The Orthodox Pages

 

ΤΟ ΤΡΙΩΔΙΟΝ

 

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΩ ΣΑΒΒΑΤΩ ΠΡΟ ΤΗΣ ΑΠΟΚΡΕΩ

(Ψυχοσάββατον)

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

Στιχηρὰ.

Ἦχος πλ. δ’

Ὁ ἐν Ἐδὲμ Παράδεισος. 

Τῶν ἀπ' αἰῶνος σήμερον νεκρῶν, ἁπάντων κατ' ὄνομα, μετὰ πίστεως ζησάντων εὐσεβῶς, μνήμην τελοῦντες οἱ πιστοί, τὸν Σωτῆρα καὶ Κύριον, ἀνυμνήσωμεν, αἰτοῦντες ἐκτενῶς, τούτους ἐν ὥρᾳ τῆς κρίσεως, ἀπολογίαν ἀγαθήν, δοῦναι αὐτῷ τῷ Θεῷ ἡμῶν, τῷ πᾶσαν κρίνοντι τὴν  γῆν, τῆς δεξιᾶς αὐτοῦ παραστάσεως τυχόντας ἐν χαρᾷ, ἐν μερίδι Δικαίων, καὶ ἐν Ἁγίων κλήρῳ φωτεινῷ, καὶ ἀξίους γενέσθαι, τῆς οὐρανίου βασιλείας αὐτοῦ.

τῷ οἰκείῳ αἵματι Σωτήρ, βροτοὺς ἐκπριάμενος, καὶ θανάτῳ σου, θανάτου τοῦ πικροῦ, ἐκλυτρωσάμενος ἡμᾶς, καὶ ζωὴν τὴν αἰώνιον, παρασχὼν τῇ ἀναστάσει σου ἡμῖν, πάντας ἀνάπαυσον Κύριε, τοὺς κοιμηθέντας εὐσεβῶς, ἢ ἐν ἐρήμοις, ἢ πόλεσιν, ἢ ἐν θαλάσσῃ, ἢ ἐν γῇ, ἢ ἐν παντὶ τόπῳ, βασιλεῖς τε, ἱερεῖς, ἀρχιερεῖς, μοναστὰς καὶ μιγάδας, ἐν ἡλικίᾳ πάσῃ παγγενεῖ, καὶ ἀξίωσον αὐτούς, τῆς οὐρανίου βασιλείας σου.

Τῇ ἐκ νεκρῶν ἐγέρσει σου Χριστέ, οὐκέτι ὁ θάνατος, κυριεύει τῶν θανόντων εὐσεβῶς· διὸ αἰτοῦμεν ἐκτενῶς, τοὺς σοὺς δούλους ἀνάπαυσον, ἐν αὐλαῖς σου, καὶ ἐν κόλποις Ἀβραάμ, τοὺς ἐξ, Ἀδὰμ μέχρι σήμερον, λατρεύσαντάς σοι καθαρῶς, πατέρας καὶ ἀδελφοὺς ἡμῶν, φίλους ὁμοῦ καὶ συγγενεῖς, ἅπαντα ἄνθρωπον, τὰ τοῦ βίου λειτουργήσαντα πιστῶς, καὶ πρὸς σὲ μεταστάντα, πολυειδῶς, καὶ πολυτρόπως ὁ Θεός, καὶ ἀξίωσον τούτους, τῆς οὐρανίου βασιλείας σου.

Δόξα... Ἦχος πλ. δ’

Θρηνῶ καὶ ὀδύρομαι, ὅταν ἐννοήσω τὸν θάνατον, καὶ ἴδω ἐν τοῖς τάφοις κειμένην τὴν κατ' εἰκόνα Θεοῦ, πλασθεῖσαν ἡμῖν ὡραιότητα, ἄμορφον, ἄδοξον, μὴ ἔχουσαν εἶδος. Ὢ τοῦ θαύματος! τί τὸ περὶ ἡμᾶς, τοῦτο γέγονε μυστήριον; Πῶς παρεδόθημεν τῇ φθορᾷ; πῶς συνεζεύχθημεν τῷ θανάτῳ; Ὄντως Θεοῦ προστάξει, ὡς γέγραπται, τοῦ παρέχοντος τοῖς  μεταστᾶσι τὴν ἀνάπαυσιν.  

Καὶ νῦν... Θεοτοκίον.

τὸ τοῦ Ἤχου. 

Ἦχον πλ. δ’

λληλούϊα γ’

Στίχ. Μακάριοι οὓς ἐξελέξω, καὶ προσελάβου, Κύριε.

λληλούϊα γ’

Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

λληλούϊα γ’ 

Τὰ Ἀπόστιχα.

Τὰ δ’ Μαρτυρικὰ τὰ τοῦ Ἤχου, καὶ τὰ β’ Νεκρώσιμα, Ἰωάννου τοῦ Δαμασκηνοῦ

Δόξα... Ἦχος πλ. β’

ρχή μοι καὶ ὑπόστασις, τὸ πλαστουργόν σου γέγονε πρόσταγμα· βουληθεὶς γὰρ ἐξ ἀοράτου τε καὶ ὁρατῆς με ζῷον συμπῆξαι φύσεως, γῆθέν μου τὸ σῶμα διέπλασας, δέδωκας δέ μοι ψυχήν, τῇ θείᾳ σου καὶ ζωοποιῷ ἐμπνεύσει· διὸ Σωτὴρ τοὺς δούλους σου, ἐν χώρᾳ ζώντων, ἐν σκηναῖς Δικαίων ἀνάπαυσον.

Καὶ νῦν... Θεοτοκίον.

Πρεσβείαις τῆς Τεκούσης σε, Χριστὲ καὶ τῶν Μαρτύρων σου, Ἀποστόλων, Προφητῶν, Ἱεραρχῶν, Ὁσίων, καὶ Δικαίων, καὶ πάντων τῶν Ἁγίων, τοὺς κοιμηθέντας δούλους σου ἀνάπαυσον.  

Ἀπολυτίκιον.

Ἦχος πλ. δ’

βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου· ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.

Δόξα...

ν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον.

Σὲ καὶ τεῖχος, καὶ λιμένα ἔχομεν, καὶ πρέσβιν εὐπρόσδεκτον, πρὸς ὃν ἔτεκες Θεόν, Θεοτόκε ἀνύμφευτε, τῶν πιστῶν ἡ σωτηρία.

 

ΤΩ ΣΑΒΒΑΤΩ ΠΡΩΪ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἤχον πλ. δ’

λληλούϊα γ’

Στίχ. Μακάριοι οὓς ἐξελέξω, καὶ προσελάβου, Κύριε.

λληλούϊα γ’

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

λληλούϊα γ’

Ἀπολυτίκιον.

Ἦχος πλ. δ’

βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου· ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.

Δόξα...

ν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον.

Σὲ καὶ τεῖχος, καὶ λιμένα ἔχομεν, καὶ πρέσβιν εὐπρόσδεκτον, πρὸς ὃν ἔτεκες Θεόν, Θεοτόκε ἀνύμφευτε, τῶν πιστῶν ἡ σωτηρία.

 

Κάθισμα.

Ἦχος πλ. α’

νάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθός, τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια, καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει φιλάνθρωπε.

Θεοτοκίον.

ἐκ Παρθένου ἀνατείλας τῷ κόσμῳ, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.  

Τοῦ ἀναξίου Θεοδώρου.

Ὠδὴ α'  Ἦχος πλ. δ’

Ὁ Εἱρμὸς.

σμα ἀναπέμψωμεν λαοί, τῷ θαυμαστῷ Θεῷ τῷ ἡμῶν, ἀπαλλάξαντι τὸν Ἰσραὴλ ἐκ δουλείας, ᾠδὴν ἐπινίκιον ᾄδοντες καὶ βοῶντες· ᾌσωμέν σοι, τῷ μόνῳ Δεσπότῃ.

Πάντες δυσωπήσωμεν Χριστόν, τελοῦντες μνήμην σήμερον, τῶν ἀπ' αἰῶνος νεκρῶν, ἵνα τοῦ αἰωνίου πυρὸς αὐτοὺς ῥύσηται, πίστει κεκοιμημένους, καὶ ἐλπίδι ζωῆς αἰωνίου.

Βάθει τῶν κριμάτων σου Χριστέ, πανσόφως σὺ προώρισας, ἑκάστου τέλος ζωῆς, τὸν ὅρον καὶ τὸν τρόπον· διὸ οὓς ἐκάλυψε τάφος, ἐν πάσῃ χώρᾳ, ἐν τῇ κρίσει, σῶσον Πανοικτίρμον.

ρους τῆς ζωῆς ἡμῶν ὁ δούς, διὸ τοὺς ἀφυπνώσαντας ἐκ τῆς τοῦ βίου νυκτός, ἡμέρας ἀνεσπέρου, υἱοὺς δεῖξον, Κύριε, Ἱερεῖς ὀρθοδόξους, Βασιλεῖς τε, καὶ πάντα λαόν σου.

Οὕς περ κατεκάλυψεν ὑγρά, καὶ πόλεμος ἐθέρισε, σεισμὸς δὲ οὓς συνέσχε, καὶ ἔκτειναν φονῶντες, καὶ πῦρ οὓς ἐτέφρωσε, τῶν πιστῶν Ἐλεῆμον, ἐν μερίδι, τάξον τῶν Δικαίων.

Πάντα παρορῶν τὰ τῆς σαρκός, ὀφλήματα Σωτὴρ ἡμῶν ἐν πάσῃ ἡλικίᾳ, παντὸς γένους ἀνθρώπων, πρὸ τοῦ κριτηρίου σου, στῆσον ἀκατακρίτους, σοὶ τῷ Κτίστῃ, ἀπολογουμένους.

Δόξα...

Τρία μιᾶς φύσεως ὑμνῶ, πρόσωπα αὐθυπόστατα, ἀγέννητον Πατέρα, Υἱὸν τὸν γεννηθέντα, καὶ Πνεῦμα τὸ ἅγιον, ἄναρχον βασιλείαν, ἐξουσίαν, Θεότητα μίαν.

Καὶ νῦν... Θεοτοκίον.

ντως σὺ ἐφάνης οὐρανός, ἐπὶ τῆς γῆς μειζότερος, τοῦ ἀνωτάτου πόλου, ἀνύμφευτε, τῷ Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν, Ἥλιος ἐν κόσμῳ, ὁ δεσπόζων, τῆς δικαιοσύνης.

Καταβασία.

σμα ἀναπέμψωμεν λαοί, τῷ θαυμαστῷ Θεῷ τῷ ἡμῶν, ἀπαλλάξαντι τὸν Ἰσραὴλ ἐκ δουλείας, ᾠδὴν ἐπινίκιον ᾄδοντες καὶ βοῶντες· ᾌσωμέν σοι, τῷ μόνῳ Δεσπότῃ.  

Ὠδὴ β’ Ὁ Εἱρμὸς.

δετε, ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ὑμῶν, ὁ πρὸ τῶν αἰώνων γεννηθεὶς ἐκ τοῦ Πατρός, καὶ ἐκ τῆς Παρθένου ἐπ' ἐσχάτων, πλὴν ἀνδρὸς κυηθείς, καὶ λύσας τὴν ἁμαρτίαν, τοῦ προπάτορος Ἀδάμ, ὡς φιλάνθρωπος». (Δίς)

δετε, ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ὑμῶν, ὁ δικαίᾳ κρίσει, πήξας ὅρους τῆς ζωῆς, ὁ εἰς ἀφθαρσίαν, ἐκ φθορᾶς προσλαβόμενος, πάντας τοὺς κοιμηθέντας, ἐπ' ἐλπίδι αἰωνίου ἀναστάσεως.

ἐκ τῶν τεσσάρων, περάτων Κύριε, προσλαβόμενος, τοὺς πιστῶς θανέντας, ἐν θαλάσσῃ, ἢ ἐν γῇ, ἢ ἐν ποταμοῖς, πηγαῖς, ἢ λίμναις, ἢ φρέασι, βορά, θηρσὶ γενομένους, πετεινοῖς καὶ ἑρπετοῖς, πάντας ἀνάπαυσον.

Σοῦ ἐν τῇ παλάμῃ, τὰ πάντα Κύριε προδιέκρινας, τοὺς διαλυθέντας, εἰς στοιχείων τετρακτύν, ἐν τῇ παρουσίᾳ σου, συμπήξας ἀνάστησον, πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, συγχωρῶν αὐτοῖς ὀφλήματα.

τῆς φοβερᾶς σου, δευτέρας Κύριε ἐπελεύσεως! ὅτι ὡς ἐν εἴδει ἀστραπῆς, ἐπὶ τῆς γῆς ἥκων ἀναστήσεις, πᾶν τὸ πλάσμα σου κρίνεσθαι, τοὺς πίστει σοι, τότε βιώσαντας, ὑπαντῶντάς σοι, συνεῖναι καταξίωσον.

Δόξα...

περτελεστάτη μονάς, ὑπέρθεε, Τρισυπόστατε, ἀγέννητε Πάτερ, καὶ Υἱὲ μονογενές, δι' Υἱοῦ δὲ φανέν, Πνεῦμα ἐκ Πατρὸς ἐκπορευθέν, οὐσία μία καὶ φύσις, κυριότης βασιλεία, σῶσον πάντας ἡμᾶς.

Καὶ νῦν... Θεοτοκίον.

ρρητον τὸ θαῦμα, τῆς σῆς κυήσεως Μητροπάρθενε· πῶς γὰρ καὶ λοχεύεις, καὶ ἁγνεύεις ἐν ταὐτῷ; πῶς παιδοτοκεῖς, καὶ ἀγνοεῖς πεῖραν ὅλως ἀνδρός; ὡς οἶδεν ὁ ὑπὲρ φύσιν ἐκ σοῦ καινοπρεπῶς, Λόγος Θεοῦ γεννηθείς.

Καταβασία. 

δετε, ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ὑμῶν, ὁ πρὸ τῶν αἰώνων γεννηθεὶς ἐκ τοῦ Πατρός, καὶ ἐκ τῆς Παρθένου ἐπ' ἐσχάτων, πλὴν ἀνδρὸς κυηθείς, καὶ λύσας τὴν ἁμαρτίαν, τοῦ προπάτορος Ἀδάμ, ὡς φιλάνθρωπος.  

Ὠδὴ γ’ Ὁ Εἱρμὸς. 

στερεώσας ἐν τῇ χειρί σου, Λόγε Θεοῦ τοὺς οὐρανοὺς ἐν τῷ φωτισμῷ, τῆς σῆς ἀληθοῦς ἐπιγνώσεως, στερέωσον καὶ ἡμῶν, τῶν ἐπὶ σοὶ πεποιθότων τὰς καρδίας.

Τοὺς διανύσαντας τὸν τοῦ βίου, δρόμον ἐν δόξῃ εὐσεβεῖ, τῆς δικαιοσύνης ἀναδύσασθαι στέφανον, ἀξίωσον ὁ Θεός, τῶν αἰωνίων ἀγαθῶν ἀπολαῦσαι.

Τοὺς αἰφνιδίως ἀναρπασθέντας, καταφλεχθέντας ἀστραπαῖς, καὶ ἐναποψύξαντας ἐκ κρύους, καὶ πάσης πληγῆς, ἀνάπαυσον ὁ Θεός, ὅτε τὰ πάντα ἐν πυρὶ δοκιμάσῃς.

Τὴν ἀειτάραχον τοὺς τοῦ βίου, θάλασσαν πλεύσαντας Χριστέ, ἐν τῷ τῆς ἀφθάρτου σου, ζωῆς καταξίωσον, λιμένι καταδραμεῖν, τοὺς ὀρθοδόξῳ ζωῇ κυβερνηθέντας.

Οὓς πᾶσα φύσις τῶν ἐναλίων, καὶ πετεινῶν τοῦ οὐρανοῦ, ἔλαβε κατάβρωμα Χριστέ, τοῖς  σοῖς κρίμασιν, ἀνάστησον ὁ Θεός, ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ μετὰ δόξης.

Δόξα...

Νοητικῶς τὴν θείαν Μονάδα, ὡς τρία Πρόσωπα ἁπλῶς, ἅμα τῷ τεμεῖν ἐπισυνάπτω τὰ ἄτομα· ὡς τάχος γὰρ ἀστραπῆς τρισσολαμποῦσα, ὁρᾶται εἰς Ἑνάδα.

Καὶ νῦν... Θεοτοκίον.

κατανόητόν σου τὸ θαῦμα· πλὴν γὰρ ἀνδρὸς κυοφορεῖς, καὶ τὴν παρθενίαν σου Ἁγνὴ φρουρεῖς τίκτουσα· διὸ Ἀγγέλων πληθύς, καὶ βροτῶν γένος, ὑμνεῖ σε εἰς αἰῶνας.

Καταβασία.

στερεώσας ἐν τῇ χειρί σου, Λόγε Θεοῦ τους οὐρανοὺς ἐν τῷ φωτισμῷ, τῆς σῆς ἀληθοῦς ἐπιγνώσεως, στερέωσον καὶ ἡμῶν, τῶν ἐπὶ σοὶ πεποιθότων τὰς καρδίας.

Κάθισμα.  Ἦχος πλ. α’

Τὸν συνάναρχον Λόγον. 

δι' ἡμᾶς ὑπομείνας Σταυρὸν καὶ θάνατον, καὶ νεκρώσας τὸν ᾍδην, καὶ συνεγείρας νεκρούς, τοὺς μεταστάντας ἐξ ἡμῶν, Σῶτερ ἀνάπαυσον, ὡς φιλάνθρωπος Θεός, καὶ τῇ φρικτῇ καὶ φοβερᾷ, ἐλεύσει σου Ζωοδότα, ὡς ἔχων πλῆθος ἐλέους, τῆς βασιλείας σου ἀξίωσον. (Δίς)

Θεοτοκίον.

Τὴν ταχεῖάν σου σκέπην, καὶ τὴν βοήθειαν, καὶ τὸ ἔλεος δεῖξον, ἐπὶ τοὺς δούλους σου, καὶ τὰ κύματα ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν, καὶ τὴν πεσοῦσάν μου ψυχήν, ἀνάστησον Θεοτόκε· οἶδα γὰρ, οἶδα Παρθένε, ὅτι ἰσχύεις ὅσα καὶ βούλεσαι.  

Ὠδὴ δ’ Ὁ Εἱρμὸς. 

ξ ὄρους κατασκίου, Λόγε ὁ Προφήτης, τῆς μόνης Θεοτόκου, μέλλοντος σαρκοῦσθαι, θεοπτικῶς κατενόει, καὶ τῷ φόβω, ἐδοξολόγει σου τὴν δύναμιν. (Δίς)

Πατέρων προπατόρων, πάππων καὶ προπάππων, ἐκ τῶν ἀπ' ἀρχῆς, καὶ μέχρι τῶν ἐσχάτων, ἐν εὐνομίᾳ θανέντων, καὶ εὐπιστίᾳ, πάντων μνημόνευσον Σωτὴρ ἡμῶν.

ν ὄρει, ἐν ὁδῷ, ἐν τάφοις, ἐν ἐρήμοις, τὸν βίον καταλῦσαι, φθάσαντας ἐν πίστει, μοναδικούς τε, μιγάδας, νέους, πρεσβύτας, μετὰ ἁγίων Χριστὲ σκήνωσον.

κ λύπης καὶ χαρᾶς, ἐλθούσης παρ' ἐλπίδα, τοὺς πίστει παρευθύς, ἀλλάξαντας τὸν βίον, εὐημερίᾳ παθόντας, ἢ δυσπραγίᾳ, πάντας ἀνάπαυσον Σωτὴρ ἡμῶν.

Οὓς ἀνεῖλε ψύξ, καὶ ἵππος συναρπάσας, χάλαζα, χιών, καὶ ὄμβρος πλεονάσας, οὓς δὲ ἀπέπνιξε πλίνθος, ἢ χοῦς συνέσχε, Χριστὲ Σωτὴρ ἡμῶν ἀνάπαυσον.

Δόξα...

Ξένον ὅτι Ἓν καὶ Τρία ἡ Θεότης, ὅλη καθ' ἑνός, προσώπου ἀμερίστως· Πατὴρ γὰρ Υἱός, καὶ ἅγιον Πνεῦμά ἐστι, τὰ προσκυνούμενα, ὡς εἷς δὲ Θεός.

Καὶ νῦν... Θεοτοκίον.

θυνον ἡμᾶς, εὐχαῖς σου κυβερνῶσα, κλυδωνιζομένους, σάλῳ ἁμαρτίας, εἰς σωτηρίους λιμένας Κυριοτόκε, ἐκλυτρουμένη ἐκ παντοίων δεινῶν.

Καταβασία. 

ξ ὄρους κατασκίου, Λόγε ὁ Προφήτης, τῆς μόνης Θεοτόκου, μέλλοντος σαρκοῦσθαι, θεοπτικῶς κατενόει, καὶ τῷ φόβῳ, ἐδοξολόγει σου τὴν δύναμιν. 

ᾨδὴ ε'  Ὁ Εἱρμὸς.

ρθρίζει τὸ πνεῦμά μου, πρὸς σὲ ὁ Θεός, διότι φῶς τὰ προστάγματα, τῆς παρουσίας σου· ἐν αὐτοῖς οὖν καταύγασον, τὸν νοῦν ἡμῶν Δέσποτα, καὶ ὁδήγησον, ἐν τρίβῳ ζωῆς. (Δίς)

κάστου μνημόσυνα, τῶν θανόντων εὐσεβῶς, ἐκ τοῦ αἰῶνος Κύριε, ποιούμενοι σήμερον, ἐκτενῶς σοι βοῶμεν. Πάντας ἀνάπαυσον, μετὰ τῶν ἁγίων σου.

κ πάσης οὓς ἔλαβες, γενεᾶς καὶ γενεᾶς, ἐν βασιλεῦσιν, ἐν ἄρχουσιν, ἢ ἐν μονάζουσιν, ὀρθοδόξως Οἰκτίρμον, τῆς αἰωνίου λύτρωσαι κολάσεως.

πάντων ὧν ἔπλασας, τὰ συμφέροντα εἰδώς, οὓς παρεχώρησας Κύριε, ἀθρόοις συμπτώμασι, παρ' ἐλπίδα τεθνάναι, ῥῦσαι κολάσεως πάσης ὁ Θεὸς ἡμῶν.

Πυρὸς ἀεὶ φλέγοντος, καὶ ἐκ σκότους ἀφεγγοῦς, βρυγμοῦ ὀδόντων, καὶ σκώληκος, ἀλήκτως κολάζοντος, καὶ πάσης τιμωρίας, ῥῦσαι Σωτὴρ ἡμῶν, πάντας τοὺς θανέντας πιστῶς.

Δόξα...

μόθρονε, ἄναρχε, τρισυπόστατε μονάς, ἡ διαιρέσει τὴν ἕνωσιν, καὶ ἔμπαλιν ἔχουσα, τοῖς  προσώποις τὴν φύσιν, εἰς ἓν ἡμᾶς σύναψον, θέλημα τῶν σῶν ἐντολῶν.

Καὶ νῦν... Θεοτοκίον.

πὲρ τὰ πυρίμορφα, Σεραφὶμ ὤφθης, Ἁγνὴ τιμιωτέρα κυήσασα, τὸν τούτοις ἀπρόσιτον, Ἰησοῦν τὸν Σωτῆρα, σαρκώσει θεώσαντα, τῶν γηγενῶν τὸ φύραμα.

Καταβασία. 

ρθρίζει τὸ πνεῦμά μου, πρὸς σὲ ὁ Θεός, διότι φῶς τὰ προστάγματα, τῆς παρουσίας σου· ἐν αὐτοῖς οὖν καταύγασον, τὸν νοῦν ἡμῶν Δέσποτα, καὶ ὁδήγησον, ἐν τρίβῳ ζωῆς.  

Ὠδὴ ς’ Ὁ Εἱρμὸς.

Συνεχόμενον δέξαι με φιλάνθρωπε, ἐκ πταισμάτων πολλῶν, προσπίπτοντα τοῖς  οἰκτιρμοῖς σου, ὡς τὸν Προφήτην Κύριε, καὶ σῶσόν με.

Τοῦ θανάτου ὁ λύσας, τὰς ὀδύνας παθῶν, ἀρχηγὲ τῆς ζωῆς, ὁ Θεὸς ἡμῶν, τοὺς ἐξ αἰῶνος κεκοιμημένους, δούλους σου ἀνάπαυσον.

Τοῖς ἀρρήτοις κρίμασιν, οὓς ἔκτειναν, φαρμακοποσίαι, δηλητήρια, ὀστώδεις πνίξεις, μετὰ Ἁγίων, Κύριε ἀνάπαυσον.

ταν κρίνῃς τὰ σύμπαντα, ἑστῶτα γυμνά, τετραχηλισμένα πρὸ προσώπου σου, τότε Οἰκτίρμον, φεῖσαι τῶν λατρευσάντων σοι πιστῶς ὁ Θεός.

Τῇ ἐσχάτη οὖν σάλπιγγι, σαλπίζοντος, τοῦ σοῦ Ἀρχαγγέλου, εἰς ἀνάστασιν ζωῆς ἁπάντων, τότε Χριστὲ τοὺς δούλους σου ἀνάπαυσον.

ξ αἰῶνος οὓς ἔλαβες, πιστοὺς ὁ Θεός, γένος ἄπαν, βροτῶν καταξίωσον, εἰς τοὺς αἰῶνας, μετὰ τῶν θεραπόντων σου δοξάζειν σε.

Δόξα...

Θεαρχία τρισάγιε, ὁμόθρονε, ὁ Πατὴρ ὁ Υἱός, σὺν τῷ πνεύματι, σὺ εἶ Θεός μου, ὁ παντοκρατορίᾳ σου συνέχων τὸ πᾶν.

Καὶ νῦν... Θεοτοκίον.

κ τῆς ῥίζης ἀνέτειλε, σοῦ ἄνθος ζωῆς Ἰεσσαὶ προπάτορ, ἀνασκίρτησον, ὁ σῴζων κόσμον ἐκ τῆς ἁγνῆς Νεάνιδος, Χριστὸς ὁ Θεός.

Καταβασία. 

Συνεχόμενον δέξαι με φιλάνθρωπε, ἐκ πταισμάτων πολλῶν, προσπίπτοντα τοῖς  οἰκτιρμοῖς σου, ὡς τὸν Προφήτην Κύριε, καὶ σῶσόν με.  

Κοντάκιον.

Ἦχος πλ. δ’

Μετὰ τῶν Ἁγίων ἀνάπαυσον Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.

Ὁ Οἶκος.

Αὐτὸς μόνος ὑπάρχεις ἀθάνατος, ὁ ποιήσας καὶ πλάσας τὸν ἄνθρωπον· οἱ βροτοὶ οὖν ἐκ γῆς διεπλάσθημεν, καὶ εἰς γῆν τὴν αὐτὴν πορευσόμεθα, καθὼς ἐκέλευσας ὁ πλάσας με, καὶ εἰπών μοι· Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, ὅπου πάντες βροτοὶ πορευσόμεθα, ἐπιτάφιον θρῆνον ποιοῦντες ᾠδὴν τό, Ἀλληλούϊα.  

Συναξάριον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνείαν πάντων τῶν ἀπ' αἰῶνος κοιμηθέντων εὐσεβῶς, ἐπ' ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου, οἱ θειότατοι Πατέρες ἐθέσπισαν.

Στίχοι

μνημόνησον πταισμάτων νεκροῖς, Λόγε,

Τὰ χρηστὰ νεκρὰ σπλάγχνα σου μὴ δεικνύων.

Τὰς τῶν προαναπαυσαμένων ψυχὰς κατάταξον, Δέσποτα Χριστέ, ἐν ταῖς τῶν Δικαίων σου σκηναῖς, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος ἀθάνατος, Ἀμήν.  

Ὠδὴ ζ'  Ὁ Εἱρμὸς. 

ἐν ἀρχῇ, τὴν γῆν θεμελιώσας, καὶ οὐρανοὺς τῷ λόγῳ, στερεώσας, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Τῶν εὐσεβῶς, ἐξ αἰῶνος θανέντων, μνημόσυνα ἐκτελοῦντες βοῶμεν· Εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Τῶν εὐσεβῶς, ἐξαπίνης θανέντων, καὶ ἐκβολῆς παντοδαπῆς ῥιφείσης, σιδήρου, ξύλου, παντοίου λίθου, ἀνάπαυσον ὁ Θεός, κεκοιμημένους πιστούς.

ν τῇ φρικτῇ, ἐλεύσει σου Οἰκτίρμον, ἐκ δεξιῶν τῶν προβάτων σου στῆσον, τοὺς ὀρθοδόξως σοι ἐν βίῳ λειτουργήσαντας Χριστέ, καὶ μεταστάντας πρὸς σέ.

ν τῷ χορῷ, Χριστὲ τῶν ἐκλεκτῶν σου, κατάταξον τοὺς σοὺς δούλους βοᾷν σοι· Εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

ἀπὸ γῆς, τὸν χοῦν δημιουργήσας, τὸ τῆς σαρκός, καὶ Πνεύματι ζωώσας, Σωτὴρ οἰκτίρμων, οὓς προσελάβου ἀνάπαυσον ὁ Θεός, ἐν τῇ ἀγήρῳ ζωῇ.

Δόξα...

Οἷα τρισίν, ἡλίοις ἡ Θεότης, μιᾷ φωτὸς συγκράσει ἀνυμνείσθω, Πατὴρ Υἱός τε, καὶ θεῖον Πνεῦμα, ἐν τῇ φύσει, ἀλλὰ τρία ὑποστάσεσι.

Καὶ νῦν... Θεοτοκίον.

Δαυϊτικόν, μελῳδοῦμέν σοι ᾆσμα, ὄρος Θεοῦ, σὲ καλοῦντες Παρθένε, ἐν ᾧ οἰκήσας σαρκὶ ὁ Λόγος, ἐθεούργησεν ἡμᾶς, πνευματικῶς ἐν αὐτῷ.

Καταβασία.

ἐν ἀρχῇ, τὴν γῆν θεμελιώσας, καὶ οὐρανοὺς τῷ λόγῳ, στερεώσας, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.  

Ὠδὴ η’  Ὁ Εἱρμὸς.

Τὸν ἐν ὄρει, ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ, πυρὶ τὸ τῆς Ἀειπαρθένου, τῷ Μωϋσῇ μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. (Δίς)

ἐκτρίψας, πρῴην σκιὰν θανάτου, ἀνατείλας, ὡς Ἥλιος ἐκ τάφου, υἱοὺς τῆς ἀναστάσεώς σου ποίησον, Κύριε τῆς δόξης, πάντας τοὺς θανέντας, ἐν πίστει εἰς αἰῶνας.

Τῶν ἀδήλων, καὶ κρυφίων ὁ γνώστης, ὅταν μέλλῃς, ἐκκαλύπτειν τοῦ σκότους, τὰ ἔργα, καὶ βουλὰς τῶν καρδιῶν ἡμῶν, τότε μὴ συνάρῃς, λόγον μετὰ πάντων, τῶν πίστει κοιμηθέντων.

ταν μέλλῃς, καθίσαι ἐπὶ θρόνου, καὶ κελεύσῃς, εἰς κρίσιν παραστῆναι, τοὺς ἐξ ἐσχάτων γῆς διὰ τῆς σάλπιγγος, συναθροιζομένους, τότε φεῖσαι πάντων, Χριστὲ ὡς ἐλεήμων.

Τοὺς θανέντας, ἄφνω ἐκ συμπτωμάτων, ἐκ βοῆς τε σφοδρᾶς καὶ τάχους δρόμου, ῥαπίσματος, πυγμῆς τε καὶ λακτίσεως, Κύριε τῆς δόξης, πίστει κοιμηθέντας, ἄνες εἰς τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα.

ς Μονάδα, τῇ οὐσίᾳ ὑμνῶ σε, ὡς Τριάδα, τοῖς  προσώποις σε, σέβω, Πάτερ Υἱὲ καὶ Πνεῦμα τὸ πανάγιον, ἄναρχον τὸ κράτος, τῆς σῆς βασιλείας, δοξάζω εἰς αἰῶνας.

Καὶ νῦν... Θεοτοκίον.

είθρου ζῶντος, πηγὴ ἐσφραγισμένη, ἀνεδείχθης, Θεοτόκε Παρθένε· ἀνάνδρως, γὰρ τὸν Κύριον γεννήσασα, τῆς ἀθανασίας, τοὺς πιστοὺς ποτίζεις, τὸ νᾶμα εἰς αἰῶνας.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν.

Καταβασία. 

Τὸν ἐν ὄρει, ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ, πυρὶ τὸ τῆς Ἀειπαρθένου, τῷ Μωϋσῇ μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. 

Ὠδὴ θ’  Ὁ Εἱρμὸς.

Τὸν προδηλωθέντα ἐν ὄρει τῷ Νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν.

νθα εὐφραινομένων ἐστὶν ἡ κατοικία, τῶν Ἁγίων σου Κύριε, πάντας τοὺς ἀπ' αἰῶνος, κεκοιμημένους ἐν πίστει τε καὶ ἐλπίδι, ἀγαλλιασθῆναι καταξίωσον.

Τοὺς θεομηνίᾳ, θανατικῶν ἐκτριβέντας, κεραυνῶν παντοίων, ἐξ οὐρανοῦ ἐνεχθέντων, γῆς σχισθείσης, ἐπικλυσάσης θαλάσσης πάντας τοὺς πιστούς, Χριστὲ ἀνάπαυσον.

Πᾶσαν ἡλικίαν, πρεσβύτας καὶ νεανίσκους, νέους καὶ ἐφήβους, παῖδας, καὶ τὰ ἄωρα βρέφη, ἀρρενικὴν φύσιν τε καὶ θηλείαν, ἀνάπαυσον ὁ Θεός, οὓς προσελάβου πιστούς.

Τοὺς ἐξ ἰοβόλων δηγμάτων κεκοιμημένους, καταπόσεως ὄφεων, συμπατήσεως ἵππων καὶ ἐκ πνιγμοῦ, καὶ ἀγχόνης τοῦ πέλας, πίστει σοι λατρεύσαντας ἀνάπαυσον.

καστον κατ' ὄνομα, τῶν ἐν πίστει θανέντων, ἀπὸ τοῦ αἰῶνος, καὶ γενεῶν καὶ γενεᾶς, ἀκατακρὶτως παρασταθῆναί σοι τότε, ἐν τῇ παρουσία σου ἀξίωσον.

Δόξα...

εἷς ἐν Τριάδι Θεός, δόξα σοι ἀπαύστως· εἰ γὰρ καὶ Θεὸς ἕκαστον, ἀλλ' εἷς τῇ φύσει πέλει, ὁ Πατὴρ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, τοῖς  τρισοφαέσιν ἰδιώμασι.

Καὶ νῦν... Θεοτοκίον.

πὲρ νοῦν ὁ τόκος σου· γεννᾷς γὰρ τὸν προόντα, καὶ γαλουχεῖς ἀφράστως, τὸν τροφοδότην τοῦ κόσμου, ἀνακλίνεις τὸν τοῦ παντὸς συνοχέα, Χριστὸν μόνον λυτρωτήν ἡμῶν Πανάμωμε.

Καταβασία.

Τὸν προδηλωθέντα ἐν ὄρει τῷ Νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν.  

Ἐξαποστειλάριον.

Ὁ οὐρανὸν τοῖς  ἄστροις.

καὶ νεκρῶν καὶ ζώντων, ἐξουσιάζων ὡς Θεός, ἀνάπαυσον τοὺς σοὺς δούλους, ἐν ταῖς σκηναῖς τῶν ἐκλεκτῶν· εἰ γὰρ καὶ ἥμαρτον Σῶτερ, ἀλλ' οὐκ ἀπέστησαν ἐκ σοῦ.

Ἕτερον.

Γυναῖκες ἀκουτίσθητε.

νάπαυσον τοὺς δούλους σου, ἐν χώρᾳ ζώντων Κύριε, ἔνθα ἀπέδρα ὀδύνη, λύπη ὁμοῦ καὶ στεναγμός, ἵλαθι ὡς φιλάνθρωπος, ἅπερ ἐν βίῳ ἥμαρτον· μόνος γὰρ ἀναμάρτητος, ὑπάρχεις καὶ ἐλεήμων, νεκρῶν καὶ ζώντων Δεσπότης.

Θεοτοκίον  Ὅμοιον.

Μαρία θεονύμφευτε, Χριστὸν ἀπαύστως πρέσβευε, ὑπερ ἡμῶν τῶν σῶν δούλων, σὺν θεηγόροις Προφήταις, καὶ τῶν Μαρτύρων δήμοις τε, Ἱεραρχῶν Ὁσίων τε, καὶ πάντων τε τῶν Δικαίων, συγκληρονόμους γενέσθαι, τῆς οὐρανῶν βασιλείας.  

Εἰς τοὺς Αἴνους.

Στιχηρὰ Προσόμοια. 

Ἦχος πλ. δ’

Ὁ ἐν Ἐδὲμ Παράδεισος.

Δεῦτε πρὸ τέλους πάντες Ἀδελφοί, τὸν χοῦν ἡμῶν βλέποντες, καὶ τῆς φύσεως ἡμῶν τὸ ἀσθενές, καὶ τὴν εὐτέλειαν ἡμῶν, καὶ τὸ τέλος ὀψώμεθα, καὶ τὰ ὄργανα τοῦ σκεύους τῆς σαρκός, καὶ ὅτι κόνις ὁ ἄνθρωπος, βρῶμα σκωλήκων καὶ φθορά· ὅτι ξηρὰ τὰ ὀστᾶ ἡμῶν, ὅλως μὴ ἔχοντα πνοήν· τοὺς τάφους κατίδωμεν, ποῦ ἡ δόξα; ποῦ τὸ κάλλος τῆς μορφῆς; ποῦ ἡ εὔλαλος γλῶσσα; ποῦ ἡ ὀφρύς; ἢ ποῦ ὁ ὀφθαλμός; πάντα κόνις καὶ σκιά· διὸ φεῖσαι Σωτὴρ πάντων ἡμῶν.

Τί ἀπατᾶται ἄνθρωπος αὐχῶν, τί μάτην ταράττεται, ὁ πηλός, καὶ μετ' ὀλίγον ὁ αὐτός; τί οὐ λογίζεται ὁ χοῦς, ὅτι κόνις τὸ φύραμα, καὶ σαπρίας καὶ φθορᾶς ἀποβολή; Εἰ οὖν πηλὸς ἐσμὲν ἄνθρωποι, τί προστετήκαμεν τῇ γῆ; καὶ εἰ Χριστοῦ ἐσμὲν σύμφυτοι, τί οὐ προστρέχομεν αὐτῷ, καὶ ὅλην ἀφέμενοι τὴν ἐπίκηρον καὶ ῥέουσαν ζωήν, τῇ ζωῇ τῇ ἀφθάρτῳ, ἀκολουθοῦντες; ἥτις ἐστὶν ὁ Χριστός, ὁ φωτισμὸς τῶν ψυχῶν ἡμῶν.

τῇ χειρί σου πλάσας τὸν Ἀδάμ, καὶ στήσας μεθόριον, ἀφθαρσίας, καὶ θνητότητος Σωτήρ, καὶ τῆς ἐν χάριτι ζωῆς, τῆς φθορᾶς ἀπαλλάξας τε, πρὸς τὴν πρώτην μεταθέμενος ζωήν, αὐτὸς τοὺς δούλους σου Δέσποτα, οὓς προσελάβου ἐξ ἡμῶν, μετὰ Δικαίων ἀνάπαυσον, καὶ ἐν χορῷ τῶν ἐκλεκτῶν, καὶ τούτων τὰ ὀνόματα, μεταγράψας ἐν βίβλῳ τῆς ζωῆς, ἐν φωνῇ Ἀρχαγγέλου, ἐξαναστήσας σάλπιγγος ἠχοῖ, καταξίωσον αὐτούς, τῆς οὐρανίου βασιλείας σου.

Χριστὸς ἀνέστη λύσας τῶν δεσμῶν, Ἀδὰμ τὸν πρωτόπλαστον, καὶ τοῦ ᾍδου καταλύσας τὴν ἰσχύν, θαρσεῖτε πάντες οἱ νεκροί, ἐνεκρώθη ὁ θάνατος, ἐσκυλεύθη καὶ ὁ ᾍδης σὺν αὐτῷ, καὶ ὁ Χριστὸς ἐβασίλευσεν, ὁ σταυρωθεὶς καὶ ἀναστάς, αὐτὸς ἡμῖν ἐχαρίσατο, τὴν ἀφθαρσίαν τῆς σαρκός, αὐτὸς ἀνιστᾷ ἡμᾶς, καὶ δωρεῖται τήν ἀνάστασιν ἡμῖν, καὶ τῆς δόξης ἐκείνης, μετ' εὐφροσύνης πάντας ἀξιοῖ, τοὺς ἐν πίστει ἀκλινεῖ, πεπιστευκότας θερμῶς ἐπ' αὐτῷ.

Δόξα... Νεκρώσιμον.  Ἦχος β’

ς ἄνθος μαραίνεται, καὶ ὡς ὄναρ παρέρχεται, καὶ διαλύεται πᾶς ἄνθρωπος, πάλιν δὲ ἠχούσης τῆς σάλπιγγος, νεκροὶ ὡς ἐν συσσεισμῷ πάντες ἀναστήσονται, πρός τὴν σὴν ὑπάντησιν Χριστὲ ὁ Θεός. Τότε Δέσποτα, οὓς μετέστησας ἐξ ἡμῶν, ἐν ταῖς τῶν Ἁγίων σου κατάταξον σκηναῖς, τὰ πνεύματα Δέσποτα τῶν σῶν δούλων ἀεί.

Καὶ νῦν... Θεοτοκίον.

Χαῖρε Μαρία Θεοτόκε, ὁ ναὸς ὁ ἀκατάλυτος, μᾶλλον δὲ ὁ ἅγιος, καθὼς βοᾷ ὁ Προφήτης, Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.  

Ἀπόστιχα.

Τὰ κατὰ τὸν τυχόντα Ἦχον Στιχηρὰ Προσόμοια τοῦ Θεοφάνους.

Δόξα... Νεκρώσιμον.

Τοῦ Δαμασκηνοῦ.  Ἦχος πλ. β’

λγος τῷ Ἀδὰμ ἐχρημάτισεν, ἡ τοῦ ξύλου ἀπόγευσις, πάλαι ἐν Ἐδέμ, ὅτε ὄφις ἰὸν ἐξηρεύξατο· δι' αὐτοῦ γὰρ εἰσῆλθεν ὁ θάνατος, παγγενῆ κατεσθίων τὸν ἄνθρωπον· ἀλλ' ἐλθὼν ὁ Δεσπότης, καθεῖλε τὸν δράκοντα, καὶ ἀνάπαυσιν ἡμῖν ἐδωρήσατο. Πρὸς αὐτὸν οὖν βοήσωμεν· Φεῖσαι Σωτήρ, καὶ οὓς προσελάβου, μετὰ τῶν ἐκλεκτῶν σου ἀνάπαυσον.

Καὶ νῦν... Θεοτοκίον.

Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ὁ ἐν σοφίᾳ τὰ πάντα δημιουργῶν, καὶ πληρῶν, Προφήτας ἐξαπέστειλας Χριστέ, προφητεῦσαί σου τὴν παρουσίαν, καὶ Ἀποστόλους, κηρῦξαί σου τὰ μεγαλεῖα· καὶ οἱ μὲν προεφήτευσαν τὴν ἔλευσίν σου, οἱ δὲ τῷ Βαπτίσματι ἐφώτισαν τὰ ἔθνη, Μάρτυρες δὲ παθόντες, ἔτυχον ὧν περ ἐπόθουν·καὶ πρεσβεύει σοι ὁ χορὸς τῶν ἀμφοτέρων, σὺν τῇ Τεκούσῃ σε. Ἀνάπαυσον ὁ Θεός, ψυχὰς ἃς προσελάβου, καὶ ἡμᾶς καταξίωσον τῆς βασιλείας σου, ὁ Σταυρὸν ὑπομείνας, δι' ἐμὲ τόν κατάκριτον, ὁ λυτρωτής μου, καὶ Θεός.  

Ἀπολυτίκιον.

Ἦχος πλ. δ’

βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου· ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.

Δόξα...

ν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον.

Σὲ καὶ τεῖχος, καὶ λιμένα ἔχομεν, καὶ πρέσβιν εὐπρόσδεκτον, πρὸς ὃν ἔτεκες Θεόν, Θεοτόκε ἀνύμφευτε, τῶν πιστῶν ἡ σωτηρία.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικά, καὶ ἐν τοῖς Μακαρισμοῖς, ἐκ τοῦ Κανόνος τοῦ Τριῳδίου, Ὠδὴ γ’ καὶ ς’.

λληλούϊα[γ΄].  Ἦχος πλ. β΄ [Ψαλμός 24].

Στίχ.  Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Στίχ. Προς σέ, Κύριε, κεκράξομαι ὁ Θεός μου.

Πρὸς Α΄ Κορινθίους  Ἐπιστολῆς Παύλου τὸ Ἀναγνωσμα.

Κεφ. 10:23-28

δελφοί,  πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐ πάντα οἰκοδομεῖ. Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος. Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν· «τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς». Εἰ δέ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. Ἐὰν δέ τις ὑμῖν εἴπῃ, Τοῦτο εἰδωλόθυτόν ἐστι, μὴ ἐσθίετε δι᾿ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν· «τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς».

Ἕτερος εἰς Κοιμηθέντας

Πρὸς  Θεσσαλονικεῖς Α΄ Ἐπιστολῆς Παύλου τό ᾽Ανάγνωσμα.

Κεφ.  4:13-17

δελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Εἰ γὰρ πιστεύομεν ὅτι ᾿Ιησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ ᾿Ιησοῦ ἄξει σὺν αὐτῷ. Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ᾿ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.

λληλούϊα [γ΄].  Ἦχος πλ. β΄ [Ψαλμός 64, 101].

Στίχ. Μακάριοι ὃν ἐξελέξω καὶ προσελάβου, Κύριε.

Στίχ. Καὶ τὸ μνημόσυνόν αὐτῶν εἰς γενεὰν καὶ γενεάν. 

Εὐαγγέλιον.

κ τοῦ κατὰ Λουκᾶν.

Κεφ. 21:8-9, 25-27, 33-36

Εἶπεν ὁ Κύριος· Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες· Ὅτι ἐγώ εἰμι· καὶ ὁ καιρὸς ἤγγικε· μὴ οὖν πορευθῆτε ὀπίσω αὐτῶν. Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον· ἀλλ᾿ οὐκ εὐθέως τὸ τέλος. Καὶ ἔσται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ἠχούσης θαλάσσης καὶ σάλου· ἀποψυχόντων ἀνθρώπων, ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ· αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. Καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ, καὶ μέθῃ, καὶ μερίμναις βιωτικαῖς, καὶ αἰφνίδιος ἐφ᾿ ὑμᾶς ἐπιστῇ ἡ ἡμέρα ἐκείνη· ὡς παγὶς γὰρ ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. Ἀγρυπνεῖτε οὖν, ἐν παντὶ καιρῷ δεόμενοι, ἵνα καταξιωθῆτε ἐκφυγεῖν πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ Υἱοῦ τοῦ ἀνθρώπου.

Κοινωνικὸν.

Μακάριοι οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε, καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν, Ἀλληλούϊα.