The Orthodox Pages

 

ΤΟ ΤΡΙΩΔΙΟΝ

 

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

   

ΤΩ ΣΑΒΒΑΤΩ ΤΗΣ Α' ΕΒΔΟΜΑΔΟΣ

 

 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον τό, Θεὸς Κύριος τὸ Ἀπολυτίκιον τοῦ ἁγίου Θεοδώρου, δίς, καὶ τὸ Θεοτοκίον. Εἶτα εἰς τὴν α’ Στιχολογία ψάλλομεν Καθίσματα Μαρτυρικά, τὰ κατὰ τὸν τυχόντα Ἦχον μετὰ καὶ τοῦ Θεοδώρου. Μετὰ δὲ τὴν β’ Στιχολογία, τὰ παρόντα Καθίσματα τοῦ ἁγίου Θεοδώρου.

 Ἦχος γ’ Θείας πίστεως.

Ζέων πίστεως ὀρθοδοξία, πλάνην ἔσβεσας κακοδοξίας, καταργήσας τῶν εἰδώλων τὸ ἄθεον, καὶ ὁλοκαύτωμα θεῖον γενόμενος, θαυματουργίαις δροσίζεις τὰ πέρατα. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ὅμοιον.

Θεῖον δῶρόν σε πρὸς σωτηρίαν, πάσῃ δέδωκε τῇ οἰκουμένῃ, ὁ ἐν τοῖς ἄθλοις δυναμώσας σε Κύριος, τὰς ψυχικὰς ἡμῶν νόσους ἰώμενος, καὶ τῶν σωμάτων τὰ πάθη τροπούμενος. Μάρτυς Θεόδωρε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Θεοτοκίον.

τὸν ἀχώρητον, Θεὸν ἐν μήτρᾳ σου, Παρθένε ἄχραντε, κυοφορήσασα, τὸν πρὸ αἰώνων ἐκ Πατρὸς ἀρρεύστως ἀνατείλαντα, Λόγον ἐνυπόστατον, καὶ Υἱὸν ὁμοούσιον, τοῦτον ἐκδυσώπησον, σὺν Προφήταις καὶ Μάρτυσιν. Ὁσίοις, Ἀσκηταῖς, καὶ Δικαίοις, δοῦναι ἡμῖν λύσιν πλημμελημάτων.  

Ὁ Κανὼν 

Ὠδὴ α’  Ἦχος δ’

Ἀνοίξω τὸ στόμα μου.

πάντων ἐπέκεινα, σὲ τὴν ἀρρήτως γεννήσασαν, ἁπάντων προέθηκε, τῶν ἑαυτοῦ ἐκλεκτῶν· ὅθεν σήμερον, τὸν τούτου στεφανίτην, ὑμνοῦντες Πανύμνητε, σοὶ προεξάρχομεν.

Τὸν μέγαν ἐν Μάρτυσι, τὸν ἀθλητὴν τὸν ὑπέρλαμπρον, τὸν ὀνομαστότατον, καὶ περιβόητον, τὸν ἐν θαύμασιν, ἀπ ἄκρων γῆς εἰς ἄκρα, ἐπίσημον ᾄσματι, μέλψω Θεόδωρον.

μέρα εὐφρόσυνος, ἐν ταῖς πενθίμοις ἀνέτειλε, καὶ τὴν σκυθρωπότητα, τούτων ἐφαίδρυνε, προεόρτια, προοίμια μακρόθεν, ἐκλάμψασα χάριτι, τοῦ θείου Μάρτυρος.

αντίζει καθάρσια, τὴν Ἐκκλησίαν τοῖς αἵμασι, τὸ ἅγιον σφάγιον, ὃ προσελάβετο, ὁ τεθυμένος, καὶ θῦμα δεδεγμένος, τὸν ὑπεραθλήσαντα, τῆς θείας δόξης αὐτοῦ.

Θεοτοκίον.

ραῖον κἄν ἄωρον, τὸ ἑορτάζειν νενόμισται· ἡ γὰρ ὡραΐσασα, τὰ πάντα Δέσποινα, καὶ νῦν ἔδειξε, τῆς μνήμης κοινωνοῦσα, τῷ προκινδυνεύοντι ταύτης δι' αἵματος.

Ἕτερος Κανὼν.

Ὠδὴ α'  Ἦχος β.

Ὡς ἐν ἠπείρῳ.

θαυμαστὸς ἐν Ἁγίοις ὄντως Θεός, ἐν ἐμοὶ θαυμάστωσαν, τὰ ἐλέη σου Χριστέ, λόγον μοι δωρούμενος, ὡς ἄν, τὰ θαυμάσια τοῦ σοῦ, αἰνέσω Μάρτυρος.

Τὸ σταθερὸν ἐν τοῖς ἄθλοις καὶ καρτερόν, ἐν τοῖς πόνοις ἔδειξας, Ἀθλοφόρε τοῦ Χριστοῦ, τὸ ταχὺ δὲ πάλιν ἐφ' ἡμᾶς, βοηθείας φανερῶν, τῆς σῆς Θεόδωρε.

Τὴν εὐσεβῆ τῶν Πατέρων πίστιν ψυχῆς, τῆς αὐτοῦ ὁ τύραννος, ἀπωσάμενος κακῶς, ἀσεβῆ ἠθέλησε βουλήν, τῷ Θεῷ προσκεκρουκὼς, ἀεὶ πορεύεσθαι.

Θεοτοκίον.

Θεορρημόνων προρρήσεις πάλαι ἀνδρῶν, ἐπὶ σοὶ πεπλήρωνται, Μητροπάρθενε σαφῶς, ὡς Θεὸν τεκοῦσαν ἀληθῆ, καὶ Θεὸν ἀληθινόν, ὑπερφυῶς καὶ φρικτῶς.

Καταβασία.

νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

Ὠδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους.

δεῖν τὴν ἡμέραν τοῦ Υἱοῦ σου, ποθῶν ὁ χριστώνυμος λαός, εἰς τύπον ταύτης Δέσποινα, τανῦν προεορτάζουσι, σὲ φέρουσαν ὑπόθεσιν, καὶ τὸν κλεινὸν Ἀθλοφόρον σου.

Νικᾷ πᾶσι τρόποις τὰ βελτίω· ὁ μέγιστος γὰρ ἐν ἀθληταῖς, εἰς εὐφροσύνην ἤμειψε, τὴν τοῦ καιροῦ κατήφειαν, τῆς εὐαγοῦς τὸ σύντονον, νηστείας τρέψας εἰς ἄνεσιν.

Οἰκεῖον καὶ πρέπον σοι τὸ δῶρον· καὶ γὰρ ἐξ οἰκείων Ἀθλητά· οὓς γὰρ αὐτὸς κατῴκισας, ἐν ταύτῃ τῇ μερίδι σου, περιχαρῶς τὰ δῶρά σοι, τὰ τῶν ἐπαίνων προσάγομεν.

Καλλίστην κρηπῖδα κατεβάλου, ταῖς σαῖς ἀριστείαις Ἀριστεῦ, τὸν θῆρα τὸν ὀλέθριον, τὸν πῦρ καὶ φόνον πνέοντα, καταβαλὼν ὡς πάρεργον, ὑπερφυοῦς γενναιότητος.

Λυττήσας ὁ νέος ἀποστάτης, κατ' ἴσον δεινῶς τῷ παλαιῷ, καθάρματα τοῖς βρώμασιν, ὥσπερ ἰῷ συνέφυρεν, ἀλλὰ ψευσθεὶς ὁ δείλαιος, κατεσοφίσθη τῷ Μάρτυρι.

Θεοτοκίον.

πλήσθην μὲν σύμπασα Παρθένε, τοῦ γνῶναι τὸν Κύριον ἡ γῆ, ἐκ σοῦ τῷ Κόσμῳ φάναντα, ἀλλὰ τοῖς θείοις Μάρτυσι, χάρις πολλὴ κρατύνασι, δι' ἑαυτῶν τὴν ἀλήθειαν.

Εἱρμὸς ἄλλος.

Οὐκ ἔστιν Ἅγιος.

πρὶν τῆς Εὔας τοῖς ὠσί, ψιθυρίσας δολίως, τὸν Ἀδὰμ δι' αὐτῆς δέ, ἀπατήσας δολερῶς, αὐτὸς καὶ νῦν τὸν ἰόν, τῆς κακίας πρὸς ἀπάτην κέχυκε.

Τὸν δόλον εἶχε κατ' αὐτοῦ, ἔτρεφε τὴν μανίαν, κατὰ τῶν εὐθηνούντων, καιρὸν ἐζήτει εὐθῆ, καθ' ὃν τὸ μῖσος τελεῖν, ἐμελέτα, ὁ παρανομώτατος.

Τῶν ἡμερῶν ἡ ἀπαρχή, τῶν ἁγίων ἐπέστη Νηστειῶν, ἐν αἷς ἅπας, Χριστιανὸς ἑαυτόν, δι' ἐγκρατείας πολλῆς, ἐκκαθαίρει, πάντων ἀπεχόμενος.

Θεοτοκίον.

λπὶς τοῦ Κόσμου κραταιά, σκέπη καὶ προστασία, Παναγία Παρθένε, μὴ παρίδῃς ἀγαθὴ τὴν δέησιν οἰκετῶν, τῶν ἐκ πόθου, σὲ μακαριζόντων ἀεί.

Καταβασία.

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.  

Κάθισμα  Ἦχος πλ. δ’

Τὴν σοφίαν καὶ Λόγον.

Θεϊκὴν παντευχίαν ἀναλαβών, καὶ εἰδώλων τὴν πλάνην καταβαλών, Ἀγγέλους διήγειρας, εὐφημεῖν τοὺς ἀγῶνάς σου· τῷ γὰρ θείῳ πόθῳ, τὸν νοῦν πυρπολούμενος, τοῦ ἐν πυρὶ θανάτου, στερρῶς κατεφρόνησας· ὅθεν φερωνύμως, τοῖς αἰτοῦσί σε νέμεις, τὰ θεῖα δωρήματα, ἰαμάτων χαρίσματα. Ἀθλοφόρε Θεόδωρε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα...

Μαξιμίνου θωπείαις μὴ ἐκλυθείς, τοῦ Χριστοῦ δὲ τοῖς λόγοις ἀνδρειωθείς, εἰδώλων τὰ τεμένη, ἐν πυρὶ ἀπετέφρωσας, ἀθλητικῶς νικήσας, καλῶς τὸν ἀντίπαλον, προφητικῶς διῆλθες, τὸ πῦρ ὡς ἐν ὕδατι· ὅθεν ἐπαξίως, ἀμοιβὴν τῶν ἀγώνων, πηγάζεις ἰάματα, τοῖς αἰτοῦσιν ἐκ πίστεως. Ἀθλοφόρε Θεόδωρε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν... Θεοτοκίον.

ς πανάμωμος Νύμφη τοῦ Ποιητοῦ, ὡς ἀπείρανδρος Μήτηρ τοῦ Λυτρωτοῦ, δοχεῖον ὡς ὑπάρχουσα, τοῦ Ὑψίστου Πανύμνητε ἀνομιῶν με ὄντα, αἰσχρὸν καταγώγιον καὶ ἐν γνώσει γενόμενον, τοῖς δαίμοσι παίγνιον, σπεῦσον καὶ τῆς τούτων, κακουργίας με ῥῦσαι, λαμπρὸν οἰκητήριον, δι' ἀρετῆς ἀπαρτίσασα, φωτοδόχε ἀκήρατε, δίωξον τὸ νέφος τῶν παθῶν, καὶ τῆς ἄνω λαμπρότητος ἀξίωσον, καὶ ἀκιβδήλου αἴγλης, φωτὸς ἀνεσπέρου σου.  

Ὠδὴ δ’

Ὁ καθήμενος ἐν δόξῃ.

καινὴς καὶ παραδόξου, μίξεώς τε, καὶ κράσεως! παρθενίᾳ τόκον, ἥνωσε τεχθεὶς ὁ θεάνθρωπος, ταῖς σκυθρωπαῖς δὲ ἡμέραις, τὴν εὐφρόσυνον, τὸν οἰκεῖον τιμῶν, Ἀθλητὴν ἐγκατέμιξεν.

δε πῶς Χριστὸν ἐφίλει, ὁ Χριστῷ στρατευόμενος· τοὺς ἐχθροὺς γὰρ τούτου, ζήλῳ καὶ πυρὶ κατηνάλωσε, καὶ ἑαυτὸν τελευταῖον καλλιέργημα, καὶ δεκτὸν αὐτῷ θῦμα, προθύμως ἀπέδωκε.

Νικηφόρος ἐκ τῶν ἄθλων, ὁ Γεννάδας ἀνέλυσε, παρρησίᾳ λόγων, καὶ ὑπεροψίᾳ κολάσεων, τοὺς θεατὰς καταπλήξας, καὶ γενόμενος, πάσῃ κτίσει καινόν, καὶ παράδοξον θέατρον.

στοῦν μὲν οὐ συνετρίβη, τοῦ Θεοῦ καὶ Δεσπότου μου, ὢ μακροθυμίας! καὶ μετὰ τὴν νέκρωσιν πάσχοντος, τὸν δὲ αὐτοῦ Στρατιώτην πῦρ δεξάμενον, καὶ τροχὸς ηὐλαβήθη, θανόντος προσάψασθαι.

Θεοτοκίον.

Συνθανόντες τῷ Δεσπότῃ, τῆς ζωῆς οἱ θεράποντες, καὶ συναναστάντες, ζῶσι παρ' αὐτῷ νῦν αἰώνια, καὶ τῷ Υἱῷ τὴν Μητέρα συνδοξάζουσιν, εὐλογοῦντες Πατέρα, Υἱόν, Πνεῦμα ἅγιον.

Ἄλλος.

Χριστός μου δύναμις.

Βουλὴν βουλεύεται, ὁ ἀσεβέστατος, καὶ σκοπεῖται, ὡς ὄντως ἐστὶ φρικτή· ἔγνω γὰρ ὁ δείλαιος, διὰ βρωμάτων μιαρῶν, τὸν λαὸν καταμολύνειν Χριστοῦ.

Εἰς ἔργον ἤνεγκε, βουλὴν τὴν ἄθεσμον, συσταλῆναι προστάξας τῶν καθαρῶν, ἐδεσμάτων ἔνθεσιν, καὶ προτεθῆναι ἃ αὐτός, κατεμόλυνε τοῖς αἵμασι.

Γέγονεν ἔκπυστον, καὶ διαβόητον, τὸ ἀνόμημα πᾶσι Χριστιανοῖς· ὅθεν ὡς ἐπέγνωσε, καὶ συνδρομὴ πάντων ὁμοῦ, εἰς Ναὸν Κυρίου ἅγιον.

Θεοτοκίον.

Τὴν σὲ Κυήσασαν, τὸν προαιώνιον, ἐκ Πατρὸς γεννηθέντα νῦν οἱ πιστοί, πρέσβυν προβαλλόμεθα· ταύτης δεήσεσι καμφθείς, εὐμενὴς γενοῦ τοῖς δούλοις σου.

Καταβασία.

καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου.  

Ὠδὴ ε’

Ἐξέστη τὰ σύμπαντα.

νοίγεται σήμερον, τὰ πρόθυρα τῆς χάριτος, καὶ ἡ καταπαύσιμος νῦν αὕτη, προεικονίζει τὴν ἀναστάσιμον, οὕτω λαμπροφόρος τὴν λαμπράν, Δέσποιναν γεραίρουσα, καὶ τὸν ἔνδοξον Μάρτυρα.

Δωρεῖται φερώνυμον, δῶρον Θεὸς Θεόδωρον τοῖς ἠγαπηκόσι τοῦ φανέντος, ἠγαπημένου τὴν ἐπιφάνειαν, παραδόξων ἔργων ποιητὴν θείων τε δυνάμεων, αὐτουργὸν ἐργασάμενον.

Οὐδὲν πρὸς τὸν Μάρτυρα, τὰ τόξα καὶ τὰ βέλη σου, ἐχθρὲ τῆς ἀνθρώπων σωτηρίας, καὶ τεθνηκὼς γάρ, ζῇ καὶ ἐγρήγορε, καὶ τοῖς κακουργήμασι τοῖς σοῖς, ἀντικαθιστάμενος, σῴζει πάντα ὀρθόδοξον.

Θεοτοκίον.

Ξενίζον ἦν πρότερον, τὸ θαῦμα τῆς θεόπαιδος, ταῖς τῶν Ἀθλητῶν δὲ μαρτυρίαις, εἴληφε πίστιν, τὴν ἀναμφίβολον, καὶ τὸ πιστευόμενον ἀεί, μένει θαυμαζόμενον, καὶ πιστῶς προσκυνούμενον.

Ἄλλος.

Τῷ θείῳ φέγγει σου Ἀγαθὲ.

τότε τοίνυν Ἀρχιερεὺς ὅλος θαμβηθεὶς τοῦ ἀσεβοῦς, ὡς ἔγνω τὸ διαβούλιον, ὕμνοις ἐν παννύχοις Θεὸν ἱκέτευε, μὴ παριδεῖν εἰς τέλος, λαὸν τὸν κλῆρον αὐτοῦ.

λλ' ὁ ταχὺς ὄντως βοηθός, τῶν ἐν ἀληθείᾳ καὶ θερμῇ, προσκαλουμένων δεήσει αὐτόν, οὐ παρεῖδεν ὅλως, ἀλλὰ ταχίστην αὐτοῖς ἐργάζεται τὴν λύσιν τοῦ ἐγχειρήματος.

κ τῶν ὑψίστων ὁ βοηθός, πέμπεται ὡς τάχιστα πρὸς γῆν, ὁ ἀθλοφόρος Θεόδωρος, καὶ τῷ Ἀρχιποίμενι ἐποπτάνεται, τὴν λύσιν ἐκδιδάσκων, τῆς παρανόμου βουλῆς.

Θεοτοκίον.

Οὐδεὶς προστρέχων ἐπὶ τὴν σήν, Δέσποινα ἀντίληψιν θερμῶς, καταισχυνθήσεται πώποτε, ἀλλ' αἰτεῖται χάριν, καὶ δῶρον δέχεται, πρὸς τὸ συμφέρον θᾶττον, τῆς ἐξαιτήσεως.

Καταβασία.

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύουσα.  

Ὠδὴ ‘

Τὴν θείαν ταύτην καὶ πάντιμον.

Νηστεύειν Σῶτερ οὐ δύνανται, οἱ φίλοι καὶ υἱοὶ τοῦ νυμφῶνός σου· σὲ τὸν Νυμφίον γάρ, σὺν τῇ Μητρὶ καὶ τῷ φίλῳ σου, ξενίζουσι παρόντα, καὶ θεραπεύουσιν.

πέστη Θεοῦ τοῦ σῴζοντος, ἀπέστη καὶ φρενῶν ὁ δυσώνυμος, καὶ πρὸς ἀπόνοιαν, κατεξανέστη τῆς πίστεως, ἀλλ' ἀντὶ ταύτης εὗρε, τὸν μεγαλώνυμον.

Παθῶν κατέστη σοφώτερος, καὶ δράσας ὁ γενναῖος θερμότερος· τὴν πρὸς τυράννους γάρ, πάλην καὶ νίκην καλῶς ἀσκηθείς, οὐδὲ θανὼν ἀπέστη, τοῦ κατορθώματος.

Θεοτοκίον.

υσθέντες σήμερον Δέσποινα, κινδύνου ψυχοφθόρου τῷ θαύματι, τοῦ Ἀθλοφόρου σου, κατὰ τὴν σὴν θείαν πρόνοιαν, τὴν χάριν ἀμφοτέροις, ἀντιτιθέαμεν.

Ἄλλος.

Τοῦ βίου τὴν θάλασσαν.

Τὸν ξένον θαμβούμενος, τῆς ὁράσεως τῆς σῆς, Ἀρχιερεὺς ἀντέφησε. Σὺ τίς εἶ Κύριε, ὁ λαλῶν ἐμοί; γνώρισον καὶ δίδαξον, πῶς εὑρήσωμεν θᾶττον τὴν βοήθειαν.

Θεόδωρος ἔφησεν· Ἐγὼ πέφυκα σαφῶς, ὁ ἀθλητὴς καὶ ἄκουσον. Σῖτον ἑψήσας, μέρισον τοῖς λαοῖς, καὶ οὕτω σωθήσεσθε, κεχραμένων βρωμάτων τοῦ ἀλάστορος.

ς μέγα τὸ θαῦμά σου, καὶ παράδοξος ἡ σή, ἀντίληψις Θεόδωρε! διὸ θαρροῦντες πάντες εἰλικρινῶς, πρὸς σὲ καταφεύγομεν, καὶ δεόμεθα· Σῶσον τοὺς οἰκέτας σου.

Θεοτοκίον.

Φωτὸς οἰκητήριον, καὶ δοχεῖον καθαρόν, τοῦ Λόγου ἐχρημάτισας, Πατρὸς τῇ εὐδοκίᾳ, καὶ τῇ ἐν σοί, ἐπισκέψει Πνεύματος, τοῦ ἁγίου· διό με φωταγώγησον.

Καταβασία.

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες.  

Κοντάκιον  Αὐτόμελον.

Ἦχος πλ. δ’

Πίστιν Χριστοῦ ὡσεὶ θώρακα, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τὰς ἐναντίας δυνάμεις κατεπάτησας Πολύαθλε, καὶ στέφει οὐρανίῳ ἐστέφθης αἰωνίως, ὡς ἀήττητος.

Ὁ Οἶκος.

Τὸν ἐν θρόνῳ φωτὸς ἐποχούμενον, εὐχαρίστως ἐν πίστει ὑμνοῦμέν σε, ὅτι δώρημα θεῖον δεδώρησαι, τὸν γενναῖον τοῖς ἄθλοις Θεόδωρον, τὸν ἐν τῷ βίῳ τρισμακάριστον, ὡς ὑπέρμαχον ὄντα τῆς ἀληθείας, εὐσεβεῖ λογισμῷ κεκτημένος Χριστόν, ἀνεδείχθη κραταιὸς νικητὴς κατὰ τοῦ δολεροῦ, ὡς ἀήττητος. 

Συναξάριον.

Τῇ αὐτῇ ἡμέρᾳ, Σαββάτῳ τῆς πρώτης Ἑβδομάδος τῶν Νηστειῶν, τὸ διὰ τῶν Κολλύβων παράδοξον θαῦμα τοῦ ἁγίου καὶ ἐνδόξου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος ἑορτάζομεν.

 

Στίχοι

Τροφῇ κολλύβων, ἑστιᾷ Τήρων πόλιν,

Τροφὴν τιθεὶς ἄπρακτον, ἠλιγισμένην.

Ταῖς αὐτοῦ πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν. 

Ὠδὴ ζ’

Οὐκ ἐλάτρευσαν.

Νόμον ἔφησας μὴ κεῖσθαι τοῖς δικαίοις σου, δίκαιε Δέσποτα· ὅθεν ἡ Μήτηρ ἡ σή, καὶ ὁ πολυθαύμαστος οὗτος θεράπων σου, τῇ φαιδρότητι, τῆς μνήμης τούτων σήμερον, νόμους λύουσι νηστείας.

ς ἡδίστη καὶ μεγάλη καὶ χαρμόσυνος, ἡ νῦν πανήγυρις, ἣν ὁ Μαρτύρων ἡμῖν, κάλλιστος καὶ μέγιστος, νῦν ἐσχεδίασεν, ἑνὶ θαύματι, ἐξ ἀκαθάρτων ἄχραντον, τοῦ Χριστοῦ λαὸν τελέσας.

Τὸν πρὸς δράκοντας δεινοὺς ἀντιταξάμενον, καὶ κατισχύσαντα, τὸν ψυχοφθόρον τε νῦν, καὶ τὸν λυμαινόμενον, ἔμψυχα σώματα, ἀναδήσωμεν, ἐπινικίοις ᾄσμασι, καὶ στεφάνων ἐγκωμίοις.

Θεοτοκίον.

Γενάρχης μὲν προγνοὺς τὴν ψυχολέτειραν, βρῶσιν οὐκ ἔφυγεν, ὁ σὸς δὲ πιστὸς λαός, παρὰ τοῦ σοῦ μάρτυρος, προδιδαχθεὶς καὶ φυγών, τὴν ὀλέθριον, τροφὴν σύν τούτῳ Δέσποινα, τὰ σωτήριά σοι θύει.

Ἄλλος.

Δροσοβόλον μὲν τὴν κάμινον.

Δροσοβόλος ἀθυμίας καὶ φλογώσεως, νεφέλη ὤφθης Ἔνδοξε, καὶ διέσωσας, ἐκ καμίνου τῆς τυραννικῆς, κραυγάζοντας πάντας τοὺς πιστούς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Βασιλεῦ παρανομώτατε αἰσχύνθητι, καὶ ἐμφραγείη στόμα τὸ σόν, τὸ μελετῆσαν, καθ' ἡμῶν παράνομον βουλήν· κατέλυσε γάρ σου τὴν ἰσχύν, ὁ βασιλεύων Βασιλεύς, καὶ πάντων Κύριος.

ουλιανὲ ἀνόητε, καρδία σου ὅλη κακίας πέπλησται· φαρμακοῦται δέ, παρὰ τοῦ σοφοῦ ἡμῶν Θεοῦ, σχεθεῖσα δολίως καθ' ἡμῶν, τῶν ἐκβοώντων πρὸς αὐτόν, τὴν χάριν νέμει σαφῶς.

Θεοτοκίον.

πὲρ λόγον σου ἡ σύλληψις γεγένηται, καὶ ὑπὲρ νοῦν ὁ τόκος σου, Παναμώμητε· Θεὸν γὰρ ἐγέννησας σαρκί, τὸν σώσαντα πάντας ἐκ φθορᾶς, εὐλογημένη· διὸ νῦν, Θεοτόκε σὲ δοξάζομεν.

Καταβασία.

Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός, εὐλογητὸς εἶ.  

Ὠδὴ η’

Λυτρωτὰ τοῦ παντὸς.

χαρᾶς τῇ γεννήσει πληρώσασα, τὰ οὐράνια καὶ τὰ ἐπίγεια, τῇ τοῦ καιροῦ στυγνότητι, χάριν εὔκαιρον νέμει, τῷ στεφανίτῃ, συγκροτοῦσα λαμπρῶς τὰ ἑόρτια.

Σαββατίσωμεν ἄνθρωποι σήμερον, ἐκ τῶν κόπων τῶν χθὲς καταπαύοντες, διὰ τὸν εὐλογήσαντα, τὴν παροῦσαν ἡμέραν, τῇ καταπαύσει, καὶ τῇ νῦν πανηγύρει τοῦ Μάρτυρος.

ληθῶς τοῦτο πρῶτον ἐν Σάββασι, καὶ Σαββάτων ἂν λέγοιτο Σάββατον, μαρτυρικῆς τε χάριτος, καὶ δυνάμεως θείας ἐμπεπλησμένον, σωτηρίας μεγίστης ἀνάκλησις.

Βασιλέως Θεοῦ ἁγνοῖς βρώμασι, βασιλείας ἀθέσμου μιάσματα, ὁ καθαρὸς κατήργησε, παραδόξῳ τε τρόπῳ, θαυματουργίας, τὴν ἁγίαν ἑβδόμην ἡγίασε.

Θεοτοκίον.

Βεβαιοῖ τὸ σὸν Κόρη μυστήριον, τῶν Μαρτύρων ὁ πρόθυμος θάνατος· ὡς γὰρ Θεῷ πιστεύσαντες, τῷ τεχθέντι, κἄν πάθος, ἑκὼν ὑπέστη, ἑαυτοὺς οἱ γενναῖοι κατέθυσαν.

Ἄλλος.

Ἐκ φλογὸς τοῖς Ὁσίοις.

κ φλογὸς ὡς ἐρρύσθης Μάρτυς Θεόδωρε, θεϊκῇ δυναστείᾳ, οὕτω καὶ νῦν ἡμᾶς ἔσωσας αὐτός, ἐπιστασίᾳ θείᾳ σου, τῆς τοῦ Παρανόμου, βουλῆς κακομηχάνου.

Τὸ ἑσπέρας ηὐλίσθη κλαυθμὸς τοῖς δούλοις σου, πονηρᾶς ἐξ ἐνέδρας τοῦ ἀποστάτου ἡμῶν· ἀλλ΄ εἰς τὸ πρωῒ ἀγαλλίασις ἔλαμψε, Μάρτυς καρτερόφρον, θερμῇ σου βοηθείᾳ.

Λυτρωτήν σε εὑρόντες οἱ ἐν κινδύνοις ἡμεῖς, ἐμπεσόντες, καὶ ῥύστην τῆς τοῦ ἐχθροῦ μηχανῆς, Μάρτυς τοῦ Χριστοῦ, ἀθλοφόρε Θεόδωρε, σὲ δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

πορεῖ νοῦς ἀνθρώπων τῆς σῆς λοχείας Ἁγνή, τὸ μυστήριον φράσαι, καὶ διὰ τοῦτό σε, πίστει εὐσεβῶς, ὡς Θεοτόκον σέβομεν, καὶ δοξολογοῦμεν, εἰς πάντας τούς αἰῶνας.

Καταβασία.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.  

Ὠδὴ θ’

Ὁ τόκος σου ἄφθορος ἐδείχθη.

Συντρέχει τὰ πλήθη πανταχόθεν, ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὴν ἔνοικον χάριν, τοῦ προλάμποντος, ἐν δόξῃ πάντων Μαρτύρων, σὺν τῇ Δεσποίνῃ τῶν ἁπάντων μεγαλύνομεν.

νδρίζου Χριστοῦ ἡ Ἐκκλησία, καὶ κράτει τῶν μάτην πολεμούντων· τοῦ Χριστοῦ γὰρ οἱ φίλοι, καὶ παρόντες σοῦ προκήδονται, καὶ ἀπόντες, ὡς ὁ Γενναῖος, ᾧ τελεῖς τὰ χαριστήρια.

Τὸν δόξαντα πάλαι τεθνηκέναι, τὰ πράγματα ζῇν καὶ μετὰ τέλος, καὶ τῆς πίστεως πάλιν, προστατεῖν μετὰ τοῦ ἴσου, δείκνυσι ζήλου, ὃν οἱ πλουτοῦντες, εὐεργέτην μεγαλύνομεν.

Θεοτοκίον.

ς θείαν σφραγῖδά σε τοῖς ὕμνοις, τὴν ἐσφραγισμένην Θεοῦ βίβλον, ἐπιτίθημι φέρων, καὶ συνάγω τοὺς ἐπαίνους εἰς σὲ Παρθένε, οὕτω δοξάζων, ἐπὶ πλέον τὸν σόν Μάρτυρα.

Ἄλλος.

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.

Καλῶς ἐδείχθης πρόμαχος Ἔνδοξε, καὶ κραταιὰ ἀντίληψις ἡμῖν τοῖς τιμῶσί σου, τὴν σεπτὴν καὶ ἀοίδιμον μνήμην νῦν, καὶ τῶν σῶν ἀθλημάτων τὰ κατορθώματα, καὶ τὴν γενομένην εἰς ἡμᾶς, θείαν ἀντίληψιν.

Τὸ σὸν παμμάκαρ θαῦμα Θεόδωρε, τὸ τελεσθὲν ἁγίαις ἑπομβρίαις ἐξᾴδεται, εἰς τὸν σύμπαντα Κόσμον μακάριε· ὅθεν καὶ ἐτησίως συναθροιζόμενοι, δόξαν ἀναπέμπομεν Χριστῷ, τῷ σὲ δοξάσαντι.

ρῶν τὸν πόθον τῶν εὐφημούντων σε, Μάρτυς Χριστοῦ, τὴν χάριν ἀντιδώρησαι μείζονα, καὶ τὴν πίστιν εἰδὼς ὅση πέφυκεν, ἔνδοξε μὴ ἐλλίπῃς, πρέσβυς θερμότατος, μάρτυς καὶ μεσίτης, πρὸς Θεὸν ἡμῶν δεικνύμενος.

Θεοτοκίον.

μνεῖν Παρθένε σὲ οὐ παυόμεθα, τὴν βοηθόν, τὴν σκέπην, τὴν ταχεῖαν ἀντίληψιν, τὴν προστάτιν ἡμῶν, ἀκαταίσχυντον, τήρησον σοὺς ἱκέτας, πάσης κακώσεως, πάσης μηχανῆς τοῦ πονηροῦ, ἐκλυτρουμένη ἀεί.

Καταβασία.

πας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.  

Ἐξαποστειλάριον,

Τοῖς Μαθηταῖς.

Στεφανηφόρος Ἅγιε, παρεστὼς σὺν Ἀγγέλοις, τῷ τοῦ Χριστοῦ νῦν Βήματι, καὶ φωτὸς τοῦ ἐκεῖθεν, πληρούμενος Ἀθλοφόρε, τὴν εἰρήνην τῷ Κόσμῳ, ἀδιαλείπτως πρέσβευε, καὶ ἡμῖν σωτηρίαν τοῖς εὐσεβῶς, τὴν φωσφόρον μνήμην σου ἐκτελοῦσι, Θεόδωρε πανόλβιε, Μάρτυς ἠγλαϊσμένε.

Θεοτοκίον.

ν τῇ γαστρί σου Κύριος, ἀπολλύμενον Κόσμον, φθορᾶς ἀνακαλέσασθαι, βουληθεὶς ὥσπερ οἶδεν, ἐσκήνωσε Θεοτόκε. Σωτηρίαν οὖν πάντες, εὑρόντες ἐκβοῶμέν σοι· Χαῖρε τὸ τοῦ Ἀγγέλου, πανευκλεές, γυναιξὶν ἐν πάσαις εὐλογημένη· καὶ γὰρ χαρὰν ἐκύησας, πάσῃ τῇ οἰκουμένῃ.

Εἰς τοὺς Α ἲ ν ο υ ς

Ἦχος α’ Τῶν οὐρανίων ταγμάτων.

Τὸν ἀριστέα τῆς ἄνω, στρατολογίας πιστοί, ὡς καρτερὸν ὁπλίτην, τῆς ἡμῶν εὐσεβείας, συμφώνως συνελθόντες, ᾠδαῖς μυστικαῖς, εὐφημήσωμεν λέγοντες· Ἀξιοθαύμαστε Μάρτυς τοῦ Ἰησοῦ, εὔχου ὑπὲρ τῶν τιμώντων σε.

Τῇ φερωνύμῳ σου κλήσει, δῶρον Θεοῦ ἀληθῶς, τοῖς θλιβομένοις πᾶσι, θυμηδία ἐδόθης, Θεόδωρε τρισμάκαρ· πᾶς γὰρ τῷ σῷ, προσπελάζων Ναῷ ἀληθῶς, μέτ' εὐφροσύνης λαμβάνων τὰς ἀμοιβάς, τῶν θαυμάτων σου γεραίρει Χριστόν.

Τῆς εὐσεβείας τὸν πλοῦτον, καὶ τὴν λαμπρότητα, ἀθλητικοῖς καμάτοις, σεαυτῷ θησαυρίσας, πᾶσαν τὴν ἰσχύν σου, δῶρον δεκτόν, τῷ Θεῷ προσενήνοχας, ἀναπληρῶν ἐν τοῖς ἄθλοις μετὰ σπουδῆς, Θεοδώρητόν σου πρόσκλησιν.

Τῇ παμφαεῖ πανηγύρει, τοῦ θείου Μάρτυρος, εὐωχηθῶμεν πάντες, καὶ πιστῶς εὐφρανθῶμεν, φιλέορτοι τιμῶντες, φαιδρὰν ἑορτήν, τῆς αὐτοῦ τελειώσεως, ᾀσματικῶς ἀνυμνοῦντες τὸν Ἰησοῦν, τὸν δοξάσαντα τὴν μνήμην αὐτοῦ.

Δόξα... Ἦχος πλ. β’

γιωσύνης δωρεά, καὶ πλοῦτος θείας ζωῆς, πεφανέρωσαι τῷ Κόσμῳ Θεόδωρε. Χριστὸς γάρ σου σοφέ, τὴν μνήμην ἐδόξασεν· ἐν ᾗ συμφώνως οἱ πιστοί, γεγηθότες ὑμνοῦμεν, τοὺς ἀγῶνας τῶν πόνων σου.

Καὶ νῦν... Θεοτοκίον.

Θεοτόκε σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν, Πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἀθλοφόρου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι, τὰς ψυχὰς ἡμῶν.  

Ἀπόστιχα.

Ἦχος γ’

Χορεύουσι στίφη Μαρτύρων χαρμονικῶς, νῦν ἐν τῷ τεμένει σου, ἀθλοφόρε Θεόδωρε, καὶ Ἀγγέλων τὰ τάγματα, τοὺς ἄθλους κροτοῦσι τῆς καρτερίας σου, καὶ αὐτός ὁ στεφοδότης Χριστὸς πάρεστι, πλουτοποιὰ χαρίσματα, τοῖς ὑμνῳδοῖς δεξιᾷ παρεχόμενος· ὃν ποθήσας ἐζήτεις, καὶ εὑρὼν ὡμίλησας, ὄνπερ ἐπόθησας. Ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

καθαρὰ καὶ πανάμωμος Νηστεία, ἐπιδημήσασα νῦν πρὸς ἡμᾶς, μαρτυρικῶν θαυμάτων, τελετὴν συνεισήγαγε· διὰ γὰρ νηστείας, τῶν ψυχικῶν μολυσμῶν, καὶ ῥύπων ἐκκαθαιρόμεθα, καὶ διὰ τῶν μαρτυρικῶν σημείων καὶ ἄθλων, γενναίως κατὰ τῶν παθῶν ἀνδριζόμεθα. Ὅθεν καὶ τῆς ἱερᾶς ἐγκρατείας τῇ χάριτι φωτιζόμενοι, καὶ ταῖς θαυματουργίαις, Θεοδώρου τοῦ Μάρτυρος, τῇ πρὸς Χριστὸν στηριζόμεθα πίστει, αἰτούμενοι αὐτόν, σωτηρίαν βραβεῦσαι ταῖς ψυχαῖς ἡμῶν.

Τῇ μαρτυρικῇ σου πρὸς Θεὸν παρρησίᾳ Θεόδωρε, τὸ τοῦ ἀποστάτου, κατὰ τῆς Χριστοῦ πίστεως μηχάνημα, μάταιον ἀπετέλεσας, ὑπέρμαχος, τῷ εὐσεβούντι χρηματίσας λαῷ, δι' ἐπιστασίας φρικτῆς, τῶν μεμολυσμένων βρωμάτων, θυσίαις εἰδωλικαῖς, αὐτοὺς λυτρωσάμενος· ὅθεν σε καὶ ὡς εἰδώλων καθαιρέτην, καὶ ὡς τῆς ποίμνης Χριστοῦ σωτῆρα καὶ φύλακα, καὶ προστάτην ἡμῶν εὐεπήκοον, τιμῶντες, δεόμεθα ἐν ᾄσμασιν, ἱλασμὸν καὶ φωτισμόν, διὰ σοῦ δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν.

Δόξα... Ἦχος πλ. δ’

θλητικὴν ἀνδρείαν, εὐσεβῶς καθοπλισθεὶς Ἀθλοφόρε Χριστοῦ, καὶ λογικὴν λατρείαν, μυστικῶς ὑπερμαχῶν τῇ δυνάμει αὐτοῦ, τῶν εἰδώλων τὸ ἀσεβές, καὶ τῶν τυράννων τὸ ἀπηνές, ἀσθενὲς ἀπέδειξας, καταφρονῶν τῶν βασάνων, καὶ τοῦ προσκαίρου πυρός· ἀλλ' ὢ θείων δωρεῶν, καὶ πρᾶγμα καὶ ὄνομα, τῇ πρεσβείᾳ σου σῷζε, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου.

Καὶ νῦν... Θεοτοκίον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικά, καὶ ἐν τοῖς Μακαρισμοῖς, Ὠδὴ γ’ καὶ ς’ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου.

Ἀπόστολος.

Προκείμενον  Ἦχος βαρὺς

Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.

Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου.

 

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

(Κεφ. Α', 1-12)

Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς, πατράσιν ἐν τοῖς Προφήταις, ἐπ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν, ὅς, ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, δι' ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν Ἀγγέλων, ὅσῳ διαφορώτερον παρ' αὐτούς κεκληρονόμηκεν ὄνομα. Τίνι γὰρ εἶπέ ποτε τῶν Ἀγγέλων, Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε; Καὶ πάλιν. Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς Υἱόν; Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν Πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες Ἄγγελοι Θεοῦ. Καὶ πρὸς μὲν τοὺς Ἀγγέλους λέγει, ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Πρὸς δὲ τὸν Υἱόν· Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς Βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Καί, Σὺ καταρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί, αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες, ὡς ἱμάτιον, παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται, σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.

 

Ἕτερος τοῦ Ἁγίου

Πρς Τιμθεον Β’ πιστολς Παλου τ νγνωσμα

(Κεφ. Β', 1-10)

Τέκνον Τιμόθεε, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, καὶ ἃ ἤκουσας παρ' ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον, ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ἃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυΐδ, κατὰ τὸ εὐαγγέλιόν μου, ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν, ὡς κακοῦργος, ἀλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι, τῆς ἐν Χριστῷ, Ἰησοῦ, μετὰ δόξης αἰωνίου.

λληλοϊα  Ἦχος δ'

Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

 

Εὐαγγέλιον.

κ τοῦ κατὰ Μάρκον

Κεφ. 2: 23-28, 3: 1-5

Τῷ καιρῷ ἐκείνῳ, επορεύετο  ὁ ᾿Ιησοῦς ἐν τοῖς Σάββασι διὰ τῶν σπορίμων, καὶ ἤρξαντο οἱ Μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν, τίλλοντες τοὺς στάχυας. Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· Ἵδε, τί ποιούσιν ἐν τοῖς Σάββασιν, ὄ οὔκ ἔξεστι. Καὶ αὐτὸς ἔλεγεν αὐτοῖς· Οὐδέποτε ἀνέγνωτε τί ἐποίησε Δαυῒδ, ὅτε χρείαν ἔσχε, καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾿αὐτοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ ᾿Αβιάθαρ τοῦ ἀρχιερέως, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστι φαγεῖν, εἰ μὴ τοῖς Ἱερεῦσι, καὶ ἔδωκε καὶ τοῖς σὺν αὐτῷ οὖσι; Καὶ ἔλεγεν αὐτοῖς· Τὸ Σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ τὸ Σάββατον· ὥστε κύριός ἐστιν ὁ Υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ Σαββάτου. Καὶ εἰσῆλθε πάλιν εἰς τὴν Συναγωγήν· καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. Καὶ παρετήρουν αὐτὸν, εἰ τοῖς Σάββασι θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ. Καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα· ἔγειρε εἰς τὸ μέσον. Καὶ λέγει αὐτοῖς· ἔξεστι τοῖς Σάββασιν ἀγαθοποιῆσαι, ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι, ἢ ἀποκτεῖναι; Οἱ δὲ ἐσιώπων. Καὶ περιβλεψάμενος αὐτοὺς μετ᾿ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· ἔκτεινον τὴν χεῖρά σου. Καὶ ἐξέτεινε· καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς, ὡς ἡ ἄλλη.

 

Κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούϊα.