The Orthodox Pages

 

ΤΟ ΤΡΙΩΔΙΟΝ

 

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

  

ΤΗ ΔΕΥΤΕΡΑ ΤΗΣ Β’ ΕΒΔΟΜΑΔΟΣ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Τὰ κατὰ τὸν τυχόντα Ἦχον Τριαδικά· καὶ μετὰ τὴν α’ Στιχολογίαν, Καθίσματα Κατανυκτικά, καὶ Θεοτοκίον τοῦ αὐτοῦ Ἤχου. Μετὰ δὲ τὴν β’ Στιχολογίαν τὸ παρὸν Κάθισμα.

Κάθισμα  Ἦχος δ’

Κατεπλάγη Ἰωσὴφ.

Παραβάσεως καρπῷ, θανατωθέντα τὴν ψυχήν, ζωοποίησον Χριστέ, διὰ νηστείας ἀληθοῦς, καὶ μετανοίας μοι δέομαι ὡς Οἰκτίρμων, καὶ δίδου ἐν ὁδοῖς, ἀεὶ πορεύεσθαι, εὐθείαις καὶ καλαῖς, τῶν σῶν σεπτῶν ἐντολῶν, ὅπως τῆς θείας δόξης σου, σὺν πᾶσιν ἐπιτυχὼν τοῖς ποθοῦσί σε, δοξολογῶ σου, τὴν περὶ πάντας Ἰησοῦ ἀγαθότητα.

Θεοτοκίον.

Τρικυμίαις τῶν παθῶν, ὁ ἀσυνείδητος ἐγώ, χειμαζόμενος Ἁγνή, ἐπικαλοῦμαί σε θερμῶς. Μή με παρίδῃς τὸν δείλαιον ἀπολέσθαι, ἄβυσσον ἐλέους, ἡ τέξασα· πλήν σου γὰρ ἐλπίδα, οὐ κέκτημαι, μὴ οὖν ἐχθροῖς ἐπίχαρμα, καὶ γέλως ὁ πεποιθώς σοι ὀφθήσομαι· καὶ γὰρ ἰσχύεις, ὅσα καὶ βούλει, ὡς Μήτηρ οὖσα τοῦ πάντων Θεοῦ.

Μετὰ τὴν γ’ Στιχολογίαν.

Κάθισμα  Ἦχος πλ. β’

Κύριε ἐλέησον ἡμᾶς.

Κύριε κατεύθυνον ἡμᾶς, τὴν νηστείαν δισσεύοντας, ἁγιασμὸν ἡμῖν λάμψον, καὶ φωτισμὸν τῶν δικαιωμάτων σου, καὶ ἀξίωσον ἡμᾶς προσφέρειν σοι, εὐπρόσδεκτον εὐχήν, τὸ γόνυ κλίνοντας· σὺ γὰρ εἶ Πατὴρ ἡμῶν, καὶ ἡμεῖς υἱοί σου, καὶ σὲ φόβῳ ὑμνοῦμεν καὶ τὸ ὄνομά σου, ἐπικεκλήμεθα.

Θεοτοκίον.

ρχὴ σωτηρίας, ἡ τοῦ Γαβριὴλ προσηγορία, πρὸς τὴν Παρθένον ἐγένετο· ἤκουσε γὰρ τὸ Χαῖρε, καὶ οὐκ ἀπέφυγε τὸν ἀσπασμόν, οὐκ ἐδίστασεν, ὡς ἡ Σάρρα ἐν τῇ σκηνῇ· ἀλλ' οὕτως ἔλεγεν· Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.

Ὁ Κανὼν τοῦ Μηναίου, καὶ τὰ παρόντα Τριῴδια κατὰ τὴν τάξιν αὐτῶν. Στιχολογεῖται δὲ καὶ ἡ α’ Ὠδή.

Τριῴδιον  Ποίημα Ἰωσὴφ

Ὠδὴ α’  Ἦχος δ’

Τριστάτας κραταιοὺς.

μόνος ἀγαθός, ἡ πηγὴ τοῦ ἐλέους, ὁ Ἀμνὸς ὁ τοῦ Θεοῦ, ὁ αἴρων ὡς Θεός, τὰ τοῦ Κόσμου ἐγκλήματα, σῶσόν με ἁμαρτημάτων, τρικυμίᾳ ποντούμενον, μετανοίας πρός ὅρμον ἰθύνων με.

Νηστεία καθαρά, μακρυσμὸς ἁμαρτίας, ἀλλοτρίωσις παθῶν, ἀγάπη πρὸς Θεόν, προσευχῆς ἐπιμέλεια, δάκρυα σὺν κατανύξει, καὶ πενήτων προμήθεια, ὡς ὁ Χριστὸς ἐν Γραφαῖς ἐπηγγείλατο.

Πληγέντα τὴν ψυχήν, ἁμαρτίας ῥομφαία, καὶ κατάστικτον πολλοῖς, ὑπάρχοντα κακοῖς, Ἰατρὲ τῶν ψυχῶν ἡμῶν, ἴασαι ὡς εὐεργέτης, ἐπιθείς μοι τὰ φάρμακα, τῶν σοφῶν ἐντολῶν σου φιλάνθρωπε.

Θεοτοκίον.

μόλυντε σκηνή, Παναγία Παρθένε, μολυνθέντα με δεινῶν, παθῶν ἐπαγωγαῖς, τῇ πηγῇ τοῦ ἐλέους σου, κάθαρον, καὶ δός μοι ὄμβρους, κατανύξεως Δέσποινα, ἁμαρτίας βυθὸν ἀφανίζουσα.

Ἕτερον  Ποίημα Θεοδώρου

Ἦχος πλ. β’

Βοηθὸς καὶ σκεπαστὴς.

ς μεθέορτον χαράν, καὶ δευτερεύουσαν Ἑβδομάδα, τῶν φωτοποιῶν, Νηστειῶν ἀδελφοί, δεξάμενοι πόθῳ, ἀνυμνήσωμεν Χριστόν, ἐνθέως εὐφραινόμενοι.

Κατανύξεως καιρόν, τὸν τῆς νηστείας νῡν εὑρηκότες, κλαύσωμεν σφοδρῶς, καὶ στενάξωμεν, πετάσωμεν χεῖρας, πρὸς τὸν μόνον Λυτρωτήν, τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Δόξα...

Τρισυπόστατε Μονάς, ἀρχικωτάτη Κυρία πάντων, τελεταρχική, ὑπεράρχιε, αὐτὴ ἡμᾶς σῶσον, ὁ Πατήρ, καὶ ὁ Υἱός, καὶ Πνεῦμα τὸ πανάγιον.

Καὶ νῦν... Θεοτοκίον.

Τίς ἐγέννησεν υἱόν, τὸν μὴ σπαρέντα πατρῴῳ νόμῳ; τοῦτον οὖν γεννᾷ, ὁ Πατὴρ πλὴν μητρός, παράδοξον τέρας! σὺ γὰρ ἔτεκες Ἁγνή, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Πῶς σου οἴσω τὴν ὀργήν, Χριστέ μου ὅταν εἰς κρίσιν ἔλθῃς; ποῖον δὲ εὑρών, λόγον δώσω ἐκεῖ, μὴ πράξας μὴ δράσας, τὸ σὸν θέλημα Χριστὲ; διὸ πρὸ τέλους ἄνες μοι.

Ὁ Εἱρμὸς.

Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν· Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ δεδόξασται.

Ὠδὴ η’

Λυτρωτὰ τοῦ παντὸς.

Παροδεύων τοῦ βίου τὸ ἄστατον, λῃστρικοῖς λογισμοῖς περιέπεσα, καὶ πληγωθεὶς προσώζεσα, ἰατρὲ τῶν νοσούντων, δίδου μοι χεῖρα, τῶν Ἁγίων σου πάντων δεήσεσι.

Χαλεπῆς ἁμαρτίας κλυδώνιον, τὴν ἐμὴν συνταράσσει διάνοιαν, ὥσπερ τὸν Πέτρον σῶσόν με, Ἰησοῦ μελῳδοῦντα· Πάντα τὰ ἔργα, εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.

γκρατείᾳ τὰ πάθη νεκρώσωμεν, τῇ νηστείᾳ τὸ πνεῦμα πτερώσωμεν, πρὸς οὐρανὸν καὶ κράξωμεν, κατανύξει καρδίας. Ἡμάρτομέν σοι, ὁ Θεός, ὡς οἰκτίρμων συγχώρησον.

Θεοτοκίον.

ν γαστρί σου σκηνώσας ὁ Ὕψιστος, οὐρανῶν πλατυτέραν σε ἔδειξε, καὶ προστασίαν ἄμαχον, τῶν βοώντων Παρθένε· Πάντα τὰ ἔργα, εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.

Ἄλλος.

Ὃν Στρατιαί, οὐρανῶν.

Τῆς τῶν παθῶν τυραννίδος Κύριε, ἀδούλωτον τὴν ψυχήν, δεῖξον τὴν ἐμήν,  ἵνα ἐλευθερίως, ποιῶν τὸ θέλημά σου, χαίρω καὶ δοξάζω, τὸ κράτος σου εἰς τοὺς αἰῶνας.

Τὴν τοῦ Ἡσαῦ, ἀκρασίαν μίσησον, ψυχή μου, καὶ Ἰακώβ, ζήλου τὰ καλά, πτέρνισον τὸν Βελίαρ, διὰ τῆς ἐγκρατείας, πλούτισον τὰ θεῖα, καὶ ὕμνησον εἰς τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα.

να Θεόν, κατ' οὐσίαν σέβομαι, τρεῖς ὑποστάσεις ὑμνῶ, διοριστικῶς, ἄλλας ἀλλ' οὐκ ἀλλοίας, ἐπεὶ Θεότης μία, ἐν τρισὶ τὸ κράτος· καὶ γὰρ Πατήρ, Υἱὸς καὶ Πνεῦμα.

Καὶ νῦν... Θεοτοκίον.

κ φωτεινῆς, προελθὼν νηδύος σου, ὡς νυμφίος ἐκ παστοῦ, ἔλαμψε Χριστός, φῶς τοῖς ἐν σκότει μέγα· καὶ γὰρ δικαιοσύνης, Ἥλιος ἀστράψας, ἐφώτισεν Ἁγνὴ τόν Κόσμον.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

δροποτῶν, οὐδεὶς ἠφρονεύσατο, ὤφθη δὲ Νῶε γυμνός, οἴνου πειραθείς, σπέρματα δὲ κακίας, ὁ Λὼτ ἐντεῦθεν τίκτει· φεῦγε ὦ ψυχή μου, τὴν μίμησιν, Χριστὸν ὑμνοῦσα.

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν...

Ὁ Εἱρμὸς.

ν Στρατιαί, οὐρανῶν δοξάζουσι, καὶ φρίττει τὰ Χερουβίμ, καὶ τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτίσις, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ’

Εὔα μὲν τῷ τῆς παρακοῆς.

Νηστεύσωμεν μήνιδος παθῶν, τρυφήσωμεν τὴν ἀγάπην τὴν ἀνόθευτον, θρέψωμεν πένητας τῷ ἄρτῳ, τῇ θείᾳ σιτιζόμενοι χάριτι, καὶ δάκρυσι τὰ δάκρυα σβέσωμεν, τὰ τῆς μελλούσης ἀποφάσεως.

Ταλαίπωρε στέναξον ψυχή, σκυθρώπασον, μετανοίας τρόπους ἔνδειξον, νῡν ἐπὶ θύραις ἡ ἡμέρα, ὁ κρίνων ἀποτόμως καθέζεται, ἑκάστῳ ἀπονέμων τὰ ἄξια, τῶν πεπραγμένων καθὼς γέγραπται.

Οὐ κέκτημαι πράξεις ἀγαθάς, ἐσπίλωσα τὸν χιτῶνα, ὄνπερ εἴληφα θείου Βαπτίσματος ἐνδύσει, ἐν σκότει ἀγνωσίας πορεύομαι, φωτί με τοῦ προσώπου σου Κύριε, ἀπεγνωσμένον νῡν ἀνόρθωσον.

Θεοτοκίον.

Μαρία Κυρία τοῦ παντός, παντοίοις με δουλωθέντα ἁμαρτήμασι, σὺ ἐλευθέρωσον Παρθένε, τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν· αὐτὴ γὰρ ὑπὲρ λόγον ἐκύησας, τὴν οὐσιώδη ἀγαθότητα.

Ἄλλος.

Ἀσπόρου συλλήψεως.

Νῡν κακοπαθήσωμεν, ὡς στρατιῶται τοῦ Χριστοῦ· ὅσον γὰρ ὅσον, ὁ καιρὸς παρέρχεται, οἱ στέφανοι πλέκονται, τῶν ἀγωνιζομένων, οὓς ἀποδίδωσιν ὁ Χριστός, ὅταν ἥξῃ μετὰ δόξης, ἐπὶ γῆς τοῦ κρῖναι πᾶσαν τὴν γῆν.

λος τετραυμάτισμαι, ὅλος Χριστέ μου ἥλκωμαι, ἰάτρευσόν μου, τὰ ἕλκη τὰ τραύματα, τὰ πάθη τὰ δήγματα, τὰ ἐκ τῆς ἁμαρτίας, ἵνα ἀκούσω ὡς ὁ Λεπρός, τῆς φωνῆς σου τῆς ἁγίας, ὅτι θέλω καθαρίσθητι.

Δόξα...

Μόνου μονογεννήτωρ, μονογενοῦς Υἱοῦ Πατήρ, καὶ μόνος μόνου, φῶς φωτὸς ἀπαύγασμα, καὶ μόνον μόνος μόνου, Θεοῦ ἅγιον Πνεῦμα, Κυρίου Κύριον ὄντως ὄν· Ὦ Τριάς Μονὰς ἁγία, σῶσόν με θεολογοῦντά σε.

Καὶ νῦν... Θεοτοκίον.

Τὸ θαῦμα τοῦ τόκου σου, ἐκπλήττει με Πανάμωμε, πῶς συλλαμβάνεις, ἀσπόρως τὸν ἄληπτον, εἰπὲ πῶς παρθενεύεις, γεννήσασα ὡς μήτηρ; τὸ ὑπὲρ φύσιν πίστει λαβών, τὸ τικτόμενον προσκύνει· ὅσα θέλει γὰρ καὶ δύναται.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι

Νηστεία τὸν Μωσέα, θεόπτην ἀπειργάσατο, Ἠλίαν πάλαι, φλογερὸν ἡνίοχον, τὸν Παῦλον δὲ ψυχή μου, φρικτὸν οὐρανοδρόμον· διὸ νηστεύσωμεν ἐκ κακῶν, καὶ εἰς ὕψος ἀπαθείας, καὶ ἡμεῖς ἁρπαγησόμεθα.

Ὁ Εἱρμὸς.

σπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν.

Τὸ Φωταγωγικὸν τοῦ Ἤχου.

Ἀπόστιχα.

Ἰδιόμελον  Ἦχος πλ. α’

Θαυμαστὸν ὅπλον, ἡ προσευχὴ καὶ νηστεία, αὕτη τὸν Μωσέα, νομογράφον ἔδειξε, καὶ Ἠλίαν ἐν θυσίαις ζηλωτήν, ταύτῃ προσκαρτερήσαντες πιστοί, τῷ Σωτῆρι βοήσωμεν· Σοὶ μόνῳ ἡμάρτομεν, ἐλέησον ἡμᾶς.  (Δίς)

Μαρτυρικὸν.

Εὐλογημένος ὁ στρατός, τοῦ Βασιλέως τῶν οὐρανῶν· εἰ γὰρ καὶ γηγενεῖς ὑπῆρχον οἱ Ἀθλοφόροι, ἀλλὰ Ἀγγελικὴν ἀξίαν ἔσπευδον φθάσαι, τῶν σωμάτων καταφρονήσαντες, καὶ διὰ τῶν παθημάτων, τῆς τῶν Ἀσωμάτων ἀξιωθέντες τιμῆς· Εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Σὲ δυσωποῦμεν ὡς Θεοῦ Μητέρα εὐλογημένη· Πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ

Τροπάριον τῆς Προφητείας.

Ἦχος πλ. α’

πλάσας κατὰ μόνας τὰς καρδίας ἡμῶν, μνήσθητι ὅτι χοῦς ἑσμεν, μὴ καταδικάσῃς ἡμᾶς, ἐν τοῖς κατωτάτοις τῆς γῆς Ἀναμάρτητε.

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ. 

Προκείμενον  Ἦχος πλ. β’  Ψαλμὸς κα’

Οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτόν.

Στίχ. Θεὸς ὁ Θεός μου, πρόσχες μοι.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.

(Κεφ Δ’: 2-6, Ε’: 1-7)

Τάδε λέγει Κύριος· Ἐπιλάμψει ὁ Θεὸς τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ. Καὶ ἔσται τὸ ὑπολειφθέν ἐν Σιών, καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλήμ, Ἅγιοι κληθήσονται πάντες, οἱ γραφέντες εἰς ζωὴν ἐν Ἱερουσαλήμ. Ὅτι ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν, καὶ τῶν θυγατέρων Σιών, καὶ τὸ αἷμα Ἱερουσαλὴμ ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν, ἐν πνεύματι κρίσεως, καὶ πνεύματι καύσεως. Καὶ ἥξει Κύριος, καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους Σιών, καὶ πάντα τὰ περικύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας, καὶ ὡς καπνοῦ καὶ ὡς φωτὸς πυρὸς καιομένου νυκτός, καὶ πάσῃ τῇ δόξῃ σκεπασθήσεται. Καὶ ἔσται εἰς σκιὰν ἀπὸ καύματος, καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ. ᾌσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου, τῷ ἀμπελῶνι μου, ἀμπελὼν ἐγενήθη τῶν ἠγαπημένων ἐν κέρατι, ἐν τόπῳ πίονι, καὶ φραγμὸν περιέθηκα, καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον Σωρήχ, καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ, καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, καὶ ἐποίησεν ἀκάνθας. Καὶ νῡν οἱ ἐνοικοῦντες ἐν Ἱερουσαλήμ, καὶ ἄνθρωπος τοῦ Ἰούδα, κρίνατε ἐν ἐμοί, καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου. τί ποιήσω ἔτι τῷ ἀμπελῶνί μου, καὶ οὐκ ἐποίησα αὐτῷ; διότι ἐνέμεινα τοῦ ποιῆσαι σταφυλήν, ἐποίησε δὲ ἀκάνθας. Νῡν οὖν ἀναγγελῶ ὑμῖν, τί ἐγὼ ποιήσω τῷ ἀμπελῶνί μου, ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα. Καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, ουδ' οὐ μὴ σκαφῇ, καὶ ἀναβήσονται εἰς αὐτόν, ὡς εἰς χέρσον, ἄκανθαι, καὶ ταῖς νεφέλαις ἐντελοῦμαι, τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν· ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαώθ, οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ὁ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον.

Προκείμενον  Ἦχος πλ. Β’  Ψαλμὸς κβ’

ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν.

Στίχ. Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει.

 

ΤΗ ΔΕΥΤΕΡΑ ΤΗΣ Β' ΕΒΔΟΜΑΔΟΣ

Μετὰ τὸν Προοιμιακόν, καὶ τά, Πρός Κύριον, εἰς τὸ Κύριε  ἐκέκραξα, ἱστῶμεν Στίχους στ’ καὶ ψάλλομεν τά παρόντα Προσόμοια τοῦ Τριῳδίου, ποίημα τοῦ κυρίου Ἰωσηφ.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ 

Ἦχος πλ. δ’

Τὶ ὑμᾶς καλέσωμεν.

Τίνι ὡμοιώθης ταλαίπωρε, ῥαθυμοῦσα, ὦ ψυχή, καὶ μὴ ποιοῦσα τὰ καλά, ἀλλὰ στέργουσα ἀεί, τῇ τῶν κακῶν ἐπιμονῆ; ἡ κρίσις ἐπὶ θύραις, μετανόησον, νηστείᾳ, καὶ δεήσει καθαγνίσθητι, καὶ τῷ Δεσπότῃ σου βόησον· Ἡμάρτηκά σοι, συγχώρησον, ὡς εὔσπλαγχνος, καὶ τὴν ἄφεσίν μοι δώρησαι.

χων ἀγαθότητος πέλαγος, τὰ πελάγη τῶν ἐμῶν, ἁμαρτιῶν τὰ πονηρά, ἀποξήρανον Χριστέ, ὡς ἀναμάρτητος Θεός, καὶ δίδου, τῇ καρδίᾳ μου κατάνυξιν, χειμάρρους, ἀνομίας ἀναστέλλουσαν, ἵνα ὑμνῶ καὶ δοξάζω σου, τὴν εὐσπλαγχνίαν τὴν ἄφατον, μακρόθυμε, εὐεργέτα τῶν ψυχῶν ἡμῶν.

Τοῦ κυρίου Θεοδώρου

Ὁ ἐν Ἐδὲμ Παράδεισος.

ἀγαγὼν καὶ νῦν ἡμᾶς Θεός, τοῦ χρόνου περίοδον, τῶν πανσέπτων Νηστειῶν διατελεῖν, καὶ χαρισάμενος ἡμῖν, εἰς τὸ ἅγιον στάδιον, τῆς δευτέρας Ἑβδομάδος εἰσελθεῖν, αὐτὸς ἀξίωσον Κύριε, καὶ πρὸς τὸ μέλλον εὐδρομεῖν, τὸ σῶμα καὶ τὴν ψυχὴν ἡμῶν, καὶ χαριτῶν καὶ δυναμῶν, ὅπως προφθάσωμεν, ἐκτελέσαντες τὸν δρόμον ἀνδρικῶς, τὴν κυρίαν ἡμέραν, τῆς Ἀναστάσεώς σου πάντες ἐν χαρᾷ καὶ στεφανηφοροῦντες, ἀκαταπαύστως αἰνέσωμεν.

Καὶ τοῦ Μηναίου, Προσόμοια γ’.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

 

Ἑσπέρας Προκείμενον  Ἦχος α’ Ψαλμὸς κγ’

Κύριος κραταιὸς καὶ δυνατός ἐν πολέμῳ.

Στίχ. Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς.

Γενέσεως τὸ Ἀνάγνωσμα.

(Κεφ. Γ’: 21–24, Δ’: 1-7)

ποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς. Καὶ εἶπεν ὁ Θεός· Ἰδού, Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, καὶ νῦν μή ποτε ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ, καὶ λάβῃ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς, καὶ φάγῃ, καὶ ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ἐξαπέστειλεν αὐτόν Κύριος ὁ Θεὸς ἐκ τοῦ Παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη. Καὶ ἐξέβαλε τὸν Ἀδάμ, καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ Παραδείσου τῆς τρυφῆς, καὶ ἔταξε τὰ Χερουβίμ, καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην, φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς, Ἀδὰμ δὲ ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ· καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν, καὶ εἶπεν· Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ. Καὶ προσέθετο τεκεῖν τὸν ἀδελφὸν αὐτοῦ Ἄβελ, καὶ ἐγένετο Ἄβελ ποιμὴν προβάτων, Κάϊν δὲ ἦν ἐργαζόμενος τὴν γῆν. Καὶ ἐγένετο μεθ' ἡμέρας, ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ. Καὶ Ἄβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ, καὶ ἀπὸ τῶν στεάτων αὐτῶν. Καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, ἐπὶ δὲ Κάϊν, καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχε. Καὶ ἐλύπησε τὸν Κάϊν λίαν, καὶ συνέπεσε τὸ πρόσωπον αὐτοῦ. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Κάϊν· Ἵνα τί περίλυπος ἐγένου; καὶ ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου; οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; ἡσύχασον, πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ.

Προκείμενον  Ἦχος πλ. β’  Ψαλμὸς κδ’

πίβλεψον ἐπ' ἐμέ, καὶ ἐλέησόν με.

Στίχ. Πρὸς σέ, Κύριε, ἦρα τὴν ψυχήν μου.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.

(Κεφ. Γ’: 34-35, Δ’:1-22)

Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Δόξαν σοφοὶ κληρονομήσουσιν, οἱ δὲ ἀσεβεῖς ὕψωσαν ἀτιμίαν. Ἀκούσατε παῖδες παιδείαν πατρός, καὶ προσέχετε γνῶναι ἔννοιαν. Δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν, τὸν ἐμὸν λόγον μὴ ἐγκαταλίπητε. Υἱὸς γὰρ ἐγενόμην κᾀγώ, πατρὶ ὑπήκοος, καὶ ἀγαπώμενος ἐν προσώπῳ μητρός. Οἳ ἐδίδασκόν με, καὶ ἔλεγον· Ἐρειδέτω ὁ ἡμέτερος λόγος εἰς σὴν καρδίαν, φύλασσε ἐντολάς, μὴ ἐπιλάθῃ. Κτῆσαι σοφίαν, κτῆσαι σύνεσιν, μὴ ἐπιλάθῃ, μηδὲ παρίδῃς ῥῆσιν ἐμοῦ στόματος, μηδὲ ἐκκλίνῃς ἀπὸ ῥημάτων στόματός μου. Μὴ ἐγκαταλίπῃς αὐτήν, καὶ ἀνθέξεταί σου, ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε. Ἀρχὴ σοφίας, κτῆσαι σοφίαν, καὶ ἐν πάσῃ κτήσει σου κτῆσαι σύνεσιν. Περιχαράκωσον αὐτήν, καὶ ὑψώσει σε, τίμησον αὐτήν, ἵνα σε περιλάβῃ, καὶ ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων, στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσῃ σου. Ἄκουε υἱέ, καὶ δέξαι ἐμοὺς λόγους, καὶ πληθυνθήσεταί σοι ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου. Ὁδοὺς γὰρ σοφίας διδάσκων σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς. Ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα, ἐὰν δὲ τρέχῃς, οὐ κοπιάσεις, Ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου. Ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων. Ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπ' αὐτῶν, καὶ παράλλαξον. Οὐ γὰρ μὴ ὑπνώσουσιν, ἐὰν μὴ κακοποιήσωσιν, ἀφήρηται ὁ ὕπνος ἀπ' αὐτῶν, καὶ οὐ κοιμῶνται. Οἳ δὲ γάρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται. Αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι, προπορεύονται καὶ φωτίζουσιν, ἕως ἂν κατορθώσῃ ἡμέρα. Αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασι πῶς προσκόπτουσιν. Υἱέ, ἐμῇ ῥήσει πρόσεχε, τοῖς δὲ ἐμοῖς λόγοις παράβαλλε σὸν οὖς. Ὅπως μὴ ἐκλίπωσί σε αἱ πηγαὶ σου, φύλασσε αὐτὰς ἐν σῇ καρδίᾳ. Ζωὴ γάρ ἐστι πᾶσι τοῖς εὑρίσκουσιν αὐτάς, καὶ πάσῃ τῇ σαρκὶ αὐτῶν ἴασις.

Ἀπόστιχα.

Ἰδιόμελον  Ἦχος γ’

Τὴν πνευματικὴν Νηστείαν νηστεύσωμεν, διάρρήξωμεν πᾶσαν στραγγαλιάν, ἐκφευξώμεθα δὲ καὶ τῶν σκανδάλων τῆς ἁμαρτίας, ἀφήσωμεν ἀδελφοῖς τὰ ὀφειλήματα, ἵνα καὶ ἡμῖν ἀφεθῇ τὰ παραπτώματα ἡμῶν· οὕτω γὰρ βοῆσαι δυνησόμεθα. Κατευθυνθήτω ἡ προσευχὴ ἡμῶν, ὡς θυμίαμα, ἐνώπιόν σου Κύριε.  (Δίς)

Μαρτυρικὸν.

Προφῆται καὶ Ἀπόστολοι Χριστοῦ, καὶ Μάρτυρες ἐδίδαξαν ὑμνεῖσθαι, Τριάδα ὁμοούσιον καὶ ἐφώτισαν τὰ ἔθνη τὰ πεπλανημένα, καὶ κοινωνοὺς Ἀγγέλων ἐποίησαν, τούς υἱοὺς τῶν ἀνθρώπων.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Εἰς τέλος τῶν πενήτων σου, μὴ ἐπιλάθῃ Δέσποινα, ἀλλὰ ταῖς σαῖς πρεσβείαις, μελλούσης ἡμᾶς λύτρωσαι ἀπειλῆς, καὶ ἐνεστώσης βλάβης, καὶ τῆς ὀργῆς Κυρίου ἐξάρπασον, Θεοτόκε σοὺς δούλους.