The Orthodox Pages

 

ΤΟ ΤΡΙΩΔΙΟΝ

 

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

  

ΚΥΡΙΑΚΗ Β' ΤΩΝ ΝΗΣΤΕΙΩΝ

ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ

ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

 

ΤΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Μετὰ τὸν Προοιμιακόν, καὶ τὴν συνήθη Στιχολογίαν, εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι’ καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τῇ Ὀκτωήχου ς’ καὶ τὰ ἑπόμενα Προσόμοια τοῦ Ἁγίου γ’, δευτεροῦντες τὸ α’.

Ἦχος β’  Ποίοις εὐφημιῶν ᾄσμασιν.

Ποίοις εὐφημιῶν ᾄσμασιν, ἀνυμνήσωμεν τὸν Ἱεράρχην, τῆς θεολογίας τὴν σάλπιγγα τὸ πυρίπνουν στόμα τῆς χάριτος, τὸ σεπτὸν τοῦ Πνεύματος δοχεῖον, τὸν στῦλον τῆς Ἐκκλησίας τὸν ἀκράδαντον τὸ μέγα, τῆς Οἰκουμένης ἀγαλλίαμα, τὸν ποταμὸν τῆς σοφίας τοῦ φωτὸς τὸν λύχνον, τὸν ἀστέρα τὸν φαεινὸν τὸν τὴν Κτίσιν καταλαμπρύνοντα. (Δίς)

Ποίοις ὑμνῳδιῶν ἄνθεσιν, στεφανώσωμεν τὸν Ἱεράρχην, τὸν τῆς εὐσεβείας ὑπέρμαχον καὶ τῆς ἀσεβείας ἀντίπαλον, τὸν θερμὸν τῆς Πίστεως προστάτην τὸν μέγαν καθηγεμόνα καὶ διδάσκαλον, τὴν λύραν τὴν παναρμόνιον τοῦ Πνεύματος τὴν χρυσαυγίζουσαν γλῶσσαν, τὴν πηγὴν τὴν βρύουσαν, ἰαμάτων νάματα πιστοῖς τὸν μέγαν καὶ ἀξιάγαστον Γρηγόριον.

Ποίοις οἱ γηγενεῖς χείλεσιν εὐφημήσωμεν τὸν Ἱεράρχην, τὸν τῆς Ἐκκλησίας διδάσκαλον τοῦ φωτὸς τοῦ θείου τὸν κήρυκα, τὸν οὐρανομύστην τῆς Τριάδος, τὸ μέγα τῶν μοναζόντων ἐγκαλλώπισμα τὸν πράξει, καὶ θεωρία διαλάμποντα Θεσσαλονίκης τὸ κλέος συμπολίτην ἔχοντα μυροβλύτην ἐν οὐρανοῖς, τὸν θεῖον καὶ ὑπερθαύμαστον Δημήτριον.

Δόξα... Ἦχος πλ. β’

σιε τρισμάκαρ, ἁγιώτατε Πάτερ, ὁ ποιμὴν ὁ καλὸς καὶ τοῦ Ἀρχιποίμενος Χριστοῦ Μαθητὴς ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, αὐτὸς καὶ νῦν  Πατὴρ ἡμῶν θεοφόρε Γρηγόριε, αἴτησαι πρεσβείαις σου δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν...

Θεοτοκίον τὸ τῆς Ὀκτωήχου.

Ἀπόστιχα Ἀναστάσιμα.

Τὰ κατὰ Ἀλφάβητον. 

Δόξα... Ἦχος πλ. δ’

γρήγορος γλῶσσά σου πρὸς διδασκαλίαν, ἐν τοῖς ὠσὶ τῶν καρδιῶν ἐνηχοῦσα τὰς τῶν ῥαθύμων ψυχὰς διανίστησι, καὶ θεοφθόγγοις λόγοις σου κλῖμαξ εὑρίσκεται, τοὺς ἐκ γῆς πρὸς Θεὸν ἀναφέρουσα· διὸ Γρηγόριε, Θετταλίας τὸ θαῦμα, μὴ παύσῃ πρεσβεύων Χριστῷ φωτισθῆναι τῷ θείῳ φωτὶ τοὺς τιμῶντάς σε.

Καὶ νῦν... Θεοτοκίον  Ἦχος ὁ αὐτὸς.

νύμφευτε Παρθένε ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκὶ Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Ἀπολυτίκιον τὸ Ἀναστάσιμον. 

Ἦχος πλ. δ’

ρθοδοξίας ὁ φωστὴρ, Ἐκκλησίας τὸ στήριγμα καὶ διδάσκαλε, τῶν μοναστῶν ἡ καλλονὴ, τῶν θεολόγων ὑπέρμαχος ἀπροσμάχητος· Γρηγόριε θαυματουργὲ Θεσσαλονίκης τὸ καύχημα κήρυξ τῆς χάριτος· ἱκέτευε διὰ παντός, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὸ Θεοτόκε Παρθένε... ἐκ τρίτου· καὶ ἡ λοιπὴ Ἀκολουθία τῆς Ἀγρυπνίας

 

ΤΗ ΚΥΡΙΑΚΗ ΠΡΩΪ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὸν Ἑξάψαλμον, τό, Θεὸς Κύριος, τὸ Ἀπολυτίκιον Ἀναστάσιμον, τοῦ Ἁγίου, καὶ Θεοτοκίον. Εἶτα ἡ συνήθης Στιχολογία καὶ Ἀνάγνωσις εἰς τὴν Ἑξαήμερον, τὰ Εὐλογητάρια, οἱ Ἀναβαθμοὶ τοῦ Ἤχου, τό, Πᾶσα πνοή, καὶ τὸ Ἑωθινὸν Εὐαγγέλιον, καὶ μετὰ τό, Ἀνάστασιν Χριστοῦ, καὶ τὸν Ν’ ψάλλομεν τὰ Ἰδιόμελα ταῦτα.

Δόξα... Ἦχος πλ. δ'

Τῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα· ὀρθρίζει γὰρ τὸ πνεῦμά μου πρὸς Ναὸν τὸν ἅγιόν σου, ναὸν φέρον τοῦ σώματος, ὅλον ἐσπιλωμένον. Ἀλλ' ὡς οἰκτίρμων κάθαρον εὐσπλάγχνῳ σου ἐλέει.

Καὶ νῦν... Θεοτοκίον  ὁ αὐτὸς.

Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους Θεοτόκε· αἰσχραῖς γὰρ κατερρύπωσα τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥαθύμως τὸν βίον μου ὅλον ἐκδαπανήσας, ταῖς σαῖς πρεσβείαις ῥῦσαί με πάσης ἀκαθαρσίας.

Στίχ. λέησόν με Ὁ Θεός...

Ἦχος πλ. β’

Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, ἐννοῶν ὁ τάλας τρέμω τὴν φοβερὰν ἡμέραν τῆς Κρίσεως, ἀλλὰ θαρρῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου ὡς ὁ Δαυῒδ βοῶ σοι· Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος.

Οἱ Κανόνες, ὁ Ἀναστάσιμος ὁ Σταυροαναστάσιμος, καὶ τῆς Θεοτόκου εἰς η’ καὶ τοῦ Ἁγίου εἰς ς’.

Ὁ Κανὼν τοῦ Ἁγίου 

Ὠδὴ α’  Ἦχος δ’

Ἀνοίξω τὸ στόμα μου.

ητόρων οἱ ἔνθεοι καὶ θεολόγων οἱ πρόκριτοι καὶ γλῶσσαι θεόφθογγοι, δεῦτε συνέλθετε εἰς ἑνότητα ὑμνῆσαι κατ΄ ἀξίαν τὸν πνευματορρήτορα θεῖον Γρηγόριον. 

στῦλος τῆς Πίστεως τῆς Ἐκκλησίας ὁ πρόμαχος, ὁ μέγας Γρηγόριος, ἀνευφημείσθω μοι, ὁ πανάριστος ποιμὴν Θεσσαλονίκης, ὁ κόσμος τοῦ τάγματος Ἱεραρχῶν ἀληθῶς.

κ βρέφους ἐπόθησας, κρείττονα βίον καὶ τέλειον Πάτερ ἐκ νεότητος, ἔστερξας φρόνημα καὶ ὁμότροπος καὶ σύμφρων ἀνεδείχθης, τοῦ συνωνυμοῦντός σοι, θεῖε Γρηγόριε.

Θεοτοκίον.

Γενοῦ μοι Πανάμωμε, ζωῆς ὁδὸς ὁδηγοῦσά με, πρὸς θεῖα σκηνώματα· ἀπεπλανήθην γὰρ καὶ πρὸς βάραθρα κακίας ὀλισθαίνω, ἐξ ὧν με ἀνάγαγε τῇ μεσιτείᾳ σου.

Καταβασία.

Ἀνοίξω τὸ στομα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

Ὠδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε.

Τὰ ῥεῖθρα τῶν θείων διδαχῶν σου φυλάττοντες πᾶσαν μηχανὴν τῶν κακοδόξων φεύγομεν, καὶ πάσας ἐκκρουόμεθα, σοῖς ἱεροῖς συγγράμμασι, φάλαγγας τούτων Γρηγόριε.

Σοφίας μωρὰς τῶν κακοδόξων, διέλυσας Μάκαρ τοῦ Θεοῦ, σοφίαν ἐνυπόστατον, ἔχων ἐν τῇ καρδίᾳ σου δι' ἧς μετ' ἤχου ἔθραυσας, τὰ σαθρὰ τούτων φρυάγματα.

Νεκρώσας σαρκὸς τῆς φθειρομένης πᾶσαν ἡδυπάθειαν σοφὲ ἀσκητικῶς ἐζώωσας ψυχῆς σου τὰ κινήματα καὶ ταύτην θεῖον ὄργανον, θεολογίας ἀνέδειξας.

Θεοτοκίον.

ν γνώσει φρενῶν καὶ προαιρέσει αἰσχράν τε καὶ ἄσωτον ζωήν, ἐπιμελῶς ἠγάπησα, ἀλλὰ στοργῇ τῇ τοῦ Τόκου σου Παρθένε Θεονύμφευτε, δῆσόν με θείᾳ πρεσβείᾳ σου.

Καταβασία.

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

Κάθισμα  Ἦχος δ’

Ταχὺ προκατάλαβε.

Τὴν πλάνην κατέφλεξας, τῶν κακοδόξων Σοφὲ τὴν πίστιν ἐτράνωσας, τῶν ὀρθοδόξων καλῶς, καὶ κόσμον ἐφώτισας· ὅθεν τροπαιοφόρος νικητὴς ἀνεδείχθης, στῦλος τῆς Ἐκκλησίας, ἀληθὴς Ἱεράρχης, πρεσβεύων μὴ ἐλλίπῃς Χριστῷ, σωθῆναι πάντας ἡμᾶς.

Δόξα... Τὸ αὐτὸ.

Καὶ νῦν... Θεοτοκίον.

Ταχὺ δέξαι Δέσποινα, τὰς ἱκεσίας ἡμῶν καὶ ταύτας προσάγαγε τῷ σῷ Υἱῷ καὶ Θεῷ Κυρία Πανάμωμε, σβέσον τὰς περιστάσεις, τῶν δυσφήμων γλωσσάλγων πράϋνον μηχανίας, καὶ κατάβαλε θράσος τῶν ὁπλιζομένων ἀθέων, Ἄχραντε κατὰ τῶν δούλων σου.

Ὠδὴ δ’

Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν.

νοίξας τὸ στόμα σου Πάτερ σοφὲ τοῦ Θεοῦ σοφίαν ἐκήρυξας, ἣν ἐμελέτας ἐν καρδίᾳ σου ἀεί, καὶ Βαρλαὰμ τὸν μάταιον ἄφρονα καὶ ἄνουν ἀπέδειξας.

δυς ὁ γλυκύτατος ἐπὶ τὴν γῆν Ἥλιος τῷ νόμῳ τῆς φύσεως, ἀνατελεῖς δέ, τῷ πρωῒ σὺν τῷ Χριστῷ, Ἥλιος ὁ ἀνέσπερος πάντας ἐποπτεύων πρεσβείαις σου.

δειξεν ἡ χάρις σε Μάκαρ Θεοῦ καύχημα καὶ στήριγμα μέγιστον, τῶν Ὀρθοδόξων καὶ Ποιμένα ἀγαθόν, καὶ θεολόγον δεύτερον, καὶ τῆς ποίμνης ἄγρυπνον φύλακα.

Θεοτοκίον.

τά μοι διάνοιξον τὰ τῆς ψυχῆς, Μῆτερ τοῦ Θεοῦ ἡ γεννήσασα τὸν πρὶν τὰ ὦτα, διανοίξαντα κωφοῦ, καὶ θείους ἐνωτίζεσθαι λόγους, καὶ πληροῦν καταξίωσον.

Καταβασία.

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.

Ὠδὴ ε’

Ἐξέστη τὰ σύμπαντα.

Δρεπάνῃ τῶν λόγων σου, καὶ ἱεροῖς συγγράμμασιν ἔτεμες αἱρέσεις ἀκανθώδεις, καὶ ζιζανίων νόθα βλαστήματα, τῆς Ὀρθοδοξίας δ΄ εὐσεβῆ κατεβάλου σπέρματα, Ἱεράρχα Γρηγόριε.

Οἱ λόγοι σου Πάνσοφε καὶ τὰ σεπτὰ συγγράμματα, δρόσος οὐρανία μέλι πέτρας ἄρτος Ἀγγέλων τοῖς ἐντυγχάνουσι, νέκταρ ἀμβροσία γλυκασμός, ἥδυσμα Γρηγόριε καὶ πηγὴ ζῶντος ὕδατος.

Κοινόν σε Διδάσκαλον, γνωρίζει γῆ καὶ θάλασσα στήλην ἱερὰν Ὀρθοδοξίας καὶ ὁπλοθήκην θείων δογμάτων σεπτὴν, σοφὸν θεολόγον ἱερόν, σύσκηνον συμμέτοχον Ἀποστόλων ὁμότροπον.

Θεοτοκίον.

είθροις κατανύξεως, τοὺς ῥύπους τῆς καρδίας μου, ἄχραντε ἀπόπλυνον Παρθένε καὶ μετανοίας τρόπους μοι δώρησαι, σαῖς πρὸς τὸν οἰκτίρμονα Θεὸν ἱεραῖς δεήσεσιν, ὃν ἀρρήτως ἐγέννησας.

Καταβασία.

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

Ὠδὴ ς’

Τὴν θείαν ταύτην καὶ πάντιμον.

ρράγη μάταιον φρύαγμα καὶ γλῶσσα Βαρλαὰμ τοῦ παράφρονος, λόγοις καὶ δόγμασι, καὶ διανοίας ὀξύτητι τοῦ σοφοῦ Βασιλέως καὶ σοῦ Γρηγόριε.

Τὴν θείαν λύραν τοῦ Πνεύματος τὴν σάλπιγγα τρανῶς τὴν κηρύξασαν, Θεοῦ μυστήρια Θεσσαλονίκης τὸν Πρόεδρον, τὴν θεολόγον γλῶσσαν, ὕμνοις τιμήσωμεν.

Λαοῦ ποτὲ προηγούμενος ὡς στῦλος τοῦ πυρὸς τοὺς τῆς Πίστεως ἐχθροὺς κατέφλεξας, τῶν δὲ πιστῶν τὰ συστήματα, ἐφώτισας θεόφρον Πάτερ Γρηγόριε.

Θεοτοκίον.

Γενοῦ μοι πάναγνε Δέσποινα γαλήνη καὶ λιμὴν παρακλήσεως, διαβιβάζουσα πρὸς θεῖον ὅρμον ἀκύμαντον τὴν ζάλην τῶν παθῶν μου, καταπραΰνουσα.

Καταβασία.

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

Κοντάκιον.

Τῇ ὑπερμάχῳ στρατηγῷ.

Τὸ τῆς σοφίας ἱερὸν καὶ θεῖον ὄργανον, θεολογίας τὴν λαμπρὰν συμφώνως σάλπιγγα ἀνυμνοῦμέν σε Γρηγόριε θεορρῆμον. Ἀλλ' ὡς νοῦς Νοῒ τῷ πρώτῳ παριστάμενος, πρὸς αὐτὸν τὸν νοῦν ἡμῶν Πάτερ ὁδήγησον, ἵνα κράζωμεν· Χαῖρε Κήρυξ τῆς χάριτος.

Ὁ Οἶκος πρὸς τό  «Ἄγγελος πρωτοστάτης»

γγελος ἀνεφάνης ἐπὶ γῆς τῶν ἀρρήτων, τὰ θεῖα τοῖς  βροτοῖς ἐξαγγέλλων· ταῖς γὰρ τῶν Ἀσωμάτων φωναῖς ἀνθρωπίνῳ νοῒ τε καὶ σαρκὶ χρώμενος, ἐξέστησας ἡμᾶς, καὶ βοᾶν σοι Θεορρῆμον, ἔπεισας ταῦτα·

Χαῖρε δι' οὗ τὸ σκότος ἠλάθη, χαῖρε, δι' οὗ τὸ φῶς ἀντεισῆλθε.

Χαῖρε τῆς ἀκτίστου Θεότητος Ἄγγελε, χαῖρε τῆς κτιστῆς καὶ μωρᾶς ὄντως ἔλεγχε.

Χαῖρε, ὕψος ἀνεπίβατον, τὴν Θεοῦ φύσιν εἰπών, χαῖρε, βάθος δυσθεώρητον, τὴν ἐνέργειαν εἰπών.

Χαῖρε ὅτι τὴν δόξαν τοῦ Θεοῦ καλῶς εἶπας, χαῖρε, ὅτι τὰς δόξας τῶν κακούργων ἐξεῖπας.

Χαῖρε, φωστὴρ ὁ δείξας τὸν Ἥλιον, χαῖρε κρατὴρ τοῦ νέκταρος πάροχε.

Χαῖρε, δι' οὗ ἡ ἀλήθεια λάμπει, χαῖρε, δι οὗ ἐσκοτίσθη τὸ ψεῦδος.

Χαῖρε Κήρυξ τῆς χάριτος.

Συναξάριον.

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακὴ δευτέρα τῶν Νηστειῶν, μνήμην ἐπιτελοῦμεν τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου Ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ.

Στίχοι

Φωτὸς λαμπρὸν κήρυκα νῦν  ὄντως μέγαν,

Πηγὴ φάους ἄδυτον ἄγει πρὸς φέγγος.

Ταῖς αὐτοῦ πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ὠδὴ ζ’

Οὐκ ἐλάτρευσαν τῇ Κτίσει.

Οἱ τοῖς  λόγοις ὁμιλοῦντες καὶ συγγράμμασι, τοῖς  σοῖς Γρηγόριε, γνῶσιν μυοῦνται Θεοῦ καὶ ἔμπλεοι δείκνυνται σοφίας πνευματικῆς, καὶ τὴν ἄκτιστον χάριν καὶ τὴν ἐνέργειαν, τοῦ Θεοῦ θεολογοῦσι.

Τὴν ῥομφαίαν καὶ τὰ τόξα κακοδόξων τε, ὅλως συνέτριψας καὶ τὴν ὀφρὺν Βαρλαάμ, καὶ πᾶσαν τὴν δύναμιν αἱρετικῶν ὡς ἱστόν, διεσκόρπισας, οἷά περ λίθος μέγιστος τῆς ἀράχνης Ἱεράρχα.

σφραγίσθη σου τοῖς  λόγοις καὶ τοῖς  δόγμασι, καὶ τοῖς  συγγράμμασιν, ἡ Πίστις τῶν εὐσεβῶν καὶ θράσος αἱρέσεως ἔστη Γρηγόριε καὶ ἀναίρεσις Ὀρθοδοξίας πέπαυται, καὶ ἰσχὺς τῶν κακοδόξων.

Θεοτοκίον.

αμάτων σε πηγὴν οἱ ξηραινόμενοι, παθῶν νοσήμασι γινώσκοντες ἀληθῶς ἀντλοῦμεν σωτήρια, καὶ θεῖα νάματα, καὶ κραυγάζομεν· Εὐλογημένος, Πάναγνε ὁ καρπὸς τῆς σῆς κοιλίας.

Καταβασία.

Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν· ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Ὠδὴ η’

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.

Παρίστασαι νῦν  τοῖς  θεολόγοις τῷ θρόνῳ τοῦ Πανοικτίρμονος ὡς ὅμοιος τούτοις καὶ ὁμότροπος πάνσοφε Γρηγόριε Θεσσαλονίκης πρόεδρε, Ἱεραρχῶν καλλονή, λαμπρῶς ἠγλαϊσμένος τῇ δόξῃ, τῆς Ἱεραρχίας Θεῷ καὶ νῦν  λατρεύων.

Εἰδώς σου τὸ καθαρὸν τῆς διανοίας Θεὸς καὶ πρὸ τῆς γαστρὸς καὶ πρὸ συλλήψεως τῷ πιστῷ λελάληκε θείῳ Βασιλεῖ τρανῶς, τῆς Ἐκκλησίας ἄμαχον, εἶναί σε πρόμαχον· διὸ κανονικῇ ἀσφαλείᾳ, μύρῳ ἐσφραγίσθης, τῆς Ἀρχιερωσύνης.

ττᾶται τρανῶς καὶ κινδυνεύει, τὸ ἄθροισμα τοῦ Πολυκινδύνου τῇ παλάμῃ σου καὶ σοφοῖς σου ῥήμασιν ἔνδοξε Γρηγόριε, Θεσσαλονίκης Πρόεδρε καὶ ὡς ἐκλείπει καπνός ἐξέλιπε σαθρὰ συμμορία σοῦ τῇ βροντοφώνῳ, καὶ θεολόγῳ γλώσσῃ.

Θεοτοκίον.

Λόγος Θεοῦ ἐν σοὶ Παρθένε, βροτῶν τὴν συγκεχωσμένην τοῖς  παθήμασι, φύσιν ἀνεμόρφωσεν ἄκρα ἀγαθότητι καὶ ὅλην ἀνεκαίνισε καὶ καθηγίασε· διὸ οἱ διὰ σοῦ σεσωσμένοι, σὲ δοξολογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Καταβασία.

Παίδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν  δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ’

Ἅπας γηγενὴς.

σοπτρον Θεοῦ, ἐγένου Γρηγόριε· τὸ κατ εἰκόνα γὰρ ἄσπιλον ἐτήρησας νοῦν δ΄ἡγεμόνα, κατὰ παθῶν σαρκικῶν ἀνδρικῶς ἐνστησάμενος, τὸ καθομοίωσιν, ἀνελάβου· ὅθεν οἶκος γέγονας τῆς ἁγίας Τριάδος λαμπρότατος.

ναξ εὐσεβής, ὑπόπτερον δείκνυσιν ἀεροβάτην σε, τούτῳ συμιμαχήσαντα, ὡς ὅλον ἔμπλεων, θείου Πνεύματος, κατὰ τοῦ ματαιόφρονος καὶ μανικοῦ Βαρλαὰμ τοῦ λαλοῦντος εἰς τὸ ὕψος ἄδικα, τοῦ Θεοῦ ὃν ἐνδίκως ἐνίκησας.

λος γεγονὼς σοφίας τῆς κρείττονος ἔμπλεως ἔνδοξε φῶς τῷ κόσμῳ ἔλαμψας, Ὀρθοδοξίας πηγάσας δόγματα· φιλίᾳ γὰρ ἀμείνονος, φιλοσοφίας σοφὲ θεῖον φόβον, ἐν γαστρὶ συνέλαβες καὶ τοῦ Πνεύματος λόγους γεγέννηκας.

Θεοτοκίον.

μνον σοι πιστοὶ συμφώνως προσφέρομεν εὐχαριστίας· σὺ γάρ, τὴν ἀρχαίαν ἔλυσας, ἡμῶν κατάραν Θεογεννήτρια, καὶ εὐλογίαν ἅπαντες, θείαν καρπούμεθα σωτηρίαν φωτισμὸν καὶ ἔλεος, διὰ σοῦ καὶ χαρὰν τὴν αἰώνιον.

Καταβασία.

πας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

Ἐξαποστειλάριον.

Τοῖς Μαθηταῖς συνέλθωμεν.

Χαῖρε Πατέρων καύχημα θεολόγων τὸ στόμα, τῆς ἡσυχίας σκήνωμα, τῆς σοφίας ὁ οἶκος, τῶν Διδασκάλων ἀκρότης πέλαγος τὸ τοῦ λόγου, πράξεως χαῖρε ὄργανον θεωρίας ἀκρότης θεραπευτά, καὶ τῶν νόσων τῶν ἀνθρωπίνων, Πνεύματος χαῖρε τέμενος καὶ θανὼν καὶ ζῶν Πάτερ.

Θεοτοκίον, Ὅμοιον.

Δέσποινα πάντων Ἄνασσα, πρόφθασον ἐν κινδύνοις πρόφθασον ἐν ταῖς θλίψεσι πάρεσο ἐν ἀνάγκαις τῆς τελευταίας ἡμέρας μὴ Σατὰν ἡμᾶς λάβῃ, μὴ ᾍδης μὴ ἀπώλεια, Βήματι τοῦ Υἱοῦ σου τῷ φοβερῷ, ἀνευθύνους ἅπαντας παραστῆναι, ὦ Θεομῆτορ Δέσποινα ποίησον σαῖς πρεσβείαις.

Εἰς τοὺς Αἴνους.  

Ἱστῶμεν Στίχους η’ καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα ε’ καὶ τὰ ἑπόμενα τοῦ Ἁγίου γ’.

Ἦχος α’

Τῶν οὐρανίων ταγμάτων.

Τὴν μακαρίαν ἐν Κόσμῳ ζωὴν διήνυσας, καὶ νῦν  τῶν μακαρίων συνευφραίνῃ τοῖς  δήμοις, καὶ γῆν τὴν τῶν πραέων, ὡς πρᾶος οἰκεῖς Ἱεράρχα Γρηγόριε, χάριν θαυμάτων πλουτεῖς δὲ παρὰ Θεοῦ ἣν παρέχεις τοῖς  τιμῶσί σε.

Στίχ. Στόμα Δικαίου μελετήσει σοφίαν καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.

ρθοδοξίας τὰ δόγματα κατεφύτευσας, κακοδοξίας Μάκαρ ἐκτεμῶν τὰς ἀκάνθας, καὶ Πίστεως τὸν σπόρον πληθύνας καλῶς, τῇ ἑπομβρίᾳ τῶν λόγων σου, ἑκατοστεύοντα στάχυν ὡς πρακτικὸς γεωργὸς Θεῷ προσήνεγκας.

Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

Τὴν τοῦ ἀμέμπτου σου βίου Μάκαρ λαμπρότητα, ἐθαύμασαν, Ἀγγέλων, καὶ ἀνθρώπων οἱ δῆμοι, καὶ γὰρ τῇ προαιρέσει, στερρὸς ἀθλητής, καὶ ἀσκητὴς ἀναδέδειξαι, καὶ Ἱεράρχης καὶ ἄξιος λειτουργός, τοῦ Θεοῦ καὶ φίλος γνήσιος.

Δόξα...

Ἰδιόμελον τοῦ Τριῳδίου.

Ἦχος πλ. β’

Τοῖς ἐν σκότει ἁμαρτημάτων πορευομένοις φῶς ἀνέτειλας Χριστέ, τῷ καιρῷ τῆς ἐγκρατείας, καὶ τὴν εὔσημον ἡμέραν τοῦ Πάθους σου δεῖξον ἡμῖν, ἵνα βοῶμέν σοι· Ἀνάστα ὁ Θεὸς ἐλέησον ἡμᾶς.

Καὶ νῦν...

περευλογημένη ὑπάρχεις...

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικά, οἱ Μακαρισμοὶ τῆς Ὀκτωήχου, καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου, ἡ ς’ Ὠδή.

Ὁ Ἀπόστολος.

Προκείμενον  Ἦχος πλ. α’

Σὺ Κύριε, φυλάξαις ἡμᾶς καὶ διατηρήσαις ἡμᾶς.

Στίχ. Σῶσόν με Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

(Κεφ Α’:10-14, Β’:1-3)

Κατ' ἀρχὰς σύ, Κύριε τὴν γῆν ἐθεμελίωσας καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Πρὸς τίνα δὲ τῶν Ἀγγέλων εἴρηκέ ποτε· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Διὰ τοῦτο δεῖ, περισσοτέρως ἡμᾶς προσέχειν τοῖς  ἀκουσθείσι, μήποτε παραρρυῶμεν. Εἰ γὰρ ὁ δι' Ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα, τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη.

λληλούϊα  Ἦχος πλ. α'

Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι.

 

Εὐαγγέλιον.

κ τοῦ κατὰ Μάρκον

Κεφ. 2: 1-12

Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθε ὁ ᾿Ιησοῦς εἰς Καπερναοὺμ· καὶ ἠκούσθη, ὅτι εἰς οἶκόν ἐστι. Καὶ εὐθέως συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. Καὶ ἔρχονται πρὸς αὐτὸν, παραλυτικὸν φέροντες, αἰρόμενον ὑπὸ τεσσάρων· καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον, ἐφ᾿ ᾧ ὁ παραλυτικὸς κατέκειτο. Ἰδὼν δὲ ὁ ᾿Ιησοῦς τὴν πίστιν αὐτῶν, λέγει τῷ παραλυτικῷ· Τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. Ἦσαν δέ τινες τῶν Γραμματέων ἐκεῖ καθήμενοι, καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν· Τί οὗτος οὕτω λαλεῖ βλασφημίας; τίς δύναται ἀφιέναι ἁμαρτίας, εἰμὴ εἷς, ὁ Θεός; Καὶ εὐθέως ἐπιγνοὺς ὁ ᾿Ιησοῦς τῷ πνεύματι αὐτοῦ, ὅτι οὕτως αὐτοὶ διαλογίζονται ἐν ἑαυτοῖς, εἶπεν αὐτοῖς· Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ· ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· ἔγειρε, καὶ ἆρον τὸν κράβαττόν σου, καὶ περιπάτει; Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας, λέγει τῷ παραλυτικῷ· Σοὶ λέγω, ἔγειρε, καὶ ἆρον τὸν κράβαττόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Καὶ ἠγέρθη εὐθέως, καὶ ἄρας τὸν κράβαττον, ἐξῆλθεν ἐναντίον πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν Θεὸν, λέγοντας· Ὅτι οὐδέποτε οὕτως εἴδομεν.

Κοινωνικόν

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα.

Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούια.

 

ΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ Κύριε  ἐκέκραξα, ἱστῶμεν Στίχους ι’ καὶ ψάλλομεν Στιχηρὰ κατανυκτικά, τὰ κατὰ τὸν τυχόντα Ἦχον, δ’ τὰ ἑπόμενα τοῦ Τριῳδίου γ’, καί τοῦ Μηναίου γ’. 

Στιχηρὰ Προσόμοια Ποίημα Ἰωσὴφ.

Ἦχος πλ. δ’

Ἀμέτρητος ὑπάρχει.

μέτρητά σοι πταίσας, ἀμετρήτους κολάσεις ἐκδέχομαι, βρυγμὸν ὀδόντων, καὶ κλαυθμὸν ἀπαράκλητον, γέενναν πυρός, καὶ σκότος καὶ τάρταρον. Κριτὰ δικαιότατε, δάκρυα οὖν μοι δώρησαι, δι' ὧν εὕρω τὴν ἄφεσιν, καὶ κακῶν μου τὴν λύσιν, νηστεύων καὶ κράζων σοι· Δέσποτα Χριστέ, οἰκτείρησόν με, διὰ μέγα καὶ πλούσιον ἔλεος.

μὲ τὸν πλανηθέντα, ἐπὶ ὄρη δεινῶν παραβάσεων, ζήτησον Λόγε, καὶ πρὸς σὲ ἀνακάλεσαι, ἤθη πονηρὰ ἐκ τῆς διανοίας μου, μακρὰν ἀπωθούμενος, θνήξαντα πάλιν ζώωσον, καὶ νηστείᾳ καθάρισον, ἐν κλαυθμῷ διηνεκεῖ, βοῶντα καὶ λέγοντα· Δέσποτα Χριστέ, οἰκτείρησόν με, διὰ μέγα καὶ πλούσιον ἔλεος.

Ἕτερον Ποίημα Θεοδώρου.

Τὴν ἔνδοξον.

Νηστείας ἐναρξάμενοι, Ἑβδομάδος τῆς τρίτης, τὴν Τριάδα τὴν σεπτήν, εὐφημήσωμεν οἱ πιστοί, τὸ ἑξῆς περιχαρῶς διανύοντες, τῆς σαρκὸς δὲ τὰ πάθη ἀπομαράναντες, ἐκ ψυχῆς ἡμῶν, ἄνθη θεῖα δρεψώμεθα, στεφάνους πλεξάμενοι τῆς κυρίας τῶν ἡμερῶν, ἵνα πάντες τὸν Χριστόν, ὡς νικητήν, στεφανηφοροῦντες ἀνυμνήσωμεν.

Καὶ τοῦ Μηναίου, Προσόμοια γ’

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Εἴσοδος, τὸ Φῶς ἱλαρόν, εἶτα τὸ Προκείμενον Ἦχος πλ. δ’

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου, ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου, πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.

Στίχ. σωτηρία σου, ὁ Θεός, ἀντιλάβοιτό μου.

Στίχ. δέτωσαν πτωχοί, καὶ εὐφρανθήτωσαν.

Ἀπόστιχα

Ἦχος πλ. δ’

Χαλινοὺς ἀποπτύσας τοὺς πατρικούς, ἀστάτῳ φρενί, τοῖς κτηνώδεσι τῆς ἁμαρτίας, λογισμοῖς συνέζησα, ὅλον μου τὸν βίον δαπανήσας ἀσώτως, ὁ τάλας ἐγώ, τροφῆς δὲ λειπόμενος, βεβαιούσης καρδίαν, πρὸς καιρὸν λιπαίνουσαν, ἡδονὴν ἐσιτούμην. Ἀλλὰ Πάτερ ἀγαθέ, μὴ κλείσῃς μοι τὰ φιλάνθρωπα σπλάγχνα, ἀλλ' ἀνοίξας δέξαι με, ὡς τὸν Ἄσωτον Υἱόν, καὶ σῶσόν με. (Δίς)

Μαρτυρικὸν.

Μάρτυρες Κυρίου, πάντα τόπον ἁγιάζετε, καὶ πᾶσαν νόσον θεραπεύετε, καὶ νῦν πρεσβεύσατε, ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν δεόμεθα.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Τὰ οὐράνια ὑμνεῖ σε, κεχαριτωμένη Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν. Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Καὶ μετὰ τὸ Τρισάγιον, ψάλλομεν τὰ Τροπάρια ταῦτα, ποιοῦντες καὶ ἀνὰ μίαν μετάνοιαν εἰς ἕκαστον αὐτῶν, πλὴν τοῦ τελευταίου, ὅπερ λέγεται ἄνευ μέλους.

Ἦχος πλ. α'

Θεοτόκε Παρθένε, Χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη, σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

Βαπτιστὰ τοῦ Χριστοῦ, πάντων ἡμῶν μνήσθητι, ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν· σοὶ γὰρ ἐδόθη χάρις πρεσβεύειν ὑπὲρ ἡμῶν.

Δόξα...

κετεύσατε ὑπὲρ ἡμῶν, ἅγιοι Ἀπόστολοι, καὶ Ἅγιοι πάντες, ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων· ὑμᾶς γὰρ θερμοὺς προστάτας, πρὸς τὸν Σωτῆρα κεκτήμεθα.

Καὶ νῦν... Θεοτοκίον.

πὸ τὴν σὴν εὐσπλαγχνίαν, καταφεύγομεν, Θεοτόκε, τὰς ἡμῶν ἱκεσίας, μὴ παρίδῃς ἐν περιστάσει, ἀλλ' ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη Ἁγνή, μόνη εὐλογημένη.  

Τό, Κύριε ἐλέησον, μ’ πραείᾳ φωνῇ. 

Ὁ Ἱερεύς. Ὁ ὢν εὐλογητὸς Χριστὸς Ὁ Θεὸς ἡμῶν... 

Καὶ ἡμεῖς στερεοῦμεν τοὺς Βασιλεῖς, λέγοντες·

πουράνιε Βασιλεῦ, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν στερέωσον, τὴν Πίστιν στήριξον, τὰ ἔθνη πράϋνον, τὸν κόσμον εἰρήνευσον, τὴν ἁγίαν Μονὴν ταύτην καλῶς διαφύλαξον, τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς Δικαίων τάξον, καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας, λέγοντες μυστικῶς ἐν ἑκάστῃ μετανοίᾳ ἀνὰ ἕνα Στίχον τῆς ἑπομένης Εὐχῆς τοῦ ἁγίου Ἐφραίμ.

Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας, μή μοι δῷς.

Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς, καὶ ἀγάπης χάρισαί μοι τῷ  σῷ δούλῳ.

Ναὶ, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾷν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα ἀσπαζόμεθα τὰς ἁγίας Εἰκόνας ἐν τοῖς στασιδίοις ἡμῶν, ὡς συνήθως, καὶ λέγει ὁ Προεστώς, τό, Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι... Ἡ Εὐχὴ ὑπὸ τοῦ Ἱερέως, καὶ Ἀπόλυσις.