The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΟ ΕΥΧΟΛΟΓΙΟΝ

Η ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ

ΜΙΚΡΟΥ ΑΓΙΑΣΜΟΥ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή στις Ακολουθίες

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΙΕΡΕΥΣ

Ευλογητός ο Θεός ημών, πάντοτε, νυν, και αεί, και εις τούς αιώνας των αιώνων.

ΑΝΑΓΝΩΣΤΗΣ: Αμήν.

Ψαλμός 142

Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσον μου εν τη δικαιοσύνη σου. Και μη εισέλθης εις κρίσιν μετά τού δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πάς ζων. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου εταπείνωσεν εις γην την ζωήν μου. Εκάθησε με εν σκοτεινοίς ως νεκρούς αιώνος και ηκηδίασεν επ εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείράς μου, η ψυχή μου ως γη άνυδρός σοι. Ταχύ εισάκουσόν μου κύριε εξέλιπε το πνεύμα μου. Μη αποστρέψης το πρόσωπόν σου απ εμού και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μοι το πρωί το έλεός σου ότι επί σοι ήλπισα. Γνώρισον μοι, Κύριε, οδόν εν η πορεύσομαι ότι προς σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, προς σε κατέφυγον. Δίδαξόν με του ποιείν το θέλημά σου ότι συ ει ο Θεός μου. Το πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία, ένεκα του ονόματός σου, Κύριε ζήσεις με. Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολεθρεύσεις τους εχθρούς μου. Και απολείς πάντας τούς θλίβοντας την ψυχήν μου ότι εγώ δούλός σου ειμι.

ΧΟΡΟΣ

Θεός Κύριος, και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Εξομολογείσθε τω Κυρίω, και επικαλείσθε το όνομα το άγιον αυτού.

Θεός Κύριος

Πάντα τα έθνη εκύκλωσάν με, και τω ονόματι Κυρίου ήμυνάμην αυτούς,

Θεός Κύριος

Παρά Κυρίου εγένετο αύτη, και εστι θαυμαστή εν οφθαλμοίς ημών.

Θεός Κύριος...

Ήχος δ'  Ο υψωθείς εν τω Σταυρώ.

Τη Θεοτόκω εκτενώς νυν προσδράμωμεν,  αμαρτωλοί και ταπεινοί, και προσπέσωμεν εν μετανοία, κράζοντες εκ βάθους ψυχής, Δέσποινα, βοήθησον εφ ημίν σπλαγχνισθείσα, σπεύσον, απολλύμεθα υπό πλήθους πταισμάτων, μη αποστρέψης σους δούλους κενούς,  σε γαρ και μόνην ελπίδα κεκτήμεθα.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.

Το Τροπάριον του Ναού

Και νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

Ου σιωπήσωμεν ποτέ, Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι, ειμή γαρ συ προϊστασο πρεσβεύουσα, τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν έως νυν ελευθέρους; Ουκ αποστώμεν, Δέσποινα, εκ σου, σους γαρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.

ΑΝΑΓΝΩΣΤΗΣ

Ν' Ψαλμός

Ελέησον με ο Θεός κατά το μέγα έλεος σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημα μου. Επί πλείον πλύνον με από τής ανομίας μου και από τής αμαρτίας μου καθάρισον με. Ότι την ανομίαν μου εγώ γινώσκω και η αμαρτία μου ενώπιόν μου εστι δια παντός. Σοι μόνω ήμαρτον και το πονηρόν ενώπιον σου εποίησα, όπως αν δικαιωθής εν τοις λόγοις σου, και νικήσης εν τω κρίνεσθαι σε. Ιδού γαρ εν ανομίαις συνελήφθην και εν αμαρτίαις εκίσσησε με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσας μοι. Ραντιείς με υσσώπω και καθαρισθήσομαι, πλυνείς με, και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς με αγαλλίασιν και ευφροσύνην αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπον σου από των αμαρτιών μου, και πάσας τάς ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορρίψης με από του προσώπου σου και το πνεύμα το Άγιον μη αντανέλης απ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου και πνεύματι ηγεμονικώ στήριξον με. Διδάξω ανόμους τας οδούς σου και ασεβείς επί σε επιστρέψουσι. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου. Κύριε τα χείλη μου ανοίξεις και το στόμα μου αναγγελεί την αίνεσιν σου. Ότι ει ηθέλησας θυσίαν, έδωκα αν, ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιων, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα. Τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους.

Είτα ψάλλομεν τα επόμενα Τροπάρια της Θεοτόκου κατ αλφάβητον μετά στίχου Υπεραγία Θεοτόκε, σώσον ημάς.   

ΧΟΡΟΣ

Ήχος πλ. Β. Ο Ειρμός.

Η το χαίρε δι αγγέλου δεξαμένη, και τεκούσα τον Κτίστη τον ίδιον, Παρθένε, σώζε τους σε μεγαλύνοντας (δις).

Ανυμνούμεν τον Υιόν σου, Θεοτόκε, και βοώμεν, πανάχραντε Δέσποινα, παντός κινδύνου ρύσαι τους οικέτας σου.

Βασιλέων, Προφητών και Αποστόλων και Μαρτύρων υπάρχεις το καύχημα, και προστασία του κόσμου, Πανάμωμε.

Γλώσσα πάσα ευφημεί και μακαρίζει, και δοξάζει τον άχραντον τόκον σου, των  Ορθοδόξων Μαρία Θεόνυμφε.

Δος, Χριστέ μου, και εμοί τω αναξίω οφλημάτων την άφεσιν δέομαι, της σε τεκούσης πρεσβείαις, ως εύσπλαγχνος.

Επί σε μου τάς ελπίδας ανεθέμην, Θεοτόκε σώσον ταις πρεσβείαις σου, και δώρησαί μοι πταισμάτων την άφεσιν.

Ζώωσόν με, η τεκούσα Ζωοδότην και Σωτήρα σώσον ταις πρεσβείαις σου, ευλογημένη, ελπίς των ψυχών ημών.

Η τον Κτίστην των απάντων εν γαστρί σου συλλαβούσα, Παρθένε πανάμωμε, ταις σαις πρεσβείαις, σώσον τας ψυχάς ημών.

Θεοτόκε, η τεκούσα δια λόγου, υπέρ λόγον, τον Λόγον, Πανύμνητε, αυτόν δυσώπει, σώσαι τας ψυχάς ημών.

Ιλεών μοι τον Κριτήν τε και Υιόν σου, επταικότι υπέρ πάντα άνθρωπον, ταις σαις πρεσβείαις απέργασαι, Δέσποινα.

Κατά χρέος εκβοώμεν σοι το, Χαίρε, Θεοτόκε, αγνή αειπάρθενε, εκδυσωπούντες πρεσβείαις σου σώζεσθαι.

Λύτρωσαί με του πυρός του αιωνίου, και βασάνων των ακοκειμένων μοι, θεογεννήτορ, όπως μακαρίζω σε.

Μη παρίδης τας δεήσεις των σων δούλων, δυσωπούμεν, Πανύμνητε Δέσποινα, ίνα ρυσθώμεν πάσης περιστάσεως.

Νοσημάτων και παντοίων αλγηδόνων, και κινδύνων ημάς ελευθέρωσον, τη ιερά σου σκέπη καταφεύγοντας.

Ξένον θαύμα το εν σοι, Θεοκυήτορ δι ημάς γαρ καθ ημάς γεγέννηται ο πάντων Κτίστης εκ σου και θεός ημών.

Ο ναός σου, Θεοτόκε, ανεδείχθη ιατρείον νοσημάτων άμισθον, και θλιβομένων ψυχών παραμύθιον.

Παναγία Θεοτόκε, η τεκούσα τον Σωτήρα, κινδύνων διάσωσον, και πάσης άλλης ανάγκης τους δούλους σου.

Ρύσαι πάσης απειλής επερχόμενης τους σους δούλους, Πανάχραντε Δέσποινα, και πάσης βλάβης ψυχής τε και σώματος.

Σώσον πάντας ταις πρεσβείαις σου, Παρθένε, τους εις σε, Θεοτόκε, προστρέχοντας, και ρύσαι πάσης ανάγκης και θλίψεως.

Τις προστρέχων τω Ναώ σου, Θεοτόκε, ου λαμβάνει ταχέως την ίασιν, ψυχής ομού τε και σώματος, Άχραντε;

Υπό πάντων δυσωπούμενος, Οικτίρμον, των Αγίων και των άνω Τάξεων, ιλάσθητι μοι δια της Τεκούσης σε.

Φείσαι, Σώτερ, των ψυχών των τεθνεώντων, επ ελπίδι ζωής αδελφών ημών, και άνες, άφες αυτοίς τα εγκλήματα.

Χαίρε κόσμου ιλαστήριον, Παρθένε, χαίρε στάμνε και λυχνία πάγχρυσε, του θείου μάννα και φωτός, Θεόνυμφε.

Αγία Τριάς, ο Θεός, ελέησον και σώσον ημάς.

Τριαδικόν

Ψάλλομέν σοι τω Θεώ τω εν Τριάδι, εκβοώντες φωνήν την τρισάγιον, εκδυσωπούντες σωτηρίας τεύξασθαι.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Θεοτοκίον

Ω Παρθένε, η τεκούσα τον Σωτήρα και Δεσπότην του κόσμου και Κύριον, αυτόν δυσώπει, σώσαι τας ψυχάς ημών.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Χαίρε όρος, χαίρε βάτε, χαίρε  πύλη, χαίρε κλίμαξ, χαίρε θεία τράπεζα, η πάντων χαίρε βοήθεια, Δέσποινα.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Ταις πρεσβείαις, Ελεήμον, της Μητρός σου της Αχράντου, και πάντων των Αγίων σου, τα σα ελέη τω λαώ σου δώρησαι.

Σταυρέ του Χριστού, σώσον ημάς τη δυνάμει σου.

Τη δυνάμει του σταυρού σου, Ζωοδότα, φώτισον με τον δούλον σου δέομαι, ίνα υμνώ σε δι αυτού σωζόμενος.

Αρχάγγελοι του Θεού, πρεσβεύσατε υπέρ ημών.

Τη πρεσβεία των ενδόξων Αρχαγγέλων και Αγγέλων, και των άνω Τάξεων, σους δούλους, Σώτερ, καλώς διαφύλαξον.

Βαπτιστά του Θεού, πρέσβευε υπέρ ημών.

Τη πρεσβεία του τιμίου και ενδόξου Βαπτιστού σου Προφήτου Προδρόμου τε, Χριστέ μου Σώτερ, τους δούλους σου φύλαξον.

Απόστολοι του Χριστού, πρεσβεύσατε υπέρ ημών.

Τη πρεσβεία των ενδόξων Αποστόλων, και Μαρτύρων, και πάντων των Αγίων σου, τα σα ελέη τω λαώ σου δώρησαι.

Άγιοι ιεράρχαι και διδασκαλοι της οικουμένης, πρεσβεύσατε υπέρ ημών.

Ταις πρεσβείαις των μεγάλων διδασκάλων, Βασιλείου σοφού, Γρηγορίου τε και Ιωάννου, τους δούλους σου φύλαττε.

Άγιε ιεράρχα του Χριστού Νικόλαε, πρέσβευε υπέρ ημών.

Την οξείαν και θερμήν σου προστασίαν και την σκέπην, παμμάκαρ Νικόλαε, τοις υμνηταίς σου πλουσίως κατάπεμψον.

Άγιοι μεγαλομάρτυρες του Χριστού πρεσβεύσατε υπέρ ημών.

Ταις πρεσβείαις των ενδόξων αθλοφόρων Δημητρίου, Γεωργίου, σοφών Θεοδώρων τε και Αρτεμίου ημάς διαφύλαξον.

Άγιοι Ανάργυροι και θαυματουργοί, πρεσβεύσατε υπέρ ημών.

Ταις πρεσβείαις των ενδόξων Αναργύρων, Θεοτόκε, τους δούλους σου φύλαττε, ως προστασία του κόσμου και στήριγμα.

Άγιε ένδοξε μεγαλομάρτυς του Χριστού και ιαματικέ Παντελεήμον, πρέσβευε υπέρ ημών.

Αθλοφόρε του Χριστού Παντελεήμον, τους τη σκέπη τη ση κεταφεύγοντας, ταις σαις πρεσβείαις νόσων ελευθέρωσον.

Άγιοι προπάτορες του Χριστού, πρεσβεύσατε  υπέρ ημών.

Των αγίων και δικαίων προπατόρων ταις πρεσβείαις, απάντων δικαίων τε και των οσίων, Χριστέ, ημάς φύλαττε.  

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Την εν ζάλη πειρασμών και τρικυμίαις ταις του βίου πικρώς κινδυνεύουσαν, Παρθένε, ποίμνην την σην περιφύλαττε.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.

Τον  Πατέρα και Υιόν  δοξολογούμεν,  και  το Πνεύμα το Άγιον, λέγοντες Τριάς Αγία, σώσον τας ψυχάς ημών.

Και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν

Χαίρε κόσμου ιλαστήριον, Παρθένε, χαίρε στάμνε και λυχνία πάγχρυσε, του θείου μάννα και φωτός, Θεόνυμφε.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Η αρρήτως επ εσχάτων συλλαβούσα, και  τεκούσα τον Κτίστην τον ίδιον,   Παρθένε, σώζε τους σε μεγαλύνοντας.

Της ευσπλαγχνίας την πύλην άνοιξον ημίν, ευλογημένη Θεοτόκε ελπίζοντες εις σε, μη αστοχήσωμεν  ρυσθείημεν δια σου των περιστάσεων συ γαρ ει η σωτηρία του γένους των χριστιανών.

ΙΕΡΕΥΣ: Του Κυρίου δεηθώμεν.

ΧΟΡΟΣ: Κύριε ελέησον

ΙΕΡΕΥΣ

Ότι Άγιος ει ο Θεός ημών, και σοι την δόξαν αναπέμπομεν, τω Πατρί, και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

ΧΟΡΟΣ Αμήν.

Είτα τα παρόντα Τροπάρια

Ήχος πλ. δ'.

Νυν επέστη ο καιρός,  ο πάντας αγιάζων, και ο δίκαιος ημάς αναμένει Κριτής   αλλ επίστρεψον, ψυχή, προς μετάνοιαν, ως η Πόρνη κράζουσα συν δάκρυσι Κύριε, ελέησον με.

Νάμασιν επομβρήσας, Χριστέ, πηγήν των ιάσεων, εν τω πανσέπτω ναώ της Παρθένου σήμερον, τω της σης ευλογίας ραντισμώ, φυγαδεύεις τας νόσους των ασθενούντων, ιατρέ των ψυχών και των σωμάτων ημών.

Παρθένος έτεκες απειρόγαμε, και Παρθένος έμεινας, Μήτηρ ανύμφευτε, Θεοτόκε, Μαρία Χριστόν τον Θεόν ημών ικέτευε, σωθήναι ημάς.

Παναγία Θεοτόκε  Παρθένε, των χειρών ημών τα   έργα   κατεύθυνον,   και   συγχώρησιν   των πταισμάτων ημών αίτησαι, εν τω ψάλλειν ημάς των Αγγέλων τον ύμνον.

Άγιος ο Θεός,  Άγιος ισχυρός,  Άγιος αθάνατος, ελέησον ημάς (εκ γ').

Δόξα. Και νυν...  Άγιος αθάνατος, ελέησον ημάς.

Πάλιν

Άγιος ο Θεός, Άγιος ισχυρός,   Άγιος αθάνατος, ελέησον ημάς.

Προκείμενον. Ήχος δ',

ΑΝΑΓΝΩΣΤΗΣ: Κύριος φωτισμός μου και Σωτήρ μου.

ΙΕΡΕΥΣ: Πρόσχωμεν.

ΑΝΑΓΝΩΣΤΗΣ

Στίχος. Κύριος υπερασπιστής της ζωής μου.

ΙΕΡΕΥΣ: Σοφία.

ΑΝΑΓΝΩΣΤΗΣ: Προς Εβραίους Επιστολής Παύλου το Ανάγνωσμα.

ΙΕΡΕΥΣ: Πρόσχωμεν.

ΑΝΑΓΝΩΣΤΗΣ

(Εβραίους Κεφ. Β',  11-18)

Αδελφοί, ο αγιάζων και οι αγιαζόμενοι εξ ενός πάντες δι ην αιτίαν ουκ επαισχύνεται αδελφούς αυτούς καλείν, λέγων Απαγγελώ το όνομα σου τοις αδελφοίς μου, εν μέσω εκκλησίας υμνήσω σε. Και πάλιν Εγώ έσομαι πεποιθώς επ' αυτώ. Και πάλιν Ιδού εγώ και τα παιδία, α μοι έδωκεν ο Θεός. Επεί ουν τα παιδία κεκοινώνηκε σαρκός και αίματος, και αυτός παραπλησίως μετέσχε των αυτών, ίνα δια του θανάτου κατάργηση τον το κράτος έχοντα του θανάτου, τουτέστι τον Διάβολον, και απαλλάξη τούτους, όσοι φόβω θανάτου δια παντός του ζην ένοχοι ήσαν δουλείας. Ου γαρ δήπου Αγγέλων επιλαμβάνεται, αλλά σπέρματος Αβραάμ επιλαμβάνεται. Όθεν ώφειλε κατά πάντα τοις αδελφοίς ομοιωθήναι, ίνα ελεήμων γένηται και πιστός Αρχιερεύς τα προς τον Θεόν, εις το ιλάσκεσθαι τας αμαρτίας του λαού. Εν ω γαρ πέπονθεν αυτός πειρασθείς, δύναται τοις πειραζομένοις βοηθήσαι.

ΙΕΡΕΥΣ: Ειρήνη σοι

ΑΝΑΓΝΩΣΤΗΣ: Και τω Πνεύματί σου.

ΧΟΡΟΣ: Αλληλούια. Ήχος πλ. β'.

ΙΕΡΕΥΣ: Σοφία. Ορθοί, ακούσωμεν του αγίου Ευαγγελίου.

Ειρήνη πάσι.

ΧΟΡΟΣ: Και τω Πνεύματί σου.

ΙΕΡΕΥΣ

Εκ του κατά Ιωάννην αγίου Ευαγγελίου το Ανάγνωσμα. Πρόσχωμεν.  

ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.

ΙΕΡΕΥΣ

(Ιωάννην Κεφ. ε', 1-4).

Τω καιρώ εκείνω, ανέβη ο Ιησούς εις Ιεροσόλυμα. Εστί δε εν τοις Ιεροσολύμοις, επί τη Προβατική, κολυμβήθρα, η επιλεγόμενη εβραϊστί Βηθεσδά, πέντε στοάς έχουσα. Εν ταύταις κατέκειτο πλήθος χολύ των ασθενούντων, τυφλών, χωλών, ξηρών, εκδεχομένων την του ύδατος κίνησιν. Άγγελος γαρ κατά καιρόν κατέβαινεν εν τη κολυμβήθρα, και ετάραττε το ύδωρ ο ουν πρωτός εμβάς μετά την ταραχήν του ύδατος, υγιής εγίνετο, ω δήποτε κατείχετο νοσήματι.

ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.

ΙΕΡΕΥΣ

Εν ειρήνη, του Κυρίου δεηθώμεν.

ΧΟΡΟΣ: Κύριε ελέησον [και μετά από κάθε αίτηση]

ΙΕΡΕΥΣ

Υπέρ της άνωθεν ειρήνης και της σωτηρίας των ψυχών ημών, του Κυρίου δεηθώμεν.

Υπέρ της ειρήνης του σύμπαντος κόσμου, ευσταθείας των αγίων του Θεού Εκκλησιών, και της των πάντων ενώσεως, του Κυρίου δεηθώμεν.

Υπέρ του αγίου οίκου τούτου, και των μετά πίστεως, ευλάβειας και φόβου Θεού εισιόντων εν αυτώ, του Κυρίου δεηθώμεν.

Υπέρ του πατρός και Αρχιεπισκόπου ημών (δεινός), παντός του Κλήρου και του Λάου, του Κυρίου δεηθώμεν.

Υπέρ της πόλεως (η νήσου) ταύτης, πάσης πόλεως, χώρας και των πίστει οικούντων εν αυταίς, του Κυρίου δεηθώμεν.

Εν οίκω

Υπέρ του οίκου τούτου και των κατοικούντων εν αυτώ του Κυρίου δεηθώμεν.

 Εν πλοίω

Υπέρ του πλοίου τούτου και των συμπλεόντων εν αυτώ του Κυρίου δεηθώμεν.

Υπέρ ευκρασίας αέρων, ευφορίας των καρπών της γης και καιρών ειρηνικών, του Κυρίου δεηθώμεν.                                                                                           Υπέρ   πλεόντων,   οδοιπορούντων, νοσούντων, καμνόντων, αιχμαλώτων και της σωτηρίας αυτών,

του Κυρίου δεηθώμεν.

Υπέρ του αγιασθήναι το ύδωρ τούτο, τη δυνάμει και ενεργεία και επιφοιτήσει του Αγίου Πνεύματος, του Κυρίου δεηθώμεν.

Υπέρ του καταφοιτήσαι τω ύδατι τούτω την καθαρτικήν  της   ύπερουσίου   Τριάδος  ενέργειαν, του Κυρίου δεηθώμεν.

Υπέρ του γενέσθαι το ύδωρ τούτο ιαματικόν ψυχών και σωμάτων, και πάσης αντικείμενης δυνάμεως αποτρεπτικόν, του Κυρίου δεηθώμεν.

Υπέρ του καταπεμφθήναι αυτώ την χάριν της απολυτρώσεως, την ευλογίαν του Ιορδανού, του Κυρίου δεηθώμεν.

Υπέρ πάντων των χρηζόντων της παρά του Θεού βοηθείας και αντιλήψεως, του Κυρίου δεηθώμεν.

Υπέρ του φωτισθήναι ημάς φωτισμόν γνώσεως, δια της ομοουσίου Τριάδος, του Κυρίου δεηθώμεν.

Όπως Κύριος ο θεός ημών ανάδειξη ημάς υιούς και κληρονόμους της βασιλείας αυτού, δια της του ύδατος τούτου μεταλήψεώς τε και ραντισμού, του Κυρίου δεηθώμεν.

Υπέρ του ρυσθήναι ημάς από πάσης θλίψεως, οργής, κινδύνου και ανάγκης. του Κυρίου δεηθώμεν.

Αντιλαβού, σώσον, έλέησον, και διαφύλαξαν ημάς, ο Θεός, τη ση χάριτι.

Της παναγίας, αχράντου, υπερευλογημένης, ενδόξου δεσποίνης ημών Θεοτόκου και αειπαρθένου Μαρίας, μετά πάντων των "Αγίων μνημονεύσαντες, εαυτούς και αλλήλους και πάσαν την ζωήν ημών Χριστώ τω Θεώ παραθώμεθα.

ΧΟΡΟΣ: Σοι Κύριε.

Ότι πρέπει σοι πάσα δόξα, τιμή και προσκύνησις, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

ΧΟΡΟΣ: Αμήν.

ΙΕΡΕΥΣ

Του Κυρίου δεηθώμεν.

ΧΟΡΟΣ: Κύριε ελέησον

Ο Ιερεύς λέγει την Ευχήν ταύτην

Κύριε ο Θεός ημών, ο μέγας τη βουλή και θαυμαστός τοις έργοις, ο πάσης ορατής τε και αοράτου κτίσεως δημιουργός ο φυλάσσων την διαθήκην σου και το έλεος σου τοις αγαπώσι σε και τηρούσι τα σα προστάγματα ο πάντων των εν ανάγκαις ελεεινά προσδεχόμενος δάκρυα δια γαρ τούτο παραγέγονας εν δούλου μορφή, ου φάσμασιν ημάς εκδειματούμενος, αλλ υγείαν τω σώματι αληθή ορέγων και λέγων ίδε υγιής γεγονός, μηκέτι αμάρτανε. Αλλά και εκ πηλού ζώντας οφθαλμούς ειργάσω και, νίψασθαι κελεύσας, το φως οικήσαι παρεσκεύασας λόγω ο τας των εναντίων παθών σπιλάδας ταράττων, και την του βίου τούτου αλμυράν θάλασσαν καταστείλας. και τα αχθηφόρα των ηδονών κατευνάσας κύματα Αυτός ουν. φιλάνθρωπε Βασιλεύ. ο δους ημίν χιονοφεγγόφωτον φορέσαι στολήν εξ ύδατος τε και πνεύματος, και δια της του ύδατος τούτου μεταλήψεώς τε και ραντισμού την σην ευλογίαν ημίν κατάπεμψον. τον ρύπον των παθών αποσμήχουσαν. Ναι, Δεσποτα, δεομεθα επίσκεψαι ημών, Αγαθέ, την ασθένειαν και ίασαι ημών τας νόσους ψυχής τε και σώματος, τω ελεεί σου πρεσβείαις της παναχράντου δεσποίνης ημών Θεοτόκου και αειπαρθένου Μαρίας δυνάμει του τιμίου και ζωοποιού Σταυρού προστασίαις των τιμίων επουρανίων Δυνάμεων Ασωμάτων του τιμίου ένδοξου προφήτου προδρόμου και Βαπτιστού Ιωάννου των αγίων ένδοξων και πανευφήμων Αποστόλων των εν αγίοις Πατέρων ημών. μεγάλων Ιεραρχών και οικουμενικών Διδασκάλων. Βασιλείου του Μεγάλου, Γρηγορίου του θεολόγου και Ιωάννου του Χρυσοστόμου των εν Αγίοις Πατέρων ημών Αθανασίου και Κυρίλλου, Ιωάννου του Ελεήμονος, πατριαρχών Αλεξανδρείας Νικολάου επισκόπου Μύρων της Λυκίας και Σπυρίδωνος επισκόπου Τριμυθούντος, των θαυματουργών των αγίων και ενδόξων μεγαλομαρτύρων Γεωργίου του Τροπαιοφόρου, Δημητρίου του Μυροβλύτου, Θεοδώρου του Τήρωνος και Θεοδώρου του Στρατηλάτου των αγίων ενδόξων ιερομαρ-τύρων Χαραλάμπους και Ελευθερίου, των αγίων ενδόξων και καλλινίκων Μαρτύρων των αγίων και δικαίων θεοπατόρων Ιωακείμ και Άννης των αγίων ενδόξων και θαυματουργών Αναργύρων Κοσμά και Δαμιανού, Κύρου και Ιωάννου, Παντελεήμονος και Ερμολάου, Σαμψών και Διομήδους. Μωκίου και Ανικήτου, θαλλελαίου και Τρύφωνος του Αγίου (της ημέρας), ου και την μνήμην επιτελούμεν και πάνταν σου των Αγίων. Και φύλαττε. Κύριε, τους δούλους σου τους πιστούς Βασιλείς ημών, χάρισαι αυτοίς ψυχής και σώματος την υγείαν, και τη δουλική σου τούτο των χριστιανών πολιτεία ποίησον κατά πάντα επιεικείς. Μνήσθητι, Κύριε, πάσης επισκοπής Ορθοδόξων, των ορθοτομούντων τον λόγον της σης Αληθείας και παντός ιερατικού και μοναχικού τάγματος και της σωτηρίας αυτών. Μνήσθητι, Κύριε, των μισούνταν και αγαπώντων ημάς, των διακονούνταν αδελφών ημών, των περιεστώτων και των δι ευλόγους αιτίας απολειφθέντων και των εντειλαμένων ημίν τοις αναξίοις εύχεσθαι υπέρ αυτών. Μνήσθητι, Κύριε, και των εν αιχμαλωσία και βλίψεσιν αδελφών ημών, και ελέησον αυτούς και ημάς κατά το μέγα σου έλεος, πάσης ανάγκης ρυόμενος.

Οτι συ ει η πηγή των ιαμάτων, Χριστέ ο Θεός ημών, και σοι την δόξαν αναπέμπομεν, συν τω ανάρχω σου Πατρί, και τω παναγίω και αγαθώ, και ζωοποιώ σου Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

 

 

 

Ευχή ετέρα λεγομένη αντί της συνήθους μεγάλης, χάριν συντομίας.

Θεέ μεγαλώνυμε, ο ποιών θαυμάσια ων ουκ έστιν αριθμός, ελθέ τανών και προς τους επικαλουμένους σε δούλους σου, εξαπόστειλον το Πνεύμα σου το άγιον και αγίασον το ύδωρ τούτο (εκ γ΄). Και δος τοις μεταλαμβάνουσι και ραντίζομένοις εξ αυτού απαλλαγήν παντός κακού στερέωσιν και καθαρισμόν οίκων και απέλασιν πάσης διαβολικής ενεργείας.

Ότι ηυλόγηται και δεδόξασται το πάντιμον και μεγαλοπρεπές ονομα σου, του Πατρός και του Υιού και του αγίου Πνευματος νυν και αεί και εις τους αιώνας των αιώνων.

ΧΟΡΟΣ: Αμήν.

ΙΕΡΕΥΣ: Ειρήνη πάσι.

ΧΟΡΟΣ: Και τω Πνεύματί σου.

ΙΕΡΕΥΣ: Τάς κεφάλας ημών τω Κυρίω κλίνωμεν.

ΧΟΡΟΣ: Σοι Κύριε.

Ο Ιερεύς, κλινόμενος, λέγει μυστικώς την Ευχήν ταύτην

Κλίνον, Κύριε, το ους σου και επάκουσον ημών, ο εν Ιορδάνη βαπτισθήναι καταδεξάμενος και αγιάσας τα ύδατα και ευλόγησον πάντας ημάς, τους δια της κλίσεως του εαυτών αυχένος σημαίνοντας το της δουλείας πρόσχημα και καταξίωσαν ημάς εμπλησθήναι του αγιασμού σου, δια της του ύδατος τούτου μεταλήψεώς τε και ραντισμού και γενέσθω ημίν, Κύριε, εις υγείαν ψυχής τε και σώματος.

Εκφώνως

Συ γαρ ει ο αγιασμός των ψυχών και των σωμάτων ημών, και σοι την δόξαν και ευχαριστίαν και προσκύνησιν αναπέμπομεν, συν τω ανάρχω σου Πατρί, και τω παναγίω και αγαθώ και ζωοποιώ σου Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

ΧΟΡΟΣ: Αμήν.

Είτα, λαβών τον τίμιον Σταυρόν, ευλογεί τα ύδατα εκ τρίτου, κατάγων και ανάγων αυτόν όρθιον, και ψάλλων.

Ήχος α'.

Σώσον, Κύριε, τον λαόν σου, και εύλόγησον την κληρονομίαν σου, νίκας τοις Βασιλεύσι κατά βαρβάρων δωρούμενος, και το σον φυλάττων, δια του Σταυρού σου πολίτευμα (εκ γ').

Είτα, ραντίζων σταυροειδώς, ψάλλει το παρόν Τροπάριον.

Ήχος β'.

Των σων δωρεών, αξίους ημάς ποίησον, Θεοτόκε Παρθένε,  παρορώσα  τα   πλημμελήματα  ημών, και παρέχουσα ιάματα, τοις εν πίστει λαμβάνουσι την ευλογίαν σου, Άχραντε.

Είτα ασπάζεται ο Ιερεύς τον τίμιον Σταυρόν ωσαύτως και πας ο λαός. Ειθ ούτω ραντίζει πάντα τον λαόν, τον Ναόν (ή τον Οίκον) δια του αγιάσματος. Ο  Ιερεύς ψάλλει το παρόν Τροπάριον, όπερ και πολλάκις λέγεται, μέχρι της απορραντίσεως δηλονότι.

Ήχος δ'.

Πηγήν ιαμάτων έχοντες, άγιοι Ανάργυροι, τας ιάσεις παρέχετε πάσι τοις δεομένοις, ως μεγίστων δωρεών αξιωθέντες, παρά της αενάου πηγής του Σωτήρος Χριστού. Φησί γαρ προς υμάς ο Κύριος, ως ομοζήλους των Αποστόλων ιδού δέδωκα ημίν την εξουσίαν κατά πνευμάτων ακαθάρτων, ώστε αυτά εκβάλλειν, και θεραπεύειν πάσαν νόσον και πάσαν μαλακίαν. Διό τοις προστάγμασιν αυτού καλώς πολιτευσάμενοι, δωρεάν ελάβετε, δωρεάν παρέχετε, ιατρεύοντες τα πάθη των ψυχών και των σωμάτων ημών.

Δόξα. Και νυν. θεοτοκίον

Νεύσον παρακλήσεσι σων ικετών, Πανάμωμε, παύουσα δεινών ημών επαναστάσεις, πάσης θλίψεως ημάς απαλλάττουσα σε γαρ μόνην ασφαλή και βεβαίαν άγκυραν έχομεν, και την σην προστασίαν κεκτήμεθα μη αισχυνθώμεν, Δέσποινα, σε προσκαλούμενοι. Σπεύσον εις ικεσίαν των σοι πιστώς βοώντων Χαίρε Δέσποινα, η πάντων βοήθεια, χαρά και σκέπη, και σωτηρία των ψυχών ημών.

Και το

Δέσποινα πρόσδεξαι, τας δεήσεις των δούλων σου, και λύτρωσαι ημάς, από πάσης ανάγκης και θλίψεως.

ΙΕΡΕΥΣ

Ελέησον ημάς ο Θεός κατά το μέγα έλεος σου, δεόμεθά σου, επάκουσον και ελέησον.

ΧΟΡΟΣ

Κύριε ελέησον[3].[και μετά από κάθε αίτηση]

ΙΕΡΕΥΣ

Έτι δεόμεθα υπέρ των ευσεβών και Ορθοδόξων Χριστιανών.

Έτι δεόμεθα υπέρ του Πατρός και Αρχιεπισκόπου ημών [του δεινός],  και πάσης της εν Χριστώ ημών αδελφότητος.

Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως και αφέσεως των αμαρτιών των δούλων του Θεού, (δεινά)  των παρακολουθούντων την αγίαν ακολουθίαν ταύτην και πάντων των ευσεβών και ορθοδόξων χριστιανών.

Έτι δεόμεθα υπέρ του διαφυλαχθήναι την αγίαν εκκλησίαν (ή την πόλιν) ταύτην, την νήσον ταύτην, και πάσαν πόλιν και χώραν από λοιμού, λιμού, σεισμού, καταποντισμού, πυρός, μαχαίρας, επιδρομής αλλοφύλων, εμφυλίου πολέμου και αιφνιδίου θανάτου υπέρ του ίλεων, ευμενή και ευδιάλλακτον γενέσθαι τον αγαθών και φιλάνθρωπον Θεόν ημών, του αποστρέψαι και διασκεδάσει πάσαν οργήν και νόσον την καθ' ημών κινουμένην και ρύσασθαι ημάς εκ της επικειμένης δικαίας αυτού απειλής και ελεήσαι ημάς.

Έτι δεόμεθα υπέρ του εισακούσαι Κύριον τον Θεόν φωνής της δεήσεως ημών των αμαρτωλών και ελεήσαι ημάς.

ΙΕΡΕΥΣ:

Επάκουσον ημών, ο Θεός, ο Σωτήρ ημών, η ελπίς πάντων των περάτων της γης και των εν θαλάσση μακράν, και ίλεως, ίλεως γενού ημίν, Δέσποτα επί ταις αμαρτίαις ημών και ελεήσαι ημάς.

Ελεήμων γαρ και φιλάνθρωπος Θεός υπάρχεις και σοι την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

ΧΟΡΟΣ: Αμήν.

ΙΕΡΕΥΣ: Δόξα σοι  ο Θεός ημών, δόξα σοι.

ΧΟΡΟΣ

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Κύριε, ελέησον.[3] Πάτερ Άγιε ευλόγησον.

ΙΕΡΕΥΣ

Χριστός ο αληθινός Θεός ημών, ταις πρεσβείαις της παναχράντου και παναμώμου αγίας αυτού μητρός, των αγίων, ενδόξων και πανευφήμων Αποστόλων, των αγίων ενδόξων και καλλινίκων Μαρτύρων, των αγίων και θαυματουργών Αναργύρων ( του Αγίου του Ναού)  αγίων και δικαίων θεοπατόρων Ιωακείμ και Άννης, [του αγίου της ημέρας] ου και την μνήμην επιτελούμεν, και πάντων των Αγίων, ελεήσαι και σώσαι ημάς, ως αγαθός και φιλάνθρωπος και ελεήμων Θεός.

ΙΕΡΕΥΣ

Δι ευχών των αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ, ο Θεός ημών, ελέησον και σώσον ημάς.

ΧΟΡΟΣ: Αμήν.