The Orthodox Pages

ΤΟ ΙΕΡΑΤΙΚΟΝ

 

  Η ΕΥΧΗ ΤΗΣ

  ΦΑΝΟΥΡΟΠΙΤΑΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή στις Ακολουθίες

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΑΠΟΛΥΤΙΚΙΟΝ ΑΓΙΟΥ ΦΑΝΟΥΡΙΟΥ

Οὐράνιον ἐφύμνιον ἐν γῇ τελεῖται λαμπρῶς, ἐπίγειον πανήγυριν νῦν ἑορτάζει φαιδρῶς, Ἀγγέλων πολίτευμα. Ἄνωθεν ὑμνωδίαις, εὐφημοῦσι τούς ἄθλους, κάτωθεν Ἐκκλησία τήν οὐράνιον δόξαν· ἥν εὗρες πόνοις καί ἄθλοις τοῖς σοῖς, Φανούριε ἔνδοξε.

 

ΕΥΧΗ ΦΑΝΟΥΡΟΠΙΤΑΣ

Κύριε Ἰησοῦ Χριστέ, ὁ Οὐράνιος Ἄρτος, ὁ τῆς βρώσεως τῆς μενούσης εἰς τὸν αἰώνα πλουσιοπάροχος χορηγός, ὁ δοτὴρ τῶν ἀγαθῶν, ὁ δ λιού τροφήν ἀγεώργητον πηγάσας, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ἡ βοήθεια τῶν ἀβοηθήτων καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν. Εὐλόγησον τὰ δῶρα ταῦτα καὶ τοὺς ταῦτα σοὶ προσκομίσαντας, εἰς δόξαν σὴν καὶ τιμὴν τοῦ ἁγίου ἐνδόξου μεγαλομάρτυρος Φανουρίου. Παράσχου δέ, ἀγαθέ, τοῖς εὐπρεπίσασι τά δῶρα ταῦτα, πάντα τὰ ἐγκόσμια καὶ ὑπερκόσμια ἀγαθά σου. Εὔφρανον αὐτοὺς ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου, δεῖξον αὐτοῖς ὁδοὺς πρὸς σωτηρίαν. Τὰ αἰτήματα τῶν καρδιῶν αὐτῶν καὶ πάσαν τὴν βουλὴν αὐτῶν ταχέως πλήρωσον, ὁδηγῶν αὐτοὺς πρὸς ἐργασίαν τῶν ἐντολῶν σου, ἵνα διὰ παντὸς ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ὑμνῶσι καὶ δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, πρεσβείαις τῆς ὑπερευλογημένης Θεοτόκου, τοῦ ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Φανουρίου, τοῦ Θαυματουργοῦ, καὶ πάντων Σου τῶν Ἁγίων. Ἀμήν.