The Orthodox Pages

ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

ΤΕΤΑΡΤΗ ΤΗΣ ΣΤ΄ ΕΒΔΟΜΑΔΟΣ

ΟΙΚΟΣΕΛΙΔΑ

ΤΗ ΤΡΙΤΗ ΤΗΣ ΣΤ' ΕΒΔΟΜΑΔΟΣ

ΕΣΠΕΡΑΣ

ΑΠΟΔΟΣΙΣ ΤΗΣ ΕΟΡΤΗΣ ΤΟΥ ΠΑΣΧΑ 

Ἰδιόμελα τοῦ Τυφλοῦ Ἦχος β'

Ἦχος β'

Τυφλὸς γεννηθείς, ἐν τῷ ἰδίῳ λογισμῷ ἔλεγεν· Ἆρα ἐγώ, δι' ἁμαρτίας γονέων ἐγεννήθην ἀόμματος; Ἆρα ἐγώ, δι' ἀπιστίαν ἐθνῶν ἐγεννήθην εἰς ἔνδειξιν; οὐχ ἱκανῶ τοῦ ἐρωτᾶν· Πότε νύξ, πότε ἡμέρα, οὐκ εὐτονοῦσί μου οἱ πόδες τὰ τῶν λίθων προσκρούσματα· οὐ γὰρ εἶδον τὸν ἥλιον λάμποντα, οὐδὲ ἐν εἰκόνι τὸν ἐμὲ πλαστουργήσαντα. Ἀλλὰ δέομαί σου, Χριστὲ ὁ Θεός· Ἐπίβλεψον ἐπ' ἐμέ, καὶ ἐλέησόν με.

Παράγων ὁ Ἰησοῦς ἐκ τοῦ Ἱεροῦ, εὗρεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς, καὶ σπλαγχνισθείς, ἐπέθηκε πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶπε πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωάμ, καὶ νιψάμενος ἀνέβλεψε, δόξαν ἀναπέμπων Θεῷ, οἱ δὲ ἀγχισταὶ αὐτοῦ, ἔλεγον αὐτῷ· Τίς σου τὰς κόρας διήνοιξεν, ἃς οὐδεὶς τῶν βλεπόντων ἰάσαι ἴσχυσεν, ὁ δὲ φησὶ βοήσας· Ἄνθρωπος, Ἰησοῦς λεγόμενος, ἐκεῖνός μοι ἔφη· Νίψαι εἰς τοῦ Σιλωάμ, καὶ ἀνέβλεψα. Αὐτός ἐστιν ἀληθῶς, ὃν ἔφη Μωσῆς ἐν τῷ νόμῳ, Χριστὸν Μεσσίαν, αὐτός ἐστιν ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ'

λον τὸν βίον ὁ Τυφλός, νύκτα λογιζόμενος, ἐβόησε πρὸς σὲ Κύριε· Ἀνοιξόν μου τὰς κόρας, Υἱὲ Δαυΐδ, ὁ Σωτὴρ ἡμῶν, ἵνα μετὰ πάντων κἀγώ, ὑμνήσω σου τὴν δύναμιν.

Ἦχος πλ. α'

Κύριε, παράγων ἐν τῇ ὁδῷ, εὗρες ἄνθρωπον Τυφλὸν ἐκ γενετῆς, καὶ ἔκθαμβοι γεγονότες οἱ Μαθηταί, ἐπηρώτων σε, λέγοντες· Διδάσκαλε, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ ἵνα τυφλὸς γεννηθῇ; Σὺ δὲ Σωτήρ μου ἐβόας αὐτοῖς· Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ, ἐν αὐτῷ, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἃ οὐδεὶς δύναται ἐργάζεσθαι. Καὶ ταῦτα εἰπών, πτύσας χαμαί, καὶ πηλὸν ποιήσας, ἐπέχρισας τοὺς ὀφθαλμοὺς αὐτοῦ, λέξας πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν, ὁ δὲ νιψάμενος, ὑγιὴς ἐγένετο, καὶ ἐβόα πρὸς σέ· Πιστεύω, Κύριε, καὶ προσεκύνησέ σοι· Διὸ βοῶμεν καὶ ἡμεῖς· Ἐλέησον ἡμᾶς.

Ἦχος πλ. δ'

Δικαιοσύνης Ἥλιε νοητέ, Χριστὲ ὁ Θεός, ὁ τὸν ἐκ μήτρας τοῦ φωτὸς ἐστερημένον, διὰ τῆς σῆς ἀχράντου προσψαύσεως, φωτίσας κατ΄ ἄμφω, καὶ ἡμῶν τὰ ὄμματα τῶν ψυχῶν αὐγάσας, Υἱοὺς ἡμέρας δεῖξον, ἵνα πίστει βοῶμέν σοι· Πολλή σου καὶ ἄφατος ἡ εἰς ἡμᾶς εὐσπλαγχνία, φιλάνθρωπε, δόξα σοι.

διὰ σπλάγχνα ἐλέους σαρκωθείς, Χριστὲ ὁ Θεός, τὸν τοῦ φωτὸς ἐστερημένον, ἀπὸ μήτρας σπλάγχνοις ἀφάτοις οἰκτιρμῶν, λαμπηδόνος θείας κατηξίωσας, τούτου τὰς κόρας, πηλὸν τοῖς σοῖς πλαστουργοῖς δακτύλοις ἐπιχρίσας. Αὐτὸς καὶ νῦν φωτοπάροχε, καὶ ἡμῶν καταύγασον, τὰ τῆς ψυχῆς αἰσθητήρια, ὡς μόνος ἀφθονοπάροχος.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'

Τίς λαλήσει τὰς δυναστείας σου Χριστὲ; ἢ τίς ἐξαριθμήσει τῶν θαυμάτων σου τὰ πλήθη; διπλοῦς γὰρ ὡς ὡράθης ἐπὶ γῆς δι' ἀγαθότητα, διπλᾶς καὶ τὰς ἰάσεις τοῖς νοσοῦσιν ἐχορήγεις· οὐ μόνον γὰρ τοῦ σώματος ὀφθαλμοὺς διήνοιξας, τοῦ ἀπὸ μήτρας πηρωθέντος, ἀλλὰ καὶ τοὺς τῆς ψυχῆς· ὅθεν Θεόν σε ὡμολόγει τὸν κρυπτόμενον, καὶ πᾶσι παρέχοντα τὸ μέγα ἔλεος.

Στιχηρὰ τῆς Ὀκτωήχου

Ἦχος πλ. α'

Σὲ τὸν σαρκωθέντα Σωτῆρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ χωρισθέντα, ἐν φωναῖς ᾀσμάτων μεγαλύνομεν· ὅτι Σταυρὸν καὶ θάνατον κατεδέξω, διὰ τὸ γένος ἡμῶν ὡς φιλάνθρωπος Κύριος, σκυλεύσας δου πύλας, τριήμερος ἀνέστης, σῴζων τὰς ψυχὰς ἡμῶν.

Εἶτα, τὰ Στιχηρὰ τοῦ Πάσχα

Ἦχος πλ. α'

Στίχ: ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοίξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.

Στίχ: ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὦ τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τὴ Σιὼν εἴπατε, Δέχου παρ ἡμῶν χαρὰς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.

Στίχ: Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε. Τὶ ζητεῖτε τὸν ζώντα μετὰ τῶν νεκρῶν; τὶ θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοὶς αὐτοῦ Μαθηταῖς.

Στίχ: Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὧ Πάσχα λύτρον λύπης, καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρὰς ἔπλησε λέγων, Κηρύξατε Ἀποστόλοις.

Δόξα... Καὶ νύν...

ναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τὴ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα, Εἴπωμεν ἀδελφοί, καὶ τοὶς μισοῦσιν ἡμᾶς, Συγχωρήσωμεν πάντα τὴ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν, Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.  

Ἀπολυτίκιον Ἦχος πλ. α'

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι· καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

ΤΗ ΤΕΤΑΡΤΗ ΤΗΣ ΣΤ' ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα τῆς Ὀκτωήχου Ἀναστάσιμα

Ἦχος πλ. α' Τὸν συνάναρχον Λόγον

Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν Ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν, ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν Διαβόλου, καὶ τοῖς ἐν Ἅδῃ φῶς ἀνέτειλε.

Δόξα...

Κύριε, νεκρὸς προσηγορεύθης ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ' αἰῶνος νεκρούς ἐξανέστησας, Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι.

Καὶ νῦν... Θεοτοκίον

Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον, Χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητοὺς πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα τοῦ Τυφλοῦ

Ἦχος πλ. α' Τὸν συνάναρχον Λόγον

Τῷ Πατρὶ καὶ τῷ Πνεύματι ὁ συνάναρχος, ὁ τὸ φῶς ὡς χιτῶνα περιβαλλόμενος, φιλανθρώπως τὴν ἡμῶν φύσιν ἐνδέδυται, καὶ τὰς νόσους τῶν βροτῶν, ἀπελαύνων ὡς Θεός, ἐφώτισε καὶ τὰς κόρας, τοῦ ἐκ νηδύος μητρῴας, ἐστερημένου φωτός.

Κανὼν τοῦ Πάσχα

Ὠδὴ α'

Ἦχος α' Ὁ εἱρμὸς

ναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ἄδοντας.

Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῶ ἀπροσίτω φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ἄδοντες.

Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος, Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.

Κανὼν τοῦ Τυφλοῦ

Ὠδὴ α' Ἦχος πλ. α'

Γῆν, ἐφ' ἣν οὐκ ἔλαμψεν

Σταύρωσιν ἑκούσιον, καταδεξάμενος σαρκί, ἐπήγασας εὐλογίαν καὶ ζωήν, τῷ κόσμῳ Δέσποτα, μόνε παντευλόγητε, καὶ τοῦ παντὸς δημιουργέ· ὅθεν εὐλογοῦμέν σε, ὑμνοῦμεν καὶ δοξάζομεν, ᾄδοντες, ψάλλοντες, ἐπινίκιον ᾠδήν.

Λάκκῳ κατωτάτῳ σε, νεκρὸν γενόμενον Χριστέ, ἔθετο ὁ εὐσχήμων Ἰωσήφ, καὶ προσεκύλισε τῇ θύρᾳ τοῦ μνήματος, λίθον μακρόθυμε· ἀλλ' ἀνέστης ἐν δόξῃ, καὶ κόσμον συνανέστησας, ᾄδοντα, ψάλλοντα, ἐπινίκιον ᾠδήν.

Θαύματα παράδοξα, ἐπιτελῶν ὁ Λυτρωτής, ἰάσατο καὶ Τυφλὸν ἐκ γενετῆς, πηλὸν ἐπιχρίσας, καὶ εἰπών· Πορεύθητι καὶ νίψαι ἐν τῷ Σιλωάμ, ὅπως γνώσῃ με Θεόν, ἐπὶ γῆς βαδίζοντα, σάρκα φορέσαντα, διὰ σπλάγχνα οἰκτιρμῶν.

Θεοτοκίον

Μήτραν ἀπειρόγαμον τὴν σὴν κατῴκησεν Ἁγνή, Κύριος διὰ σπλάγχνα οἰκτιρμῶν, σῶσαι βουλόμενος, τὸν φθαρέντα ἄνθρωπον, ταῖς μεθοδείαις τοῦ ἐχθροῦ· αὐτὸν οὖν ἱκέτευε, τὴν πόλιν ταύτην σῴζεσθαι, πάσης ἁλώσεως, καὶ ἐχθρῶν ἐπιδρομῆς.

Κανὼν Προεόρτιος τῆς, Ἀναλήψεως

Οὗ ἡ ἀκροστιχὶς κατ ἀλφάβητον

Ἐν δὲ τῇ θ' Ὠδῇ, Ἰωσήφ

Ὠδὴ α' Ἦχος ὁ αὐτὸς

Ἵππον καὶ ἀναβάτην

νω πρὸς τὸν Πατέρα, Χριστὸς ἀνέρχεται, καὶ προσάγει τὴν σάρκα, ἣν ἐξ ἡμῶν ἀνέλαβεν· Αὐτὸν ἀνυμνήσωμεν, ἐν αἰνέσει σήμερον, ἐπινίκιον ὕμνον ᾄδοντες.

Βίβλοι γραφῶν ἐνθέων, καὶ τὰ κηρύγματα, τῶν σοφῶν θεηγόρων, πέρας σαφῶς ἐδέξαντο· μετὰ γὰρ τὴν Ἔγερσιν, ὁ Δεσπότης ἄνεισι, μετὰ δόξης εἰς τὰ οὐράνια.

Γῆ μυστικῶς χορεύει, καὶ τὰ οὐράνια, θυμηδίας πληροῦται, ἐπὶ τῇ Ἀναλήψει Χριστοῦ, τοῦ τὰ πρὶν ἑνώσαντος, διεστῶτα χάριτι, καὶ φραγμὸν τὸν τῆς ἔχθρας λύσαντος.

Καταβασία

ναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ἄδοντας. 

Ὠδὴ γ'  Ὁ εἱρμὸς

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ὧ στερεούμεθᾳ.

Νὺν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια, ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ἢ ἐστερέωται.

Χθὲς συνεθαπτόμην σοὶ Χριστὲ συνεγείρομαι σήμερον ἀναστάντι σοί, συνεσταυρούμην σοὶ χθὲς αὐτὸς μὲ συνδόξασον Σωτήρ, ἐν τῇ βασιλεία σου.  

Τοῦ Τυφλοῦ

Σαλευομένην τὴν καρδίαν

Καινῷ μνημείῳ, Ἰωσήφ σε κατέθετο, οἰκτίρμον, ὁ εὐσχήμων· ἀνέστης δέ, ἐκ νεκρῶν τριήμερος, καινοποιήσας ἡμᾶς.

Σαλευομένων τὰς καρδίας ἐστήριξας, τὴν γῆν πᾶσαν σαλεύσας μακρόθυμε, τῇ σεπτῇ σταυρώσει σου, ἣν καθυπέστης σαρκί.

Τυφλόν ποτε ἐκ γενετῆς, προσελθόντα σοι, ἰάσω πανοικτίρμον, δοξάζοντα τὴν οἰκονομίαν σου, καὶ τὰ θαυμάσια.

Θεοτοκίον

Παρθενικῆς ἀπὸ γαστρός, ἀπεκύησας Θεὸν σεσαρκωμένον, ὃν αἴτησαι, Παναγία Δέσποινα κατοικτειρῆσαι ἡμᾶς.

Τῆς Ἀναλήψεως

Ὁ πήξας ἐπ' οὐδενὸς

Δεσμεύσας τῷ σῷ θανάτῳ, Λόγε τὸν θάνατον, ἐκ νεκρῶν ἀνέστης, σαφῶς τριήμερος, καὶ πρὸς τὰ οὐράνια Σωτήρ, ἀνῆλθες μετὰ δόξης, ὑμνολογούντων ἀσωμάτων σου, τὴν οἰκονομίαν τὴν ἄφατον.

πέστης τοῖς ἐπὶ γῆς, Χριστὲ ἄνευ σώματος, καὶ φορέσας σάρκα Σταυρὸν ὑπέμεινας, καὶ ἐξαναστὰς ἐκ τῶν νεκρῶν, ἀνῆλθες μετὰ δόξης, πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, εἰρηνοποιήσας τὰ σύμπαντα.

Ζητήσας τὸ ἐπὶ γῆς, πλανώμενον πρόβατον, ἀπλανέσι Λόγε τοῦτο συνέταξας, καὶ ἀναληφθεὶς πρὸς οὐρανούς, ἐκάθισας ἐν δόξῃ, ἐκ δεξιῶν τοῦ σοῦ Γεννήτορος. Δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ σου.

Καταβασία

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ὧ στερεούμεθᾳ. 

Κοντάκιον τοῦ Τυφλοῦ

Ἦχος δ' Ἐπεφάνης σήμερον

Τῆς ψυχῆς τὰ ὄμματα πεπηρωμένος, σοὶ Χριστὲ προσέρχομαι, ὡς ὁ Τυφλὸς ἐκ γενετῆς, ἐν μετανοίᾳ κραυγάζων σοι· Σὺ τῶν ἐν σκότει τὸ φῶς τὸ ὑπέρλαμπρον.

Ὁ Οἶκος

εῖθρόν μοι δώρησαι Χριστέ, σοφίας τῆς ἀρρήτου, καὶ γνώσεως τῆς ἄνω, τὸ φῶς τῶν ἐν τῷ σκότει, καὶ πλανωμένων ὁδηγέ, ἵνα ἐνισχύσω τὰ θαυμάσια τὰ σὰ ὁ τάλας διηγήσασθαι, ἅπερ ἡ θεία βίβλος ἐδίδαξε τοῦ Εὐαγγελίου τῆς εἰρήνης, δηλονότι, τὴν τοῦ Τυφλοῦ θαυματοποιΐαν, ὅτι ἐκ γενετῆς τυφλὸς ὑπάρχων, ὀφθαλμοὺς τούς αἰσθητοὺς ἀπολαμβάνει, καὶ τοὺς τῆς ψυχῆς, ἐν πίστει ἀνακραυγάζων· Σὺ τῶν ἐν σκότει τὸ φῶς τὸ ὑπέρλαμπρον.

Κάθισμα τοῦ Τυφλοῦ

Ἦχος α' Τὸν τάφον σου Σωτὴρ

μμάτωσας Χριστέ, τὸν ἐκ μήτρας τεχθέντα, ἀόμματον δεικνύς, Ἰουδαίοις Σωτήρ μου τὴν δόξαν σου τὴν ἄρρητον, καὶ ὡς φῶς πάντων πέφυκας, ἀλλὰ φθόνῳ σε πεπηρωμένοι τὰς φρένας, ἐνεδρεύοντες, τὸν τῆς ζωῆς παροχέα, νεκρῶσαι ἠπείγοντο.

Δόξα... Καὶ νῦν...

Προεόρτιον Ὅμοιον

τέχθης ὡς αὐτὸς σὺ ἠθέλησας Σῶτερ, ἐφάνης πάλιν δέ, ὡς αὐτὸς ἠβουλήθης, καὶ ἔπαθες ὡς ἄνθρωπος, ὡς Θεὸς δὲ ἀνίστασαι, ἀνελήλυθας, εἰς οὐρανοὺς μετὰ δόξης, καὶ ἀνήγαγες, τὴν τῶν ἀνθρώπων οὐσίαν, καὶ δόξῃ κατεκάλλυνας.

Ὠδὴ δ'  Ὁ εἱρμὸς

πὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τῶ κόσμω, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.

ρσεν μέν, ὡς διανοίξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ὡς βρωτὸς δέ, ἀμνὸς προσηγόρευται, ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.

ς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.

θεοπάτωρ μὲν Δαυϊδ, πρὸ τῆς σκιώδους κιβωτοῦ ἤλατο σκιρτῶν, ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

Τοῦ Τυφλοῦ

Ἀκήκοα Κύριε τὴν ἀκοην σου

Τοῖς Μύσταις σου Κύριε, συναυλιζόμενος παραδόξως, τούτοις ἔλεγες· Ἄπιτε, κηρύξατε πανταχοῦ, τὴν ἐμὴν Ἀνάστασιν.

Τεθνήξαντα ξύλῳ με τεθεὶς ἐν ξύλῳ, ζωὴ ὑπάρχων, ἀνεζώωσας διὰ μέγα ἔλεος· διὰ τοῦτο Λόγε δοξάζω σε.

μμάτωσας Κύριε, Τυφλὸν ἐκ μήτρας γεγεννημένον εἰπών· Ἄπελθε, νίψαι καὶ ἀνάβλεψον, τὴν ἐμὴν δοξάζων Θεότητα.

Θεοτοκίον

Τὸν τόκον σου Ἄχραντε, τὸν ὑπὲρ φύσιν δοξολογοῦμεν, μακαρίζοντες πίστει σε, πανάμωμε, ὡς Θεοῦ τῶν ὅλων λοχεύτριαν.

Τῆς Ἀναλήψεως

Τὴν θείαν ἐννοήσας σου

πρὶν τῇ ἁμαρτίᾳ κατάκριτος φύσις ἡμῶν Παμβασιλεῦ, τῇ σῇ προσλήψει ἠλέηται, ὑμνολογοῦσά σου φόβῳ, τὴν Ἔγερσιν καὶ θείαν Ἀνάληψιν.

Θαμβεῖται Ἀσωμάτων τὰ τάγματα, κατανοοῦντά σε Χριστέ, βροτείαν φύσιν φορέσαντα, καὶ ἐπιβάντα νεφέλῃ, καὶ πρὸς τοὺς οὐρανοὺς ἀνερχόμενον.

δοῦσαι ἐρυθρὰ τὰ ἱμάτια, τὰ σὰ Χριστὲ Παμβασιλεῦ, τῇ σὴ ἀνόδῳ ἐξέστησαν, αἱ τῶν Ἀγγέλων δυνάμεις, καὶ φόβῳ καὶ χαρᾷ προσεκύνησαν.

Κροτήσωμεν τὰς χεῖρας, ὁ Κύριος ἐξεγερθεὶς ἐκ τῶν νεκρῶν, πρὸς οὐρανοὺς ἀνελήλυθεν, ὑποταγέντων Ἀγγέλων αὐτῷ ὡς ποιητῇ καὶ Θεῷ ἡμῶν.

Καταβασία

πὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τῶ κόσμω, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος. 

Ὠδὴ ε'  Ὁ εἱρμὸς

ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μυρου τὸν ὕμνον προσοίσομεν τῶ Δεσπότη, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταὶς τοῦ Ἄδου σειραίς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένω ποδί, Πάσχα κροτοῦντες αἰώνιον.

Προσέλθωμεν λαμπαδηφόροι, τῶ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίω, καὶ συνεορτάσωμεν ταὶς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.  

Τοῦ Τυφλοῦ

Τὴν τάλαιναν ψυχήν μου

τέθης ἐν μνημείῳ, ὁ ἑκουσίως γενόμενος νεκρός, καὶ τὰ βασίλεια τοῦ Ἅδου, Βασιλεῦ ἀθάνατε ἅπαντα ἐκένωσας, νεκροὺς τῇ, Ἀναστάσει ἐγείρας τῇ σῇ.

ψώθης ἐπὶ ξύλου, καὶ συνανύψωσας πάντας τοὺς βροτούς, καὶ τὸν πολέμιον οἰκτίρμον, ὄφιν ἐθανάτωσας, καὶ ἐζώωσας τὸ πλάσμα τῶν χειρῶν σου, ὡς μόνος ὢν Θεός τοῦ παντός.

Τὰ ὄμματα ἀνοίξας, τοῦ μὴ ἰδόντος τὸ φῶς τὸ αἰσθητόν, ψυχῆς ἐφώτισας τὰς κόρας, καὶ δοξάζειν ἔπεισας τοῦτον, ἐπιγνόντα σε ποιητήν, δι' εὐσπλαγχνίαν ὀφθέντα βροτόν.

Θεοτοκίον

Πῶς τέτοκας μὴ γνοῦσα, Παρθενομῆτορ ἁγνή, πεῖραν ἀνδρὸς θεοχαρίτωτε; πῶς τρέφεις τὸν τὴν κτίσιν τρέφοντα; μόνος ὡς ἐπίσταται αὐτός, ὁ τοῦ παντὸς ποιητής καὶ Θεός.

Τῆς Ἀναλήψεως

Ὁ ἀναβαλλόμενος

Λύσας τὸ κατάκριμα τῆς ἀνθρωπότητος, Χριστὸς ἀνέστη, καὶ ἀνελήφθη πρὸς τὰ ἐπουράνια, Πατρὸς συνεδρίᾳ, τιμήσας οὓς ἠγάπησεν.

Μετὰ τὴν Ἀνάστασιν, χαροποιήσας Χριστὲ τοὺς Μαθητάς σου, ἀνῆλθες ἄνω, πρὸς τὸν σὸν Γεννήτορα, οὗ οὐκ ἐχωρίσθης, κἂν τοῖς βροτοῖς ὡμίλησας.

Νόμου προσκιάσματα, καὶ τὰ κηρύγματα, τῶν θεηγόρων, Χριστὲ πληρώσας, ἀνῆλθες νεφέλης σε, καθυπολαβούσης, Σωτὴρ πρὸς τὰ οὐράνια.

Καταβασία

ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μυρου τὸν ὕμνον προσοίσομεν τῶ Δεσπότη, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα. 

Ὠδὴ ς'  Ὁ εἱρμὸς

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοῦς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνάς, ἐξανέστης τοῦ τάφου.

Φυλάξας τὰ σήμαντρα σώα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεὶς τῆς Παρθένου μὴ λυμηνάμενος ἐν τῷ τόκω σου, καὶ ἀνέωξας ἡμῖν, Παραδείσου τὰς πύλας.

Σώτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγῶν τῶ Πατρί, συνανέστησας, παγγενὴ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.

Τοῦ Τυφλοῦ

Ὡς τὸν Προφήτην τοῦ θηρὸς

σταυρωθεὶς μετὰ λῃστῶν, ἐρρύσω Δέσποτα, λῃστῶν πονηρῶν, καὶ ψυχοφθόρων παθῶν, φιλάνθρωπε Κύριε, πάντας τοὺς ἀνυμνοῦντάς σου τὴν σταύρωσιν, καὶ τὴν Ἔγερσιν συμφώνως.

θεντο ἄπνουν σε νεκρόν, Χριστὲ ἐν μνήματι, τὸν πᾶσι νεκροῖς ἐμπνέοντα τὴν ζωήν, ἀνέστης δὲ Κύριε, πάντα κενώσας Λόγε τὰ μνήματα, θεϊκῇ σου δυναστείᾳ.

Πηλὸν ποιήσας ὀφθαλμούς, Τυφλοῦ ἐπέχρισας τοῦ ἐκ γενετῆς, καὶ ἐχαρισω αὐτῷ τὸ βλέπειν, ὑμνοῦντί σου Λόγε τὴν ἄφατον δύναμιν, δι' ἧς ἔσωσας τὸν κόσμον.

Θεοτοκίον

Τὰ μεγαλεῖά σου ἁγνή, τίς διηγήσεται; Θεὸν γὰρ ἐν σαρκὶ ἔτεκες ὑπερφυῶς, κόσμον διὰ σοῦ ῥυόμενον, Παρθένε πανάμωμε, ἀπὸ πάσης ἁμαρτίας.

Τῆς Ἀναλήψεως

Μαινομένην κλύδωνι

Ξένον ὤφθης θέαμα, τοῖς Ἀγγέλοις, βρότειον μορφήν, φέρων τῇ ἀνόδῳ σου φιλάνθρωπε, τῇ φρικώδει· ὅθεν φόβῳ ἀνύμνουν σε.

τῶν ὅλων Κύριος, μετὰ δόξης ἄνεισι φαιδρῶς, πρὸς τὸν τούτου ἄναρχον Γεννήτορα, πᾶσα κτίσις, νῦν ἑορτάζει χορεύουσα.

Πᾶσα γλῶσσα σήμερον, ἐκβοάτω ἐν ἀλαλαγμῷ, ὁ Χριστὸς ἀνέβη, καὶ ἐν σάλπιγγος, θείᾳ φωνῇ, πρὸς οὐρανούς, οὓς οὐκ ἔλιπεν.

Καταβασία

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοῦς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνάς, ἐξανέστης τοῦ τάφου.

Κοντάκιον Ἦχος δ'

Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ Ἅδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος· Χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

Ὁ Οἶκος

Τὸν πρὸ ἡλίου Ἥλιον, δύναντα ποτὲ ἐν τάφῳ, προέφθασαν πρὸς ὄρθρον ἐκζητοῦσαι ὡς ἡμέραν, Μυροφόροι κόραι, καὶ πρὸς ἀλλήλας ἐβόων· Ὦ φίλαι, δεῦτε τοῖς ἀρώμασιν ὑπαλείψωμεν Σῶμα ζωηφόρον καὶ τεθαμμένον, σάρκα ἀνιστῶσαν τὸν παραπεσόντα Ἀδάμ, κείμενον ἐν τῷ μνήματι. Ἄγωμεν, σπεύσωμεν, ὥσπερ οἱ μάγοι, καὶ προσκυνήσωμεν, καὶ προσκομίσωμεν τὰ μύρα ὡς δῶρα, τῷ μὴ ἐν σπαργάνοις, ἀλλ' ἐν σινδόνι ἐνειλημένῳ· καὶ κλαύσωμεν, καὶ κράξωμεν· Ὦ Δέσποτα ἐξεγέρθητι, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

Ὠδὴ ζ'  Ὁ εἱρμὸς

Παίδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἕδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζώντα Θεόν, καὶ Πάσχα τὸ μυστικὸν σοὶς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.

Θανάτου ἑορτάζομεν νέκρωσιν, Ἄδου τὴν καθαίρεσιν, ἄλλης βιοτής, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

ς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ἢ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πάσιν ἐπέλαμψεν.

Τοῦ Τυφλοῦ

Πυρὸς σβεστήριον

ξεγερθέντος σου, ἐκ τῶν νεκρῶν Βασιλεῦ, ψυχαὶ συνηγέρθησαν, ἐκεῖ καθεύδουσαι, δοξάζουσαι τὴν δυναστείαν σου, δι' ἧς θανάτου δεσμῶν ἐλύθησαν.

ναρτηθέντος σου, ἐπὶ ξύλου Σωτήρ, ἐσβέσθη ὁ ἥλιος, γῆ ἐκυμαίνετο, ἐσαλεύετο ἡ κτίσις ἅπασα, καὶ ἐκ τῶν τάφων νεκροὶ ἐξηγείροντο.

Πηλῷ ἐπέχρισας, τοὺς ὀφθαλμοὺς τοῦ Τυφλοῦ, καὶ τούτῳ προσέταξας πρὸς Σιλωὰμ ἀπελθεῖν νιψάμενος δὲ ἀνέβλεψεν, ὑμνολογῶν σε Χριστέ, Βασιλεῦ τοῦ παντός.

Θεοτοκίον

Μετὰ τὴν κύησιν, Παρθένος ὤφθης Ἁγνή· Θεὸν γὰρ ἐγέννησας, καινοτομήσαντα φύσεις ἄχραντε, τῇ δυνάμει αὐτοῦ, ὃν ἐκδυσώπει ἀεὶ τοῦ σωθῆναι ἡμᾶς.

Τῆς Ἀναλήψεως

Ὁ ὑπερυψούμενος

ήξας τὸ μεσότοιχον, τὸ τῆς ἔχθρας Κύριε, Σταυρῷ καὶ τῷ πάθει σου, νεφέλῃ ὀχούμενος, ἀνῆλθες μετὰ δόξης, πρὸς τὸν ἄναρχον Πατέρα.

Σύντρομοι ἐκραύγαζον, αἱ Δυνάμεις· Ἄρατε, πύλας παραγέγονε, Χριστὸς σῶμα γήϊνον, φορῶν καὶ θείῳ πάθει, τὸν Βελίαρ θανατώσας.

Τί σου τὰ ἱμάτια ἐρυθρὰ φιλάνθρωπε; Ληνὸν νῦν ἐπάτησα, Χριστὸς ταῖς δυνάμεσι, ταῖς θείαις πυθομέναις, ἀνερχόμενος ἐβόα.

μνοις σου τὴν σταύρωσιν, Χριστὲ καὶ τὴν Ἔγερσιν συμφώνως δοξάζομεν, λαμπρῶς ἑορτάζοντες, ἐπὶ τῇ Ἀναλήψει, τῇ σεπτῇ σου εἰς αἰῶνας.

Καταβασία

Παίδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Ὠδὴ η'  Ὁ εἱρμὸς

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐνὴ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Δεῦτε τοῦ καὶ νοῦ τῆς ἀμπέλου γεννήματος τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμω ἡμέρα τῆς ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας.

ρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιὼν καὶ ἴδε, ἰδοὺ γὰρ ἥκασί σοί, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν καὶ βορρᾶ, καὶ θαλάσσης, καὶ ἐῶ ἂς τᾶ τέκνα σου ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἐνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Τυφλοῦ

Ἀγγέλων σύστημα

γγέλων τάγματα, Σταυρῷ κρεμάμενον σὲ κατιδόντα, Χριστὲ παμβασιλεῦ, καὶ τὴν κτίσιν πᾶσαν, ἀλλοιοῦντα τῷ φόβῳ, ἐξέστησαν ὑμνοῦντα, τὴν σὴν φιλανθρωπίαν.

Τελῶν τεράστια, Χριστὲ ἐξαίσια, ἐθελουσίως, ὑψώθης ἐν σταυρῷ, καὶ νεκροῖς συνήφθης, ὁ νεκρώσας τὸν Ἅδην, καὶ πάντας ἐν ἀνδρείᾳ ἀπέλυσας δεσμίους.

Τυφλὸν ὠμμάτωσας, σοὶ προσελθόντα Χριστέ, τούτῳ προστάξας πηγῇ τοῦ Σιλωάμ, νίψασθαι καὶ βλέψαι, καὶ Θεὸν σε κηρῦξαι, σαρκὶ ἐπιφανέντα, εἰς πάντων σωτηρίαν.

Θεοτοκίον

Παρθένε ἄχραντε, θεοχαρίτωτε, τὸν σὸν δυσώπει Υἱὸν διαπαντός, μὴ μὲ καταισχύνῃ ἐν ἡμέρᾳ τῆς δίκης, ἀλλὰ συναριθμῆσαι, τοῖς ἐκλεκτοῖς προβάτοις.

Τῆς Ἀναλήψεως

Σοὶ τῷ παντουργῷ

Φῶς σε ἐκ φωτός, ὑπάρχοντα νεφέλη, φωτεινὴ ὑπέλαβεν, ἐξ ὄρους τῶν Ἐλαιῶν πάντων ὁρώντων, τῶν θείων Μαθητῶν σου, καὶ σὲ ἀνυμνούντων εἰς πάντας τοὺς αἰῶνας.

Χεῖρας ψαλμικῶς, κροτήσωμεν, ἀνέστη, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ ἀνελήλυθεν· ὅθεν κατῆλθεν, πρὸς ἡμᾶς φιλανθρώπως, εἰρηνοποιήσας τὰ πάλαι διεστῶτα.

Ψάλλων ὁ Δαυΐδ, βοᾷ, Χριστὸς ἐπέβη, ἐπὶ Χερουβὶμ αὐτοῦ, καὶ ἐπετάσθη σαφῶς, ἐπὶ πτερύγων τῶν λογικῶν ταγμάτων, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

φθης Μαθηταῖς, ἐξαναστὰς τοῦ τάφου, καὶ τούτους ἀνήγαγες ἐν ὄρει τῶν Ἐλαιῶν· ὅθεν νεφέλη φωτὸς ὑπολαβοῦσα, ἦρε πρὸς τὰ ἄνω, Χριστέ σε μετὰ δόξης.

Καταβασία

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐνὴ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὠδὴ θ'  Ὁ εἱρμὸς

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νύν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

θείας, ὧ φίλης, ὧ γλυκυτάτης σου φωνῆς, μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.

Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὧ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ Ἀνεσπέρω ἡμέρα τῆς βασιλείας σου.  

Τοῦ Τυφλοῦ

Ὅτι ἐποίησέ σοι

κρίῳ προσεπάγης, τοῦ Σταυροῦ, Χριστὲ ὁ Θεός, καὶ πάσας ἐθριάμβευσας ἐχθροῦ, τὰς ἐναντίας ἀρχάς, καὶ τὴν πρῴην κατάραν Σῶτερ ἠφάνισας· διό σε κατὰ χρέος μεγαλύνομεν.

ς ἔβλεψέ σε Λόγε, Ἅδης κάτω μετὰ ψυχῆς, ἐστέναξε, καὶ πάντας τοὺς νεκρούς, φόβῳ ἀπέλυσεν, ἐπιγνόντας τὸ κράτος τῆς ἐξουσίας σου, μεθ' ὧν σε κατὰ χρέος μεγαλύνομεν.

γέρθης, καθὼς εἶπας, Ζωοδότα, ἐκ τῶν νεκρῶν, καὶ ὤφθης τοῖς ἁγίοις Μαθηταῖς μετὰ τὴν Ἔγερσιν, σημεῖα ποιήσας, καὶ ὀμματώσας τυφλούς, μεθ' ὧν σε εἰς αἰῶνας μεγαλύνομεν.

Θεοτοκίον

Φανεῖσα πλατυτέρα οὐρανῶν, Παρθένε ἁγνή, ἐχώρησας Θεὸν σωματικῶς τὸν ἀπερίγραπτον καὶ ἐκύησας πάντων εἰς ἀπολύτρωσιν, τῶν πίστει ἀδιστάκτῳ ἀνυμνούντων σε.

Τῆς Ἀναλήψεως

Ἡσαΐα χόρευε

ερὰν πανήγυριν πᾶσα κτίσις ἄγει ἐμφανῶς, τή, Ἀναλήψει τῇ σῇ Λόγε τοῦ Θεοῦ, ἐν ᾗ προσενήνοχας, τῷ Πατρί σου, ἥν περ ἐξ ἡμῶν, φύσιν ἀνέλαβες, ὑπὲρ λόγον ἀναλλοίωτε.

ς Θεὸς συνέτριψας, πύλας δου Σῶτερ καὶ μοχλούς, καὶ ἀναστὰς ἐκ νεκρῶν, πρὸς τοὺς οὐρανοὺς ἐνδόξως ἀνέδραμες τῶν ταγμάτων τῶν ἀγγελικῶν, Πύλας διάρατε, ἐκβοώντων μετ' ἐκπλήξεως.

Σοῦ τὴν θείαν ἄνοδον, θαυμαζόντων θείων Μαθητῶν, ἐπέστησαν ἐμφανῶς, Ἄγγελοι αὐτοῖς, βοῶντες· ὃν βλέπετε ἀνιόντα εἰς τοὺς οὐρανούς, οὗτος ἐλεύσεται, μετὰ δόξης κρῖναι ἅπαντας.

ν Χριστὲ δεδώρησαι, πρὸς τὰ ἄνω πάλαι ἀνιών, εἰρήνην σοῖς Μαθηταῖς, ταύτην καὶ ἡμῖν, πλουσίως κατάπεμψον, ἐν ἀγάπῃ, πάντα συγκρατῶν, ὅπως συμφώνως σε, τὸν Σωτῆρα μεγαλύνωμεν.

Θεοτοκίον

Φωτοφόρον ὄχημα, τοῦ Ἡλίου σὺ τοῦ νοητοῦ, γεγένησαι ἀληθῶς ἄχραντε Ἁγνή, δι' οὗ οἱ καθήμενοι ἐν τῷ σκότει ἔβλεψαν τὸ φῶς, τῆς ἐπιγνώσεως, κατὰ χρέος σε δοξάζοντες.

Καταβασία

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νύν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Ἐξαποστειλάριον τοῦ Πάσχα

Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.

Ἕτερον τοῦ Τυφλοῦ Ὅμοιον

Τοὺς νοερούς μου ὀφθαλμοὺς πεπηρωμένους Κύριε, ἐκ ζοφερᾶς ἁμαρτίας, σὺ φωταγώγησον, ἐνθείς, οἰκτίρμον τὴν ταπείνωσιν, καὶ τοῖς τῆς μετανοίας, καθάρας με δάκρυσιν.

Εἰς τοὺς Αἴνους

Στιχηρὰ Ἰδιόμελα τοῦ Τυφλοῦ δ'

καὶ τοῦ Πάσχα δ'

Στιχηρὰ τοῦ Τυφλοῦ

Ἦχος β'

Τυφλὸς γεννηθείς, ἐν τῷ ἰδίῳ λογισμῷ ἔλεγεν· Ἆρα ἐγώ, δι' ἁμαρτίας γονέων ἐγεννήθην ἀόμματος; Ἆρα ἐγώ, δι' ἀπιστίαν ἐθνῶν ἐγεννήθην εἰς ἔνδειξιν; οὐχ ἱκανῶ τοῦ ἐρωτᾶν· Πότε νύξ, πότε ἡμέρα, οὐκ εὐτονοῦσί μου οἱ πόδες τὰ τῶν λίθων προσκρούσματα· οὐ γὰρ εἶδον τὸν ἥλιον λάμποντα, οὐδὲ ἐν εἰκόνι τὸν ἐμὲ πλαστουργήσαντα. Ἀλλὰ δέομαί σου, Χριστὲ ὁ Θεός· Ἐπίβλεψον ἐπ' ἐμέ, καὶ ἐλέησόν με.

Παράγων ὁ Ἰησοῦς ἐκ τοῦ Ἱεροῦ, εὗρεν ἄνθρωπον Τυφλὸν ἐκ γενετῆς, καὶ σπλαγχνισθείς, ἐπέθηκε πηλὸν ἐπὶ τοὺς ὀφθαλμους αὐτοῦ, καὶ εἶπε πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωάμ, καὶ νιψάμενος ἀνέβλεψε, δόξαν ἀναπέμπων Θεῷ, οἱ δὲ ἀγχισταὶ αὐτοῦ ἔλεγον αὐτῷ· Τίς σου τὰς κόρας διήνοιξεν ἃς οὐδεὶς τῶν βλεπόντων ἰάσαι ἴσχυσεν; ὁ δὲ φησὶ βοήσας· Ἄνθρωπος, Ἰησοῦς λεγόμενος, ἐκεῖνός μοι ἔφη· Νίψαι εἰς τοῦ Σιλωάμ, καὶ ἀνέβλεψα. Αὐτός ἐστιν ἀληθῶς, ὃν ἔφη Μωσῆς ἐν τῷ νόμῳ, Χριστὸν Μεσσίαν, αὐτός ἐστιν ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ'

λον τὸν βίον ὁ Τυφλὸς νύκτα λογιζόμενος, ἐβόησε πρὸς σέ Κύριε· Ἄνοιξόν μου τὰς κόρας, Υἱὲ Δαυΐδ, ὁ Σωτὴρ ἡμῶν, ἵνα μετὰ πάντων κἀγώ, ὑμνήσω σου τὴν δύναμιν.

Ἦχος πλ. α'

Κύριε, παράγων ἐν τῇ ὁδῷ, εὗρες ἄνθρωπον Τυφλὸν ἐκ γενετῆς, καὶ ἔκθαμβοι γεγονότες οἱ Μαθηταί, ἐπηρώτων σε, λέγοντες· Διδάσκαλε, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ ἵνα τυφλὸς γεννηθῇ; Σὺ δὲ Σωτήρ μου ἐβόας αὐτοῖς· Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ, ἐν αὐτῷ, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἃ οὐδεὶς δύναται ἐργάζεσθαι. Καὶ ταῦτα εἰπών, πτύσας χαμαί, καὶ πηλὸν ποιήσας, ἐπέχρισας τοὺς ὀφθαλμοὺς αὐτοῦ, λέξας πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν, ὁ δὲ νιψάμενος, ὑγιὴς ἐγένετο, καὶ ἐβόα πρὸς σέ· Πιστεύω, Κύριε, καὶ προσεκύνησέ σοι· Διὸ βοῶμεν καὶ ἡμεῖς· Ἐλέησον ἡμᾶς.

Στιχηρὰ τοῦ Πάσχα Ἦχος ὁ αὐτὸς

Στίχ: ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοίξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.

Στίχ: ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὦ τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τὴ Σιὼν εἴπατε, Δέχου παρ ἡμῶν χαρὰς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.

Στίχ: Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε. Τὶ ζητεῖτε τὸν ζώντα μετὰ τῶν νεκρῶν; τὶ θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοὶς αὐτοῦ Μαθηταῖς.

Στίχ: Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὧ Πάσχα λύτρον λύπης, καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρὰς ἔπλησε λέγων, Κηρύξατε Ἀποστόλοις.

Δόξα... Καὶ νύν...

ναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τὴ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα, Εἴπωμεν ἀδελφοί, καὶ τοὶς μισοῦσιν ἡμᾶς, Συγχωρήσωμεν πάντα τὴ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν, Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.  

ΤΗ ΤΡΙΤΗ ΤΗΣ ΣΤ' ΕΒΔΟΜΑΔΟΣ

Ε Σ Π Ε Ρ Α Σ

(ΑΠΟΔΟΣΙΣ ΤΗΣ ΕΟΡΤΗΣ ΤΟΥ ΠΑΣΧΑ)

Εἰς δὲ τὸ Κύριε ἐκέκραξα... ἱστῶμεν Στίχ. ς' καὶ ψάλλομεν Στιχ. Ἀναστάσιμα τῆς Ὀκτωήχου. 

Ἦχος α'

Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι Ἅγιε Κύριε, καὶ παράσχου ἡμῖν, ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας ἐν κόσμῳ τὴν Ἀνάστασιν.

Κυκλώσατε λαοὶ Σιών, καὶ περιλάβετε αὐτήν, καὶ δότε δόξαν ἐν αὐτῇ τῷ ἀναστάντι ἐκ νεκρῶν· ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ λυτρωσάμενος ἡμᾶς ἐκ τῶν ἀνομιῶν ἡμῶν.

Δεῦτε λαοὶ ὑμνήσωμεν, καὶ προσκυνήσωμεν Χριστόν, δοξάζοντες αὐτοῦ τὴν ἐκ νεκρῶν Ἀνάστασιν· ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ τὸν κόσμον λυτρωσάμενος.

Ἀνατολικὰ

Εὐφράνθητε οὐρανοί, σαλπίσατε τὰ θεμέλια τῆς γῆς, βοήσατε τὰ ὄρη εὐφροσύνην· ἰδοὺ γὰρ ὁ Ἐμμανουήλ, τὰς ἁμαρτίας ἡμῶν τῷ Σταυρῷ προσήλωσε, καὶ ζωὴν ὁ διδούς, θάνατον ἐνέκρωσε τὸν Ἀδὰμ ἀναστήσας ὡς φιλάνθρωπος.

Τὸν σαρκὶ ἑκουσίως σταυρωθέντα δι' ἡμᾶς, παθόντα καὶ ταφέντα, καὶ ἀναστάντα ἐκ νεκρῶν, ὑμνήσωμεν λέγοντες· Στήριξον ὀρθοδοξίᾳ τὴν Ἐκκλησίαν σου Χριστέ, καὶ εἰρήνευσον τὴν ζωὴν ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Τῷ ζωοδόχῳ σου τάφῳ, παρεστῶτες οἱ ἀνάξιοι, δοξολογίαν προσφέρομεν τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὅτι Σταυρὸν κατεδέξω καὶ θάνατον ἀναμάρτητε, ἵνα τῷ κόσμῳ δωρήσῃ τὴν Ἀνάστασιν, ὡς φιλάνθρωπος.

Δόξα...

Τὸν τῷ Πατρὶ συνάναρχον, καὶ συναΐδιον Λόγον, τὸν ἐκ παρθενικῆς νηδύος προελθόντα ἀφράστως, καὶ Σταυρὸν καὶ θάνατον δι' ἡμᾶς ἑκουσίως καταδεξάμενον καὶ ἀναστάντα ἐν δόξῃ, ὑμνήσωμεν λέγοντες· Ζωοδότα Κύριε δόξα σοι, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ἆσμα καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανὸς καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ βασίλειον ἠνέῳξε, Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον, θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ αὐτὸς πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.

Τὸ' Ἀναστάσιμον Στιχηρὸν τῆς Ὀκτωήχου

Ἦχος α'

Τῷ Πάθει σου Χριστέ, παθῶν ἠλευθερώθημεν, καὶ τῇ Ἀναστάσει σου ἐκ φθορᾶς ἐλυτρώθημεν, Κύριε δόξα σοι.

Ἦχος πλ. α'

Στίχ: ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοίξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.

Στίχ: ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὦ τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τὴ Σιὼν εἴπατε, Δέχου παρ ἡμῶν χαρὰς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.

Στίχ: Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε. Τὶ ζητεῖτε τὸν ζώντα μετὰ τῶν νεκρῶν; τὶ θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοὶς αὐτοῦ Μαθηταῖς.

Στίχ: Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὧ Πάσχα λύτρον λύπης, καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρὰς ἔπλησε λέγων, Κηρύξατε Ἀποστόλοις.

Δόξα... Καὶ νύν...

ναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τὴ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα, Εἴπωμεν ἀδελφοί, καὶ τοὶς μισοῦσιν ἡμᾶς, Συγχωρήσωμεν πάντα τὴ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν,

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (3)

ΤΗ ΤΕΤΑΡΤΗ ΤΗΣ ΣΤ' ΕΒΔΟΜΑΔΟΣ

Π Ρ Ω Ϊ

Ἦχος πλ. α'

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Τό αὐτό ἐπαναλαμβάνεται ὑπό τῶν χορῶν (δίς)

Τοῦτο ψάλλεται καί ἑξάκις ὐπό τῶν Χορῶν τοῦ Ἱερέως ἀπαγγέλλοντος τοὺς ἑπομένους Στίχους. 

Στίχος α' ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στίχος β' ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὦ τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Στίχος γ' Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Στίχος δ' Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Καὶ νύν...

Εἶτα ὁ Ἱερεύς, γεγονωτέρα φωνὴ

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας...

ΧΟΡΟΣ: Καὶ τοὶς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

 Ὁ Κανών, ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.

 Ὠδὴ α'  Ἦχος α'  εἱρμὸς

ναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ἄδοντας.

Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῶ ἀπροσίτω φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ἄδοντες.

Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος, Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.

Καταβασία

ναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ἄδοντας.

Χριστὸς ἀνέστη... γ'

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

ΔΙΑΚΟΝΟΣ:  

τι καὶ ἔτι, ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ 

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας [Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς], μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

ΧΟΡΟΣ: Σοί, Κύριε.

ΙΕΡΕΥΣ

τι σὸν τὸ κράτος καί σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς  αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Ὠδὴ γ'  Ὁ εἱρμὸς

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ὧ στερεούμεθᾳ.

Νὺν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια, ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ἢ ἐστερέωται.

Χθὲς συνεθαπτόμην σοὶ Χριστὲ συνεγείρομαι σήμερον ἀναστάντι σοί, συνεσταυρούμην σοὶ χθὲς αὐτὸς μὲ συνδόξασον Σωτήρ, ἐν τῇ βασιλεία σου.

Καταβασία

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ὧ στερεούμεθᾳ.

Χριστὸς ἀνέστη... γ'

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

ΔΙΑΚΟΝΟΣ:  

τι καὶ ἔτι, ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ 

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας [Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς], μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

ΧΟΡΟΣ: Σοί, Κύριε.

ΙΕΡΕΥΣ

τι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Ἡ Ὑπακοὴ Ἦχος δ'

Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου, Τὸν ἐν φωτὶ ἀϊδίω ὑπάρχοντα, μετὰ νεκρῶν τὶ ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα, δράμετε, καὶ τῶ κόσμω κηρύξατε, ὡς ἡγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σώζοντος τὸ γένος τῶν ἀνθρώπων.

Καὶ ἀνάγνωσις εἰς τὸν θεολόγον

 Ὠδὴ δ'  Ὁ εἱρμὸς

πὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τῶ κόσμω, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.

ρσεν μέν, ὡς διανοίξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ὡς βρωτὸς δέ, ἀμνὸς προσηγόρευται, ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.

ς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.

θεοπάτωρ μὲν Δαυϊδ, πρὸ τῆς σκιώδους κιβωτοῦ ἤλατο σκιρτῶν, ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

Καταβασία

πὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τῶ κόσμω, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.

Χριστὸς ἀνέστη... γ'

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

ΔΙΑΚΟΝΟΣ:  

τι καὶ ἔτι, ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ 

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας [Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς], μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

ΧΟΡΟΣ: Σοί, Κύριε.

ΙΕΡΕΥΣ

τι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.

ΧΟΡΟΣ: μήν.

Ὠδὴ ε'  Ὁ εἱρμὸς

ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μυρου τὸν ὕμνον προσοίσομεν τῶ Δεσπότη, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταὶς τοῦ Ἄδου σειραίς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένω ποδί, Πάσχα κροτοῦντες αἰώνιον.

Προσέλθωμεν λαμπαδηφόροι, τῶ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίω, καὶ συνεορτάσωμεν ταὶς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.

Καταβασία

ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μυρου τὸν ὕμνον προσοίσομεν τῶ Δεσπότη, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

Χριστὸς ἀνέστη... γ'

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

ΔΙΑΚΟΝΟΣ:  

τι καὶ ἔτι, ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ 

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας [Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς], μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

ΧΟΡΟΣ: Σοί, Κύριε.

ΙΕΡΕΥΣ

τι ἡγίασται καὶ δεδόξασταί τό πάντιμον καί μεγαλοπρεπές ὄνομα σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς  αἰῶνας τῶν αἰώνων. 

ΧΟΡΟΣ: μήν.

Ὠδὴ ς'  Ὁ εἱρμὸς

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοῦς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνάς, ἐξανέστης τοῦ τάφου.

Φυλάξας τὰ σήμαντρα σώα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεὶς τῆς Παρθένου μὴ λυμηνάμενος ἐν τῷ τόκω σου, καὶ ἀνέωξας ἡμῖν, Παραδείσου τὰς πύλας.

Σώτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγῶν τῶ Πατρί, συνανέστησας, παγγενὴ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.

Καταβασία

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοῦς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνάς, ἐξανέστης τοῦ τάφου.

Χριστὸς ἀνέστη... γ'

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

ΔΙΑΚΟΝΟΣ:  

τι καὶ ἔτι, ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ 

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας [Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς], μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

ΧΟΡΟΣ: Σοί, Κύριε.

ΙΕΡΕΥΣ

Σὺ γὰρ εἰ ὁ Βασιλεύς τῆς εἰρήνης καὶ Σωτήρ τῶν ψυχῶν ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Κοντάκιον  Ἦχος πλ. δ'

Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ Ἄδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος, Χαίρετε, καὶ τοὶς σοὶς Ἀποστόλοις εἰρήνην δωρούμενος ὁ τοὶς πεσοῦσι παρέχων ἀνάστασιν.

Ὁ Οἶκος

Τὸν πρὸ ἠλίου Ἥλιον, δύναντα ποτὲ ἐν τάφῳ, προέφθασαν πρὸς ὄρθρον, ἐκζητοῦσαι ὡς ἡμέραν, Μυροφόροι κόραι, καὶ πρὸς ἀλλήλας ἐβόων, Ὦ φίλαι, δεῦτε τοὶς ἀρώμασιν ὑπαλείψωμεν, Σῶμα ζωηφόρον καὶ τεθαμμένον, σάρκα ἀνιστώσαν τὸν παραπεσόντα Ἀδὰμ κείμενον ἐν τῷ μνήματι, ἄγωμεν, σπεύσωμεν, ὥσπερ οἱ Μάγοι, καὶ προσκυνήσωμεν, καὶ προσκομίσωμεν τὰ μύρα ὡς δῶρα τῶ μὴ ἐν σπαργάνοις, ἀλλ' ἐν σινδόνι ἐνειλημένω, καὶ κλαύσωμεν, καὶ κράξωμεν, Ὧ Δέσποτα ἐξεγέρθητι, ὁ τοὶς πεσοῦσι παρέχων ἀνάστασιν.

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν, Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν, Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλω τῶ κόσμω, Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ, Σταυρὸν γὰρ ὑπομεῖνας δι' ἡμᾶς, θανάτω θάνατον ὤλεσεν. (γ')

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. (γ')

Ὠδὴ ζ'  Ὁ εἱρμὸς

Παίδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἕδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζώντα Θεόν, καὶ Πάσχα τὸ μυστικὸν σοὶς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.

Θανάτου ἑορτάζομεν νέκρωσιν, Ἄδου τὴν καθαίρεσιν, ἄλλης βιοτής, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

ς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ἢ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πάσιν ἐπέλαμψεν.

Καταβασία

Παίδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Χριστὸς ἀνέστη... γ'

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

ΔΙΑΚΟΝΟΣ:  

τι καὶ ἔτι, ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ 

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας [Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς], μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

ΧΟΡΟΣ: Σοί, Κύριε.

ΙΕΡΕΥΣ

Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 

ΧΟΡΟΣ: μήν.

Ὠδὴ η'  Ὁ εἱρμὸς

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐνὴ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Δεῦτε τοῦ καὶ νοῦ τῆς ἀμπέλου γεννήματος τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμω ἡμέρα τῆς ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας.

ρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιὼν καὶ ἴδε, ἰδοὺ γὰρ ἥκασί σοί, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν καὶ βορρᾶ, καὶ θαλάσσης, καὶ ἐῶ ἂς τᾶ τέκνα σου ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἐνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Καταβασία

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐνὴ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Χριστὸς ἀνέστη... γ'

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

ΔΙΑΚΟΝΟΣ:  

τι καὶ ἔτι, ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ 

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας [Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς], μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

ΧΟΡΟΣ: Σοί, Κύριε.

ΙΕΡΕΥΣ

τι ηὐλόγηταί σου τὸ ὄνομα, καὶ δεδόξασταί σου ἡ Βασιλεία τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς  αἰῶνας τῶν αἰώνων. 

ΧΟΡΟΣ: μήν.

ΔΙΑΚΟΝΟΣ

Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν.

Ὠδὴ θ'  Ὁ εἱρμὸς

Μεγάλυνον ψυχή μου, τὸν ἐθελουσίως παθόντα καὶ ταφέντα καὶ ἐξαναστάντα τριήμερον ἐκ τάφου.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νύν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Μεγάλυνον ψυχή μου τὸν ἐξαναστάντα, τριήμερον ἐκ τάφου, Χριστὸν τὸν ζωοδότην.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νύν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Χριστὸς τὸ καινὸν πάσχα, τὸ ζωόθυτον θῦμα, ἀμνὸς Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν κόσμου.

θείας, ὧ φίλης, ὧ γλυκυτάτης σου φωνῆς, μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.

Σήμερον πᾶσα κτίσις ἀγάλλεται καὶ χαίρει, ὅτι Χριστὸς ἀνέστη, καὶ ἅδης ἐσκυλεύθη.

θείας, ὧ φίλης, ὧ γλυκυτάτης σου φωνῆς, μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.

Δόξα...

Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καὶ ἀδιαιρέτου θεότητος τὸ κράτος.

Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὧ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ Ἀνεσπέρω ἡμέρα τῆς βασιλείας σου.

Καὶ νύν...

Χαῖρε, Παρθένε, χαῖρε, χαῖρε εὐλογημένη, χαῖρε δεδοξασμένη, σὸς γὰρ Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὧ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ Ἀνεσπέρω ἡμέρα τῆς βασιλείας σου.

Καταβασία

Ἄγγελος ἐβόα τὴ κεχαριτωμένη, Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ, χαῖρε, ὁ σὸς Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νύν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Χριστὸς ἀνέστη... γ'

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

ΔΙΑΚΟΝΟΣ:  

τι καὶ ἔτι, ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον. [καί μετά ἀπό κάθε αἴτηση]

ΔΙΑΚΟΝΟΣ 

ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας [Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς], μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

ΧΟΡΟΣ: Σοί, Κύριε.

ΙΕΡΕΥΣ

τι σὲ αἰνοῦσι πᾶσαι αἱ Δυνάμεις τῶν οὐρανῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπουμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς  αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: μήν.

Ἐξαποστειλάριον  αὐτόμελον

Ἦχος β'

Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον. (γ΄)

Εἰς τοὺς Αἳ ν ο υ ς

 Ἱστῶμεν Στὶχ. η', καὶ ψάλλομεν Στιχηρά, Ἀναστάσιμα τῆς Ὀκτωήχου δ', καὶ τοῦ Πάσχα δ'.

Ἦχος α'

Στίχος α΄Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

μνούμέν σου Χριστέ, τὸ σωτήριον Πάθος, καὶ δοξάζομέν σου τὴν Ἀνάστασιν.

Στίχος β΄ Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρα.

Σταυρὸν ὑπομεῖνας, καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωήν, Κύριε, ὡς μόνος παντοδύναμος.

Στίχος γ΄ Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῶ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνω.

τὸν Ἅδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας, τὴ ἀναστάσει σου, Χριστέ, ἀξίωσον ἡμᾶς, ἐν καθαρᾷ καρδία, ὑμνεῖν καὶ δοξάζειν σε.

Στίχος δ΄ Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες ὑμνούμέν σε, Χριστέ, Ἐτέχθης ἐκ Παρθένου καὶ ἀχώριστος ὑπῆρχες τῶ Πατρί, Ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας σταυρόν, Ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθῶν, ἵνα σώσης τὸν κόσμον, Κύριε, δόξα σοί.

Εἶτα τὰ Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν Στίχων αὐτῶν.

Ἦχος πλ. α'

Στίχος: ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοίξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.

Στίχος: ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὦ τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τὴ Σιὼν εἴπατε, Δέχου παρ ἡμῶν χαρὰς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.

Στίχος: Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε. Τὶ ζητεῖτε τὸν ζώντα μετὰ τῶν νεκρῶν; τὶ θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοὶς αὐτοῦ Μαθηταῖς.

Στίχος: Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὧ Πάσχα λύτρον λύπης, καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρὰς ἔπλησε λέγων, Κηρύξατε Ἀποστόλοις.

Δόξα... Καὶ νύν...

ναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τὴ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα, Εἴπωμεν ἀδελφοί, καὶ τοὶς μισοῦσιν ἡμᾶς, Συγχωρήσωμεν πάντα τὴ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν,

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Τοῦτο ψάλλομεν πολλάκις, ἄχρις ἂν ἀσπάσωνται οἱ Ἀδελφοὶ ἀλλήλους ὁ δὲ Ἀσπασμὸς γίνεται οὕτω.

 Και ἄρχεται ἡ Θεία Λειτουργία.

ΙΕΡΕΥΣ

Εὐλογημένη ἡ Βασιλεία τοῦ  Πατρὸς καί τοῦ  Υἱοῦ καί τοῦ  Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί τοὺς αἰῶνας τῶν  αἰώνων.

ΑΝΑΓΝΩΣΤΗΣ: μήν.

ὁ Ἱερεὺς κρατῶν τό τρίκηρον ἀνημμένον καί θυμιατό, θυμιᾷ πρό τῆς ἁγίας Τραπέζης ψάλλων τό:

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Τό αὐτό ἐπαναλαμβάνεται ὑπό τῶν χορῶν (δίς)

Τοῦτο ψάλλεται καί ἑξάκις ὐπό τῶν Χορῶν τοῦ Ἱερέως ἀπαγγέλλοντος τοὺς ἑπομένους Στίχους. Καί εἰς μέν τόν α΄ στίχον «Ἀναστήτω ὁ Θεός...» ἵσταται  ὁ Ἱερεὺς πρό τῆς ἁγίας Τραπέζης, εἰς δέ τόν β΄ στίχον «Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν...» εἰς τό δεξιόν μέρος αὐτῆς, εἰς τόν γ΄ στίχον «Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ...» εἰς τό ἀπέναντι μέρος τῆς ἁγίας Τραπέζης, εἰς το δ΄ στίχον «Αὕτη ἡ ἡμέρα...» εἰς τό ἀριστερόν μέρος αὐτῆς, εἰς τό Δόξα Πατρί, ἀπέναντι τῆς ἁγίας Προθέσεως καί εἰς τό Καί νῦν αὖθις ἵσταται πρό τῆς ἁγίας Τραπέζης, ὅτε συμπληροῦται τό ἔνατον «Χριστὸς ἀνέστη». Μετ᾿ αὐτό τό δέκατον ψάλλει ὁ Ἱερεὺς πρό τῆς ἁγίας Τραπέζης, μέχρι τοῦ «θανάτω θάνατον πατήσας». Ψαλλόντων δέ τῶν χορῶν «καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος», θυμιᾷ τήν ἁγίαν Τράπεζαν, τό εἰκονοστάσι καί τόν λαόν. Καί ἄρχεται ἡ Θεία Λειτουργία τοῦ Ἰωάννου τοῦ Χρυσοστόμου.

Στίχος α' ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στίχος β' ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὦ τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στίχος γ' Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στίχος δ' Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Δόξα...

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Καὶ νύν...

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ τοὶς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Εἶτα ὁ Ἱερεύς, γεγονωτέρα φωνὴ

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας...

ΧΟΡΟΣ: Καὶ τοὶς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

ΑΝΤΙΦΩΝΑ

Ἀντίφωνον α'

 Ἦχος πλ. α'

Στίχος: λαλάξατε τῶ Κυρίω πᾶσα ἡ γῆ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. 

Στίχος: Ψάλατε δὴ τῶ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. 

Στίχος: Εἴπατε τῶ Θεῷ, Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς

Στίχος: Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοὶ καὶ ψαλάτωσάν σοί, ψαλάτωσαν δὴ τῶ ὀνόματι σου Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς

Δόξα... Καὶ νύν...

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. 

Ἀντίφωνον β'

Ἦχος πλ. α'

Στίχος: Θεὸς οἰκτειρῆσαι ἡμᾶς καὶ εὐλογῆσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεῆσαι ἡμᾶς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοί. Ἀλληλούϊα.

Στίχος: Τοῦ γνῶναι ἐν τῇ γῆ τὴν ὁδόν σου, ἐν πάσιν ἔθνεσι τὸ σωτήριόν σου.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοί. Ἀλληλούϊα.

Στίχος: ξομολογησάσθωσάν σοὶ λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοὶ λαοὶ πάντες.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοί. Ἀλληλούϊα.

Στίχος: Εὐλογῆσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοί. Ἀλληλούϊα.

Δόξα... Καὶ νύν...

Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκοθῆναι ἐκ της ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτω θάνατον πατήσας, εἰς ὤν της Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἀντίφωνον γ'

Ἦχος πλ. α'

Στίχος: ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Ἀπολυτίκιον  Ἦχος πλ. α'

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στίχος: ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στίχος: Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στίχος: Αὐτὴ ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Εἰσοδικὸν

ν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοί. Ἀλληλούϊα.

Εἶτα τὸ

 Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Ἡ Ὑπακοὴ  Ἦχος δ'

Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου, Τὸν ἐν φωτὶ ἀϊδίω ὑπάρχοντα, μετὰ νεκρῶν τὶ ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα, δράμετε, καὶ τῶ κόσμω κηρύξατε, ὡς ἡγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σώζοντος τὸ γένος τῶν ἀνθρώπων.

Κοντάκιον  Ἦχος πλ. δ'

Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ Ἄδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος, Χαίρετε, καὶ τοὶς σοὶς Ἀποστόλοις εἰρήνην δωρούμενος ὁ τοὶς πεσοῦσι παρέχων ἀνάστασιν.

Ἀντὶ δὲ τοῦ Τρισαγίου

σοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, Ἀλληλούϊα.

Εις τό Εξαιρέτως:

Ἄγγελος ἐβόα τὴ κεχαριτωμένη, Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ, χαῖρε, ὁ σὸς Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νύν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Κοινωνικὸν

Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε. Ἀλληλούϊα.

 Ἀντὶ τοῦ «Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν» λέγεται τό:

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Ἀντὶ  τοῦ «Εἴη τὸ ὄνομα Κυρίου» λέγεται τό:

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (γ΄ χῦμα)

Ἀπόλυσις: Γίνεται διαλογική Ὡς ἀκολούθως:

ΔΙΑΚΟΝΟΣ

Του Κυρίου δεηθῶμεν

ΙΕΡΕΥΣ

Εὐλογία Κυρίου καὶ ἔλεος Αὐτοῦ ἔλθοι ἐφ' ἡμᾶς, τῇ αὐτοῦ θεία χάριτι καὶ φιλανθρωπία πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν  αἰώνων.

ΧΟΡΟΣ: μήν.

ΙΕΡΕΥΣ: Δόξα σοι Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

ΧΟΡΟΣ

Δόξα Πατρί καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νν καὶ ἀεί καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Κύριε, ἐλέησον(γ΄) Πάτερ Ἅγιε εὐλόγησον.

ΙΕΡΕΥΣ

ἀναστὰς ἐκ νεκρῶν, Χριστός ὁ ἀληθινός Θεός ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτού Μητρός, δυνάμει το τιμίου καὶ ζωοποιο Σταυρο, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων, ἱκεσίαις το τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστο Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ  πανευφήμων Ἀποστόλων, το ἁγίου ἐνδόξου καὶ  πανευφήμου Ἀποστόλου Βαρνάβα - ἱδρυτο καὶ προστάτου τς Ἁγιωτάτης Ἐκκλησίας τς Κύπρου, τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ  Χρυσοστόμου, τῶν ἁγίων ἐνδόξων καὶ  καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ  θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ἁγίου τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ  Ἄννης, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ  σώσαι μᾶς, ὡς ἀγαθός καὶ φιλάνθρωπος.

ΙΕΡΕΥΣ: Χριστὸς ἀνέστη! (τρίς)

Ο ΛΑΟΣ:  ληθῶς  ἀνέστη! (τρίς)   

ΙΕΡΕΥΣ: Δόξα τῇ Ἁγίᾳ Αὐτοῦ τριημέρῳ ἐγέρσει.

Ο ΛΑΟΣ:  Προσκυνοῦμεν Αὐτοῦ τήν τριήμερον ἔγερσιν.

Καί  ὁ Ἱερεὺς κατακλείει διά τοῦ 

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτω θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Ο ΛΑΟΣ:  ληθῶς  ἀνέστη ὁ  Κύριος.