The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΟ ΙΕΡΑΤΙΚΟΝ

 ΚΥΡΙΑΚΗ

ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ

ΟΙΚΟΣΕΛΙΔΑ

 

Επιστροφή στις Ακολουθίες

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 
 

ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΙΣ ΤΗΣ ΛΙΤΑΝΕΙΑΣ ΚΑΤΑ ΤΗΝ

ΚΥΡΙΑΚΗΝ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ

 

Σημείωσις: Ἐν Κύπρῳ εἴθισται νά γίνεται εἰς τὸ ἀσματικόν Ἅγιος Θεός τῆς Δοξολογίας, τελετή ἀνάλογος πρός τήν τῆς Σταυροπροσκυνήσεως καθ ἥν ἐξέρχεται τοῦ Ἱεροῦ Βήματος καὶ λιτανεύεται ἐντός τοῦ ναοῦ εἰκών τῆς Θεοτόκου, φερούσης τὸν Χριστόν ὡς ἀκολούθως: Οἱ Χοροί μεταβαίνουσιν εἰς τήν βόρειον (ἀριστεράν) πύλην τοῦ Ἱεροῦ καὶ ἄρχονται ψάλλειν τὸ ἀσματικόν Ἅγιος Θεός. Ὁ λειτουργων Ἱερεύς θυμιᾷ τήν Ἁγίαν Τράπεζαν καὶ τήν Εἰκόνα, κειμένην ἐπί τῆς Ἁγίας Τραπέζης ἐπί δίσκου ηὐτρεπισμένου μετά ἀνθέων καὶ 3 κηρίων, αἴρει τόν δίσκον μέχρι τῆς κεφαλής καὶ ἐξέρχεται διά τῆς βορείου πύλης, λιτανεύων ἐντός τοῦ Ναοῦ, προπορευομένου λαμπαδούχων, ἑξαπτερύγων, ἀκολουθούντων τῶν Ψαλτῶν, καὶ εἶτα τοῦ Διακόνου θυμιῶντος. Ἐλθόντος εἰς τό μέσον τοῦ Ναοῦ, ὅπου ὑπάρχει τετραπόδιον ηὐτρεπισμένον, περιέρχεται τουτο τρίς, ἵσταται πρό αὐτου καὶ, βλέπων πρός ἀνατολάς, ἐκφωνεῖ τὸ Σοφία ὀρθοί. Εἶτα ἀποθέτει ἐπί τοῦ τετραποδίου τὸν δίσκον μετά τῆς Εἰκόνος. Ἐάν χοροστατῆ Ἀρχιερεύς κατέρχεται του Θρόνου καὶ θυμιῶν τήν εἰκόνα σταυροειδῶς ψάλλει Τὴν ἄχραντον Εἰκόνα σου.... Τὸ αὐτό ἐπαναλαμβάνουσι καὶ οἱ Χοροί. Εἶτα ἀσπάζεται τήν Εἰκόνα εὐλογεῖ τὸν λαὸν καὶ ἀνέρχεται εἰς τὸν Θρόνον, τῶν Χορῶν ψαλλόντων τὸ Εἰς πολλά ἔτη.... Ἀρχιερεύς μή χοροστατούντος θυμιᾷ τήν Εἰκόνα καὶ ψάλλει τὸ Τὴν ἄχραντον Εἰκόνα σου... ὁ Ἱερεύς.

 

 

Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Μετά τήν Ὀπισθάβωνον εὐχήν και πρό τοῦ Εἴη τὸ ὄνομα Κυρίου, γίνεται ἡ περιφορά τῶν Εικόνων, κατά τήν ἀκόλουθον τυπικήν  διάταξιν:

ΙΕΡΕΥΣ [Ἀπό τοῦ Σολέα]

ποφειλομένη πρὸς Θεόν ἐτήσιος εὐχαριστία, καθ ἥν ἡμέρα ἐπελάβομεν τήν τοῦ Θεοῦ Ἐκκλησίαν σύν ἀποδείξει τῶν τῆς εὐσεβείας δογμάτων καὶ καταστροφῇ τῶν τῆς κακίας δυσσεβημάτων.

Προφητικαῖς ἑπόμενοι ῥήσεσι, ἀποστολικαῖς τε παραινέσεσιν εἴκοντες καὶ εὐαγγελικαῖς ἱστορίαις στοιχειούμενοι, τῶν ἐγκαινίων τήν ἡμέρα ἑορτάζομεν καὶ ταύτη εὐχαῖς καὶ λιτανείαις συνευφραινόμενοι τε καὶ συναγαλλόμενοι, ψαλμοῖς ἐκβοώμεν καὶ ᾄσμασιν.

Εἶθ οὕτως γίνεται ἐκκινησις δι ἔξοδον τοῦ Ναοῦ διά τῆς δυτικῆς πύλης, τῶν Χορῶν ψαλλόντων:

Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθὲ αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν Χριστὲ ὁ Θεὸς·

Φθάσαντες εἰς τήν νότιαν πύλην, ο Διάκονος λέγει:

λέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (γ΄)

τι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων χριστιανῶν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (γ΄)

τι δεόμεθα ὑπὲρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (γ΄)

ΙΕΡΕΥΣ

τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. (μόνον)

Ἐκκινησις πρός ανατολάς, τῶν Χορῶν ψαλλόντων:

βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ·

Φθάσαντες δέ ὄπισθεν τοῦ Ἱεροῦ, ο Διάκονος λέγει:

λέησον ἡμᾶς ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

 ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (γ΄) 

τι δεόμεθα ὑπὲρ μακαρίας μνήμης καὶ αἰωνίου ἀναπαύσεως τῶν ψυχῶν πάντων τῶν επ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων εὐσεβῶν Βασιλέων, Πατριαρχῶν, Ἀρχιερέων, Ἱερέων Ἱερομονάχων Ἱεροδιακόνων καὶ Μοναχῶν καὶ πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.

ΧΟΡΟΣ: Αἰωνία μνήμη αὐτῶν (γ΄)

τι δεόμεθα ὑπὲρ μακαρίας μνήμης καὶ αἰωνίου ἀναπαύσεως τῶν ψυχῶν τῶν ὑπὲρ πίστεως καὶ πατρίδος ενδόξως ἀγωνισαμένων καὶ πεσόντων πατέρων καὶ ἀδελφῶν ἡμῶν.

ΧΟΡΟΣ: Αἰωνία μνήμη αὐτῶν (γ΄)

ΙΕΡΕΥΣ

τι σὺ εἶ ἀνάστασις ζωὴ καὶ ἀνάπαυσις τῶν κεκοιμημένων δούλων σου Χριστὲ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο. Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρα κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.

ΙΕΡΕΥΣ

Τῶν τήν ἔνσαρκον τοῦ Θεοῦ Λόγου παρουσίαν, λόγῳ, στόματι, καρδία καὶ νῷ γραφῇ τε καὶ Εἰκόσιν ὁμολογούντων, αἰωνία μνήμη.

ΧΟΡΟΣ: Αἰωνία ἡ μνήμη [γ]

ΙΕΡΕΥΣ

Τῶν εἰδότων τῆς τοῦ Χριστοῦ Μιάς καὶ τῆς αὐτῆς Ὑποστάσεως, τὸ ἐν οὐσίαις διάφορον, καὶ ταύτης το κτιστόν τε καὶ ἄκτιστον, τὸ ὁρατόν καὶ ἀόρατον, τὸ παθητόν καὶ ἀπαθές, τὸ περιγραπτόν καὶ ἀπερίγραπτον, καὶ τῇ μεν θεϊκή οὐσία τὸ ἄκτιστον καὶ τα ὃμοια προσαρμοζόντων, τῇ δέ ἀνθρωπίνη φύσει τά τε ἄλλα καὶ τὸ περιγραπτόν ἀνθομολογούντων καὶ λόγω καὶ Εἰκονίσμασιν, αἰωνία ἡ μνήμη.

ΧΟΡΟΣ: Αἰωνία ἡ μνήμη [γ]

ΙΕΡΕΥΣ

Τῶν πιστευόντων και διακηρυκευομένων, ἤτοι εὐαγγελιζομένων, τούς λόγους ἐπί γραμμάτων, τά πράγματα ἐπί σχημάτων, καὶ εἰς μίαν ἑκάτερον συντελεῖν ὠφέλειαν τήν τῆς διά λόγων ἀνακήρυξιν καὶ τήν δι εἰκόνων τῆς ἀληθείας βεβαίωσιν, αἰωνία ἡ μνήμη.

ΧΟΡΟΣ: Αἰωνία ἡ μνήμη [γ]

Ἐκκινησις πρός τήν βορείαν πύλην, τῶν Χορῶν ψαλλόντων:

θεν εὐχαρίστως βοῶμέν σοι· χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.

Φθάσαντες εἰς τήν βορείαν πύλην, ο Διάκονος λέγει:

λέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (γ΄)

τι δεόμεθα ὑπὲρ  (τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους,) πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν τη Νήσῳ ἡμῶν (ἐν αὐτῷ,) καὶ ὑπὲρ τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν Στρατοῦ, καὶ σύμπαντος τοῦ εὐλογημένου ἡμῶν Γένους.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (γ΄)

ΙΕΡΕΥΣ

τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν.

ΙΕΡΕΥΣ

Οἱ Προφῆται ὡς εἶδον, οἱ Ἀπόστολοι ὡς ἐδίδαξαν, ἡ Ἐκκλησία ὡς παρέλαβεν, οἱ Διδάσκαλοι ὡς ἐδογμάτισαν, ἡ Οἰκουμένη ὡς συμπεφώνηκεν, ἡ χάρις ὡς ἔλαμψεν, ἡ ἀλήθεια ὡς ἀποδέδεικται, τὸ ψεῦδος ὡς ἀπελήλαται, ἡ σοφία ὡς ἐπαρρησιάσατο, ὁ Χριστὸς ὡς ἑβράβευσεν, οὕτω φρονοῦμεν, οὕτω λαλοῦμεν, οὕτω κηρύσσομεν Χριστόν τὸν ἀληθινὸν Θεὸν ἡμῶν, καὶ τοὺς Αὐτοῦ Ἁγίους ἐν λόγοις τιμῶντες, ἐν συγγραφαῖς, ἐν νοήμασιν, ἐν θυσίαις, ἐν Ναοῖς, ἐν Εἰκονίσμασι, τὸν μὲν ὡς Θεὸν καὶ Δεσπότην προσκυνοῦντες καὶ σέβοντες, τοὺς δὲ διὸ τὸν κοινὸν Δεσπότην ὡς Αὐτοῦ γνησίους θεράποντας τιμῶντες καὶ τὴν κατὰ σχέσιν προσκύνησιν ἀπονέμονες.

Ἐκκινησις πρός τήν δυτικήν πύλην, τῶν Χορῶν ψαλλόντων:

Οὐρανός πολύφωτος, ἡ Ἐκκλησία, ἀνεδείχθη ἄπαντας φωταγωγούσα τούς πιστούς˙ ἐν ὤ ἐστώτες κραυγάζομεν· τούτον τόν Οἴκον στερέωσον, Κύριε.

Φθάσαντες εἰς τήν δυτικήν πύλην, ο Διάκονος λέγει:

λέησον ἡμᾶς, ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου ἐπάκουσον καὶ ἐλέησον.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (γ΄)

τι δεόμεθα καὶ ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν (κώμην) ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν, ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τοῦ ἵλεων εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθόν καὶ Φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (θ΄)

τι δεόμεθα ὑπὲρ τοῦ εἰσακούσαι Κύριον τόν Θεόν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἀμαρτωλών καὶ ἐλεῆσαι ἡμᾶς.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (γ΄)

ΙΕΡΕΥΣ

πάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν , ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς.

τι ἐλεήμων καὶ Φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Εἰς μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

ΙΕΡΕΥΣ

Αὕτη ἡ πίστις τῶν Ἀποστόλων, αὕτη ἡ πίστις τῶν Πατέρων, αὕτη ἡ πίστις τῶν Ὀρθοδόξων, αὕτη ἡ πίστις τὴν Οἰκουμένην ἐστήριξεν. Ἐπὶ τούτοις τοὺς τῆς εὐσεβείας Κήρυκας ἀδελφικῶς τε καὶ πατροποθήτως εἰς δόξαν καὶ τιμὴν τῆς εὐσεβείας, ὑπὲρ ἧς ἀγωνίσαντο, ἀνευφημοῦμεν καὶ λέγομεν· Τῶν τῆς Ὀρθοδοξίας προμάχων εὐσεβῶν Βασιλέων, ἁγιωτάτων Πατριαρχῶν, Ἀρχιερέων, Διδασκάλων, Μαρτύρων, Ὁμολογητῶν, Αἰωνία ἡ μνήμη.

ΧΟΡΟΣ: Αἰωνία ἡ μνήμη [γ]

ΙΕΡΕΥΣ

Τούτων τοῖς ὑπὲρ εὐσεβείας μέχρι θανάτου ἄθλοις τε καὶ ἀγωνίσμασι καὶ διδασκαλίαις παιδαγωγεῖσθαί τε καὶ κρατύνεσθαι Θεὸν ἐκλιπαροῦντες, καὶ μιμητός τῆς ἐνθέου αὐτῶν πολιτείας μέχρι τέλους ἀναδεικνύσθαι ἐκδυσωποῦντες, ἀξιωθείημεν τῶν ἐξαιτουμένων, οἰκτιρμοῖς καὶ χάριτι τοῦ Μεγάλου καὶ Πρώτου Ἀρχιερέως Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, πρεσβείαις τῆς ὑπερενδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν θεοειδῶν Ἀγγέλων καὶ πάντων τῶν Ἁγίων. Ἀμήν.

Καὶ εὐλογεί την εἴσοδον τοῦ Ναοῦ:

Εὐλογημένη ἡ εἴσοδος τῶν ἁγίων σου, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Καὶ εἰσέρχεται εἰς τόν Ναόν πρώτα ὁ Ἱερεύς ψάλλοντας:

Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; Σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια μόνος.

Τούτο ἐπαναλαμβάνεται (δίς) ὑπό τῶν Χορῶν 

Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; Σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια μόνος.

Ἀμέσως μετά ψάλλεται τό:  

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (γ΄)

Και γίνεται ἡ Ἀπόλυσις.