The Orthodox Pages

 

ΤΟ ΤΡΙΩΔΙΟΝ

 

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

  

ΤΗ ΔΕΥΤΕΡΑ ΤΗΣ Δ' ΕΒΔΟΜΑΔΟΣ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Τὰ κατὰ τὸν τυχόντα Ἦχον Τριαδικά· καὶ μετὰ τὴν α’ Στιχολογίαν, Καθίσματα Κατανυκτικά, καὶ Θεοτοκίον τοῦ αὐτοῦ Ἤχου. Μετὰ δὲ τὴν β’ Στιχολογίαν τὰ παρόντα Καθίσματα.  

Ἦχος πλ. δ’

Ἀνέστης ἐκ νεκρῶν.

Τὸ πάνσεπτον πιστοί, προσκυνήσωμεν Ξύλον, ἐν ᾧ ὁ Ποιητής, τῶν ἁπάντων ὑψώθη, πρόκειται ἁγιάζον, τοὺς προσιόντας ψυχῇ καὶ σώματι, ῥύπον ἀποκαθαῖρον, τῆς ἁμαρτίας τῶν νηστευόντων πιστῶς, καὶ ἀνυμνούντων πάντοτε Χριστόν, τὸν μόνον εὐεργέτην.

Δόξα... Τὸ αὐτὸ.

Καὶ νῦν ... Θεοτοκίον.

Λόγος τοῦ Πατρός, ἐπὶ τῆς γῆς κατῆλθε, καὶ Ἄγγελος φωτός, τῇ Θεοτόκῳ ἐβόα· Χαῖρε εὐλογημένη, ἡ τὴν παστάδα μόνη φυλάξασα, σύλληψιν συλλαβοῦσα, τὸν πρὸ αἰώνων Θεὸν καὶ Κύριον, ἵνα τῆς πλάνης σώσῃ ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

Μετὰ τὴν γ’ Στιχολογίαν

Καθίσματα  Ἦχος γ’

Τὴν ὡραιότητα.

Μεσοπονήσαντες, νῦν  τὴν ἐγκράτειαν, καὶ εἰς προσκύνησιν, Χριστέ μου φθάσαντες, τοῦ ζωηφόρου σου Σταυροῦ, προσπίπτοντες βοῶμέν σοι· Μέγας εἶ Φιλάνθρωπε, καὶ μεγάλα τὰ ἔργα σου, ὅτι ἐφανέρωσας τὸν Σταυρόν σου τὸν τίμιον, ὃν φόβῳ προσκυνοῦντες κραυγάζομεν· Δόξα τῇ ἄκρᾳ εὐσπλαγχνίᾳ σου.

Δόξα... Τὸ αὐτὸ.

Καὶ νῦν ... Θεοτοκίον.

ς ἀγεώργητος Παρθένε ἄμπελος, τὸν ὡραιότατον, βότρυν ἐβλάστησας, ἀναπηγάζοντα ἡμῖν, τὸν οἶνον τὸν σωτήριον, πάντων τὸν εὐφραίνοντα, τὰς ψυχὰς καὶ τὰ σώματα· ὅθεν ὡς αἰτίαν σε τῶν καλῶν μακαρίζοντες, ἀεὶ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Ὁ Κανὼν τοῦ Μηναίου, καὶ τὰ παρόντα Τριῴδια κατὰ τὴν τάξιν αὐτῶν. Στιχολογεῖται δὲ καὶ ἡ α’ Ὠδή.

Τριῴδιον ποίημα Ἰωσηφ.

Ὠδὴ α’ Ἦχος πλ. δ’

Ἁρματηλάτην Φαραὼ.

φωτοφόρος τοῦ Σταυροῦ προσκύνησις, πᾶσιν ἐπέφανεν, ἡλιακὴν αἴγλην, σωτηρίας πέμπουσα, καὶ πάντας καταυγάζουσα, τοὺς παθῶν ἀμαυρώσει, κεκρατημένους, συνδράμωμεν, τοῦτον καθαρῶς κατασπάσασθαι.

Τῇ τῆς νηστείας καθαρθέντες χάριτι, καθαρωτάτῳ νοΐ, τῷ καθαρῷ μόνῳ, δεῦτε ἐκβοήσωμεν, φωνὴν εὐχαριστήριον· Σὺ τὸ Αἷμά σου Λόγε, ὑπὲρ ἡμῶν πάντων δέδωκας, σὺ καὶ τῷ Σταυρῷ ἁγιάζεις ἡμᾶς.

Συμποδισθεὶς ταῖς προσβολαῖς τοῦ ὄφεως, τραῦμα ἐξαίσιον, διαπαντὸς κεῖμαι, Σῶτερ ὁ τὴν ἔκπτωσιν, τῶν πρωτοπλάστων πάθει σου, τοῦ Σταυροῦ ἀνορθώσας, ἀνόρθωσον, καὶ ὁδήγησον, σοῦ πρὸς θελημάτων ἐκπλήρωσιν.

Σταυροθεοτοκίον.

Παρισταμένη τῷ Σταυρῷ σου Κύριε, ἡ, Ἀπειρόγαμος, καὶ τὰς ἐν σοὶ τρώσεις, καθορῶσα Δέσποτα, τιτρωσκομένη ἔλεγεν· Οἴμοι τέκνον! ὠδῖνας, ἀποφυγοῦσα τῷ τόκῳ σου, νῦν  ὀδυνηρῶς κατατρύχομαι.

Ἕτερον Ποίημα τοῦ κυρίου Θεοδώρου.

Ἦχος γ’

Ἄσωμεν τῷ Κυρίῳ τῷ ποιήσαντι.

βδομὰς ἁγία, καὶ φωσφόρος αὕτη, τὸν Σταυρὸν τὸν τίμιον, προτιθεμένη Κόσμῳ, δεῦτε ἀσπασώμεθα, φόβῳ τε καὶ πόθῳ, τὰς ψυχὰς φωτιζόμενοι, τὸν ἐν αὐτῷ παγέντα Χριστόν, ἐν ᾄσμασι δοξάζοντες.

Τὸν Σταυρόν σου πάντες, προσκυνοῦμεν Χριστέ, προπομπὴν ποιούμενοι, τῆς Ἀναστάσεώς σου, ὑμνοῦμεν τοὺς ἥλους σου, τιμῶμεν καὶ τὴν λόγχην σου, τὰ χείλη καὶ τὰ ὄμματα, ψυχῆς τε καὶ τοῦ σώματος, ἐν τούτοις ἁγνιζόμενοι.

Δόξα...

Τριὰς ἡ ἐν Μονάδι, οὐσίας ὑμνουμένη, Πάτερ Υἱὲ σὺν Πνεύματι, τῷ ὑπερπαναγίῳ, ἄναρχε ἀΐδιε, ἄκτιστε Θεότης, ἡ τοῦ φωτὸς πηγὴ καὶ ζωή. Σὲ προσκυνοῦμεν πάντες βροτοί, τὴν τὸ πᾶν οὐσιώσασαν.

Καὶ νῦν ... Θεοτοκίον.

μνοῦμέν σε Παρθένε, Θεοτόκε ἁγνή, Χερουβικὸν ὄχημα, ἐξ ἧς Θεὸς ἐτέχθη· σὺ γὰρ μόνη γέγονας, πηγὴ ἀφθαρσίας, πηγάζουσα πᾶσι ζωήν, ἀφ' ἧς ἀρυόμενοι, ἰάματα λαμβάνομεν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τεσσαράκοντα νηστειῶν σταδίου, μέσον διϊππεύοντες, δεῦτε τῇ διαθέσει, Χριστῷ συναπίωμεν, πρὸς τὸ θεῖον Πάθος, ἵνα συσταυρωθέντες αὐτῷ, κοινωνοὶ γενώμεθα, τῆς αὐτοῦ Ἀναστάσεως.

Ὁ Εἱρμὸς.

σωμεν τῷ Κυρίῳ, τῷ ποιήσαντι θαυμαστὰ τέρατα ἐν Ἐρυθρᾷ θαλάσσῃ· πόντῳ γὰρ ἐκάλυψε τοὺς ὑπεναντίους, καὶ ἔσωσε τὸν Ἰσραὴλ· αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.

Ὠδὴ η’

Ἑπταπλασίως κάμινον.

Τὸν ἰοβόλοις πάθεσι, καὶ ψυχήν, καὶ διάνοιαν, τετραυματισμένην κεκτημένον Κύριε, ἐλέησον οἴκτειρον, τῷ σῷ Σταυρῷ θωράκισον, καὶ ταῖς ἐκ πλευρᾶς σου κενωθείσαις ῥανίσι, προθύμως ἵνα μέλπω· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

πὶ τοῦ ὄρους πάλαι σε, Μωϋσῆς προετύπωσε, χεῖρας ἀνυψῶν, καὶ Ἀμαλὴκ τροπούμενος, Σταυρὲ πανσεβάσμιε, ὃν προσκυνοῦντες σήμερον, τρέπομεν δαιμόνων τὰ ἀλλόφυλα στίφη, καὶ πίστει μελῳδοῦμεν· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

πὸ παθῶν κλονούμενον, ὑπ' ἐχθρῶν σκελιζόμενον, ὑπὸ συνηθείας πονηρᾶς ἑλκόμενον, οἰκτείρησον Εὔσπλαγχνε, τῷ σῷ Σταυρῷ θωράκισον, ὅπως μελῳδῶ ἐν ἀκλονήτῳ καρδίᾳ· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Σταυροθεοτοκίον.

δυνηρῶς στενάζουσα, μητρικῶς ὁλολύζουσα, καὶ τὴν ἐκ σῶν σπλάγχνων, συνοχὴν μὴ φέρουσα, Σταυρῷ, ἐνητένιζες, τῷ ἐκ τῆς σῆς τεχθέντι γαστρός, Τέκνον, ἐκβοῶσα· τί τὸ ὅραμα τοῦτο, πῶς πάσχεις ὁ τῇ φύσει, ἀπαθής; πάντων, θέλων, τὸ γένος τῶν ἀνθρώπων, φθορᾶς ἐλευθερῶσαι.

Εἱρμὸς ἄλλος.

Τὸν ὑπ' Ἀγγέλων.

Τῇ Ἐκκλησίᾳ προτεθέντα, τὸν Σταυρὸν Χριστοῦ θεώμενοι, φόβῳ καὶ πίστει ἀδελφοί, προσελθόντες προσκυνήσωμεν, αὐτῷ ἀναβοῶντες· Σὺ τὴν ζωὴν ἐξήνθησας, τοῖς βροτοῖς φωτοφόρε.

Τροπαιοφόρον ἐν πολέμοις, Οὐρανός σε καθυπέδειξε, ζωοποιὲ ἡμῶν Σταυρέ, Βασιλέων ὅπλον ἄμαχον, ἐχθρῶν ὁ καθαιρέτης, Ἐκκλησιῶν τὸ κέρας, καὶ τῶν πιστῶν σωτηρία.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα

Πατέρα ἅγιον δοξάζω, καὶ Υἱὸν ἅγιον σέβω, καὶ Πνεῦμα ἅγιον ὑμνῶ, Ὁμοούσιον. Τριάδα ἁπλήν, Θεὸν ἕκαστον τούτων, φῶτα καὶ φῶς, ὡς ἐξ Ἡλίου ἑνὸς προϊόντα.

Καὶ νῦν ... Θεοτοκίον.

Χαῖρε πύλη ἀδιόδευτε, χαῖρε βάτε ἀκατάφλεκτε, χαῖρε ἡ στάμνος ἡ χρυσῆ, χαῖρε ὄρος ἀλατόμητον, χαῖρε Θεοτόκε ἐλπὶς ἀρραγής, καὶ τεῖχος τῶν ἐπὶ σοὶ πεποιθότων.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Τὴν Νηστείαν ἐκμεσάσαντες, εὐθαρσήσωμεν τῷ πνεύματι, πρὸς τὸ ἑξῆς νεανικῶς, εὐδρομοῦντες σὺν Θεῷ ἀδελφοί, ὅπως καὶ τὸ Πάσχα περιχαρῶς ὀψώμεθα, τοῦ Χριστοῦ ἀναστάντος.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...

Ὁ Εἱρμὸς.

Τὸν ὑπ' Ἀγγέλων ἀσιγήτως, ἐν Ὑψίστοις δοξαζόμενον Θεόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, γῆ, καὶ ὄρη, καὶ βουνοί, καὶ βυθός, καὶ πᾶν γένος ἀνθρώπων ὕμνοις αὐτόν ὡς Κτίστην καὶ Ποιητήν, εὐλογεῖτε ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ’

Ἔφριξε πᾶσα ἀκοὴ.

γγόνους πάλαι Ἰακώβ, εὐλογῶν προδιετύπου τρανώτατα, Σταυρὸν τὸν τίμιον, δι' οὗ Οἰκτίρμον, ἡμᾶς εὐλόγησον, ἁγιασμοῦ παρεκτικήν, χάριν παρεχόμενος, τοῖς  προσκυνοῦσιν αὐτόν, καὶ τῶν πάντων Λυτρωτήν σε δοξάζουσι. 

Νηστείας ὕδατι πιστοί, καθαρθέντες καὶ ψυχὴν καὶ διάνοιαν, τὸ ζωοδώρητον, καὶ θεῖον Ξύλον, περιπτυξώμεθα, πρόκειται πᾶσιν ἐμφανῶς, βρύον θείαν ἄφεσιν, καὶ φῶς οὐράνιον, καὶ ζωὴν καὶ ἀληθῆ ἀγαλλίασιν.

Κριτήν σε οἶδα φοβερόν, ἐλευσόμενον ἐν δόξῃ Θεότητος, πάντων τὰ κρύφια, ἐλέγχειν τότε, μέλλοντα Κύριε· διό σοι κράζω Ἀγαθέ· Ἥμαρτον συγχώρησον, μὴ θριαμβεύσῃς μου, τὰ πολλὰ καὶ χαλεπὰ πλημμελήματα.

Σταυροθεοτοκίον.

Τὸν Ἄρνα πάλαι ἡ Ἀμνάς, θεωροῦσα πρὸς σφαγὴν καθελκόμενον, καὶ σκοτιζόμενον, ἡλίου φέγγος, κλαίουσα ἔλεγεν· Ἥλιε, δόξης Ἰησοῦ, ἔδυς θανατούμενος, ἀλλὰ ἀνάτειλον, τῆς ἐγέρσεως τὸ φῶς τοῖς ποθοῦσί σε.

Εἱρμὸς ἄλλος.

Ἐν Σιναίῳ τῷ ὄρει.

Εἰς τὸν τόπον οἱ πόδες οὗ ἔστησαν, τοῦ Δεσπότου καὶ Θεοῦ, προσκυνήσωμεν ἅπαντες σήμερον, τὸν σεπτότατον Σταυρόν, ὡς Δαυῒδ ἀνακράζει, ὁ θεοφωνότατος· καὶ γὰρ ὁ ἅπαντα περιέχων δρακί, ἐν τούτῳ βέβηκεν.

Οἱ τὴν γῆν κατοικοῦντες προσέλθετε, τῇ νηστείᾳ καθαροί, καὶ προκείμενον βλέποντες σήμερον, τὸν πανσέβαστον Σταυρόν, προσκυνήσατε φόβῳ, καὶ πίστει εὐφραίνεσθε, καὶ συναγάλλεσθε, τὸν ἁγιασμὸν ταῖς ψυχαῖς ἀρυόμενοι.

Δόξα...

Τῇ οὐσίᾳ Μονάς ἐστιν ἄτμητος, ἡ ὑπέρθεος Τριάς, ἑνουμένη τῇ φύσει μερίζεται, τοῖς προσώποις ἰδικῶς· μὴ τμωμένη γὰρ τμᾶται, ἓν οὖσα τρισσεύεται, αὕτη Πατήρ ἐστιν, ὁ Υἱός, καὶ Πνεῦμα τὸ ζῶν, ἡ φρουροῦσα τὸ πᾶν.

Καὶ νῦν ... Θεοτοκίον.

Παιδοτόκον παρθένον τίς ἤκουσε; καὶ μητέρα πλὴν ἀνδρός; Μαριὰμ ἐκτελεῖς τὸ τεράστιον, ἀλλὰ φράζε μοι τό, Πῶς; Μὴ ἐρεύνα τὰ βάθη, τῆς Θεοτοκίας μου, τοῦτο πανάληθες, ὑπὲρ δὲ ἀνθρώπινον νοῦν ἡ κατάληψις.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Χαριστήριον αἶνον προσάξωμεν, τῷ Θεῷ πᾶς ὁ λαός, ὅτι βλέποντες νῦν  ἀσπαζόμεθα, τὸν πανάγιον Σταυρόν· γνῶτε οὖν καὶ ἡττᾶσθε, ἐν τούτῳ οἱ δαίμονες, ἔθνη τὰ βάρβαρα γνῶτε, καὶ ἡττᾶσθε, δι' οὗ μεθ' ἡμῶν ὁ Θεός.

Ὁ Εἱρμὸς.

ν Σιναίῳ τῷ ὄρει κατεῖδέ σε, ἐν τῇ βάτῳ Μωϋσῆς, τὴν ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος, συλλαβοῦσαν ἐν γαστρί, Δανιὴλ δέ σε εἶδεν, ὄρος ἀλατόμητον, ῥάβδον βλαστήσασαν Ἡσαΐας, κέκραγε, τὴν ἐκ ῥίζης Δαυΐδ.

Τὸ Φωταγωγικὸν τοῦ Ἤχου.

Εἰς τὰ Ἀπόστιχα τῶν Αἴνων.

Ἦχος πλ. β’

ρίστην ὁδὸν ὑψώσεως Χριστέ, τὴν ταπείνωσιν ἔδειξας, σεαυτὸν κενώσας, καὶ μορφὴν δούλου λαβών, τοῦ Φαρισαίου τὴν μεγάλαυχον εὐχὴν μὴ προσιέμενος, τοῦ δὲ Τελώνου τὸν συντετριμμένον στεναγμόν, ὡς ἱερεῖον ἄμωμον, ἐν τοῖς ὑψίστοις προσδεχόμενος· διὸ κᾀγὼ βοῶ σοι· Ἱλάσθητι ὁ Θεός, Ἱλάσθητι, Σωτήρ μου καὶ σῶσόν με. (Δίς)

Μαρτυρικὸν.

Κύριε, ἐν τῇ μνήμῃ τῶν Μαρτύρων σου, πᾶσα ἡ Κτίσις ἑορτάζει, οἱ οὐρανοὶ ἀγάλλονται σὺν τοῖς Ἀγγέλοις, καὶ ἡ γῆ εὐφραίνεται σὺν τοῖς ἀνθρώποις· Αὐτῶν ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον.

ρχαγγελικὸν λόγον ὑπεδέξω, καὶ Χερουβικὸς θρόνος ἀνεδείχθης, καὶ ἐν ἀγκάλαις σου ἐβάστασας Θεοτόκε, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας.

Ἦχος βαρὺς.

Κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς, λαὸν ἡμαρτηκότα, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς ἡμᾶς, ἀγαθὸς ὑπάρχων· Σὲ γὰρ δοξάζει πᾶσα ἡ γῆ, καὶ δεόμεθα· Φεῖσαι ἡμῶν Ἅγιε.

Δόξα... Καὶ νῦν ... Τὸ αὐτὸ.

Προκείμενον  Ἦχος πλ. β’  Ψαλμὸς ξα’

πὶ τῷ Θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου.

Στίχ. Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου;

Προφητείας Ἡσαϊου τὸ Ἀνάγνωσμα.

(Κεφ. ΙΔ’: 24-32)

Τάδε λέγει Κύριος Σαβαώθ· Ὃν τρόπον εἴρηκα, οὕτως ἔσται, καὶ ὃν τρόπον βεβούλευμαι, οὕτω μενεῖ, τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἐπὶ τῆς γῆς τῆς ἐμῆς, καὶ ἐπὶ τῶν ὀρέων μου, καὶ ἔσονται εἰς καταπάτημα, καὶ ἀφαιρεθήσεται ἀπ' αὐτῶν ὁ ζυγὸς αὐτῶν, καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων ἀφαιρεθήσεται. Αὕτη ἡ βουλή, ἣν βεβούλευται Κύριος ἐφ ὅλην τὴν Οἰκουμένην, καὶ αὕτη ἡ χεὶρ ἡ ὑψηλή, ἐπὶ πάντα τὰ ἔθνη· ἃ γὰρ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα αὐτοῦ τὴν ὑψηλήν τίς ἀποστρέψει; Τοῦ ἔτους, οὗ ἀπέθανεν Ἄχαζ ὁ βασιλεύς, ἐγενήθη τὸ ῥῆμα τοῦτο. Μὴ εὐφρανθείητε πάντες οἱ ἀλλόφυλοι· συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς· ἐκ γὰρ σπέρματος ὄφεως ἐξελεύσεται ἔγγονα ἀσπίδων, καὶ τὰ ἔγγονα αὐτῶν ἐξελεύσονται ὄφεις πετώμενοι. Καὶ βοσκηθήσονται πτωχοὶ δι' αὐτοῦ, πένητες δὲ ἄνθρωποι ἐπὶ εἰρήνης ἀναπαύσονται, ἀνελεῖ δὲ τὸ σπέρμα σου ἐν λιμῷ, καὶ τὸ κατάλειμμά σου ἀνελεῖ. Ὀλολύξατε πύλαι πόλεων, κεκραγέτωσαν πόλεις τεταραγμέναι, οἱ ἀλλόφυλοι πάντες, ὅτι ἀπὸ Βορρᾶ καπνὸς ἔρχεται, καὶ οὐκ ἔστι τοῦ εἶναι. Καὶ τί ἀποκριθήσονται βασιλεῖς ἐθνῶν; ὅτι Κύριος ἐθεμελίωσε τὴν Σιών, καὶ δι' αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ.

Προκείμενον  Ἦχος δ’  Ψαλμὸς ξβ’

Στίχ. Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου.

Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω.

 ΤΗ ΔΕΥΤΕΡΑ ΤΗΣ Δ’ ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Μετὰ τὴν συνήθης Στιχολογία, εἰς τὸ Κύριε  ἐκέκραξα, ἱστῶμεν Στίχους στ’ καὶ ψάλλομεν τὰ ἑπόμενα Στιχηρὰ τοῦ Τριῳδίου γ’ καὶ τοῦ Μηναίου γ’.

Στιχηρὰ Προσόμοια Ποίημα Ἰωσὴφ.

Ἦχος πλ. δ’

Τὶ ὑμᾶς καλέσωμεν.

Μέσον διϊππεύοντες σήμερον, ἡμερῶν τῆς ἐγκρατείας, τῇ  δυνάμει τοῦ Σταυροῦ, τὸν ἐν τούτῳ ὑψωθέντα, μέσον γῆς ὡς κραταιόν, Σωτῆρα, καὶ Θεὸν δοξολογήσωμεν, βοῶντες, θεωροὺς ἡμᾶς ἀνάδειξον, τῶν Παθημάτων σου Δέσποτα, καὶ τῆς σεπτῆς Ἀναστάσεως, δωρούμενος, ἱλασμὸν ἡμῖν, καὶ μέγα ἔλεος.

Πάθη ταπεινώσωμεν σώματος, τῶν βρωμάτων ἀποχῇ, καὶ ἡδονῶν ἀποστροφῇ, καὶ τὸ ξύλον τοῦ Σταυροῦ περιπτυξώμεθα πιστῶς. Ὁρᾶται, ἐμφανῶς γὰρ προσκυνούμενος, καὶ πάντας, ἁγιάζει θείᾳ χάριτι, καὶ τῷ  Κυρίῳ βοήσωμεν· Εὐχαριστοῦμέν σοι Εὔσπλαγχνε, τῷ   σῴζοντι, διὰ τούτου τὰς ψυχὰς ἡμῶν.

Ἕτερον, Ποίημα Θεοδώρου.

Τὴν Θεοτόκον.

Νῦν τὸν Σταυρὸν προσκυνοῦντες, πάντες κραυγάζομεν· Χαῖρε ξύλον τῆς ζωῆς, χαῖρε σκῆπτρον ἅγιον τοῦ Χριστοῦ, χαῖρε βροτῶν δόξα ἐπουράνιε, χαῖρε Ἀνάκτων τὸ καύχημα, χαῖρε τὸ κράτος τῆς πίστεως, χαῖρε ὅπλον ἀήττητον, χαῖρε τῶν ἐχθρῶν φυγαδευτήριον, χαῖρε φέγγος λαμπρόν, σωτήριον τοῦ Κόσμου, χαῖρε Μαρτύρων τὸ μέγα κλέος, χαῖρε σθένος Δικαίων, χαῖρε Ἀγγέλων λαμπρότης, χαῖρε πάνσεπτε.

Καὶ τοῦ Μηναίου, Προσόμοια γ’

Δόξα... Καὶ νῦν  ... Θεοτοκίον. 

Ἑσπέρας Προκείμενον  Ἦχος πλ. δ’  Ψαλμὸς ξγ’

Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου, ἐν τῷ δέεσθαί με πρὸς σέ.

Στίχ. πὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου.

Γενέσεως τὸ Ἀνάγνωσμα.

(Κεφ. Η’: 21-22, Θ’:1- 7)

Εἶπε Κύριος ὁ Θεός, διανοηθείς· οὐ προσθήσω ἔτι καταράσασθαι τὴν γῆν, διὰ τὰ ἔργα τῶν ἀνθρώπων, ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, οὐ προσθήσω οὖν ἔτι πατάξαι πᾶσαν σάρκα ζῶσαν, καθὼς ἐποίησα. Πάσας τὰς ἡμέρας τῆς γῆς, σπέρμα καὶ θερισμός, ψῦχος καὶ καῦμα, θέρος καὶ ἔαρ, ἡμέραν καὶ νύκτα οὐ καταπαύσωσι. Καὶ εὐλόγησεν ὁ Θεὸς τὸν Νῶε, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπεν αὐτοῖς· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς, καὶ ὁ φόβος ὑμῶν, καὶ ὁ τρόμος ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ ἐπὶ πάντα τὰ πετεινὰ τοῦ Οὐρανοῦ, καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης, ὑπὸ χεῖρας ὑμῖν δέδωκα, καὶ πᾶν ἑρπετόν, ὅ ἐστι ζῶν, ὑμῖν ἔσται εἰς βρῶσιν, ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα. Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε· καὶ γὰρ τὸ ὑμέτερον αἷμα τῶν ψυχῶν ὑμῶν, ἐκ χειρὸς πάντων τῶν θηρίων ἐκζητήσω αὐτό, καὶ ἐκ χειρός ἀνθρώπου ἀδελφοῦ ἐκζητήσω τὴν ψυχὴν τοῦ ἀνθρώπου, ὁ ἐκχέων αἷμα ἀνθρώπου, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον. Ὑμεῖς δὲ αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς.

Προκείμενον  Ἦχος πλ. β’  Ψαλμὸς ξδ’

πάκουσον ἡμῶν, ὁ Θεός, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς.

Στίχ. Σοὶ πρέπει ὕμνος, ὁ Θεός, ἐν Σιών.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.

(Κεφ. ΙΑ’: 19-31, ΙΒ’: 1-6)

Υἱὸς δίκαιος γεννᾶται εἰς ζωήν, διωγμὸς δὲ ἀσεβοῦς εἰς θάνατον. Βδέλυγμα Κυρίῳ διεστραμμέναι ὁδοί, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ταῖς ὁδοῖς αὐτῶν. Χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως, οὐκ ἀτιμώρητος ἔσται κακῶν. Ὁ δὲ σπείρων δικαιοσύνην, λήψεται μισθὸν πιστόν. Ὥσπερ ἐνώτιον χρυσοῦν ἐν ῥινὶ ὑός, οὕτω γυναικὶ κακόφρονι κάλλος. Ἐπιθυμία δικαίων πᾶσα ἀγαθή, ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται. Εἰσίν, οἳ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν· εἰσὶ δὲ καὶ οἳ συνάγοντες τὰ ἀλλότρια, ἐλαττονοῦνται. Ψυχὴ εὐλογουμένη πᾶσα ἁπλή, ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων, ὁ συνέχων σῖτον, ὑπολείποιτο αὐτὸν τοῖς ἔθνεσιν, εὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος. Τεκταινόμενος ἀγαθά, ζητεῖ χάριν ἀγαθήν, ἐκζητοῦντα δὲ κακὰ καταλήψεται αὐτόν. Ὁ πεποιθὼς ἐπὶ τῷ   πλούτῳ αὐτοῦ, οὗτος πεσεῖται. Ὁ δὲ ἀντιλαμβανόμενος δικαίων, οὗτος ἀνατελεῖ, ὁ μὴ συμπεριφερόμενος τῷ   ἑαυτοῦ οἴκῳ, κληρονομήσει ἄνεμον, δουλεύσει δὲ ἄφρων φρονίμῳ. Ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς, ἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμων. Εἰ ὁ μὲν δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; ὁ ἀγαπῶν παιδείαν, ἀγαπᾷ αἴσθησιν, ὁ δὲ μισῶν ἐλέγχους, ἄφρων. Κρείσσων ὁ εὑρίσκων χάριν παρὰ Κυρίῳ, ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται, οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου, αἱ δὲ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται. Γυνὴ ἀνδρεία στέφανος τῷ   ἀνδρὶ αὐτῆς, ὥσπερ δὲ ἐν ξύλῳ σκώληξ, οὕτως ἄνδρα ἀπόλλυσι γυνὴ κακοποιός. Λογισμοὶ δικαίων κρίματα, κυβερνῶσι δὲ ἀσεβεῖς δόλους. Λόγοι ἀσεβῶν δόλιοι εἰς αἷμα, στόμα δὲ ὀρθῶν ῥύσεται αὐτούς.

Ἀπόστιχα.

Ἰδιόμελον  Ἦχος πλ. δ’

Μεγαλορρήμων Φαρισαῖος, ἑβδελύχθη καυχησάμενος, καὶ Τελώνης ταπεινόφρων, διὰ σιγῆς ἐδικαιώθη προσευξάμενος· διὸ τῶν ἑκατέρων μαθοῦσα ψυχή μου τὸ διάφορον, τὴν ταπεινοφροσύνην ἑλοῦ καὶ κατάσπαζε· Χριστὸς γὰρ ταπεινοῖς ἐπηγγείλατο, διδόναι χάριν ὡς φιλάνθρωπος.

Μαρτυρικὸν.

Μάρτυρες Κυρίου, ἱκετεύσατε τὸν Θεὸν ἡμῶν, καὶ αἰτήσασθε ταῖς ψυχαῖς ἡμῶν, πλῆθος οἰκτιρμῶν, καὶ τὸν ἱλασμόν, τῶν πολλῶν παραπτωμάτων δεόμεθα.

Δόξα Καὶ νῦν  ... Θεοτοκίον.

γὼ Παρθένε ἁγία Θεοτόκε, τῇ  σκέπῃ σου προστρέχω, οἶδα ὅτι τεύξομαι τῆς σωτηρίας· δύνασαι γὰρ ἁγνὴ βοηθῆσαί μοι.