλον Ὁσία βίον, τὸν ἐν σοὶ καθορῶντες καὶ δόξαν τῷ, Κυρίῳ κραυγαζοντες·

Φρίττουσι Δαιμόνων τῶν ζοφερῶν τὰ συστήματα τὸ τῆς σῆς καρτερικὸν ἰσχύος, ὅτι γυνὴ παραδόξως καὶ γυμνή, καὶ μόνη τούτους ᾔσχυνας.

λαμψας ἡλίου δίκην Μαρία πανεύφημε, καὶ τὴν ἔρημον ταῖς  φρυκτωρίαις πᾶσαν ἐφώτισας· ὅθεν κᾀμὲ τῷ σῷ φωτὶ καταλάμπρυνον.

Θεοτοκίον.

γγελοι περιλαμφθέντες, τῇ δόξῃ τοῦ τόκου σου ἐν τῇ γῇ εἰρήνην πᾶσιν ἡμῖν, καὶ εὐδοκίαν ἀνθρώποις, Παρθένε κεκράγασιν.

Κοντάκιον  Ἦχος γ’

Ἡ Παρθένος σήμερον.

πορνείαις πρότερον, μεμεστωμένη παντοίαις Χριστοῦ Νύμφη σήμερον τῇ μετανοίᾳ ἐδείχθης, Ἀγγέλων, τὴν πολιτείαν ἐπιποθοῦσα, δαίμονας Σταυροῦ τῷ ὅπλῳ καταπατοῦσα· διὰ τοῦτο βασιλείας ἐφάνης νύμφη Μαρία ἔνδοξε.

Ὁ Οἶκος.

Τὴν ἀμνάδα Χριστοῦ καὶ θυγατέρα, ᾄσμασιν εὐφημοῦμέν σε νῦν, Μαρία παναοίδιμε τὴν τῶν Αἰγυπτίων ἀναφανεῖσαν θρέμμα τὴν πλάνην δὲ τούτων πᾶσαν φυγοῦσαν, καὶ καλῶς προσενεχθεῖσαν τῇ Ἐκκλησίᾳ βλάστημα τίμιον δι' ἐγκρατείας καὶ δεήσεως, ἀσκήσασαν ὑπὲρ μέτρον τῆς ἀνθρωπίνης φύσεως· διὸ καὶ ὑψώθης ἐν Χριστῷ, διὰ βίου καὶ πράξεως, Βασιλείας Οὐρανοῦ φανεῖσα νύμφη Μαρία πάνσεμνε.

Συναξάριον.

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ πέμπτῃ τῶν Νηστειῶν, διετάχθημεν μνήμην ποιεῖσθαι τῆς Ὁσίας Μητρὸς ἡμῶν Μαρίας τῆς Αἰγυπτίας.

Στίχοι

πῇρε πνεῦμα, σάρξ ἀπερρύη πάλαι.

Τὸν ὅστινον, γῆ, κρύπτε νεκρὸν Μαρίας.

Ταῖς αὐτῆς πρεσβείαις, ὁ Θεὸς ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ’  Οἱ ἐκ τῆς Ἰουδαίας.

ὼβ καθάπερ πάλαι ἐν σαπρίᾳ σκωλήκων καὶ ἐν κοπρίᾳ ἑστὼς ὑπῆρξε πρὸ πυλῶνος ὁ Λάζαρος ὡσαύτως, τοῦ Πλουσίου ἐκάθευδεν, ὁ τῶν πατέρων βοῶν Θεὸς εὐλογητός εἶ.

Βεβλημένος πυλῶσι τοῦ ἀσπλάγχνου Πλουσίου πάλαι ὁ Λάζαρος ψιχίων ἐπεθύμει αὐτοῦ τῶν τῆς τραπέζης ἀλλ' οὐδεὶς ἐπεδίδου αὐτῷ, ἀλλ' ἀντὶ τούτων εὗρε τοῦ Ἀβραάμ τοὺς κόλπους.

Τοῦ ἀσπλάγχνου Πλουσίου τῆς μερίδος Χριστέ μου ῥῦσαί με δέομαι καὶ πένητι Λαζάρῳ συντάξας με βοᾶν σοι εὐχαρίστως ἀξίωσον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Θεοτοκίον.

Παρθενικῆς ἐκ νηδύος, σαρκωθεὶς ἐπεφάνης, εἰς σωτηρίαν ἡμῶν· διό σου τὴν Μητέρα, εἰδότες Θεοτόκον, εὐχαρίστως κραυγάζομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Ἄλλος.

Οἱ Παῖδες ἐν Βαβυλῶνι.

μέγιστος ἐν πατράσι, περιπολεύων τὴν ἔρημον, Ζωσιμᾶς ὁ σοφός, τὴν Ὁσίαν ἰδεῖν κατηξίωται· Εὐλογητὸς εἶ κράζει δέ, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Τί Πάτερ ξένον ἀπάσης, ἰδεῖν ἐλήλυθας γύναιον, ἀρετῆς πρακτικῆς; ἡ Ὁσία ἐβόα τῷ γέροντι· Εὐλογητὸς εἶ κράζει δέ· ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Νεκρώσασα Μακαρία, τὰ τῶν παθῶν σου σκιρτήματα, ἀπαθείας νυνὶ προσωρμίσθης, λιμένι κραυγάζουσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Συνέλαβες ἀπορρήτως, παρθένος μείνασα Ἄχραντε, καὶ ἐκύησας Κόσμῳ τὴν σωτηρίαν Χριστόν, τὸν Θεὸν ἡμῶν· διό σε πάντες ᾄσμασιν οἱ πιστοὶ μεγαλύνομεν.

Ὠδὴ η’  Ἑπταπλασίως κάμινον.

Στολὴν κοκκίνην βύσσον τε καὶ πορφύραν ὁ Πλούσιος πάλαι ἐνεδύετο λαμπρῶς ὁ δείλαιος, ὁ πένης δὲ Λάζαρος, ἐν τῷ πυλῶνι τούτου δεινῶς, ἔκειτο ψιχίων, τῶν πιπτόντων τραπέζης ἐθέλων κορεσθῆναι καὶ οὐδεὶς ἐπεδίδου, αὐτῷ· διὸ ἐν δόξῃ, Χριστῷ συμβασιλεύει.

ν τῷ πυλῶνι ἔκειτο τοῦ Πλουσίου ὁ Λάζαρος σεσηπὼς τῷ σώματι πληγαῖς καὶ ἤθελε, κορέννυσθαι βρώσεως καὶ οὐκ ἐδίδου τούτῳ οὐδείς, ἀλλὰ καὶ οἱ κύνες συμπαθῶς ἐν τῇ γλώττῃ, ἀπέλειχον τὰ ἕλκη καὶ τοὺς μώλωπας τούτου· διὸ ἐν Παραδείσῳ τρυφῆς κατηξιώθη.

ν ἡδοναῖς ἐπλούτησα ὥσπερ πάλαι ὁ Πλούσιος ὁ ἐνδεδυμένος, καθ' ἡμέραν κόκκινον, κᾀγὼ Πολυέλεε, ἐν τῇ τοῦ βίου τούτου τρυφῇ ἐμαυτὸν κατακρίνω ταῖς τρυφαῖς καὶ ἀπάταις· διό σε ἱκετεύω ἐκ πυρὸς τοῦ ῥυσθῆναι Χριστὲ τοῦ αἰωνίου εἰς πάντας τοὺς αἰῶνας.

Τριαδικὸν.

Τρισσοφαῆ Θεότητα ἑνιαίαν ἐκλάμπουσαν αἴγλην ἐκ μιᾶς τρισυποστάτου φύσεως Γεννήτορα ἄναρχον ὁμοφυᾶ τε Λόγον Πατρὸς καὶ συμβασιλεῦον ὁμοούσιον Πνεῦμα, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἄλλος.

Ἔκστηθι φρίττων οὐρανὲ.

Βάθη καρδίας ἐρευνῶν· Ὁ πρὸ γενέσεως προγινώσκων τὰ ἡμῶν, βιαίας βιοτῆς ἀφήρπασας, τὴν προσφυγοῦσάν σοι Σωτήρ, βεβαίως τῇ σῇ φιλανθρωπίᾳ, βοῶσαν ἀσιγήτως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ἀλλοιώσεως σεπτῆς, τῆς πρὸς τὸ κρεῖττόν σου, μεταθέσεως σεμνή! ὢ πόθου θεϊκοῦ μισήσαντος, τὰς σαρκικὰς ἡδονάς! ὢ πίστεως ζεούσης καὶ θείας! πανεύφημε Μαρία, ἣν πιστῶς εὐφημοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Εὗρες τῶν πόνων ἀμοιβήν, καὶ τῶν καμάτων σου τὴν ἀντίδοσιν σεμνή, Μαρία, δι' ὧν καταβέβληκας, τὸν παλαμναῖον ἐχθρόν, καὶ νῦν σὺν τοῖς, Ἀγγέλοις κραυγάζεις, τὸν ὕμνον ἀσιγήτως βοῶσα, καὶ ὑπερυψοῦσα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

λον ἀνέπλασεν ἐμὲ δι΄ ἀγαθότητα, ἐν τῇ μήτρᾳ σου Ἁγνή, οὐ φθείρας ἑκατέρας φύσεως τὰ ἰδιώματα, ὡς πάντων τῶν αἰώνων Δεσπότης· ὅθεν σε ὡς αἰτίαν, τῆς ἡμῶν σωτηρίας ᾄσμασιν ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ’  Σὲ τὴν ἀπειρόγαμον.

Πένητά με Λάζαρον, Χριστὲ αἰτοῦμαι ἀπεργάζου, τὰς τῶν ἡδονῶν ὀρέξεις μου, ἐξορίζων ὡς φύσει Θεός, ταῖς  δὲ ἀρεταῖς με, ὡς τὸν Πλούσιον, ποίησον ἵνα πίστει, ἐν ὑμνῳδίαις μεγαλύνω σε.

Πλούσιος καὶ ἄσπλαγχνος, τὸν νοῦν παρέβλεψά μου πίστει σοῦ τῶν ἐντολῶν Φιλάνθρωπε, πρὸ πυλῶν ἐρριμμένον δεινῶς, ἀλλ' ὡς συμπαθὴς καὶ φιλοικτίρμων ἀνάστησον ὥσπερ συμπαθὴς πάλαι, τὸν τεταρταῖον φίλον Λάζαρον.

Πάντες μεμαθήκαμεν παραβολὴν τὴν τοῦ Δεσπότου, πάντες οὖν πιστοὶ μισήσωμεν τοῦ Πλουσίου τὸ ἄσπλαγχνον, ἵνα τῆς κολάσεως ἐκφύγωμεν καὶ ἐν κόλποις τοῦ Ἀβραάμ ἀεὶ χορεύσωμεν.

Θεοτοκίον.

Σὲ τὴν τὸν ἀόρατον Θεὸν βαστάσασαν ἀγκάλαις, τὸν ἐν οὐρανοῖς ὑμνούμενον ὑπό πάσης τῆς Κτίσεως, καὶ διὰ σοῦ ἡμῖν δωρούμενον καὶ πάντοτε σωτηρίαν, ἐν πίστει μεγαλύνομεν.

Ἄλλος.

Μὴ ἐποδύρου μου Μῆτερ.

ᾷον ὑπέφερες Μῆτερ τῆς ἐρήμου τὸν πόνον ῥυθμιζομένη κραταιᾷ δυνάμει τοῦ Χριστοῦ, ῥυπαροὺς λογισμούς· ἐπερχομένους καὶ γάρ, ῥείθροις θείων δακρύων ἐσβέννυες σεμνή, Ἀσκητῶν ἡ ἀκρότης Ὁσίων καύχημα.

Φαεινοτάταις ἀκτῖσι, καταυγάζει σε μόνη, ἡ φῶς τεκοῦσα τὸν Χριστόν, Παρθένος καὶ ἁγνή, φοβερὸν τοῖς ἐχθροῖς σὲ καθιστῶσα σεμνή· φανερὰν δὲ τοῖς πᾶσι Μαρία δεικνύει σε, Ἀσκητῶν ὡραιότης, Ὁσίων ἔρεισμα.

Καταλιποῦσα ἐμφρόνως, τὰ ἐπίγεια πάντα, κατοικητήριον σεπτὸν τοῦ Πνεύματος ὤφθης· κοσμικῶν οὖν δεινῶν ἀπολυτρώσασθαι, καθικέτευε μόνον Χριστὸν τὸν λυτρωτήν, τοὺς πιστῶς ἐκτελοῦντας, τὴν θείαν μνήμην σου.

Θεοτοκίον.

Νόμους τῆς φύσεως Κόρη ὑπὲρ φύσιν λαθοῦσα, νέον, Παιδίον ἐπὶ γῆς, ἐκύησας ἁγνὴ νομοδότην ὄντα καὶ παλαιὸν ἡμερῶν νοητὲ Οὐρανέ, τοῦ τῶν πάντων Ποιητοῦ· διὸ πίστει καὶ πόθῳ, σὲ μακαρίζομεν.

Ἐξαποστειλάριον.

Τὸ Ἑωθινὸν Ἀναστάσιμον.

Τῆς Ὁσίας τὸ παρὸν.

Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ὑπόδειγμα μετανοίας, σὲ ἔχοντες πανοσία Μαρία Χριστὸν δυσώπει, ἐν τῷ καιρῷ τῆς Νηστείας, τοῦτο ἡμῖν δωρηθῆναι, ὅπως ἐν πίστει καὶ πόθῳ, σὲ ᾄσμασιν εὐφημῶμεν.

Θεοτοκίον Ὅμοιον.

γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρὰ Χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.

Εἰς τοὺς Αἴνους, ψάλλομεν τὰ Ἀναστάσιμα Στιχηρὰ τῆς Ὀκτωήχου

Δόξα... Ἦχος α’ Ἰδιόμελον.

Οὐκ ἔστιν ἡ Βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις ἀλλὰ δικαιοσύνη καὶ ἄσκησις, σὺν ἁγιασμῷ· ὅθεν οὐδὲ πλούσιοι εἰσελεύσονται ἐν αὐτῇ, ἀλλ' ὅσοι τοὺς θησαυρούς αὐτῶν ἐν χερσὶ πενήτων ἀποτίθενται. Ταῦτα καὶ Δαυῒδ ὁ Προφήτης διδάσκει λέγων· Δίκαιος ἀνὴρ ὁ ἐλεῶν ὅλην τὴν ἡμέραν, ὁ κατατρυφῶν τοῦ Κυρίου καὶ τῷ φωτὶ περιπατῶν ὃς οὐ μὴ προσκόψῃ, ταῦτα δὲ πάντα, πρὸς νουθεσίαν ἡμῶν γέγραπται ὅπως νηστεύοντες, χρηστότητα ποιήσωμεν, καὶ δῴη ἡμῖν Κύριος ἀντὶ τῶν ἐπιγείων τὰ ἐπουράνια.

Καὶ νῦν... Θεοτοκίον.

περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ Ἅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις. Εἰς τὴν Λιτὴν τὸ Ἑωθινὸν Ἰδιόμελον κτλ.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικὰ οἱ Μακαρισμοὶ τῆς Ὀκτωήχου καὶ ἐκ τοῦ Κανόνος τοῦ Τριῳδίου ἡ ς’ Ὠδή.

Ὁ  Ἀπόστολος 

Προκείμενον  Ἦχος πλ. δ'

Προκείμενον. Ἦχος πλ, δ’ [Ψαλμός οε’]

Στίχ. Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν.

Στίχ. Γνωστός ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.

(Κεφ. Θ’: 11-14)

δελφοί, Χριστὸς παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τοῦτ' ἔστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι' αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ Ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος. Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν Θεῷ ζῶντι;

Ἕτερος τῆς Ὁσίας Μαρίας.

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀναγνωσμα.

Κεφ. 3:23-29, 4:1-5

δελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ ᾿Ιησοῦ· ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι ᾿Ιουδαῖος οὐδὲ ῞Ελλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ ᾿Ιησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ ᾿Αβραὰμ σπέρμα ἐστὲ καὶ κατ᾿ ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ, ἐφ᾿ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.

λληλούϊα [γ΄]. Ἦχος πλ, δ’ [Ψαλμός 94]

Στίχ. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.

Στίχ. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει.

κ τοῦ κατὰ Μάρκον

Κεφ. 10: 32-45

Τῷ καιρῷ ἐκείνῳ, παραλαμβάνει ὁ ᾿Ιησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, καὶ ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν· Ὅτι ἰδοὺ, ἀναβαίνομεν εἰς ῾Ιεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς Ἀρχιερεῦσι καὶ τοῖς Γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσι, καὶ ἐμπαίξουσιν αὐτῷ, καὶ μαστιγώσουσιν αὐτὸν, καὶ ἐμπτύσουσιν αὐτῷ, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Καὶ προσπορεύονται αὐτῷ ᾿Ιάκωβος καὶ ᾿Ιωάννης, οἱ υἱοὶ Ζεβεδαίου, λέγοντες· Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμεν, ποιήσῃς ἡμῖν. Ὁ δὲ εἶπεν αὐτοῖς· Τί θέλετε ποιῆσαί με ὑμῖν; Οἱ δὲ εἶπον αὐτῷ· Δὸς ἡμῖν, ἵνα εἷς ἐκ δεξιῶν σου, καὶ εἷς ἐξ εὐωνύμων σου, καθίσωμεν ἐν τῇ δόξῃ σου. Ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθῆναι; Οἱ δὲ εἶπον αὐτῷ· Δυνάμεθα. Ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· Τὸ μὲν ποτήριον, ὃ ἐγὼ πίνω, πίεσθε· καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε· τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων μου, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾿ οἷς ἡτοίμασται. Καὶ ἀκούσαντες οἱ Δέκα, ἤρξαντο ἀγανακτεῖν περὶ ᾿Ιακώβου καὶ ᾿Ιωάννου. Ὁ δὲ ᾿Ιησοῦς προσκαλεσάμενος αὐτοὺς λέγει αὐτοῖς· Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν· οὐχ οὕτω δὲ ἔσται ἐν ὑμῖν, ἀλλ᾿ ὃς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος, καὶ ὃς ἐὰν θέλῃ ὑμῶν γενέσθαι πρῶτος, ἔσται πάντων δοῦλος· καὶ γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.

Κοινωνικὸν

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα.

ΤΗ ΑΥΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ

ΕΙΣ ΤΟ ΛΥΧΝΙΚΟΝ

Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ Κύριε  ἐκέκραξα, ἱστῶμεν Στίχους ι’ καὶ ψάλλομεν Στιχηρὰ κατανυκτικά δ’, τὰ κατὰ τὸν τυχόντα Ἦχον, τὰ ἑπόμενα τοῦ Τριῳδίου γ’, καί τοῦ Μηναίου γ’.  

Στιχηρὰ Προσόμοια  Τοῦ Ἰωσὴφ

Ἦχος α’  Πανεύφημοι Μάρτυρες.

Πτωχεύσας ὁ πλούσιος Χριστέ, τοὺς βροτοὺς ἐπλούτισας, ἀθανασίαν καὶ ἔλλαμψιν· διὸ πτωχεύσαντα, ἡδοναῖς τοῦ βίου, ἀρεταῖς με πλούτισον, καὶ πένητι Λαζάρῳ με σύνταξον, τῆς τοῦ Πλουσίου με, τιμωρίας ἐξαιρούμενος, καὶ γεέννης, τῆς ἀποκειμένης μοι.

Κακίαν ἐπλούτησα δεινῶς, καὶ τρυφὴν ἠγάπησα, καὶ τῶν ἐν βίῳ ἀπήλαυσα, ἡδονῶν Κύριε, καὶ πυρὸς γεέννης, ὑπόδικος γέγονα, λιμώττοντα τὸν νοῦν μου ὡς Λάζαρον, παραβλεψάμενος, πρὸ πυλῶν τῶν θείων πράξεων, ἐρριμμένον, οἴκτειρόν με Δέσποτα.

Ἕτερον Προσόμοιον  Τοῦ Θεοδώρου.

Νεφέλην σε φωτὸς.

Τὴν ἕκτην τῶν σεπτῶν, Νηστειῶν Ἑβδομάδα, προθύμως ἀπαρχόμενοι, Κυρίῳ, προεόρτιον ὕμνον, τῶν Βαΐων ᾄσωμεν πιστοί, ἐρχομένῳ ἐν δόξῃ, δυνάμει Θεότητος, ἐπὶ τὴν Ἱερουσαλήμ, νεκρῶσαι τὸν θάνατον· διὸ ἑτοιμάσωμεν εὐσεβῶς, τὰ τῆς νίκης σύμβολα, τοὺς κλάδους τῶν ἀρετῶν, τὸ Ὡσαννὰ ἐκβοῆσαι, τῷ Ποιητῇ τοῦ παντός.

Καὶ τοῦ Μηναίου, Προσόμοια γ'

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Εἴσοδος, τὸ Φῶς ἱλαρόν,

Προκείμενον  Ἦχος πλ. δ’

δωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου, Κύριε.

Στίχ. πὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα.

Στίχ. Σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου.

Εἰς τὰ Ἀπόστιχα.

Ἰδιόμελον  Ἦχος α’

Θαυμαστὴ τοῦ Σωτῆρος, ἡ δι' ἡμᾶς φιλάνθρωπος γνώμη· τῶν μελλόντων γὰρ τὴν γνῶσιν, ὡς παρόντων κεκτημένος, τοῦ Λαζάρου καὶ τοῦ Πλουσίου, τὸν βίον ἐστηλίτευσε· τῶν ἑκατέρων οὖν τὸ τέλος ἑνοπτριζόμενοι, τοῦ μὲν φύγωμεν, τὸ ἀπηνὲς καὶ μισάνθρωπον, τοῦ δὲ ζηλώσωμεν, τὸ καρτερὲς καὶ μακρόθυμον, πρὸς τὸ σὺν αὐτῷ τοῦ Ἀβραὰμ κόλποις, ἐνθαλπόμενοι βοᾶν· Δικαιοκρῖτα Κύριε, δόξα σοι. (Δίς)

Μαρτυρικὸν.

Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Αὐτόμελον.

Τῶν οὐρανίων ταγμάτων, τὸ ἀγαλλίαμα, τῶν ἐπὶ γῆς ἀνθρώπων, κραταιὰ προστασία, ἄχραντε Παρθένε, σῶσον ἡμᾶς, τοὺς εἰς σὲ καταφεύγοντας, ὅτι ἐν σοὶ τὰς ἐλπίδας μετὰ Θεόν, Θεοτόκε ἀνεθέμεθα.

Νῦν ἀπολύεις. Καὶ μετὰ τὸ Τρισάγιον, ψάλλομεν τὰ Τροπάρια ταῦτα, ποιοῦντες καὶ ἀνὰ μίαν μετάνοιαν εἰς ἕκαστον αὐτῶν, πλὴν τοῦ τελευταίου, ὅπερ λέγεται ἄνευ μέλους.

Ἦχος πλ. α'

Θεοτόκε Παρθένε, Χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη, σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

Βαπτιστὰ τοῦ Χριστοῦ, πάντων ἡμῶν μνήσθητι, ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν· σοὶ γὰρ ἐδόθη χάρις πρεσβεύειν ὑπὲρ ἡμῶν.

Δόξα...

κετεύσατε ὑπὲρ ἡμῶν, ἅγιοι Ἀπόστολοι, καὶ Ἅγιοι πάντες, ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων· ὑμᾶς γὰρ θερμοὺς προστάτας, πρὸς τὸν Σωτῆρα κεκτήμεθα.

Καὶ νῦν... Θεοτοκίον.

πὸ τὴν σὴν εὐσπλαγχνίαν, καταφεύγομεν, Θεοτόκε, τὰς ἡμῶν ἱκεσίας, μὴ παρίδῃς ἐν περιστάσει, ἀλλ' ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη Ἁγνή, μόνη εὐλογημένη.  

Τό, Κύριε ἐλέησον, μ’ πραείᾳ φωνῇ. 

Ὁ Ἱερεύς. Ὁ ὢν εὐλογητὸς Χριστὸς Ὁ Θεὸς ἡμῶν... 

Καὶ ἡμεῖς στερεοῦμεν τοὺς Βασιλεῖς, λέγοντες·

πουράνιε Βασιλεῦ, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν στερέωσον, τὴν Πίστιν στήριξον, τὰ ἔθνη πράϋνον, τὸν κόσμον εἰρήνευσον, τὴν ἁγίαν Μονὴν ταύτην καλῶς διαφύλαξον, τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς Δικαίων τάξον, καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας, λέγοντες μυστικῶς ἐν ἑκάστῃ μετανοίᾳ ἀνὰ ἕνα Στίχον τῆς ἑπομένης Εὐχῆς τοῦ ἁγίου Ἐφραίμ.

Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας, μή μοι δῷς.

Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς, καὶ ἀγάπης χάρισαί μοι τῷ  σῷ δούλῳ.

Ναὶ, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾷν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα ἀσπαζόμεθα τὰς ἁγίας Εἰκόνας ἐν τοῖς στασιδίοις ἡμῶν, ὡς συνήθως, καὶ λέγει ὁ Προεστώς, τό, Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι... Ἡ Εὐχὴ ὑπὸ τοῦ Ἱερέως, καὶ Ἀπόλυσις.