The Orthodox Pages

 

ΤΟ ΤΡΙΩΔΙΟΝ

 

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΩ ΣΑΒΒΑΤΩ ΤΗΣ ΤΥΡΙΝΗΣ

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ ΤΥΡΙΝΗΣ ΕΣΠΕΡΑΣ

Στιχηρὰ. 

Ἦχος πλ. δ’

Δεῦτε ἅπαντες πιστοὶ. 

Δεῦτε ἅπαντες πιστοί, τὰς τῶν ὁσίων Πατέρων, χορείας ὑμνήσωμεν, Ἀντώνιον τὸν Κορυφαῖον, τὸν φαεινὸν Εὐθύμιον, καὶ ἕκαστον, καὶ πάντας ὁμοῦ, καὶ τούτων ὥσπερ Παράδεισον, ἄλλον τρυφῆς, τὰς πολιτείας νοητῶς διεξερχόμενοι, τερπνῶς ἀνακράξωμεν. Ταῦτα τὰ ξύλα, ἃ ἐφύτευσεν ὁ Θεὸς ἡμῶν, τὰ αὐτά, τοὺς ἀφθάρτους καρπούς τῆς ζωῆς ἐξανθήσαντα, προσήγαγον τῷ Χριστῷ, ἐκτρέφοντα ἡμῶν τὰς ψυχάς, πρὸς οὓς βοήσωμεν· θεοφόροι μακάριοι, πρεσβεύσατε, τοῦ σωθῆναι ἡμᾶς. (Δίς)

Χαῖρε Αἴγυπτε πιστή, χαῖρε Λιβύη ὁσία, χαῖρε Θηβαῒς ἐκλεκτή, χαῖρε πᾶς τόπος, καὶ πόλις καὶ χώρα, ἡ τοὺς πολίτας θρέψασα, τῆς Βασιλείας τῶν οὐρανῶν, καὶ τούτους ἐν ἐγκρατείᾳ, καὶ πόνοις αὐξήσασα, καὶ τῶν ἐπιθυμιῶν, τελείους ἄνδρας τῷ Θεῷ, ἀναδείξασα, οὗτοι, φωστῆρες τῶν ψυχῶν ἡμῶν ἀνεφάνησαν, οἱ αὐτοὶ τῶν θαυμάτων τῇ αἴγλῃ, καὶ τῶν ἔργων τοῖς τέρασιν, ἐξέλαμψαν νοητῶς, εἰς τὰ πέρατα ἅπαντα. Αὐτοῖς βοήσωμεν· Πατέρες παμμακάριστοι, πρεσβεύσατε, τοῦ σωθῆναι ἡμᾶς. (Δίς)

Τίς ἐξείποι γηγενῶν, τοὺς θαυμαστοὺς ὑμῶν βίους, Πατέρες παγκόσμιοι; ποία δὲ γλῶσσα λαλήσει, τοὺς ἱεροὺς ἐν Πνεύματι ἀγῶνας, καὶ ἱδρῶτας ὑμῶν, τὰ ἆθλα τῶν ἀρετῶν, τὴν τῆξιν τοῦ σώματος, τὰς παλαίστρας τῶν παθῶν, ἐν ἀγρυπνίαις καὶ εὐχαῖς, καὶ τοῖς δάκρυσιν, ὑμεῖς ἐν κόσμῳ, ὥσπερ Ἄγγελοι ὄντως ὤφθητε, οἱ αὐτοί, τὰς δαιμόνων δυνάμεις, τελείως καθείλετε, τελέσαντες θαυμαστά, καὶ ἐξαίσια τέρατα. Διὸ πρεσβεύσατε, σὺν ἡμῖν παμμακάριστοι, τυχεῖν ἡμᾶς τῆς ἀλήκτου χαρᾶς. (Δίς)

Δόξα... Ἦχος πλ. β’

Τὸ κατ' εἰκόνα, τηρήσαντες ἀλώβητον, νοῦν ἡγεμόνα, κατὰ παθῶν ὀλεθρίων, ἀσκητικῶς ἐνστησάμενοι, εἰς τὸ καθ' ὁμοίωσιν ὡς δυνατὸν ἀνεληλύθατε· ἀνδρικῶς γάρ τὴν φύσιν ἐκβιασάμενοι, ἐσπεύσατε τὸ χεῖρον καθυποτάξαι τῷ κρείττονι, καὶ τὴν σάρκα δουλῶσαι τῷ Πνεύματι· ὅθεν μοναζόντων, ἀνεδείχθητε ἀκρότης, πολισταὶ τῆς ἐρήμου, εὐδρομούντων ἀλεῖπται, κανόνες ἀρετῆς ἀκριβέστατοι. Καὶ νῦν ἐν οὐρανοῖς, τῶν ἐσόπτρων λυθέντων Πανόσιοι, καθαρῶς ἐποπτεύετε, τὴν ἁγίαν Τριάδα, ἐντυγχάνοντες ἀμέσως, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων ὑμᾶς.

Καὶ νῦν... Θεοτοκίον τὸ α’ τὸ κατὰ τὸν τυχόντα Ἤχον. 

Προκείμενον.  Ἦχος βαρὺς

Θεὸς ἀντιλήπτωρ μου εἶ, τὸ ἔλεός σου προφθάσει με.

Στίχ. ξελοῦ με, ἐκ τῶν ἐχθρῶν μου ὁ Θεός.  

Προφητείας Ζαχαρίου τὸ Ἀνάγνωσμα.

(Κεφ Η' 19-23)

Τάδε λέγει Κύριος Παντοκράτωρ· Νηστεία ἡ τετάρτη, καὶ νηστεία ἡ πέμπτη, καὶ νηστεία ἡ ἑβδόμη, καὶ νηστεία ἡ δεκάτη, ἔσονται τῷ οἴκῳ Ἰούδα καὶ τῷ οἴκῳ Ἰσραήλ, εἰς χαρὰν καὶ εὐφροσύνην, καὶ εἰς ἑορτὰς ἀγαθάς, καὶ εὐφρανθήσεσθε, καὶ τὴν ἀλήθειαν, καὶ τὴν εἰρήνην ἀγαπήσατε. Τάδε λέγει Κύριος Παντοκράτωρ· Ἔτι ἥξουσι λαοὶ πολλοί, καὶ κατοικοῦντες πόλεις πολλάς, καὶ συνελεύσονται κατοικοῦντες πέντε πόλεις εἰς μίαν πόλιν, λέγοντες· Πορευθῶμεν δεηθῆναι τοῦ προσώπου Κυρίου, καὶ ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου Παντοκράτορος ἐν Ἱερουσαλήμ. Καὶ ἥξουσι λαοὶ πολλοί, καὶ ἔθνη πολλά, ἐκζητῆσαι τὸ πρόσωπον Κυρίου Παντοκράτορος ἐν Ἱερουσαλήμ, καὶ ἐξιλάσασθαι τὸ πρόσωπον Κυρίου. Τάδε λέγει Κύριος Παντοκράτωρ· Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐπιλήψονται δέκα ἄνδρες ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐθνῶν, καὶ ἐπιλήψονται τοῦ κρασπέδου ἀνδρὸς Ἰουδαίου, λέγοντες· Πορευσώμεθα μετὰ σοῦ, διότι ἀκηκόαμεν, ὅτι ὁ Θεὸς μεθ' ὑμῶν ἐστιν.  

Προκείμενον  Ἦχος πλ. β’

λπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον, ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος.

Στίχ. Κύριε οὐχ ὑψώθη ἡ καρδία μου.  

Ἀπόστιχα.

Ἰδιόμελον  Ἦχος β’

Καθαρίσωμεν ἑαυτοὺς ἀδελφοί, ἀπὸ παντὸς μολυσμοῦ, σαρκὸς καὶ πνεύματος, τὰς λαμπάδας τῶν ψυχῶν ἡμῶν φαιδρύνωμεν, διὰ φιλοπτωχείας, μὴ κατεσθίοντες ἀλλήλους τῇ συκοφαντίᾳ· ἔφθασε γὰρ ὁ καιρός, ὅταν ὁ Νυμφίος ἐλεύσεται, πᾶσιν ἀποδοῦναι κατὰ τὰ ἔργα αὐτοῦ. Συνεισέλθωμεν Χριστῷ μετὰ τῶν φρονίμων Παρθένων, τὴν φωνήν ἐκείνην τοῦ Λῃστοῦ, πρὸς αὐτὸν ἀνακράζοντες· Μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. (Δίς)

Μαρτυρικὸν.

Τῶν ἁγίων Μαρτύρων πρεσβευόντων ὑπὲρ ἡμῶν, καὶ τὸν Χριστὸν ὑμνούντων, πᾶσα πλάνη πέπαυται, καὶ τῶν ἀνθρώπων τὸ γένος πίστει διασῴζεται.

Δόξα... Ἦχος πλ. δ’

Τῶν Μοναστῶν τὰ πλήθη, τοὺς καθηγητὰς νῦν τιμῶμεν, Πατέρες ὅσιοι· δι' ὑμῶν γὰρ τρίβον, τὴν ὄντως εὐθεῖαν πορεύεσθαι ἔγνωμεν, μακάριοι ἐστὲ τῷ Χριστῷ δουλεύσαντες, καὶ ἐχθροῦ θριαμβεύσαντες τὴν δύναμιν, Ἀγγέλων συνόμιλοι, Δικαίων ὁμόσκηνοι, καὶ Ἁγίων, μεθ' ὧν πρεσβεύσατε τῷ Κυρίω, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον.

Ὢ τοῦ παραδόξου θαύματος. 

Χαῖρε ἁγνείας κειμήλιον, χαῖρε ἀΰλου φωτός, καθαρὸν ἐνδιαίτημα, χαῖρε τὸ κεφάλαιον, τῆς ἡμῶν σωτηρίας τε, τῶν Ἀποστόλων, χαῖρε τὸ κήρυγμα, καὶ τῶν, Μαρτύρων, χαῖρε τὸ καύχημα, χαῖρε τὸ πλήρωμα, Προφητῶν Πανάμωμε, καὶ Ἀσκητῶν, Μοναστῶν ἀγλάϊσμα, καὶ σωτηρία πιστῶν.  

Ἀπολυτίκιον.  Ἦχος δ’

Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ' ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.

Θεοτοκίον.

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον Μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

ΤΩ ΣΑΒΒΑΤΩ

ΠΡΩΪ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν.

Καθίσματα  Ἦχος πλ. δ’

Τὸ προσταχθὲν μυστικῶς.

Ταῖς τῶν πατέρων ἀστραπαῖς καταυγασθέντες, ὡς εἰς Παράδεισον τερπνὸν νῦν εἰσιόντες, τῆς τρυφῆς τοῦ χειμάρρου καταπολαύσωμεν, καὶ τούτων τὰς ἀριστείας θαμβητικῶς, σκοποῦντες ἀμιλληθῶμεν ταῖς ἀρεταῖς, τῷ Σωτῆρι κραυγάζοντες· Εὐχαῖς αὐτῶν ὁ Θεός, μετόχους ἡμᾶς ποίησον, οὐρανῶν Βασιλείας σου.

Δόξα... Ὅμοιον.

Τὸν ἀρχηγὸν τῶν Μοναστῶν Παῦλον συμφώνως, σὺν Ἀντωνίῳ τῷ σοφῷ καὶ Εὐθυμίῳ, ἀνυμνήσωμεν πάντες, σὺν τοῖς λοιποῖς Πατράσι, καὶ τούτους καθικετεύσωμεν, ὅπως Χριστόν, ἀπαύστως ἐκδυσωπῶσιν ὑπὲρ ἡμῶν, τῶν τὴν θείαν καὶ πάμφωτον, ἐπιτελούντων μνήμην αὐτῶν, ἐν ᾄσμασι δοξάζοντες, τὸν Σωτῆρα καὶ Κύριον.

Καὶ νῦν... Θεοτοκίον  Ὅμοιον.

Εὐχαριστοῦμέν σοι ἀεὶ Θεοτόκε, καὶ μεγαλύνομεν ἁγνή, καὶ προσκυνοῦμεν, ἀνυμνοῦντες τὸν τόκον σου κεχαριτωμένη, βοῶντες ἀκαταπαύστως· Σῶσον ἡμᾶς, Παρθένε παντελεῆμον ὡς ἀγαθή, καὶ δαιμόνων ἐξάρπασον, λογοθεσίου φοβεροῦ· ἐν ὥρᾳ τῆς ἐτάσεως, μὴ αἰσχυνθῶμεν οἱ δοῦλοί σου.

Μετὰ τὴν β’ Στιχολογίαν

Καθίσματα  Ἦχος πλ. δ’

Ἀνέστης ἐκ νεκρῶν. 

ντώνιον ὁμοῦ, καὶ Εὐθύμιον πάντες, σὺν πᾶσι τοῖς λοιποῖς, θεοφόροις Πατράσιν, εὐφημήσωμεν ὕμνοις, αὐτῶν τὴν μνήμην πανηγυρίζοντες· οὗτοι γὰρ τῷ Κυρίῳ, ὑπὲρ τοῦ κόσμου παντὸς πρεσβεύουσιν, ἵνα ῥυσθῶμεν τῆς ἀρχαίας ἀρᾶς, λυτρωθέντες κολάσεως.

Δόξα...

Τὸ προσταχθὲν μυστικῶς.

ς εἰς λειμῶνα ἀρετῶν ἀνθηφοροῦντα, τῶν θεοφόρων Ἀσκητῶν περιπατοῦντες, τῆς ὀσμῆς πληρούμεθα τῆς ἡδυπνόου· τοῖς ἄθλοις γὰρ στομωθέντες τῶν πειρασμῶν, τὸ σῶμα τῇ ἐγκρατείᾳ δουλοπρεπῶς, καθυπέταξαν πνεύματι, ἀγγελικὴν ἐπὶ γῆς, πολιτείαν βιώσαντες, δόξης οὖν ἠξιώθησαν.

Καὶ νῦν... Θεοτοκίον  Ὅμοιον.

Τῶν Ἀσωμάτων σου Χριστέ, καὶ τοῦ Προδρόμου, τῶν Μαθητῶν, τῶν Προφητῶν, καὶ τῶν Μαρτύρων, τῶν Ἁγίων ἁπάντων τε, καὶ τῶν Ὁσίων, πρεσβείαις τῆς ἀπειράνδρου καὶ ἀγαθῆς, Μητρός σου, ἐκδυσωπούμενος, δὸς ἡμῖν, τῷ φωτί σου πορεύεσθαι, καὶ καταξίωσον ἡμᾶς, τυχεῖν τῆς Βασιλείας σου, διὰ σπλάγχνα ἐλέους σου.  

Ὠδὴ α'  Ἦχος πλ. δ’

ᾎσμα ἀναπέμψωμεν. 

Πάντες ἐν ᾠδαῖς πνευματικαῖς, τοὺς ἐν ἀσκήσει λάμψαντας, θείους Πατέρας ἡμῶν, ὑμνήσωμεν συμφώνως, οὓς ἤνεγκεν Αἴγυπτος, Θηβαῒς καὶ Λιβύη, ἅπας τόπος, καὶ πόλις, καὶ χώρα.

Χαίροις Μοναστῶν ὁ ἀρχηγός, Ἀντώνιε πανένδοξε, Ἀμμοὺν ὁ θεοφόρος, τὸ τῆς νηστείας κλέος, Ἀρσένιε Ἀγγελε, κράτος τῆς ἡσυχίας, καὶ Ἀμμωνᾶς ὁ πνευματοφόρος.

Τέρπου σκεῦος ὄντως τοῦ Θεοῦ, Ἀγάθων ἱερόψυχε, Ἀχιλλὰ καὶ Ἀμώη, τὰ ἄνθη τῆς ἐρήμου, Ἀνούβ, καὶ Ἀλώνιε, Ἀμοναθά, καὶ Ἄνθιμε, τῶν ἀρετῶν φαιδροὶ μαργαρῖται.

Λύχνοι διακρίσεως ἡμῖν, ὑμνείσθω Ἄρης σήμερον, καὶ Ἀπολλὼς ὁ μέγας, ὑπακοῆς δὲ φῶτα, Ἀθρὲ καὶ Ἀκάκιος, τούτοις καὶ Ἀββακύρης, συνεκλάμπει, ὥς τις ἑωσφόρος.

ρος πολιτείας ὑψηλῆς, ἀνέφανεν Αὐξέντιος, ἀθλητὴς δὲ ἁγνείας, Ἀβράμιος, ὁ μέγας, μεθ' ὧν Ἀφροδίσιος, στῦλος τῆς ἐγκρατείας ἀνεδείχθη, σὺν Ἀθηνοδώρῳ.

Λάμπει ὡς ἀστὴρ ἐν οὐρανῷ, ἐν ἀσκηταῖς Ἀμμώνιος καὶ ὁ θεῖος Ἀνίνας· αὐγάζει δὲ σὺν τούτοις, καὶ ὁ μέγας Ἀντίοχος, Ἀγαπητὸς ὁ πάνυ, εἴς τις ἄλλος, σὺν τούτοις αὐγάζει.

μνοις εὐφημοῦμεν ἱεροῖς, τὸν μέγαν Ἀθανάσιον, τὸν ἐν τῷ ὄρει λαμπρῶς, ἀσκήσαντα τοῦ Ἄθω, φωστῆρα τὸν μέγιστον πάσης τῆς οἰκουμένης, οὗ πρεσβείαις σῳζόμεθα πάντες.

Βίοις θεοπνεύστοις ἀληθῶς, Παράδεισος ἐδείχθητε, τῆς Ἐκκλησίας σοφοὶ μακάριοι Πατέρες, οἳ πάντες κατ' ὄνομα, ὑπὲρ ἡμῶν πρεσβείαν, τῷ Κυρίῳ ποιεῖτε ἀπαύστως.

Μαρτυρικὸν.

Δεῦτε φιλομάρτυρες πιστοί, τιμήσωμεν τοὺς Μάρτυρας, ἐν ἐτησίοις ᾠδαῖς, καὶ ᾄσμασιν ἐν πίστει, Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾄδοντες καὶ βοῶντες· ᾌσωμέν σοι τῷ μόνῳ Δεσπότῃ.

Δόξα...

Τρία μιᾶς φύσεως ὑμνῶ, πρόσωπα αὐθυπόστατα, ἀγέννητον Πατέρα, Υἱὸν τὸν γεννηθέντα, καὶ Πνεῦμα τὸ ἅγιον, ἄναρχον βασιλείαν, ἐξουσίαν, Θεότητα μίαν.

Καὶ νῦν... Θεοτοκίον.

Χαίροις, ὁ πανάγιος Ναός, ὁ πόκος ὁ θεόδροσος, ἐσφραγισμένη πηγή, τοῦ ἀθανάτου ῥείθρου, τὴν πόλιν σου Δέσποινα, φύλαττε ἐκ παντοίων, πολεμίων ἀπολιορκήτως.

Ὁ Εἱρμὸς.

σμα ἀναπέμψωμεν λαοί, τῷ θαυμαστῷ Θεῷ ἡμῶν, τῷ ἀπαλλάξαντι τὸν Ἰσραὴλ ἐκ δουλείας, ᾠδὴν ἐπινίκιον ᾄδοντα καὶ βοῶντα· ᾌσωμέν σοι τῷ μόνῳ Δεσπότῃ.

Ὠδὴ β’

Ὁ Εἱρμὸς.

δετε, ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ὑμῶν, ὁ πρὸ τῶν αἰώνων γεννηθεὶς ἐκ τοῦ Πατρός, καὶ ἐκ τῆς Παρθένου ἐπ' ἐσχάτων, πλὴν ἀνδρὸς κυηθείς, καὶ λύσας τὴν ἁμαρτίαν, τοῦ προπάτορος Ἀδάμ, ὡς φιλάνθρωπος.

σμῆς νῦν πληρούμεθα, ὡς εἰς Παράδεισον ἄλλον θέοντες, τῶν θεοφυτεύτων ἀρετῶν τῶν Ἀσκητῶν, ἃς ἐν ἐγκρατείᾳ, καὶ δάκρυσιν ἤνθησαν, ποικίλως καρποφοροῦντες, πολιτείας τῷ Θεῷ οἱ ὁσιώτατοι.

Μέγας Βησσαρίων, πτηνῶν τὸν βίον ζῶν, ἄλλος Ἄγγελος, νέος Ἰὼβ πάλιν, ὁ στερρὸς Βενιαμίν, ἀλλὰ καὶ Βιτάλιος λαμπτήρ, πόρνας σῴζων Θεῷ, Βυτίμιος δὲ ὁ θεῖος, καὶ ὁ κλεινὸς Βαβύλας, σὺν τούτοις ὑμνείσθωσαν.

ψει πολιτείας, οὐράνιος γέγονας ὦ Βενέδικτε, οἶκος δὲ σοφίας, ὁ ποιμὴν Βασιανός, ἀλλὰ καὶ Βασίλειός τις, ἦρε στέφανον ὑπακοῆς· τῷ τάφῳ γὰρ ζῶν οἰκήσας, διαδείκνυσιν ἡμῖν ὑπακοῆς τὸ λαμπρόν.

μνος Γελασίῳ, οὗτος ἀοίδιμος βασιλεὺς παθῶν· αἶνος Γερασίμῳ, ᾧ δεδούλευκεν ὁ θήρ· εἶκε γὰρ αὐτῷ, δι' ἀρετῆς τελειότητα, δόξα καὶ Γερμανῷ, τῷ πατρί, σύν Γαΐῳ τῷ σοφῷ θεραπευτῇ τοῦ Χριστοῦ.

Δαυῒδ Θεσσαλονίκης, γέρας καὶ καύχημα, ὁ θεόληπτος Δανιήλ, αἰνείσθω ὁ ἐν θαύμασι πολύς, ἔργῳ δὲ καὶ λόγῳ Δανιὴλ ὁ τῆς Σκήτεως Δῖός τε καὶ Δάλματος, ἀρχηγοὶ τῶν μοναστῶν, ἔρεισμα πίστεως.

στέρων διαυγείας, ὑποταγὴ πολλῷ κρείττους ἔδειξεν, ὡς δύο φωστῆρας καταλάμποντας ἡμᾶς, Δομετιανόν τε καὶ Δομέτιον τοὺς θεόφρονας, σὺν τούτοις καὶ οἱ ἀνώνυμοι, ἐνδόξως ἀνυμνείσθωσαν.

Μαρτυρικὸν.

λβος ἀκένωτος, πιστῶν τὴν λάρνακα προκατέλαβε, τῶν ὑπὲρ Κυρίου ἀθλησάντων εὐσεβῶς· δεῦτε οἱ πιστοὶ μαρτυρικῶς τούτοις ᾄσωμεν, καρπούμενοι τὰς ἰάσεις τῶν ψυχῶν, καὶ σωμάτων διὰ πίστεως.

Δόξα...

περτελεστάτη, Μονάς, ὑπέρθεε τρισυπόστατε, ἀγέννητε Πάτερ, καὶ Υἱὲ μονογενές, Πνεῦμα ἐκ Πατρὸς ἐκπορευθέν, δι' Υἱοῦ δὲ φανέν, οὐσία μία καὶ φύσις, κυριότης βασιλεία, σῶσον πάντας ἡμᾶς.

Καὶ νῦν... Θεοτοκίον.

Μόνη εἰσήγαγες, τῇ ἀνθρωπότητι ξένην γέννησιν, μόνη οὐχ ὑπέστης, τὴν ἐκ φύσεως φθοράν, ἄσπορον ἀφθόρως, τοκετὸν ὑπομείνασα· διό σε ὡς Θεοτόκον, κατὰ χρέος οἱ πιστοί, Ἁγνὴ δοξάζομεν.

Καταβασία. 

δετε, ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ὑμῶν, ὁ πρὸ τῶν αἰώνων γεννηθεὶς ἐκ τοῦ Πατρός, καὶ ἐκ τῆς Παρθένου ἐπ' ἐσχάτων, πλὴν ἀνδρὸς κυηθείς, καὶ λύσας τὴν ἁμαρτίαν, τοῦ προπάτορος Ἀδάμ, ὡς φιλάνθρωπος.  

Ὠδὴ γ’

Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Κύριος. 

Εἰς ἄλλον Παράδεισον, εἰσιόντες ἀρετῶν, τῶν θεσπεσίων Πατέρων, τοῖς τούτου γευσώμεθα, ἀειζωοπαρόχου, ἐμψύχου τρυφήσεως, πιστῶς ἀνευφημοῦντες αὐτούς.

Τιμάσθω Εὐθύμιος, ὁ φανώτατος ἀστήρ, ὁ ἑωσφόρος Ἑλλάδιος, Ἐφραὶμ ὁ θεόπνευστος, σὺν Εὐλογίῳ τῷ πάνυ, οἱ ἔργοις καὶ θαύμασιν, ἀστράψαντες τοῖς πέρασιν.

μνείσθω ἐν ᾄσμασι, Ζωσιμᾶς ὁ θαυμαστός, καὶ Ζαχαρίας ὁ πάντιμος, καὶ Ζήνων, καὶ Ζώϊλος, Ἡσαΐας ὁ μέγας, Ἠλίας ὁ ἔνδοξος, σὺν τούτοις γεραιρέσθωσαν.

Τῆς Θέρμης Θεόδωρον, τὸν πανάγαστον ὑμνῶ, καὶ τοῦ Ἐννάτου τὸν πάνυμνον, μεθ' ὧν καὶ Θεόδουλον, σὺν Θεωνᾷ ἀναμέλπω· τιμῶ τὸν θεσπέσιον, καὶ μέγαν Θεοδόσιον.

Αἰνείσθω Θεόκτιστος, ὁ πανάριστος ποιμήν, καὶ ὁ ὑψίνους Θαλάσσιος, ὁ μέγας Θεόδωρος, ὁ κληθεὶς Συκεώτης, σημείοις καὶ τέρασι, φανεὶς ἐπὶ τῆς γῆς ὑψηλός.

στέρες ἀνίσχουσιν, ἄλλοι πάλαι παμφαεῖς, ὁ κολοβὸς Ἰωάννης, σὺν τοῖς ἐν τῇ κλίμακι, τρισὶ φαεσφόροις, σὺν πλείοσιν ἄλλοις τε, ἐνδόξως καταλάμποντες.

Μαρτυρικὸ.

Τιμήσωμεν ᾄσμασι, καὶ ᾠδαῖς πνευματικαῖς, οἱ συνελθόντες φιλέορτοι, Μαρτύρων τὴν πάνσεπτον, καὶ ἐτήσιον μνήμην· ἀεὶ γὰρ πρεσβεύουσι Χριστῷ, ὑπὲρ τοῦ γένους ἡμῶν.

Δόξα...

Τριὰς ὁμοούσιε, καὶ ὑπέρθεε Μονάς, ἡ διαιρέσει τὴν ἕνωσιν καὶ ἔμπαλιν ἔχουσα, τοῖς προσώποις τὴν φύσιν, εἰς ἓν ἡμᾶς σύναψον θέλημα τῶν σῶν ἐντολῶν.

Καὶ νῦν... Θεοτοκίον.

Σκηνήν σε θεότευκτον, προδιέγραψε Μωσῆς, τοῖς Σεραφὶμ συγκαλύπτουσαν, Ἁγίων τὰ Ἅγια, προτυπῶν σου Παρθένε, τὸν τόκον τὸν ἄχραντον, Χριστὸν σαρκὶ τραφήσεσθαι.

Ὁ Εἱρμὸς.

Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Κύριος, καὶ οὐκ ἔστι δίκαιος, ὡς ὁ Θεὸς ἡμῶν, ὃν ὑμνεῖ πᾶσα κτίσις, καὶ οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε φιλάνθρωπε.  

Κάθισμα.  Ἦχος πλ. δ'

Τὴν σοφίαν καὶ Λόγον.

ντωνίου τὸ πρᾶον καὶ καθαρόν, Εὐθυμίου τὸ μέγα καὶ θαυμαστόν, Παύλου Ἀρσενίου τε, τὸ ἀμιγὲς καὶ ἡσύχιον, Θεοκτίστου τὸ κλέος, καὶ τῶν λοιπῶν Ὁσίων, ἁπάντων τὰ τάγματα, οἱ πιστοὶ δοξάσωμεν, καὶ συνευφημήσωμεν, ἐν ᾠδαῖς σὺν τούτοις, Εὐπραξίαν τὴν παρθένον, σὺν πάσαις ὑμνήσωμεν, γυναικῶν ταῖς θεόφροσι, καὶ συμφώνως βοήσωμεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα... Ὅμοιον.

Τοὺς δεσμοὺς διαρρήξαντες τῶν παθῶν, ἐκολλήθητε πόθῳ τῶν ἀγαθῶν, δόξαν ὑπερκόσμιον, ἐν Χριστῷ ἐνεδύσασθε, ἐξ οἰκείων κόπων, εὑρόντες ἀνάπαυσιν, ἐγκρατείας πόνοις, τυχόντες τῆς ἄνω ζωῆς· ὅθεν ἐπαξίως συνευφραίνεσθε ἅμα, ταῖς ἄνω Δυνάμεσι, γηθοσύνως ἐν ᾄσμασι, τῷ Θεῷ παριστάμενοι, Θεοφόροι Πατέρες ἡμῶν, τῶν πταισμάτων ἄφεσιν αἰτήσασθε, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Καὶ νῦν... Θεοτοκίον  Ὅμοιον.

Εἰς ἰλὺν ἐνεπάγην ἁμαρτιῶν, καὶ οὐκ ἔστιν ὑπόστασις ἐν ἐμοί, δεινῶς κατεπόντισε, καταιγὶς τῶν πταισμάτων μου, ἀλλ' ὡς τεκοῦσα Λόγον, τὸν μόνον φιλάνθρωπον, ἐπ' ἐμὲ τὸν δοῦλόν σου, ἐπίβλεψον δέομαι, ῥῦσαι ἁμαρτίας, καὶ παθῶν ψυχοφθόρων, καὶ πάσης κακώσεως, τοῦ ἀλάστορος Δέσποινα, ἵνα ψάλλω γηθόμενος· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.  

Ὠδὴ δ’

Ἐξ ὄρους κατασκίου. 

Λαμπτὴρ κοσμοφανής, ὁ θεῖος Ἱλαρίων, ὄρος γνωστικόν, ὁ μέγας Ἰουστῖνος· μεθ' ὧν Ἱέραξ τιμάσθω, καὶ Ἰβηστίων, οἱ ἀριστόκλεοι, σὺν τῷ Ἰωσήφ.

Καὶ Ἱερεμίας, ἤστραψε τῷ βίω, ὤφθη δὲ καὶ σθένος μέγα Ἰσχυρίων· μεθ' ὧν πυρσεύει Καρίων, Κόπρης καὶ Κάστωρ, Κασσιανὸς δὲ δι' ἀμφοῖν παγκαλλής.

γαμαι Καλλίστου, τὰς χρηστολογίας, αἰνῶ τὰς Λαυρεντίου ἀγαθοεργίας, τὴν εὐπραξίαν Λογγίνου διαφημίζω, καταγεραίρω τὰς τοῦ Λὼτ ἀρετάς.

Λεόντιον ὑμνῶ, βυθὸν θεολογίας, Μάξιμον δὲ μέλπω, πέλαγος δογμάτων, Μαρκιανὸν ἐγκαλλώπισμά τε, καὶ Μᾶρκον, τὸν εὐπειθῆ καί, τὸν θεάκουστον.

Γέρας ἀρετῶν, Μακάριος ὁ μέγας, ὁ Πολιτικὸς δὲ χρῆμα εὐσεβείας, ἀνακηρύττεται τούτοις Μᾶρκος ὁ πάνυ, σὺν Δαλματώῃ, ὁ αἰθίοψ Μωσῆς.

Μαρτινιανοῦ, καὶ Μάλχου μεγαλύνω τοὺς ὑπὲρ ἁγνείας δρόμους τε καὶ ἄθλους, τὸ εὐπραγὲς δὲ Μαρκέλλου τοῦ ποιμενάρχου, τιμῶ καὶ Μίλλην τὸν νεκρέγερτον.

Μαρτυρικὸν.

Μάρτυρες Χριστοῦ, ἀπαύστους ἱκεσίας, τῷ Δημιουργῷ, προσάγετε καὶ κτίστου, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ τῶν τιμώντων, ὑμῶν τὴν μνήμην ἐν τοῖς ᾄσμασι.

Δόξα...

Ξένον ὅτι ἕν, καὶ τρία ἡ Θεότης, ὅλη ἐν τρισί, προσώποις ἀμερίστως· Πατήρ, Υἱὸς γὰρ καὶ Πνεῦμα ἅγιόν ἐστι, τὰ προσκυνούμενα ἐν φύσει μιᾷ.

Καὶ νῦν... Θεοτοκίον.

Χαῖρε τοῦ Θεοῦ, εὐρύχωρον χωρίον, χαῖρε κιβωτέ, τῆς νέας Διαθήκης, χαῖρε ἡ στάμνος, το μάννα ἐξ ἧς ἐδόθη, πᾶσι βροτοῖς τὸ ἐπουράνιον.

Ὁ Εἱρμὸς.

ξ ὄρους κατασκίου Λόγε, ὁ Προφήτης, τῆς μόνης Θεοτόκου, μέλλοντος σαρκοῦσθαι, θεοπτικῶς κατενόησε, καὶ ἐν τρόμῳ, ἐδοξολόγει σου τὴν δύναμιν.  

Ὠδὴ ε’

Τῆς τῶν παθῶν με ἀχλύος.

Τοῦ ἐν Ἐδὲμ Παραδείσου, δεῦτε ἴδωμεν ἄνθη ἀείζῳα, τὰ θεοβλαστούργητα, Πατέρων σπουδάσματα, ὧν ὑπάρχει μόνος γεωργὸς ὁ Κύριος.

Νείλου τοῖς ῥείθροις τῶν λόγων, καταρδεύεται πᾶσα, νοερὰ ψυχή, Ναυκρατίου Νίκωνος, τοῖς βίοις λαμπρύνεται, σὺν Ναθαναὴλ δέ, καὶ Νισθένωρ τέρπει αὐτήν.

Ξενοφῶν σὺν υἱέσιν, ἀρεταῖς ἀπαστράπτων, φωτίζει ἡμᾶς, μέγας δὲ Ὀρσήσιος, ὑπὲρ δὲ Ὀνούφριος, τὸν Ποιμένα δέ, τίς ἀξιολογήσει βροτῶν; 

Παμβὼ καὶ πράξει καὶ λόγῳ, μακαριζέσθω ἀξίως, ὡς ὑψηλός· εἴργων δὲ τοὺς δαίμονας Πούπλιος ὁ ἔνδοξος, δοξαζέσθω ἴσα, ὁ λαμπρὸς Πιννούφριος.

ξιοχρέως τιμάσθω, ὁ περίδοξος ὄντως Παφνούτιος, Πίωρ, Πατερμούθιος Παῦλος ὁ ἁπλούστατος, Πιτυροὺν ὁ μέγας καὶ Πατέρων ἔξοχος.

Λαμπρῶς ἐγκωμιαζέσθω, ὁ φωστήρων φωστήρ, ὁ Παχώμιος, Παλάμων ὁ σύναθλος, ὁ θεῖος Πετρώνιος, Πασσαρίων σὺν τούτοις, θείαις ἐξυμνείσθω ᾠδαῖς.

Μαρτυρικὸν.

θλητικῶς ἐν σταδίῳ, τὸν Χριστὸν Θεὸν ἀνακηρύξαντες, ἀήττητοι Μάρτυρες, στεφάνους ἐλάβετε, καὶ χορεύετε σὺν τοῖς Ἀσωμάτοις χοροῖς.

Δόξα...

Ταῖς ὑποστάσεσι τρία, εἰ καὶ φύσει τὸ ἕν, Θεότης ἐστίν· εἰς ἃ βεβαπτίσμεθα, καὶ οἷς περ πιστεύομεν, ὁ Πατήρ, ὁ Λόγος, καὶ τὸ Πνεῦμα τὸ συμφυές.

Καὶ νῦν... Θεοτοκίον.

διὰ λόγου τὸν Λόγον, ὑπὲρ λόγον τεκοῦσα Πανάχραντε, αὐτὴν ἱκετεύουσα, μὴ παύσῃ δεόμεθα, ἐκ κινδύνων ἀεὶ ῥύσασθαι τὴν ποίμνην σου.

Ὁ Εἱρμὸς. 

Τῆς τῶν παθῶν με ἀχλύος, ὡς ἐκ νυκτὸς βαθυτάτης λυτρούμενος, ὀρθρίζειν ἀξίωσον, τὸ πνεῦμά μου δέομαι, ἐν φωτὶ ἡμέρας, τῶν σῶν προσταγμάτων Χριστέ.

Ὠδὴ ς’

Συνεχόμενον δέξαι με.

Θαυμαστοὶ οἱ πανσέβαστοι, Πατέρες ἡμῶν, ὧν οἱ θεῖοι ἆθλοι, ὧν τὰ παλαίσματα, ὧν αἱ ἰάσεις· τίς γὰρ πλὴν τούτων, ἔδειξε τεράτων ἰσχύν;

αβουλᾶς ὁ θαυμάσιος, καὶ Ῥοῦφος ὁμοῦ, καὶ Σισώης ἅμα ὁ ἰσάγγελος ἀνευφημείσθω, μεθ' ὧν ὁ θεῖος Σέριδος, καὶ Σιλουανός.

Οὐρανὸς τετραφώστηρος, ἐφάνη ἐν γῆ, ἡ δὶς δύο αὕτη, Συμεώνιος ὁμωνυμία· οἳ ἐν τοῖς στύλοις τρεῖς εἰσι, καὶ εἷς ὁ Σαλός.

Μέσον ἄστρων ὡς ἥλιος, ὧν ἦν ἀρχηγός, ὁ ἡγιασμένος Σάββας ἤστραψε, μεθ' ὃν αὐγάζει καὶ Σεραπίων, πράξεσι, σὺν τῷ Σιλβανῷ. 

Σαρματᾶς καὶ Τιμόθεος, Τιθόης ὁμοῦ, σὺν Ὑπερεχίῳ, καὶ Φαρμούθιος, Φωκᾶς, Χαρίτων, Χαιρήμων, Ψόης ὑμνείσθω, καὶ Ὢρ ὁ σοφός. 

ἁγία καὶ ἔνδοξος, Πατέρων πληθύς, ἡ μνημονευθεῖσα, καὶ ἀνώνυμος, ῥῦσαι κινδύνων, τοὺς πόθῳ τὰ μνημόσυνα τελοῦντας ὑμῶν.

Μαρτυρικὸν.

Θαυμαστὸς εἶ φιλάνθρωπε, ἐν σοῖς Ἀθληταῖς, ὧν οἱ θεῖοι ἆθλοι, ὧν τὰ θαύματα, ὧν αἱ ἰάσεις, ὧν ταῖς πρεσβείαις, σῶσον ἡμᾶς Κύριε.

Δόξα...

Σὲ τριὰς ὑπεράρχιε, καὶ θεία μονάς, φῶς καὶ φῶτα μέλπω, ζωὴν καὶ ζωάς, Νοῦν Λόγον, Πνεῦμα ἅγιόν τε, καὶ ἅγια, τὸν ἕνα Θεόν.

Καὶ νῦν... Θεοτοκίον.

κ τῆς ῥίζης ἀνέτειλε, σοῦ ἄνθος ζωῆς, Ἰεσσαὶ προπάτορ, ἀνασκίρτησον, ὁ σῴζων κόσμον, ἐκ τῆς ἁγνῆς Νεάνιδος, Χριστὸς ὁ Θεός.

Ὁ Εἱρμὸς.

Συνεχόμενον δέξαι με, φιλάνθρωπε, ἐκ πταισμάτων πολλῶν, καὶ προσπίπτοντα, τοῖς οἰκτιρμοῖς σου, ὡς τὸν Προφήτην, Κύριε, σῶσόν με.  

Κοντάκιον.  Ἦχος πλ. δ’

Ὡς ἀπαρχὰς.

ς εὐσεβείας κήρυκας, καὶ ἀσεβείας φίμωτρα, τῶν θεοφόρων τὸν δῆμον ἐφαίδρυνας, Κύριε, τὴν ὑφήλιον λάμποντα. Ἐν εἰρήνῃ τελείᾳ, ταῖς αὐτῶν ἱκεσίαις, τούς σὲ δοξάζοντας καὶ μεγαλύνοντας, διαφύλαξον, ψάλλειν καὶ ᾄδειν σοι, Ἀλληλούϊα.

Ὁ Οἶκος.

Τοῖς τοῦ βίου τερπνοῖς ἐνητένισα, λογισμοῖς θεωρῶν τὰ γινόμενα, καὶ μετρήσας αὐτῶν τὰ ἐπώδυνα, τὴν ζωὴν τῶν βροτῶν ἐταλάνισα, ὑμᾶς δὲ μόνους ἐμακάρισα, τοὺς μερίδα καλὴν ἐπιλεξαμένους, τὸ παθεῖν τῷ Χριστῷ, καὶ μένειν σὺν αὐτῷ, καὶ συμψάλλειν ἀεὶ τῷ Προφήτῃ Δαυΐδ, Ἀλληλούϊα.  

Συναξάριον.

Τῷ Σαββάτῳ τῆς Τυρινῆς, μνείαν ἐπιτελοῦμεν πάντων τῶν ἐν ἀσκήσει λαμψάντων ἁγίων Ἀνδρῶν τε καὶ Γυναικῶν.

Στιχοι

Ψυχαῖς Δικαίων, ὧν ἀεὶ μνήμη μένει,

Χοὰς μενούσας, προσκομίζω τοὺς λόγους.

Ταῖς τῶν Ὁσίων σου πάντων πρεσβείαις Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.  

Ὠδὴ ζ’

Ὁ τοὺς Παῖδας δροσίσας.

Δεῦτε προσοίσωμεν ὕμνους κατὰ χρέος, γυναιξὶ ταῖς ὁσίως βιωσάσαις, καὶ ἰσαγγέλως· Ὧν ἱκεσίαις, κράζομεν· Ὁ Θεὸς σῶσον πάντας ἡμᾶς.

χρηστοφόρος Βρυαίνη, σὺν τῇ θείᾳ Φεβρωνίᾳ τιμάσθω, καὶ Θωμαΐιδι, καὶ Ἱερείᾳ, καὶ Πλατωνὶς δὲ ᾄδεται, σὺν αὐταῖς καὶ Μελανθία πιστῶς.

Ταῖς ἀγγελόφροσιν αἶνος Εὐπραξίαις, σὺν δυσὶ Θεοδώραις, Ἀναστασίαις ταῖς πανολβίαις, ὕμνος καὶ δόξα ἄπαυστος, θαυμαστῶς λατρευσάσαις Θεῷ.

Αἰγυπτία Μαρία, φῶς ἐν κόσμῳ, καὶ ἡ Μαρῖνος κληθεῖσα, ἄστρον ὤφθη τῇ οἰκουμένῃ, ἡ Εὐφροσύνη ἥλιος, ἀρεταῖς ἀπαστράπτουσα.

Πυρσοφαὴς Θεοδούλη καὶ ἐν ἀσκήσει, σὺν ταύτῃ αὐγάζει, Θεοδότη καὶ Ἰουλίττα, καὶ συνεκλάμπει πράξεσιν, Ἰσιδώρα ἡ πανόλβιος.

οὐρανόφρων Μαρίνη νῦν τιμάσθω, σὺν τῇ μεγάλη Ματρώνῃ· Συγκλητικὴ δὲ καὶ ἡ Σάρρα, σὺν τῇ Ἰούστῃ ᾄσμασιν, ὡς σοφαὶ ἀνυμνείσθωσαν.

Πελαγία ὁ Ἀγγελος Κυρίου, Ταϊσία, ὁ λύχνος τῆς μετανοίας, συναδέσθω, καὶ εἴ τις ἄλλη, ἔλαμψε Γυναικῶν ἐν ἀσκήσει.

Μαρτυρικὸν.

Τῶν Ἀθλοφόρων τὴν μνήμην ἐκτελοῦντες, δυσωποῦμεν τὸν μόνον Ζωοδότην, τοῦ καταπέμψαι τοῖς ἀνυμνοῦσιν ἔλεος, καὶ πταισμάτων συγχώρησιν.

Δόξα...

Σὺν τῷ Υἱῷ τὸν Πατέρα προσκυνοῦμεν, καὶ τὸ ἅγιον Πνεῦμα ὁμοφρόνως, δοξολογοῦντες πιστῶς βοῶμεν· Δόξα σοι Τριὰς μονάς, ὁ Θεὸς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον.

Θεοτόκε Παρθένε ἡ τεκοῦσα, τὸν τοῦ κόσμου Σωτῆρα καὶ Δεσπότην, εὐλογημένη, αὐτὸν δυσώπει πάντοτε, οἰκτειρῆσαι τὰς ψυχὰς ἡμῶν.

Ὁ Εἱρμὸς.

τοὺς Παῖδας δροσίσας ἐν καμίνῳ, καὶ παρθένον φυλάξας τὴν Τεκοῦσάν σε μετὰ τόκον, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Ὠδὴ η’

Τὸν ἐν Ὄρει, ἁγίῳ δοξασθέντα. 

Τοὺς ποιμένας, καὶ σοφοὺς Διδασκάλους, Ἱεράρχας, Χριστοῦ τῆς Ἐκκλησίας, σὺν τοῖς Ὁσίοις, πάντες ἀνυμνήσωμεν, Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

Κατὰ χρέος, Βασίλειος ὁ μέγας, καὶ σὺν τούτῳ, ὁ πολύαθλος ὄντως, ὑμνείσθω Ἀθανάσιος ἐν ᾄσμασι, μετὰ Γρηγορίου, τοῦ θεολογίαις, ἐξάρχοντος ἁπάντων. 

ωάννην, τὸ χρυσορρῆμον στόμα, σὺν Κυρίλλοις, τοῖς θεοσόφοις στύλοις, δοξάσωμεν ὡσαύτως καὶ Ἡσύχιον, ἄλλον θεολόγον, σὺν τῷ θεηγόρῳ, καὶ θείῳ Μελετίῳ.

Γρηγορίῳ, δόξα τῶν Νυσσαέων, σὺν τοῖς δύῳ, θαυματουργοῖς Πατράσι, καὶ ὁ σοφὸς τὰ θεῖα Ἐπιφάνιος, σὺν Ἀμφιλοχίῳ, τῷ λαμπρῷ φωστῆρι, ὑμνείσθω εἰς αἰῶνας.

Μητροφάνην, τῶν Ἱερέων κλέος, σὺν Νεκταρίῳ Ἀττικῷ Γενναδίῳ, μεθ' ὧν καὶ Ἀνατόλιον ὑμνήσωμεν, τοὺς ζωολαμπτῆρας, ἅμα Εὐσεβείῳ καὶ Πρόκλῳ τοῖς πανσόφοις.

 

Νικολάῳ, τῷ ἱεροκηρύκῳ, Σωφρονίῳ, τῷ ὄντως μελιγλώττῳ, σὺν Εὐλαλίῳ ᾄδω καὶ Διάδοχον, ἅμα Εὐσταθίῳ, Ἰουβεναλίῳ, τοῖς πατροκορυφαίοις.

Μαρτυρικὸν.

Τὰς ἰάσεις, ψυχῶν τε καὶ σωμάτων, ὡς ἐκ κρήνης, τῆς λάρνακος βρυούσης, τῶν Ἀθλοφόρων πίστει ἀρυσώμεθα, Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τούς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα.

ς Μονάδα, τῇ οὐσίᾳ ὑμνῶ σε, ὡς Τριάδα, τοῖς προσώποις σε σέβω, πάτερ, Υἱέ, καὶ Πνεῦμα τὸ πανάγιον, ἄναρχον τὸ κράτος, τῆς σῆς Βασιλείας, δοξάζω εἰς αἰῶνας.

Καὶ νῦν... Θεοτοκίον.

Σὺ τὸ Ὄρος, τοῦ Θεοῦ ἀνεδείχθης, Θεοτόκε, ἐν ᾧ Χριστὸς οἰκήσας, θείους ναοὺς εἰργάσατο τοὺς ψάλλοντας· Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...

Ὁ Εἱρμὸς. 

Τὸν ἐν Ὄρει, ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ, πυρὶ τὸ τῆς Ἀειπαρθένου, τῷ Μωϋσῇ μυστήριον γνωρίσαντα· Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.  

Ὠδὴ θ’

Τὸν προδηλωθέντα ἐν Ὄρει.

Τὶς τὴν παρρησίαν, ἐρεύξεται Ἀμβροσίου; τοῦ Ἱεροθέου δέ, πῶς τὴν σοφίαν ἐξείποι; καὶ Ἀλεξάνδρων τῶν θεοσόφων Πατέρων, τὴν ὑπὲρ τῆς πίστεως στερρότητα;

Φαίδιμος ὁ θεῖος, Σπυρίδων ὁ θεοφόρος, σὺν τῷ Ἀντιπάτρῳ, Παμβῷ, Παλλαδίῳ, καὶ Νόννῳ, Ἱερωνύμῳ, καὶ Γερμανῷ τῷ παντίμῳ, ὡς θεοφωστῆρες ἀνυμνείσθωσαν.

πολὺς τὰ θεῖα, Διονύσιος τιμάσθω, ὡς τῶν οὐρανίων μύστης, ὁ πολύαθλος Κλήμης, Φλαβιανός τε, καὶ Παῦλος ὁ μέγας, τῆς ὁμολογίας οἱ προκήρυκες.

Μιχαὴλ Συνάδων, ὑμνείσθω σὺν Ταρασίῳ, Νικηφόρος αὖθις, σὺν Θεοδώρῳ τῷ πάνυ, καὶ Θεοφάνης, ὁ Ἱερώνυμος ὄντως, οἱ ὑπασπισταὶ τῶν χαρακτήρων Χριστοῦ.

Πέτρος καὶ Ἰγνάτιος, οἱ ὄντως θεοφόροι, ὡς Χριστοῦ ἀπόστολοι, καὶ ἱερόαθλοι ὄντες, ἀνυμνείσθωσαν ἅμα σὺν Πολυκάρπῳ, καὶ Κυπριανῷ τῷ χριστομάρτυρι.

σιοι Πατέρες, καὶ Ἱεράρχαι Κυρίου, σὺν Ἱερομάρτυσι, καὶ Γυναιξὶν ἁγίαις, ὀνομαστοὶ καὶ ἀνώνυμοι πάντες, εὔξασθε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Μαρτυρικὸν.

ν ταῖς οὐρανίαις, μοναῖς τῆς δόξης Κυρίου, σὺν χοροῖς τῶν Μαρτύρων, καὶ Ἀποστόλων τρυφῶντες, ὑπὲρ ἡμῶν τῶν ἐν γῇ τὰς αἰτήσεις, Μάρτυρες τῷ κτίστῃ προσαγάγετε.

Δόξα...

εἷς ἐν Τριάδι Θεός, δόξα σοι ἀπαύστως· εἰ γὰρ καὶ Θεὸς ἕκαστον, ἀλλ' εἷς τῇ φύσει πέλεις, ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ πνεῦμα, τοῖς τρισσοφαέσιν ἰδιώμασι.

Καὶ νῦν... Θεοτοκίον

Βάτον καιομένην πυρί, καὶ μὴ φλεγομένην, προεώρα πάλαι Μωσῆς, ἐν Σιναίῳ τῷ, ὄρει, σὴν θεόδεκτόν σου γαστέρα Παρθένε, ὑποδεχομένην τὸ ἀκήρατον πῦρ.

Ὁ Εἱρμὸς. 

Τὸν προδηλωθέντα, ἐν Ὄρει τῷ Νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς, Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν.  

Ἐξαποστειλάριον.

Γυναῖκες ἀκουτίσθητε.

Οἱ κόσμον ἀρνησάμενοι, καὶ τὸν Σταυρὸν ἀράμενοι, πληθὺς ὁσίων Πατέρων, σὺν τοῖς χοροῖς τῶν Μαρτύρων, Ἱεραρχῶν ὁμήγυρις, καὶ Γυναικῶν τὸ σύνταγμα, ἡμᾶς καταφαιδρύνατε, τοῦ ἀνυμνῆσαι ἀξίως, ὑμῶν τὴν πάμφωτον μνήμην.

Ἕτερον.

Τοῖς Μαθηταῖς συνέλθωμεν. 

Τοὺς ἐν ἀσκήσει λάμψαντας, Θεοφόρους Πατέρας, καὶ Ἱεράρχας ἅμα τε, Γυναικῶν τὰς ὁσίας, καὶ τῶν Ἱερομαρτύρων, τὰς χορείας ἐν ὕμνοις, φαιδρῶς ἀνευφημήσωμεν, ὅπως ἁγιασθῶμεν, καὶ ταῖς εὐχαῖς τούτων, καὶ πρεσβείαις τῆς Θεοτόκου, τὸν δρόμον διανύσωμεν, εὐμαρῶς τῆς νηστείας.  

Εἰς τοὺς Αἴνους.

Ἱστῶμεν Στιχηρὰ.

Ἦχος πλ. δ’

Ὁ ἐν Ἐδὲμ Παράδεισος.

Τὴν τῶν Πατέρων ἅπαντες πληθύν, ὁσίως ἀσκήσασαν, ἐν ᾠδαῖς ἐγκωμιάσωμεν πιστοί, τοὺς Ἱεράρχας δὲ Χριστοῦ, εὐφημήσωμεν ᾄσμασι, θεοφρόνως ὁμοψύχως ἀδελφοί· ἐν ἐγκρατείᾳ γὰρ ἔζησαν, καὶ ἐν νηστείᾳ καθαρᾷ, καὶ τοῦ Χριστοῦ κατετράνωσαν, τὸ Εὐαγγέλιον ἡμῖν, μεθ' ὧν ἀνυμνήσωμεν, Γυναικῶν τὰς θεοφόρους καὶ λαμπράς, τὴν αὐτῶν πολιτείαν, θεοπρεπῶς ζηλοῦντες ἐν ψυχῇ, ἵνα εὕρωμεν ἐκεῖ, πλημμελημάτων τὴν συγχώρησιν.

Τοὺς ἐν ἀσκήσει λάμψαντας φαιδρῶς, ὁσίως τε ζήσαντας, εὐφημήσωμεν ἐνδόξως ἀδελφοί, ὡς βιοτεύσαντας καλῶς, πρὸς ζωὴν τὴν αἰώνιον, εὐσεβῶς μετοικισθέντας ἐν χαρᾷ, πρὸς λῆξίν τε τὴν ἀνώλεθρον, καὶ μακαρίαν τὴν ἐκεῖ, δι' ἀρετῆς καὶ σεμνότητος, εὐθυδρομήσαντας ἰδού, ἀξίως τιμήσωμεν, ὅπως τύχωμεν ἐλέους ἐκ Θεοῦ, τῇ αὐτῶν παρακλήσει, καὶ αἰωνίου δόξης καὶ χαρᾶς, καὶ ῥυσθῶμεν τῶν ἐκεῖ, ἀπαραιτήτων κολάσεων.

εραρχῶν ἁπάντων ὁ χορός, Δικαίων ὁμήγυρις, Ἀσκητῶν τε καὶ ὁσίων Γυναικῶν, τῶν βιωσάντων εὐσεβῶς, δυσωπηθέντες χάριτι· Ἱκετεύσατε τὸν μόνον ἀγαθόν, καὶ πανοικτίρμονα Κύριον, τοῦ οἰκτειρῆσαι καὶ ἡμᾶς, καὶ τῆς ἐκεῖ κατακρίσεως, ῥυσθείημεν διαπαντός, ταῖς προσευχαῖς ὑμῶν σοφοί, καὶ μελλούσης ἀπολαύσεως, τρυφᾶν διηνεκῶς, εἰς αἰῶνας αἰώνων, ἀγαλλιώμενοί τε καὶ ἡμεῖς, αἶνον ὕμνοις ἀπαύστως, τῷ Ζωοδότῃ ἀνακράζοντες.

Θεοπρεπῆ πανήγυριν πιστοί, κροτήσωμεν σήμερον, ἐν τῇ μνήμῃ τῶν Ἁγίων δαψιλῶς Ἱεραρχῶν, καὶ Ἀσκητῶν, καὶ Ἱερομαρτύρων, καὶ ὁσίων Γυναικῶν, καὶ εὐσεβῶν· τῶν γὰρ φθαρτῶν κατεφρόνησαν, καὶ τῶν προσκαίρων ἀληθῶς, καὶ ὡς ἀράχνην ἡγήσαντο, καὶ ὥσπερ σκύβαλα αὐτά, ἵνα κερδήσωσι, τὸν Χριστὸν καὶ τὰ βασίλεια

αὐτοῦ, καὶ τὰ θεῖα ἐκεῖνα, ἃ ὀφθαλμὸς οὐκ εἶδεν, οὓς οὐδὲ ἤκουσε ποτέ, ὧν πρεσβείαις ὁ Θεός, ῥῦσαι φθορᾶς τὰς ψυχὰς ἡμῶν.

Δόξα...

Ἰδιόμελον. Ἦχος πλ. β’

σιοι Πατέρες, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος, τῶν κατορθωμάτων ὑμῶν, δι' ὧν ἐν τοῖς οὐρανοῖς, εὕρετε μισθὸν τῶν καμάτων ὑμῶν, τῶν δαιμόνων ὠλέσατε τὰς φάλαγγας, τῶν Ἀγγέλων ἐφθάσατε τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζηλώσατε, παρρησίαν ἔχοντες πρὸς Κύριον, εἰρήνην αἰτήσασθε ταῖς ψυχαῖς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον.

Θεοτόκε σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα μετὰ τῶν σῶν Ὁσίων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικὰ καὶ ἀπὸ τοῦ Κανόνος, Ὠδὴ γ’ καὶ ς’.

Προκείμενον. Ἦχος πλ, δ' [Ψαλμός 149]

Καυχήσονται Ὅσιοι ἐν δόξῃ.

Στίχ. Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν.

 

Πρὸς Ῥωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

(Κεφ 14: 19 - 26)

δελφοί, τὰ τῆς εἰρήνης διώκωμεν, καὶ τα τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους. Μὴ ἕνεκεν βρώματος, κατάλυε τὸ ἔργον τοῦ Θεοῦ, πάντα μὲν καθαρά, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ, τῷ διὰ προσκόμματος ἐσθίοντι. Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει, ἢ σκανδαλίζεται, ἢ ἀσθενεῖ. Σὺ πίστιν ἔχεις; κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ Θεοῦ. Μακάριος ὁ μὴ κρίνων ἑαυτόν, ἐν ᾧ δοκιμάζει. Ὁ δὲ διακρινόμενος, ἐὰν φάγῃ, κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως, πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστί. τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν, κατ' ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, εἰς ὑπακοὴν πίστεως, εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, μόνῳ σοφῷ Θεῷ, διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἕτερος τῶν Ὁσίων.

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

(Κεφ 5: 22 - 6: 2)

δὲ καρπὸς τοῦ Πνεύματος, Ἀδελφοί, ἐστὶν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν, σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζητε τὸν τοιοῦτον ἐν πνεύματι πραότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.

λληλούϊα [γ΄].  Ἦχος β΄ [Ψαλμός 91, 32].

Στίχ. Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.

Στίχ. γαλλιᾶσθε , δίκαιοι, ἐν Κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις.

Εὐαγγέλιον.   

κ τοῦ κατά Ματθαῖον.

Κεφ. 6:1-13

Εἶπεν ὁ Κύριος· Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν, μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων, πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰδὲ μήγε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ Πατρὶ ὑμῶν, τῷ ἐν τοῖς οὐρανοῖς. ῞Οταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς, καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων· Ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην, μὴ γνώτω ἀριστερά σου τί ποιεῖ δεξιά σου· ὅπως σου ἐλεημοσύνη ἐν τῷ κρυπτῷ· καὶ Πατήρ σου βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι ἐν τῷ φανερῷ. Καὶ ὅταν προσεύχῃ, οὐκ ἔσῃ ὥσπερ οἱ ὑποκριταί· ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς, καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἐστῶτες προσεύχεσθαι, ὅπως ἂν φανῶσι τοῖς ἀνθρώποις· Ἀμὴν λέγω ὑμῖν, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ κλείσας τὴν θύραν σου, πρόσευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ Πατήρ σου βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ. Προσευχόμενοι δὲ μὴ βαττολογήσητε, ὥσπερ οἱ ἐθνικοί· δοκοῦσι γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται. Μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς· οἶδε γὰρ Πατὴρ ὑμῶν, ὧν χρείαν ἔχετε, πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν. Οὕτως οὖν προσεύχεσθε ὑμεῖς· Πάτερ ἡμῶν ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ· ὅτι σοῦ ἐστιν βασιλεία, καὶ δύναμις, καὶ δόξα, εἰς τοὺς αἰῶνας· Ἀμήν.

Καὶ τῶν Ὁσίων.

κ το κατ Ματθαον.

Κεφ. 11: 27-30

Επεν Κύριος τος αυτο Μαθητας· Πντα μοι παρεδθη π το Πατρς μου· κα οδες πιγινσκει τν Υἱὸν, ε μ Πατρ· οδ τν Πατρα τις πιγινσκει, ε μ Υἱὸς, κα ἐὰν βοληται Υἱὸς ποκαλψαι. Δετε πρς με πντες ο κοπιντες κα πεφορτισμνοι, κγ ναπασω μς. ρατε τν ζυγν μου φ᾿ μς, κα μθετε π᾿ μο, τι πρᾷός εμι κα ταπεινς τ καρδίᾳ· κα ερσετε νπαυσιν τας ψυχας μν. γρ ζυγς μου χρηστς, κα τ φορτον μου λαφρν στιν.

Κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούϊα.