The Orthodox Pages

 

ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ

ΔΕΥΤΕΡΑ ΤΗΣ Β΄ ΕΒΔΟΜΑΔΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ

ΕΣΠΕΡΑΣ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστώμεν Στίχους ς', καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ'. 

Ἦχος α'

Πανεύφημοι Μάρτυρες

Μετὰ τὴν ἐκ τάφου σου φρικτήν, Ζωοδότα Ἔγερσιν, ὥσπερ σφραγῖδας οὐκ ἔλυσας, Χριστὲ τοῦ μνήματος οὕτω κεκλεισμένων, θυρὼν εἰσελήλυθας, πρὸς τοὺς πανευκλεεῖς Ἀποστόλους σου, χαροποιῶν αὐτούς, καὶ εὐθές σου παρεχόμενος, τούτοις Πνεῦμα, δι' ἄμετρον ἔλεος.

Θωμᾶς ὁ καὶ Δίδυμος οὐκ ἦν, ἐνδημῶν ἡνίκα σύ, τοῖς Μαθηταῖς ὤφθης Κύριε· ὅθεν ἠπίστησε, τῇ σῇ Ἀναστάσει, καὶ τοῖς κατιδοῦσί σε, ἐβόα· Εἰ μὴ βάλω τὸν δάκτυλον, εἰς τὴν πλευρὰν αὐτοῦ, καὶ τῶν ἥλων τὰ τυλώματα, οὐ πιστεύω, ὅτι ἐξεγήγερται.

ς θέλεις ψηλάφησον Χριστὸς τῷ Θωμᾷ ἐβόησε· βάλε τὴν χεῖρα καὶ γνῶθί με ὀστέα ἔχοντα, καὶ γεῶδες σῶμα, καὶ μὴ γίνου ἄπιστος, ἐπίσης δὲ τοῖς ἄλλοις πιστώθητι, ὁ δὲ ἐβόησεν· ὁ Θεός μου καὶ ὁ Κύριος, σὺ ὑπάρχεις, δόξα τῇ Ἐγέρσει σου.

Καὶ ἐκ τοῦ Μηναίου, τοῦ κατὰ τὴν ἡμέραν Ἁγίου Προσόμοια γ'

Δόξα... Καὶ νῦν... Ἦχος α'

Τῶν θυρῶν κεκλεισμένων, τῶν Μαθητῶν συνηθροισμένων, εἰσῆλθες ἄφνω παντοδύναμε, Ἰησοῦ ὁ Θεὸς ἡμῶν, καὶ στὰς ἐν μέσῳ αὐτῶν, εἰρήνην δοὺς ἐπλήρωσας ἁγίου Πνεύματος, προσμένειν τε προσέταξας, καὶ μηδαμοῦ χωρίζεσθαι ἀπὸ Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσωνται τὴν ἐξ ὕψους δύναμιν· διὸ βοῶμέν σοι· ὁ φωτισμὸς καὶ ἡ ἀνάστασις, καὶ ἡ εἰρήνη ἡμῶν, δόξα σοι.

Προκείμενον χος βαρὺς

Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν, σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος.

Στίχ. γνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου.

Στίχ. Καὶ εἶπα· Νῦν ἠρξάμην.

Στίχ. μνήσθην τῶν ἔργων Κυρίου.

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου

Ἦχος α' Ἀναστάσιμον

Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι ἅγιε Κύριε, καὶ παράσχου ἡμῖν, ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας, ἐν κόσμῳ τὴν Ἀνάστασιν.

Κατανυκτικὸν

τι τὸ πέλαγος πολύ, τῶν παραπτωμάτων μου Σωτήρ, καὶ δεινῶς βεβύθισμαι ταῖς πλημμελείαις μου· δός μοι χεῖρα σῶσόν με, ὡς τῷ Πέτρῳ ὁ Θεός, καὶ ἐλέησόν με.

Μαρτυρικὸν

Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Δόξα... Καὶ νῦν... Ἦχος α'

Μεθ' ἡμέρας ὀκτώ, τῆς Ἐγέρσεώς σου Κύριε, ὤφθης τοῖς Μαθηταῖς σου, ἐν τόπῳ οὗ ἦσαν συνηγμένοι, καὶ φωνήσας αὐτοῖς, εἰρήνη ὑμῖν, τῷ ἀπιστοῦντι Μαθητῇ, τάς χεῖρας ὑπέδειξας, καὶ τὴν ἄχραντον πλευράν, ὁ δὲ πεισθεὶς ἐβόα σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Ἀπολυτίκιον χος βαρὺς

σφραγισμένου τοῦ μνήματος, ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας, Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθές δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

 

ΤΗ ΔΕΥΤΕΡΑ ΤΗΣ Β' ΕΒΔΟΜΑΔΟΣ

ΠΡΩΪ

Μετὰ τὴν α' Στιχολογίαν 

Καθίσματα τῆς Ὀκτωήχου

Ἦχος α' Ἀναστάσιμον

Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, Γυναιξὶ τὴν Ἀνάστασιν. Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.

Κατανυκτικὸν

ν ἀνομίαις συλληφθεὶς ἐγὼ ὁ ἄσωτος, οὐ τολμῶ ἀτενίσαι, εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, ἀλλὰ θαρρῶν εἰς τὴν φιλανθρωπίαν σου, κράζω, ὁ Θεός· ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ σῶσόν με.

Μαρτυρικὸν

θλήσεως καύχημα, καὶ στεφάνων ἀξίωμα οἱ ἔνδοξοι Ἀθλοφόροι περιβέβληνταί σε Κύριε· καρτερίᾳ γὰρ αἰκισμῶν τοὺς ἀνόμους ἐτροπώσαντο καὶ δυνάμει θεϊκῇ ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο· αὐτῶν ταῖς ἱκεσίαις, ἐλευθέρωσον τοῦ ἀοράτου ἐχθροῦ Σωτήρ, καὶ σῶσόν με.

Θεοτοκίον

Θαῦμα θαυμάτων Κεχαριτωμένη, ἐν σοὶ θεωροῦσα ἡ κτίσις ἀγάλλεται· συνέλαβες γὰρ ἀσπόρως, καὶ ἔτεκες ἀφράστως, ὃν ταξιαρχίαι Ἀγγέλων ὁρᾶν οὐ δεδύνηνται, αὐτόν ὡς Θεόν, ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα τῆς Ἑορτῆς

Ἦχος α' Τὸν τάφον σου Σωτὴρ

ψάμενος χειρί, τῆς πλευρᾶς τῆς ἀστέκτου, ὁ Δίδυμος Θωμᾶς, οὐκ ἐφλέχθη τῇ ψαύσει, ἀλλ' ἔμεινε τοὺς μώλωπας, ψηλαφῶν ἀκριβέστερον, καὶ φθεγγόμενος, τῷ δι' ἡμᾶς λογχευθέντι· Σύ μου Κύριος, καὶ σὺ Θεός μου ὑπάρχεις, κἄν πάθος ὑπήνεγκας. (Δίς)

Εἰς τοὺς Αἲνους

Ἦχος α' Ἀναστάσιμον

μνοῦμέν σου Χριστὲ τὸ σωτήριον πάθος, καὶ δοξάζομέν σου τὴν Ἀνάστασιν. (Δίς)

Κατανυκτικὸν

λλος σε κόσμος ψυχή, ἀναμένει καὶ κριτής, τὰ σὰ μέλλων δημοσιεύειν κρυπτὰ καὶ δεινά· μὴ οὖν ἐμμείνῃς τοῖς ὧδε, ἀλλὰ πρόφθασον βοῶσα τῷ Κριτῇ· ὁ Θεὸς ἱλάσθητί μοι καὶ σῶσόν με.

Μαρτυρικὸν

Τοὺς Ἀθλοφόρους τοῦ Χριστοῦ δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τοὺς φωστῆρας τοῦ κόσμου καὶ κήρυκας τῆς πίστεως, τὴν πηγὴν τήν ἀέναον, ἐξ ἧς ἀναβλύζει τοῖς πιστοῖς τὰ ἰάματα, αὐτῶν ταὶς ἱκεσίαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Ἦχος α'

Θωμᾶς, ὁ λεγόμενος Δίδυμος οὐκ ἦν μετ' αὐτῶν, ὅτε εἰσῆλθες Χριστὲ κεκλεισμένων τῶν θυρῶν· ὅθεν καὶ ἠπίστει τοῖς ῥηθεῖσιν αὐτῷ, ἐξ ἀπιστίας εἰς πίστιν βεβαιῶν. Οὐκ ἀπηξίωσας δὲ ἀγαθέ, ὑποδεῖξαι αὐτῷ τὴν ἄχραντον πλευράν σου, καὶ τῶν χειρῶν καὶ τῶν ποδῶν τοὺς μώλωπας· ὁ δὲ ψηλαφήσας καὶ ἰδών, ὡμολόγησέ σε εἶναι Θεὸν οὐ γυμνόν, καὶ ἄνθρωπον οὐ ψιλόν, καὶ ἐβόα· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια

Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ

Χείλεσι καθαροῖς, ὑμνεῖτε σὺν Ἀγγέλοις, βροτοὶ τὸν ἀναστάντα τριήμερον ἐκ τάφου, καὶ κόσμον συνεγείραντα.

Στίχ. παίνει Ἱερουσαλὴμ τὸν Κύριον, αἴνει τὸν Θεόν σου Σιών.

φθης τοῖς ἱεροῖς σοῦ Σῶτερ Ἀποστόλοις, τῶν θυρῶν κεκλεισμένων δι' αὐτῶν ἐγκαινίζων ἡμῖν τὸ θεῖον Πνεῦμά σου.

Στίχ. τι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου, εὐλόγησε τοὺς Υἱούς σου ἐν σοί.

Νῦν σε Παμβασιλεῦ, ἰδόντες οὐ βλεφάροις ἀλλὰ καρδίας πόθῳ, Θεὸν πεπιστευκότες ἐν ὕμνοις μεγαλύνομεν.

Δόξα... Καὶ νῦν... Ἦχος α'

Τῶν Μαθητῶν δισταζόντων, τῇ ὀγδόῃ ἡμέρᾳ ἐπέστη ὁ Σωτήρ, οὗ ἦσαν συνηγμένοι, καὶ τὴν εἰρήνην δούς, τῷ Θωμᾷ ἐβόησε· Δεῦρο Ἀπόστολε ψηλάφησον παλάμας αἷς τούς ἥλους ἔπηξαν. Ὦ καλὴ ἀπιστία τοῦ Θωμᾶ! τῶν πιστῶν τὰς καρδίας, εἰς ἐπίγνωσιν ἦξε, καὶ μετὰ φόβου ἐβόησεν· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι

Ἀπολυτίκιον χος βαρὺς

σφραγισμένου τοῦ μνήματος, ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας, Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθές δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

Ἐκτενής καὶ ἀπόλυσις