The Orthodox Pages

 

ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

ΠΕΜΠΤΗ ΤΗΣ Ζ΄ ΕΒΔΟΜΑΔΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΤΕΤΑΡΤΗ ΤΗΣ Ζ' ΕΒΔΟΜΑΔΟΣ

ΕΣΠΕΡΑΣ 

Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ'

Ἦχος δ' Ὁ ἐξ ὑψίστου κληθεὶς

Τὴν ὑπὲρ πάντων τελέσας σωτηρίαν, τὸ ὄρος κατέλαβες τοῦ Ἐλαιῶνος Χριστέ· ὅθεν ἀνέπτης ἐνώπιον, τῶν Μαθητῶν σου, εἰς οὐρανοὺς ἐν δόξῃ φερόμενος, διὸ τὸ μυστήριον καταπληττόμεναι, ταῖς ἀνωτέραις ἐκραύγαζον, αἱ κάτω τάξεις· Ἄρατε πύλας καὶ εἰσελεύσεται· ὅθεν ἐξῆλθε, τῶν ἁπάντων, ὁ βασιλεύων Θεός, ὡς ηὐδόκησε, παραδόξως τῷ κόσμῳ, σωτηρίαν ἐργασάμενος.

Τῶν Μαθητῶν ὁ χορὸς σε, ὡς ἑώρα, ἀναλαμβανόμενον, ἔλεγε Δέσποτα· Ποῦ νῦν ἀπαίρεις τῶν δούλων σου; καὶ ποῦ πορεύῃ, ὁ ἐν χερσὶ συνέχων τὰ πέρατα; ἡμεῖς καταλείψαντες, ἅπαντα σοὶ τῷ Θεῷ, ἠκολουθήσαμεν χαίροντες, εἰς τοὺς αἰῶνας, σὺν σοί, ἐλπίδας ἔχοντες ἔσεσθαι, μὴ καταλίπῃς ὀρφανους ἡμᾶς, ὡς ὑπέσχου, Πατήρ, ἡμῶν εὔσπλαγχνε, τὸν Παράκλητον πέμψον, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Τελεωτάτην παρέχων εὐλογίαν, τοῖς φίλοις σου Δέσποτα, ἐμυσταγώγεις αὐτούς, ὁρᾶτε φίλοι πορεύομαι, πρὸς τὸν Πατέρα, ὑμῖν δὲ πέμψω ἄλλον Παράκλητον· οὐ καταλείψω γὰρ πρόβατα, ἅπερ συνῆξα, οὐκ ἐπιλήσομαι οὓς ἠγάπησα, θείαν ἐξ ὕψους ἐνδυσάμενοι, δυναστείαν, πορεύεσθαι λέγοντες, ἐπὶ πάντα τὰ ἔθνη, σωτηρίας εὐαγγέλια.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'

νέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος, τοῦ ἀνυψῶσαι τὴν πεσοῦσαν εἰκόνα τοῦ Ἀδάμ, καὶ ἀποστεῖλαι Πνεῦμα Παράκλητον, τοῦ ἁγιάσαι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια

Ἦχος πλ. β' Αἱ Ἀγγελικαὶ

να τὸν εἰς γῆν, ἀνυψώσῃς με πεσόντα, ἦλθες ἐπὶ γῆς, προσλαβὼν δέ με συνάγεις, κἀντεῦθεν συνδοξάζεις, συνεδρίᾳ τοῦ φύσαντος, πάσας τὰς ἐπάρσεις καταρράξας, τοῦ πάλαι με καταβαλόντος, ὑμνῶ Δέσποτα, τὸν ἀκατάληπτον βυθόν, τῆς φιλανθρωπίας σου.

Στίχ. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως

Σκίρτησον Ἀδάμ, συνευφραίνου καὶ ἡ Εὔα· οὓς γὰρ τῇ φθορᾷ, ἐνεδύσασθε χιτῶνας, ἐν Παραδείσῳ πάλαι, ἀφθαρσίαν ἐλπίσαντες, προσλαβὼν ὁ πλάσας ἀπορρήτως, μετέβαλεν εἰς ἀφθαρσίαν, καὶ συνύψωσε, καὶ συνεδρίᾳ πατρικῇ, τετίμηκε σήμερον.

Στίχ. νέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.

Τύραννον ἐχθρόν, ἀποστάτην συμπατήσας, σθένει θεϊκῷ, ὁ φορέσας μου τὴν φύσιν, ἀτρέπτως, ἀσυγχύτως, ἀμερίστως ἀνέδραμεν, αὖθις σὺν αὐτῇ πρὸς τὸν Πατέρα, οἰχέσθω τῶν αἱρετιζόντων φληναφήματα, εὐσεβοφρόνως δ' οἱ πιστοί, αὐτὸν μεγαλύνωμεν.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'

Σήμερον ἐν οὐρανοῖς αἱ ἄνω δυνάμεις, τὴν ἡμετέραν φύσιν θεώμεναι, θαυμάζουσαι τοῦ ξένου τρόπου τὴν ἄνοδον, διηπόρουν ἀλλήλαις λέγουσαι· Τίς οὗτος ὁ παραγενόμενος; Βλέπουσαι δὲ τὸν οἰκεῖον Δεσπότην, τὰς οὐρανίους πύλας αἴρειν διεκελεύοντο. Μεθ' ὧν ἀπαύστως ὑμνοῦμέν σε, τὸν μετὰ σαρκὸς ἐκεῖθεν πάλιν ἐρχόμενον, ὡς κριτήν τῶν ἁπάντων, καὶ Θεὸν παντοδύναμον.

 

ΤΗ ΠΕΜΠΤΗ ΤΗΣ Ζ' ΕΒΔΟΜΑΔΟΣ

ΠΡΩΪ

Μετὰ τὴν α' Στιχολογίαν 

Κάθισμα Ἦχος πλ. α'

Τὸν συνάναρχον Λόγον

Κατελθὼν οὐρανόθεν πρὸς τὰ ἐπίγεια, καὶ τὴν κάτω κειμένην ἐν τῇ τοῦ ᾍδου φρουρᾷ, συναναστήσας ὡς Θεός, Ἀδαμιαίαν μορφήν, τῇ Ἀναλήψει σου Χριστέ, ἀνήγαγες εἰς οὐρανούς, καὶ θρόνῳ τῷ Πατρικῷ σου, συγκάθεδρον ἀπειργάσω, ὡς ἐλεήμων καὶ φιλάνθρωπος (Δίς)

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα Ἦχος πλ. δ'

Τὸ προσταχθὲν μυστικῶς

πὶ τοῦ ὄρους ἀνελθὼν τοῦ Ἐλαιῶνος, ὁ ἐλεήμων Ἰησοῦς αὐτόθεν ἤρθης, φωτεινῆς σε νεφέλης καθυπολαβούσης, ὁρώντων τῶν Μαθητῶν σου ἀπὸ τῆς γῆς, βοώντων καὶ τῶν Ἀγγέλων ἐν οὐρανοῖς, φόβῳ πύλαι ἐπάρθητε· καὶ γὰρ ὁ μόνος κραταιός, νικήσας τὸν ἀλάστορα, πρὸς ἡμᾶς ἐπεδήμησε. (Δίς)

Εἰς τὸν Στίχον τῶν Αἴνων

Στιχηρὰ Προσόμοια

Ἦχος πλ. β' Αἱ Ἀγγελικαὶ

λον με Χριστέ, προσλαβόμενος ἀφράστως, ὅλῳ μοι τῇ σῇ συνεκράθης θείᾳ φύσει, φυρμὸν οὐχ ὑπομείνας, οὐ τροπήν, οὐ διαίρεσιν. Δόξα τῇ φρικτῇ σου καταβάσει, τῷ πάθει καὶ τῇ ἀναστάσει, τῇ ἀναβάσει τε, δι' ὧν ἡ πρὶν χαμαιρριφής, ἀνύψωται φύσις ἡμῶν.

Στίχ. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως

μεῖς ἵνα τί, βλεφαρίδας ἀνυψοῦτε, καὶ θαμβητικῶς τὸν ἀόρατον ὁρᾶτε; οἱ Ἄγγελοί σου Σῶτερ ἀνεβόων τοῖς Μύσταις σου· οὗτος ὁ ἐν δόξῃ ἀναβαίνων, ὡσαύτως ἥξει σαρκοφόρος, πνοὴν ἅπασαν, κρῖναι δικαίοις ἐν ζυγοῖς, Θεὸς ὢν καὶ ἄνθρωπος.

Στίχ. νέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος

Θρήνου καὶ χαρᾶς, ὁ χορὸς τῶν Μαθητῶν σου, ἐπὶ τῇ σεπτῇ, Ἀναλήψει σου Σωτήρ μου, ἑστὼς ἐν μεταιχμίῳ, ἐν τῷ ὄρει φιλάνθρωπε, Δέσποτα μὴ λίπῃς, ἀνεβόων, ὠρφανισμένους σοὺς οἰκέτας· ἀλλ' ἀπόστειλον, Πνεῦμα τὸ θεῖον, τὰς ψυχὰς φωτίζον τῶν δούλων σου.

Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'

νελήφθης ἐν δόξῃ, ἀπὸ γῆς εἰς οὐρανούς, ὁ πάντα πληρῶν τῇ Θεότητι, καὶ ἐν δεξιᾷ Πατρὸς ἐκάθισας, ὁ ἐν ἀρχῇ Θεὸς Λόγος· ὅθεν αἱ οὐράνιαι δυνάμεις ὁρῶσαι, τοῖς Ἀποστόλοις ἔμφοβοι ἔλεγον· Τίνι ἀτενίζετε, βλέποντες εἰς τὸν οὐρανόν; οὗτος, ὃν ἐθεάσάσθε, αὐτὸς πάλιν ἐλεύσεται μετὰ δόξης, τοῦ κρῖναι πᾶσαν τὴν γῆν, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, πρὸς ὃν βοήσωμεν· Ἀκατάληπτε Κύριε, δόξα σοι.