The Orthodox Pages

email: pater@christopherklitou.com

 

ΤΟ ΤΡΙΩΔΙΟΝ

 

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

  

ΣΤΙΧΗΡΑ ΚΑΙ ΚΑΘΙΣΜΑΤΑ

 

ΗΧΟΣ ΠΛ. Δ

ΤΗ ΚΥΡΙΑΚΗ

ΕΣΠΕΡΑΣ 

Εἰς τὸ Κύριε ἐκέκραξα. Στιχηρὰ Κατανυκτικὰ.

Ἦχος πλ. δ

Σὲ τὸν Βασιλέα καὶ Δεσπότην, Ἄγγελοι ἀπαύστως ἀνυμνοῦσιν· ἐγὼ δέ σοι προσπίπτω ὡς ὁ Τελώνης κράζων· ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με.

θάνατος ὑπάρχουσα ψυχή μου, τοῖς κύμασι τοῦ βίου μὴ καλύπτου, ἀνάνηψον βοῶσα· πρὸς τὸν σὸν Εὐεργέτην ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με.

Δάκρυά μοι δὸς ὁ Θεός, ὡς ποτὲ τῇ γυναικὶ τῇ ἁμαρτωλῷ, καὶ ἀξίωσόν με βρέχειν τοὺς πόδας σου, τοὺς ἐμὲ ἐκ τῆς ὁδοῦ τῆς πλάνης ἐλευθερώσαντας, καὶ μύρον εὐωδίας σοι προσφέρειν, βίον καθαρόν, ἐν μετανοίᾳ μοι κτισθέντα, ἵνα ἀκούσω κᾀγὼ τῆς εὐκταίας σου φωνῆς. Ἡ πίστις σου σέσωκέ σε, πορεύου εἰς εἰρήνην.

ταν λάβω κατὰ νοῦν, τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, καὶ εἰς ἔννοιαν ἔλθω, τῆς φοβερᾶς ἐκείνης ἐτάσεως, τρόμῳ συνεχόμενος, πρὸς σὲ καταφεύγω, τόν φιλάνθρωπον Θεόν. Διὸ μή με παρίδῃς, ἱκετεύω σε μόνε ἀναμάρτητε, δώρησαι κατάνυξιν, τῇ ταπεινῇ μου ψυχῇ, πρὸ τελευτῆς καὶ σῶσόν σε.

 

ΤΗ ΔΕΥΤΕΡΑ ΠΡΩΪ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν Α Στιχολογίαν. Καθίσματα Κατανυκτικὰ.

Ἠχος πλ. δ

μματι εὐσπλάγχνῳ Κύριε, ἴδε τὴν ἐμὴν ταπείνωσιν ὅτι κατὰ μικρὸν ἡ ζωή μου δαπανᾶται, καὶ ἐξ ἔργων ἐν ἐμοὶ οὐχ ὑπάρχει σωτηρία· διὰ τοῦτο δέομαι· ὄμματι εὐσπλάγχνῳ Κύριε, ἴδε τὴν ἐμὴν ταπείνωσιν, καὶ σῶσόν με.

Στίχ. Κύριε, μὴ τῷ  θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.

ς τοῦ κριτοῦ παρόντος, μερίμνησον ψυχή, καὶ τῆς φρικτῆς ἡμέρας τὴν ὥραν ἐννοοῦ· ἡ γὰρ κρίσις ἀνίλεώς ἐστι τοῖς μὴ πράξασιν ἔλεος. Διὸ φεῖσαί μου Σωτήρ· μόνος γὰρ ὑπάρχεις φιλάνθρωπος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

νοητὴ πύλη τῆς ζωῆς ἡμῶν, ἄχραντε Θεοτόκε, τοὺς προστρέχοντάς σοι πιστῶς, λύτρωσαι τῶν κινδύνων, ἵνα δοξάζωμεν τὸν πανάγιον τόκον σου, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὴν ζ Ὠδὴν, τὸ Μαρτυρικὸν.

Φωστῆρες νοεροί, ἀνεδείχθητε ἅγιοι Μάρτυρες· τὴν γὰρ ἀχλὺν τῆς πλάνης, κατηργήσατε διὰ τῆς πίστεως, τὰς ψυχικὰς ἡμῶν λαμπάδας ἐφαιδρύνατε, καὶ τῷ  Νυμφίῳ μετὰ δόξης συνεισήλθετε, εἰς τὸν οὐράνιον νυμφῶνα καὶ νῦν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

 

ΤΗ ΤΡΙΤΗ ΠΡΩΪ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν Α Στιχολογίαν. Καθίσματα Κατανυκτικὰ.

Ἦχος πλ. δ

ς ἡ Πόρνη σοι προσπίπτω, ἵνα λάβω τὴν ἄφεσιν, καὶ ἀντὶ μύρου τὰ δάκρυα ἐκ καρδίας, προσφέρω σοι Χριστὲ ὁ Θεός, ἵνα ὡς ἐκείνην οἰκτειρήσῃς με Σωτήρ, καὶ παράσχῃς ἱλασμόν ἁμαρτιῶν· ὡς αὐτὴ γὰρ κραυγάζω σοι· Λύτρωσαί με τοῦ βορβόρου τῶν ἔργων μου.

Στίχ. Κύριε, μὴ τῷ  θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.

Τὴν Σοφίαν καὶ Λόγον.

Τὴν ἡμέραν ἐκείνην τὴν φοβεράν, ἐννοοῦσα ψυχή μου γρηγόρησον, ἀνάπτουσα λαμπάδα σου, ἐν ἐλέῳ φαιδρύνουσα· οὐ γὰρ οἶδας πότε, πρὸς σὲ ἐπελεύσεται, ἡ φωνὴ ἡ λέγουσα· Ἰδοὺ ὁ Νυμφίος σου· Βλέπε οὖν ψυχή μου, μὴ νυστάξῃς, καὶ μείνῃς, ἔξωθεν κρούουσα, ὡς αἱ πέντε Παρθένοι, ἀλλὰ ἀγρύπνως καρτέρησον, ἵνα ὑπαντήσῃς Χριστῷ τῷ  Θεῷ, ἐν ἐλέῳ πίονι καὶ δῴη σοι τὸν νυμφῶνα, τὸν θεῖον τῆς δόξης αὐτοῦ.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Τὸ ἀσάλευτον στήριγμα τὸ τῆς Πίστεως, καὶ σεβάσμιον δώρημα τῶν ψυχῶν ἡμῶν, τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύνωμεν πιστοί, χαῖρε ἡ τὴν πέτραν τῆς ζωῆς, ἐν γαστρὶ σου χωρήσασα, χαῖρε τῶν περάτων ἡ ἐλπίς, θλιβομένων ἀντίληψις, χαῖρε Νύμφη ἀνύμφευτε.

Εἰς τὴν ζ Ὠδὴν, τὸ Μαρτυρικὸν.

Φωτὶ οὐρανίῳ, καταλάμπεται σήμερον· αὕτη ἡ σκηνὴ· ἐν ταύτῃ γὰρ στρατιαὶ Ἀγγέλων ἀγάλλονται, σὺν αὐτοῖς καὶ Μαρτύρων χοροὶ εὐφραίνονται, ἐπὶ τῇ μνήμῃ τῶν Ἀθλοφόρων, αὐτῶν ταῖς παρακλήσεσι, κατάπεμψον τῷ  Κόσμῳ σου τὴν εἰρήνην Χριστέ, καὶ τὸ μέγα ἔλεος.

 

ΤΗ ΤΕΤΑΡΤΗ ΠΡΩΪ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν Α Στιχολογίαν. Καθίσματα Σταυρώσιμα.

Ἦχος πλ. δ

Βλέπων ὁ Λῃστής, τὸν Ἀρχηγὸν τῆς ζωῆς, ἐπὶ Σταυροῦ κρεμάμενον ἔλεγεν· Εἰμὴ Θεὸς ὑπῆρχε σαρκωθείς, ὁ σὺν ἡμῖν σταυρωθείς, οὐκ ἂν ὁ ἥλιος τὰς ἀκτῖνας ἐναπέκρυψεν, οὐδὲ ἡ γῆ σειομένη ἐκυμαίνετο ἀλλ' ὁ πάντων ἀνεχόμενος, μνήσθητί μου Κύριε ἐν τῇ Βασιλείᾳ σου.

Στίχ. ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ  ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

ν μέσῳ δύο λῃστῶν, ζυγὸς δικαιοσύνης, εὑρέθη ὁ Σταυρός σου, τοῦ μὲν καταγομένου εἰς ᾍδην, τῷ  βάρει τῆς βλασφημίας, τοῦ δὲ κουφιζομένου πταισμάτων, πρός γνῶσιν θεολογίας, Χριστὲ ὁ Θεὸς δόξα σοι.

Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον.

Τὸν Ἀμνὸν καὶ Ποιμένα, καὶ Σωτῆρα τοῦ Κόσμου, ἐν τῷ Σταυρῷ θεωροῦσα, ἡ τεκοῦσα ἔλεγε δακρύουσα· Ὁ μὲν Κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν ὑπὲρ πάντων ὑπομένεις, ὁ Υἱὸς καὶ Θεός μου.

Εἰς τὴν ζ Ὠδὴν, τὸ Μαρτυρικὸν.

Τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, ἀκλινεῖς ὁδοιπόροι γεγόνατε, ἅγιοι Μάρτυρες· τῶν γὰρ πειρασμῶν τὴν τρικυμίαν ὑπεμείνατε, καὶ τῶν ἀσωμάτων Λειτουργῶν τήν πολιτείαν ἀνελάβετε, πέτρα ὑπομονῆς, καὶ θεμέλιοι εὐσεβείας ἀνεδείχθητε, πρεσβεύσατε Χριστῷ τῷ  Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

ΤΗ ΠΕΜΠΤΗ ΠΡΩΪ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν Α Στιχολογίαν. Καθίσματα Ἀποστολικὰ.

Ἦχος πλ. δ

Εὐλογητὸς εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς Ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν Οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε δόξα σοι.

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Τὴν Σοφίαν καὶ Λόγον.

Τοὺς φωστῆρας τοῦ Κόσμου καὶ Ὁδηγούς, τῆς ἡμῶν σωτηρίας τὴν ἀπαρχήν, τοὺς θείους ὑμνήσωμεν, Μαθητὰς τοῦ Θεοῦ ἡμῶν, ὅτι φῶς τοῖς ἐν σκότει, ἡμῖν ἐξανέτειλαν, καὶ τὸν Ἥλιον πᾶσι, τῆς δόξης ἐγνώρισαν· ὅθεν καὶ τὴν πλάνην, τῶν εἰδώλων καθεῖλον, Τριάδα κηρύξαντες, ἐν μιᾷ τῇ Θεότητι· Διὰ τοῦτο δεόμεθα, Ἀπόστολοι Χριστοῦ τοῦ Θεοῦ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Χαῖρε ἡ δι' Ἀγγέλου τὴν χαρὰν τοῦ Κόσμου δεξαμένη, χαῖρε ἡ τεκοῦσα τὸν Ποιητήν σου καὶ Κύριον, χαῖρε ἡ ἀξιωθεῖσα γενέσθαι Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.

Εἰς τὴν ζ Ὠδὴν, τὸ Μαρτυρικὸν.

Γενναίως τὸν δρόμον τελέσαντες, τυράννοις ἀντέστητε Μάρτυρες· τὰ γὰρ σώματα νεκρώσαντες ἐν γῇ, ἀπελάβετε οὐράνιον ζωὴν Ἅγιοι.

 

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν Α Στιχολογίαν. Καθίσματα Σταυρώσιμα.

Ἠχος πλ. δ

ν μέσῳ τῆς Ἐδέμ, ξύλον ἤνθησε τὸν θάνατον, ἐν μέσῳ πάσης γῆς, ξύλον ἐβλάστησε τὴν ζωήν· γευσάμενοι γὰρ τοῦ πρώτου, ἄφθαρτοι ὄντες, φθαρτοὶ γεγόναμεν, τυχόντες δὲ τοῦ δευτέρου, τῆς ἀφθαρσίας κατετρυφήσαμεν· ἐν τῷ Σταυρῷ γὰρ σῴζεις ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

Στίχ. ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ  ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

Τὸ προσταχθὲν μυστικῶς.

ν Παραδείσῳ μὲν τὸ πρίν, ξύλῳ ἐγύμνωσεν, ἐπὶ τῇ γεύσει ὁ ἐχθρός, εἰσφέρων νέκρωσιν, τοῦ Σταυροῦ δὲ τὸ ξύλον τῆς ζωῆς τὸ ἔνδυμα, ἀνθρώποις φέρον ἐπάγη ἐπὶ τῆς γῆς, καὶ Κόσμος ὅλος ἐπλήσθη πάσης χαράς, ὃν ὁρῶντες ὑψούμενον, Θεῷ ἐν πίστει λαοί, συμφώνως ἀνακράξωμεν· Πλήρης δόξης ὁ οἶκος αὐτοῦ.

Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον. Ὅμοιον

Τὸν ἐξ αἱμάτων σου ἀγνῶν σωματωθέντα, καὶ ὑπὲρ ἔννοιαν ἐκ σοῦ Σεμνὴ τεχθέντα, ἐπὶ ξύλου κρεμάμενον μέσον τῶν κακούργων, ὁρῶσα τὰ σπλάγχνα ἤλγεις, καὶ μητρικῶς, θρηνοῦσα ἐβόας· Οἴμοι Τέκνον ἐμόν! τίς ἡ θεία καὶ ἄφατος, Οἰκονομία σου, δι' ἧς, ἐζώωσας τὸ πλάσμα σου; Ἀνυμνῶ σου τὸ εὔσπλαγχνον.

Εἰς τὴν ζ Ὠδὴν, τὸ Μαρτυρικὸν. Ὅμοιον

Δι' ἐγκρατείας τῶν παθῶν τὰς πυριφλέκτους, ἀπονεκρώσαντες μορφάς, καὶ τὰς κινήσεις, τοῦ Χριστοῦ οἱ Μάρτυρες ἔλαβον τὴν χάριν, τὰς νόσους ἀποδιώκειν τῶν ἀσθενῶν, καὶ ζῶντες, καὶ μετὰ τέλος θαυματουργεῖν, ὄντως θαῦμα παράδοξον! ὅτι ὀστέα γυμνά, ἐκβλύζουσιν ἰάματα. Δόξα τῷ  μόνῳ σοφῷ, καὶ κτίστῃ Θεῷ.

 

ΤΗ ΠΑΡΑΣΚΕΥΗ

ΕΣΠΕΡΑΣ 

Εἰς τὸ Κύριε ἐκέκραξα. Στιχηρὰ Μαρτυρικὰ.

Ἠχος πλ. δ

Μάρτυρες Κυρίου, πάντα τόπον ἁγιάζετε, καὶ πᾶσαν νόσον θεραπεύετε, καὶ νῦν πρεσβεύσατε, ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν δεόμεθα.

Μάρτυρες Κυρίου, ἱκετεύσατε τὸν Θεὸν ἡμῶν, καὶ αἰτήσασθε ταῖς ψυχαῖς ἡμῶν, πλῆθος οἰκτιρμῶν, καὶ τὸν ἱλασμόν, τῶν πολλῶν παραπτωμάτων δεόμεθα.

Οἱ Μάρτυρές σου Κύριε, ἐπιλαθόμενοι τῶν ἐν τῷ βίῳ, καταφρονήσαντες καὶ τῶν βασάνων, διὰ τὴν μέλλουσαν ζωήν, ταύτης κληρονόμοι ἀνεδείχθησαν· ὅθεν καὶ Ἀγγέλοις συναγάλλονται. Αὐτῶν ταῖς ἱκεσίαις, δώρησαι τῷ  λαῷ σου τὸ μέγα ἔλεος.

Εἴ τις ἀρετή, καὶ εἴ τις ἔπαινος, πρέπει τοῖς Ἁγίοις· ξίφεσι γὰρ ἔκλιναν τοὺς αὐχένας, διὰ σὲ τὸν κλίναντα οὐρανοὺς καὶ καταβάντα, ἐξέχεαν τὸ αἷμα αὐτῶν, διὰ σὲ τὸν κενώσαντα ἑαυτόν, καὶ μορφὴν δούλου λαβόντα, ἐταπεινώθησαν ἕως θανάτου, τὴν πτωχείαν σου μιμούμενοι. Ὧν ταῖς εὐχαῖς, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ὁ Θεὸς ἐλέησον ἡμᾶς.

Δόξα... Νεκρώσιμον, τοῦ Δαμασκηνοῦ.

Θρηνῶ καὶ ὀδύρομαι, ὅταν ἐννοήσω τὸν θάνατον, καὶ ἴδω ἐν τοῖς τάφοις κειμένην τὴν κατ' εἰκόνα Θεοῦ, πλασθεῖσαν ἡμῖν ὡραιότητα, ἄμορφον, ἄδοξον, μὴ ἔχουσαν εἶδος· ὢ τοῦ θαύματος! τί τὸ περὶ ἡμᾶς τοῦτο γέγονεν μυστήριον; Πῶς παρεδόθημεν τῇ φθορᾷ; Πῶς συνεζεύχθημεν τῷ  θανάτῳ; ὄντως Θεοῦ προστάξει, ὡς γέγραπται, τοῦ παρέχοντος τοῖς μεταστᾶσι τὴν ἀνάπαυσιν.

Καὶ νῦν... Θεοτοκίον.

Βασιλεὺς τῶν οὐρανῶν διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος, καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως· εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν. Διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μῆτερ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

ΤΩ ΣΑΒΒΑΤΩ ΠΡΩΪ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν Α' Στιχολογίαν. Καθίσματα Μαρτυρικὰ.

Ἦχος πλ. δ

Φωστῆρες νοεροί, ἀνεδείχθητε ἅγιοι Μάρτυρες· τὴν γὰρ ἀχλὺν τῆς πλάνης κατηργήσατε διὰ τῆς πίστεως, τὰς ψυχικας ὑμῶν λαμπάδας ἐφαιδρύνατε, καὶ τῷ  Νυμφίῳ μετὰ δόξης συνεισήλθετε, εἰς τὸν οὐράνιον νυμφῶνα, καὶ νῦν ἱκετεύσατε δεόμεθα, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Τὴν Σοφίαν καὶ Λόγον.

Οἰκουμένης φωστῆρες ἀειλαμπεῖς, ἀνεδείχθητε πίστει μαρτυρικῇ, ὅλην ἀναθέμενοι, τὴν ἐλπίδα πρὸς Κύριον, καὶ νοητῷ ἐλαίῳ, τοῦ Πνεύματος Ἅγιοι, τὰς ψυχικάς λαμπάδας ὑμῶν ἐφαιδρύνατε· ὅθεν καὶ κρατῆρες νοεροί, προχέοντες τὰ αἵματα, ὡς νάματα, τῇ Ἐκκλησίᾳ ἐφάνητε, Ἀθλοφόροι πανεύφημοι, πρεσβεύσατε Χριστῷ τῷ  Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν ὁ Κύριος.

Τὸ προσταχθὲν μυστικῶς.

Δι' ἐγκρατείας τῶν παθῶν τὰς πυριφλέκτους, ἀπονεκρώσαντες μορφὰς καὶ τὰς κινήσεις, τοῦ Χριστοῦ οἱ Μάρτυρες ἔλαβον τὴν χάριν, τὰς νόσους ἀποδιώκειν τῶν ἀσθενῶν, καὶ ζῶντες καὶ μετὰ τέλος θαυματουργεῖν, ὄντως θαῦμα παράδοξον! ὅτι ὀστέα γυμνά, ἐκβλύζουσιν ἰάματα. Δόξα τῷ  μόνῳ σοφῷ, καὶ κτίστῃ Θεῷ.

Δόξα... Νεκρώσιμον.

βάθει σοφίας φιλανθρώπως, πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων, μόνε δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου· ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ  πλάστῃ, καὶ Θεῷ ποιητῇ, καὶ ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον.

Σὲ καὶ τεῖχος καὶ λιμένα ἔχομεν, καὶ πρέσβιν εὐπρόσδεκτον, πρὸς ὃν ἔτεκες Θεόν, Θεοτόκε ἀνύμφευτε, τῶν πιστῶν ἡ σωτηρία.

Εἰς τοὺς Αἴνους. Στιχηρὰ Μαρτυρικὰ.

Ἠχος πλ. δ

Τί ὑμᾶς καλέσωμεν Ἅγιοι; Χερουβίμ; ὅτι ὑμῖν ἐπανεπαύσατο Χριστός, Σεραφίμ; ὅτι ἀπαύστως ἐδοξάσατε αὐτόν, Ἀγγέλους; τὸ γὰρ σῶμα ἀπεστράφητε, Δυνάμεις; ἐνεργεῖτε ἐν τοῖς θαύμασι, πολλὰ ὑμῶν τὰ ὀνόματα, καὶ μείζονα τὰ χαρίσματα! πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Μεγάλως ἠγωνίσασθε Ἅγιοι, τὰς βασάνους τῶν ἀνόμων, ὑπομείναντες γενναίως, τὸν Χριστὸν ὁμολογοῦντες, ἐναντίον βασιλέων, καὶ πάλιν μεταστάντες ἐκ τοῦ βίου, δυνάμεις ἐνεργεῖτε ἐν τῷ Κόσμῳ, καὶ ἀσθενεῖς θεραπεύετε· ἐκ τῶν παθῶν αὐτῶν Ἅγιοι, πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Μάρτυρες Χριστοῦ οἱ ἀήττητοι, οἱ νικήσαντες τὴν πλάνην, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀπελάβετε τὴν χάριν, τῆς αἰωνίου ζωῆς, τυράννων, ἀπειλὰς οὐκ ἑπτοήθητε, βασάνοις, αἰκιζόμενοι εὐφραίνεσθε, καὶ νῦν τὰ αἵματα ὑμῶν, γέγονεν ἰάματα ταῖς ψυχαῖς ἡμῶν, πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὸν θώρακα τῆς Πίστεως, ἐνδυσάμενοι καλῶς, καὶ τῷ  τύπῳ τοῦ Σταυροῦ καθοπλίσαντες ἑαυτούς, στρατιῶται εὐσθενεῖς ἀνεδείχθητε, τοῖς τυράννοις ἀνδρείως ἀντικατέστητε, καὶ διαβόλου τὴν πλάνην κατηδαφίσατε, νικηταὶ γενόμενοι, τῶν στεφάνων ἠξιώθητε, πρεσβεύσατε ὑπὲρ ἡμῶν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Δόξα... Νεκρώσιμον.

θάνατός σου Κύριε, ἀθανασίας γέγονε πρόξενος· εἰ μὴ γὰρ ἐν μνήματι κατετέθης, οὐκ ἂν ὁ Παράδεισος ἠνέῳκται. Διὸ τοὺς μεταστάντας ἀνάπαυσον, ὡς εὔσπλαγχνος.

Καὶ νῦν... Θεοτοκίον.

σκέπη σου Θεοτόκε Παρθένε, ἰατρεῖον ὑπάρχει πνευματικόν· ἐν αὐτῇ γὰρ καταφεύγοντες, ψυχικῶν νοσημάτων λυτρούμεθα.

Ἀπόστιχα, τὰ Νεκρώσιμα Προσόμοια τοῦ Θεοφάνους.

Ἦχος πλ. δ

Ὢ τοῦ παραδόξου θαύματος.

Βασιλικῶς μοι ὑπέγραψας, ἐλευθερίαν βαφαῖς, ἐρυθραῖς τοὺς δακτύλους σου, αἱματώσας Δέσποτα, καὶ φοινίξας τῷ  αἵματι, καὶ νῦν ἐν πίστει καθικετεύω σε, τοῖς πρωτοτόκοις σου συναρίθμησον, καὶ τῶν Δικαίων σου, τῆς χαρᾶς ἀξίωσον ἐπιτυχεῖν, τοὺς μεταφοιτήσαντας, πρὸς σὲ τὸν εὔσπλαγχνον.

Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.

εραρχήσας ὡς ἄνθρωπος, σφαγιασθεὶς ὡς ἀμνός, προσφορὰν προσενήνοχας, τῷ  Πατρὶ τὸν ἄνθρωπον, τῆς φθορᾶς ἐξωνούμενος, τοὺς μεταστάντας οὖν ὡς φιλάνθρωπος, ἐν τῇ τῶν ζώντων χώρᾳ κατάταξον, ἔνθα οἱ χείμαρροι, τῆς τρυφῆς προέρχονται, ἔνθα πηγαί, τῆς ἀϊδιότητος, ἀναβλυστάνουσιν.

Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

Βάθει σοφίας ἀρρήτου σου, ὁροθετεῖς τὴν ζωήν, καὶ προβλέπεις τὰ μέλλοντα, καὶ πρὸς βίον ἕτερον, μετοικίζεις τοὺς δούλους σου, οὓς προσελάβου τοίνυν κατάταξον, ἐπὶ ὑδάτων τῆς ἀναπαύσεως, ἐν τῇ λαμπρότητι, τῶν Ἁγίων Κύριε, ἔνθα φωνή, τῆς ἀγαλλιάσεως, καὶ τῆς αἰνέσεως.

Δόξα... Ὅμοιον.

Λόγος ὑπάρχων ἀόρατος, ὁμοφυὴς τῷ  Πατρί, καὶ τῷ  Πνεύματι σύνθρονος, δι' ἐμὲ τὸν ἄνθρωπον, ἐν σαρκὶ πεφανέρωσαι· ὡς ἐλεήμων οὖν καὶ φιλάνθρωπος, τοὺς ἐκ τοῦ βίου μεταφοιτήσαντας, τῆς εὐπρεπείας σου, καὶ τῆς ὡραιότητος, ταῖς καλλοναῖς, τούτους καταλάμπρυνον, Ζωαρχικώτατε.

Καὶ νῦν... Θεοτοκίον. Ὅμοιον.

ς συλλαβοῦσα τὸν ἄναρχον, Λόγον Θεοῦ καὶ Πατρός, μητρικῇ παρρησίᾳ σου, ἐκτενῶς ἱκέτευε, κατατάξαι τοὺς δούλους σου, ἔνθα χορεία ἡ ἀκατάλυτος, εὐφραινομένων, καὶ εὐφημούντων σε, ἔνθα λαμπρότητες, αἱ διαιωνίζουσαι, καὶ ὁ γλυκύς, ἦχος ἑορτάζοντος, Θεογεννήτρια.