The Orthodox Pages

 

ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

ΣΑΒΒΑΤΩ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

  

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

ΕΣΠΕΡΑΣ

 

Εἰς τὸ Κύριε ἐκέκραξα... ἱστῶμεν Στίχους ς', καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα ς'.  

Ἦχος πλ. δ'

σπερινὸν ὕμνον, καὶ λογικὴν λατρείαν, σοὶ Χριστὲ προσφέρομεν, ὅτι ηὐδόκησας, τοῦ ἐλεῆσαι ἡμᾶς διὰ τῆς Ἀναστάσεως.

Κύριε, Κύριε, μὴ ἀπορρίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου, ἀλλὰ εὐδόκησον τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.

Χαῖρε Σιὼν ἁγία, μήτηρ τῶν Ἐκκλησιῶν, Θεοῦ κατοικητήριον· σὺ γὰρ ἐδέξω πρώτη ἄφεσιν ἁμαρτιῶν, διὰ τῆς Ἀναστάσεως.

Στιχηρὰ Ἀνατολικὰ

ἐκ Θεοῦ Πατρὸς Λόγος, πρὸ τῶν αἰώνων γεννηθείς, ἐπ' ἐσχάτων δὲ τῶν χρόνων, ὁ αὐτὸς ἐκ τῆς ἀπειρογάμου σαρκωθεὶς βουλήσει σταύρωσιν θανάτου ὑπέμεινε, καὶ τὸν πάλαι νεκρωθέντα ἄνθρωπον ἔσωσε διὰ τῆς ἑαυτοῦ Ἀναστάσεως.

Τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, δοξολογοῦμεν Χριστέ, δι' ἧς ἠλευθέρωσας Ἀδαμιαῖον γένος, ἐκ τῆς τοῦ ᾍδου τυραννίδος, καὶ ἐδωρήσω τῷ κόσμῳ ὡς Θεός, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

Δόξα σοι Χριστὲ Σωτήρ, Υἱὲ Θεοῦ μονογενές, ὁ προσπαγεὶς ἐν τῷ Σταυρῷ, καὶ ἀναστὰς ἐκ τάφου τριήμερος.

Δόξα...

Σὲ δοξάζομεν Κύριε, τὸν ἑκουσίως δι' ἡμᾶς Σταυρὸν ὑπομείναντα, καὶ σὲ προσκυνοῦμεν, Παντοδύναμε Σωτὴρ μὴ ἀπορρίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου, ἀλλ' ἐπάκουσον, καὶ σῶσον ἡμᾶς, διὰ τῆς Ἀναστάσεώς σου φιλάνθρωπε.

Καὶ νῦν... Θεοτοκίον

Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ἐκ Παρθένου γὰρ ἁγνῆς σάρκα προσλαβόμενος, καὶ ἐκ ταύτης προελθών, μετὰ τῆς προσλήψεως, εἷς ἐστὶν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν. Διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μῆτερ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Προκείμενον Ἦχος πλ. δ'

δωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου, Κύριε.

Στίχ. πὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα.

Στίχ. Σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου.

Στίχ. Οὕτω ψαλῶ τῷ ὀνόματί σου εἰς τοὺς αἰῶνας.

Εἰς τὸν Στίχον

Τὸ Ἀναστάσιμον Στιχηρὸν

Ἦχος πλ. δ'

νῆλθες ἐπὶ Σταυροῦ, Ἰησοῦ, ὁ καταβὰς ἐξ οὐρανοῦ, ἦλθες ἐπὶ θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, πρὸς τοὺς ἐν σκότει, τὸ φῶς τὸ ἀληθινόν, πρὸς τοὺς πεσόντας, ἡ πάντων ἀνάστασις, ὁ φωτισμὸς καὶ ὁ Σωτὴρ ἡμῶν, δόξα σοι.

 

ΤΩ ΣΑΒΒΑΤΩ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

ΠΡΩΪ

Εἰς τοὺς Αἴνους

Στιχηρὰ Ἀναστάσιμα

Ἦχος πλ. δ'

Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης ὑπὸ Πιλάτου κρινόμενος ἀλλ' οὐκ ἀπελείφθης τοῦ θρόνου τῷ Πατρὶ συγκαθεζόμενος, καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ φιλάνθρωπος.

Κύριε, εἰ καὶ ὡς θνητὸν ἐν μνημείῳ, Ἰουδαῖοί σε κατέθεντο, ἀλλ' ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται σε ἐφύλαττον καὶ ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο· ἀλλὰ ἀνέστης, καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.

Κύριε, ὅπλον κατὰ τοῦ Διαβόλου τὸν Σταυρόν σου ἡμῖν δέδωκας· φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾶν αὐτοῦ τὴν δύναμιν, ὅτι νεκροὺς ἀνιστᾷ καὶ θάνατον κατήργησε. Διὰ τοῦτο προσκυνοῦμεν τὴν ταφήν σου καὶ τὴν Ἔγερσιν.

Ἄγγελός σου Κύριε, ὁ τὴν Ἀνάστασιν κηρύξας τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ Γύναια ἐφώνησε λέγων· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν· ἀνέστη Θεὸς ὢν, καὶ τῇ οἰκουμένῃ ζωὴν ἐδωρήσατο.

Εἶτα, τὰ Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν Στίχων αὐτῶν, τὸ Χριστὸς ἀνέστη... γ'

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

 

Προκείμενον. Ἦχος γ' [Ψαλμός 26]

Στίχ. Κύριος φωτισμός μου καὶ σωτήρ μου.

Στίχ. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου·

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα.

Κεφ.  3:11-16

ν ἐν ταῖς ἡμέραις ἐκείναις, κρατοῦντος τοῦ ἰαθέντος χωλοῦ τὸν Πέτρον καὶ ᾿Ιωάννην συνέδραμε πρὸς αὐτοὺς πᾶς ὁ λαὸς ἐπὶ τῇ στοᾷ τῇ καλουμένη Σολομῶντος ἔκθαμβοι. Ἰδὼν δὲ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν· Ἄνδρες ᾿Ισραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Ὁ Θεὸς ᾿Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακώβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασε τὸν παῖδα αὐτοῦ ᾿Ιησοῦν· ὃν ὑμεῖς μὲν παρεδώκατε καὶ ἠρνήσασθε αὐτὸν κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν· ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν. Καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον, ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσε τὸ ὄνομα αὐτοῦ, καὶ ἡ πίστις ἡ δι᾿ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν.

λληλούϊα [γ΄].  Ἦχος πλ. α΄ [Ψαλμός 92].

Στίχ.  Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ.  Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

 

Εὐαγγέλιον  

κ τοῦ κατὰ Ἰωάννην.

Κεφ. 3: 22-33

Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ ᾿Ιησοῦς καὶ οἱ Μαθηταὶ αὐτοῦ εἰς τὴν ᾿Ιουδαίαν γῆν· καὶ ἐκεῖ διέτριβε μετ᾿ αὐτῶν καὶ ἐβάπτιζεν. Ἦν δὲ καὶ ᾿Ιωάννης βαπτίζων ἐν Αἰνὼν, ἐγγὺς τοῦ Σαλείμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ· καὶ παρεγίνοντο καί ἐβαπτίζοντο· οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ ᾿Ιωάννης. Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν ᾿Ιωάννου μετὰ ᾿Ιουδαίου περὶ καθαρισμοῦ. Καὶ ἦλθον πρὸς τὸν ᾿Ιωάννην καὶ εἶπον αὐτῷ· Ῥαββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ ᾿Ιορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν. Ἀπεκρίθη ᾿Ιωάννης καὶ εἶπεν· Οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδέν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. Αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον· Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός, ἀλλ᾿ ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. Αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται. Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. Ὁ ἄνωθεν ἐρχόμενος, ἐπάνω πάντων ἐστίν· ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστι καὶ ἐκ τῆς γῆς λαλεῖ. Ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος, ἐπάνω πάντων ἐστί. Καὶ ὃ ἑώρακε καί ἤκουσε, τοῦτο μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν, ἐσφράγισεν, ὅτι ὁ Θεὸς ἀληθής ἐστιν.