The Orthodox Pages

email: pater@christopherklitou.com

Η ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ 

ΤΩΝ ΕΒΔΟΜΗΚΟΝΤΑ

ΚΡΙΤΑΙ
 

Homepage

 

 Back          THE OLD TESTAMENT (GREEK SEPTUAGINT)                    

JUDGES

 

ΚΕΦ. 1-10

1

ΚΑΙ ἐγένετο μετὰ τὴν τελευτὴν ᾿Ιησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶ ᾿Ισραὴλ διὰ τοῦ Κυρίου λέγοντες· τίς ἀναβήσεται ἡμῖν πρὸς τοὺς Χαναναίους ἀφηγούμενος τοῦ πολεμῆσαι πρὸς αὐτούς; 2 καὶ εἶπε Κύριος· ᾿Ιούδας ἀναβήσεται. ἰδοὺ δέδωκα τὴν γῆν ἐν χειρὶ αὐτοῦ. 3 καὶ εἶπεν ᾿Ιούδας τῷ Συμεὼν ἀδελφῷ αὐτοῦ· ἀνάβηθι μετ᾿ ἐμοῦ ἐν τῷ κλήρῳ μου, καὶ παραταξώμεθα πρὸς τοὺς Χαναναίους, καὶ πορεύσομαι κἀγὼ μετὰ σοῦ ἐν τῷ κλήρῳ σου. καὶ ἐπορεύθη μετ᾿ αὐτοῦ Συμεών. 4 καὶ ἀνέβη ᾿Ιούδας, καὶ παρέδωκε Κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον εἰς τὰς χεῖρας αὐτῶν. καὶ ἔκοψαν αὐτοὺς ἐν Βεζὰκ εἰς δέκα χιλιάδας ἀνδρῶν. 5 καὶ κατέλαβον τὸν ᾿Αδωνιβεζὲκ ἐν τῇ Βεζὲκ καὶ παρετάξαντο πρὸς αὐτὸν καὶ ἔκοψαν τὸν Χαναναῖον καὶ Φερεζαῖον. 6 καὶ ἔφυγεν ᾿Αδωνιβεζέκ, καὶ κατέδραμον ὀπίσω αὐτοῦ καὶ ἐλάβοσαν αὐτὸν καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ καὶ τὰ ἄκρα τῶ ποδῶν αὐτοῦ. 7 καὶ εἶπεν ᾿Αδωνιβεζέκ· ἑβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου· καθὼς οὖν ἐποίησα, οὕτως ἀνταπέδωκέ μοι ὁ Θεός. καὶ ἄγουσιν αὐτὸν εἰς ῾Ιερουσαλήμ, καὶ ἀπέθανεν ἐκεῖ. 8 Καὶ ἐπολέμουν υἱοὶ ᾿Ιούδα τὴν ῾Ιερουσαλὴμ κα'Ι κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ρομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί. 9 καὶ μετὰ ταῦτα κατέβησαν οἱ υἱοὶ ᾿Ιούδα πολεμῆσαι πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα τὴν ὀρεινὴν καὶ τὸ νότιον καὶ τὴν πεδινήν. 10 καὶ ἐπορεύθη ᾿Ιούδας πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Χεβρών, καὶ ἐξῆλθε Χεβρὼν ἐξ ἐναντίας· καὶ τὸ ὄνομα ἦν Χεβρὼν τὸ πρότερον Καριαθαρβοκσεφέρ. καὶ ἐπάταξαν τὸν Σεσσὶ καὶ ᾿Αχιναὰν καὶ Θολμί, γεννήματα τοῦ ᾿Ενάκ. 11 καὶ ἀνέβησαν ἐκεῖθεν πρὸς τοὺς κατοικοῦντας Δαβίρ· τὸ δὲ ὄνομα τῆς Δαβὶρ ἦν ἔμπροσθεν Καριαθσεφάρ, Πόλις γραμμάτων. 12 καὶ εἶπε Χάλεβ· ὃς ἂν πατάξῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ προκαταλάβηται αὐτήν, δώσω αὐτῷ τὴν ᾿Ασχὰ θυγατέρα μου εἰς γυναῖκα. 13 καὶ προκατελάβετο αὐτὴν Γοθονιὴλ υἱὸς Κενὲζ ἀδελφοῦ Χάλεβ ὁ νεώτερος, καὶ ἔδωκεν αὐτῷ Χάλεβ τὴν ᾿Ασχὰ θυγατέρα αὐτοῦ εἰς γυναῖκα. 14 καὶ ἐγένετο ἐν τῇ εἰσόδῳ αὐτῆς καὶ ἐπέσεισεν αὐτὴν Γοθονιὴλ τοῦ αἰτῆσαι παρὰ τοῦ πατρὸς αὐτῆς ἀγρόν, καὶ ἐγόγγυζε καὶ ἔκραξεν ἀπὸ τοῦ ὑποζυγίου· εἰς γῆν νότου ἐκδέδοσαί με. καὶ εἶπεν αὐτῇ Χάλεβ· τί ἐστί σοι; 15 καὶ εἶπεν αὐτῷ ᾿Ασχά· δὸς δή μοι εὐλογίαν, ὅτι εἰς γῆν νότου ἐκδέδοσαί με, καὶ δώσεις μοι λύτρωσιν ὕδατος. καὶ ἔδωκεν αὐτῇ Χάλεβ κατὰ τὴν καρδίαν αὐτῆς λύτρωσιν μετεώρων καὶ λύτρωσιν ταπεινῶν. 16 Καὶ οἱ υἱοὶ ᾿Ιοθὸρ τοῦ Κιναίου τοῦ γαμβροῦ Μωυσῆ ἀνέβησαν ἐκ πόλεως τῶν φοινίκων μετὰ τῶν υἱῶν ᾿Ιούδα εἰς τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ νότῳ ᾿Ιούδα, ἥ ἐστιν ἐπὶ καταβάσεως ᾿Αράδ, καὶ κατῴκησαν μετὰ τοῦ λαοῦ. 17 καὶ ἐπορεύθη ᾿Ιούδας μετὰ Συμεὼν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἔκοψε τὸν Χαναναῖον τὸν κατοικοῦντα Σεφέκ· καὶ ἐξωλόθρευσεν αὐτούς, καὶ ἐκάλεσε τὸ ὄνομα τῆς πόλεως ᾿Ανάθεμα. 18 καὶ οὐκ ἐκληρονόμησεν ᾿Ιούδας τὴν Γάζαν οὐδὲ τὰ ὅρια αὐτῆς, οὐδὲ τὴν ᾿Ασκάλωνα ουδὲ τὰ ὅρια αὐτῆς, οὐδὲ τὴν ᾿Ακκαρὼν οὐδὲ τὰ ὅρια αὐτῆς, τὴν ῎Αζωτον οὐδὲ τὰ περισπόρια αὐτῆς. 19 καὶ ἦν Κύριος μετὰ ᾿Ιούδα καὶ ἐκληρονόμησε τὸ ὄρος, ὅτι οὐκ ἠδυνάσθησαν ἐξολοθρεῦσαι τοὺς κατοικοῦντας τὴν κοιλάδα, ὅτι Ρηχὰβ διεστείλατο αὐτοῖς. 20 καὶ ἔδωκαν τῷ Χάλεβ τὴν Χεβρών, καθὼς ἐλάλησε Μωυσῆς, καὶ ἐκληρονόμησεν ἐκεῖθεν τὰς τρεῖς πόλεις τῶν υἱῶν ᾿Ενάκ. 21 καὶ τὸν ᾿Ιεβουσαῖον τὸν κατοικοῦντα ἐν ῾Ιερουσαλὴμ οὐκ ἐκληρονόμησαν οἱ υἱοὶ Βενιαμίν, καὶ κατῴκησεν ὁ ᾿Ιεβουσαῖος μετὰ τῶν υἱῶν Βενιαμὶν ἐν ῾Ιερουσαλὴμ ἕως τῆς ἡμέρας ταύτης. 22 καὶ ἀνέβησαν οἱ υἱοὶ ᾿Ιωσὴφ καί γε αὐτοὶ εἰς Βαιθήλ, καὶ Κύριος ἦν μετ᾿ αὐτῶν. 23 καὶ παρενέβαλον καὶ κατεσκέψαντο Βαιθήλ· τὸ δὲ ὄνομα τῆς πόλεως ἦν ἔμπροσθεν Λουζά. 24 καὶ εἶδον οἱ φυλάσσοντες, καὶ ἰδοὺ ἀνὴρ ἐξεπορεύετο ἐκ τῆς πόλεως· καὶ ἔλαβον αὐτὸν καὶ εἶπον αὐτῷ· δεῖξον ἡμῖν τῆς πόλεως τὴν εἴσοδον, καὶ ποιήσομεν μετὰ σοῦ ἔλεος. 25 καὶ ἔδειξεν αὐτοῖς τὴν εἴσοδον τῆς πόλεως, καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ρομφαίας, τὸν δὲ ἄνδρα καὶ τὴν συγγένειαν αὐτοῦ ἐξαπέστειλαν. 26 καὶ ἐπορεύθη ὁ ἀνὴρ εἰς γῆν Χεττὶν καὶ ᾠκοδόμησεν ἐκεῖ πόλιν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Λουζά· τοῦτο ὄνομα αὐτῆς ἕως τῆς ἡμέρας ταύτης. 27 καὶ οὐκ ἐξῇρε Μανασσῆ τὴν Βαιθσάν, ἥ ἐστι Σκυθῶν πόλις, οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὴν Θανὰκ οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας Δὼρ οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τὸν κατοικοῦντα Βαλὰκ οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας Μαγεδὼ οὐδὲ τὰ περίοικα αὐτῆς καὶ τὰς θυγατέρας αὐτῆς, οὐδὲ τοὺς κατοικοῦντας ᾿Ιεβλαὰμ οὐδὲ τὰ περίοικα αὐτῆς οὐδὲ τὰς θυγατέρας αὐτῆς· καὶ ἤρξατο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ. 28 καὶ ἐγένετο ὅτε ἐνίσχυσεν ᾿Ισραήλ, καὶ ἐποίησε τὸν Χαναναῖον εἰς φόρον καὶ ἐξαίρων οὐκ ἐξῇρεν αὐτόν. 29 καὶ ᾿Εφραὶμ οὐκ ἐξῇρε τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζέρ· καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ ἐν Γαζὲρ καὶ ἐγένετο εἰς φόρον. 30 καὶ Ζαβουλὼν οὐκ ἐξῇρε τοὺς κατοικοῦντας Κέδρων, οὐδὲ τοὺς κατοικοῦντας Δωμανά· καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτῶν καὶ ἐγένετο αὐτῷ εἰς φόρον. 31 καὶ ᾿Ασὴρ οὐκ ἐξῇρε τοὺς κατοικοῦντας ᾿Ακχώ, καὶ ἐγένετο αὐτῷ εἰς φόρον, καὶ τοὺς κατοικοῦντας Δὼρ καὶ τοὺς κατοικοῦντας Σιδῶνα καὶ τοὺς κατοικοῦντας ᾿Ααλάφ, τὸν ᾿Ασχαζὶ καὶ τὸν Χελβὰ καὶ τὸν Ναΐ καὶ τὸν ᾿Ερεώ. 32 καὶ κατῴκησεν ὁ ᾿Ασὴρ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν, ὅτι οὐκ ἠδυνήθη ἐξᾶραι αὐτόν. 33 καὶ Νεφθαλὶ οὐκ ἐξῇρε τοὺς κατοικοῦντας Βαιθσαμὺς καὶ τοὺς κατοικοῦντας Βαιθανάθ, καὶ κατῴκησε Νεφθαλὶ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν· οἱ δὲ κατοικοῦντες Βαιθσαμὺς καὶ τὴν Βαιθενὲθ ἐγένοντο αὐτοῖς εἰς φόρον. 34 καὶ ἐξέθλιψεν ὁ ᾿Αμορραῖος τοὺς υἱοὺς Δὰν εἰς τὸ ὄρος, ὅτι οὐκ ἀφῆκαν αὐτὸν καταβῆναι εἰς τὴν κοιλάδα. 35 καὶ ἤρξατο ὁ ᾿Αμορραῖος κατοικεῖν ἐν τῷ ὄρει τῷ ὀστρακώδει, ἐν ᾧ αἱ ἄρκοι καὶ ἐν ᾧ αἱ ἀλώπεκες, ἐν τῷ Μυρσινῶνι καὶ ἐν Θαλαβίν· καὶ ἐβαρύνθη ἡ χεὶρ οἴκου ᾿Ιωσὴφ ἐπὶ τὸν ᾿Αμορραῖον, καὶ ἐγενήθη αὐτοῖς εἰς φόρον. 36 καὶ τὸ ὅριον τοῦ ᾿Αμορραίου ἀπὸ τῆς ἀναβάσεως ᾿Ακραβὶν ἀπὸ τῆς Πέτρας καὶ ἐπάνω.


2

ΚΑΙ ἀνέβη ἄγγελος Κυρίου ἀπὸ Γαλγὰλ ἐπὶ τὸν Κλαυθμῶνα καὶ ἐπὶ Βαιθὴλ καἱ ἐπὶ τὸν οἶκον ᾿Ισραὴλ καὶ εἶπε πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἀνεβίβασα ὑμᾶς ἐξ Αἰγύπτου καὶ εἰσήγαγον ὑμᾶς εἰς τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν, καὶ εἶπα· οὐ διασκεδάσω τὴν διαθήκην μου τὴν μεθ᾿ ὑμῶν εἰς τὸν αἰῶνα· 2 καὶ ὑμεῖς οὐ διαθήσεσθε διαθήκην τοῖς ἐγκαθημένοις εἰς τὴν γῆν ταύτην, οὐδὲ τοῖς θεοῖς αὐτῶν προσκυνήσετε, ἀλλὰ τὰ γλυπτὰ αὐτῶν συντρίψετε, τὰ θυσιαστήρια αὐτῶν καθελεῖτε. καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου, ὅτι ταῦτα ἐποιήσατε. 3 κἀγὼ εἶπον· οὐ μὴ ἐξάρω αὐτοὺς ἐκ προσώπου ὑμῶν, καὶ ἔσονται ὑμῖν εἰς συνοχάς, καὶ οἱ θεοὶ αὐτῶν ἔσονται ὑμῖν εἰς σκάνδαλον. 4 καὶ ἐγένετο ὡς ἐλάλησεν ὁ ἄγγελος Κυρίου τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς ᾿Ισραήλ, καὶ ἐπῇραν ὁ λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν. 5 καὶ ἐπωνόμασαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Κλαυθμῶνες· καὶ ἐθυσίασαν ἐκεῖ τῷ Κυρίῳ. 6 Καὶ ἐξαπέστειλεν ᾿Ιησοῦς τὸν λαόν, καὶ ἦλθεν ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτοῦ κατακληρονομῆσαι τὴν γῆν. 7 καὶ ἐδούλευσεν ὁ λαὸς τῷ Κυρίῳ πάσας τὰς ἡμέρας ᾿Ιησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων, ὅσοι ἐμακροημέρευσαν μετὰ ᾿Ιησοῦ, ὅσοι ἔγνωσαν πᾶν τὸ ἔργον Κυρίου τὸ μέγα, ὃ ἐποίησεν ἐν τῷ ᾿Ισραήλ. 8 καὶ ἐτελεύτησεν ᾿Ιησοῦς υἱὸς Ναυὴ δοῦλος Κυρίου, υἱὸς ἑκατὸν δέκα ἐτῶν. 9 καὶ ἔθαψαν αὐτὸν ἐν ὁρίῳ τῆς κληρονομίας αὐτοῦ ἐν Θαμναθαρές, ἐν ὄρει ᾿Εφραὶμ ἀπὸ βορρᾶ τοῦ ὄρους Γαάς. 10 καί γε πᾶσα ἡ γενεὰ ἐκείνη προσετέθησαν πρὸς τοὺς πατέρας αὐτῶν, καὶ ἀνέστη γενεὰ ἑτέρα μετ᾿ αὐτούς, οἳ οὐκ ἔγνωσαν τὸν Κύριον καί γε τὸ ἔργον, ὃ ἐποίησεν ἐν τῷ ᾿Ισραήλ. 11 Καὶ ἐποίησαν οἱ υἱοὶ ᾿Ισραὴλ τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ ἐλάτρευσαν τοῖς Βααλίμ. 12 καὶ ἐγκατέλιπον τὸν Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἐπορεύθησαν ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν καί προσεκύνησαν αὐτοῖς καὶ παρώργισαν τὸν Κύριον 13 καὶ ἐγκατέλιπον αὐτὸν καὶ ἐλάτρευσαν τῷ Βάαλ καὶ ταῖς ᾿Αστάρταις. 14 καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ ᾿Ισραὴλ καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας προνομευόντων, καὶ κατεπρονόμευσαν αὐτούς· καὶ ἀπέδοτο αὐτοὺς ἐν χερσὶ τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν, καὶ οὐκ ἠδυνήθησαν ἔτι ἀντιστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν. 15 ἐν πᾶσιν, οἷς ἐπορεύοντο, καὶ χεὶρ Κυρίου ἦν ἐπ᾿ αὐτοὺς εἰς κακά, καθὼς ἐλάλησε Κύριος καὶ καθὼς ὤμοσε Κύριος αὐτοῖς, καὶ ἐξέθλιψεν αὐτοὺς σφόδρα. 16 καὶ ἤγειρε Κύριος κριτάς, καὶ ἔσωσεν αὐτοὺς Κύριος ἐκ χειρὸς τῶν προνομευόντων αὐτούς. καί γε τῶν κριτῶν οὐχ ὑπήκουσαν, 17 ὅτι ἐξεπόρνευσαν ὀπίσω θεῶν ἑτέρων καὶ προσεκύνησαν αὐτοῖς· καὶ ἐξέκλιναν ταχὺ ἐκ τῆς ὁδοῦ, ἧς ἐπορεύθησαν οἱ πατέρες αὐτῶν τοῦ εἰσακούειν τῶν λόγων Κυρίου, οὐκ ἐποίησαν οὕτως. 18 καὶ ὅτι ἤγειρε Κύριος αὐτοῖς κριτάς, καὶ ἦν Κύριος μετὰ τοῦ κριτοῦ καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν αὐτῶν πάσας τὰς ἡμέρας τοῦ κριτοῦ, ὅτι παρεκλήθη Κύριος ἀπὸ τοῦ στεναγμοῦ αὐτῶν ἀπὸ προσώπου τῶν πολιορκούντων αὐτοὺς καί ἐκθλιβόντων αὐτούς. 19 καὶ ἐγένετο ὡς ἀπέθνησκεν ὁ κριτής, καὶ ἀπέστρεψαν καὶ πάλιν διέφθειραν ὑπὲρ τοὺς πατέρας αὐτῶν πορεύεσθαι ὀπίσω θεῶν ἑτέρων, λατρεύειν αὐτοῖς καὶ προσκυνεῖν αὐτοῖς· οὐκ ἀπέρριψαν τὰ ἐπιτηδεύματα αὐτῶν, καὶ τὰς ὁδοὺς αὐτῶν τὰς σκληράς. 20 καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ ᾿Ισραὴλ καὶ εἶπεν· ἀνθ᾿ ὧν ὅσα ἐγκατέλιπον τὸ ἔθνος τοῦτο τὴν διαθήκην μου, ἣν ἐνετειλάμην τοῖς πατράσιν αὐτῶν, καὶ οὐκ εἰσήκουσαν τῆς φωνῆς μου, 21 καὶ ἐγὼ οὐ προσθήσω τοῦ ἐξᾶραι ἄνδρα ἐκ προσώπου αὐτῶν ἀπὸ τῶν ἐθνῶν, ὧν κατέλιπεν ᾿Ιησοῦς υἱὸς Ναυὴ ἐν τῇ γῇ 22 καὶ ἀφῆκε, τοῦ πειράσαι ἐν αὐτοῖς τὸν ᾿Ισραήλ, εἰ φυλάσσονται τὴν ὁδὸν Κυρίου πορεύεσθαι ἐν αὐτῇ, ὃν τρόπον ἐφύλαξαν οἱ πατέρες αὐτῶν, ἢ οὔ. 23 καὶ ἀφῆκε Κύριος τὰ ἔθνη ταῦτα τοῦ μὴ ἐξᾶραι αὐτὰ τὸ τάχος καὶ οὐ παρέδωκεν αὐτὰ ἐν χειρὶ ᾿Ιησοῦ.


3

ΚΑΙ ταῦτα τὰ ἔθνη, ἃ ἀφῆκε Κύριος αὐτὰ ὥστε πειράσαι ἐν αὐτοῖς τὸν ᾿Ισραήλ, πάντας τοὺς μή ἐγνωκότας τοὺς πολέμους Χαναάν. 2 πλὴν διὰ τὰς γενεὰς υἱῶν ᾿Ισραὴλ τοῦ διδάξαι αὐτοὺς πόλεμον, πλὴν οἱ ἔμπροσθεν αὐτῶν οὐκ ἔγνωσαν αὐτά· 3 τὰς πέντε σατραπείας τῶν ἀλλοφύλων καὶ πάντα τὸν Χαναναῖον καὶ τὸν Σιδώνιον καὶ τὸν Εὐαῖον τὸν κατοικοῦντα τὸν Λίβανον ἀπὸ τοῦ ὄρους τοῦ ᾿Αερμὼν ἕως Λαβωεμάθ. 4 καὶ ἐγένετο ὥστε πειράσαι ἐν αὐτοῖς τὸν ᾿Ισραήλ, γνῶναι εἰ ἀκούσονται τὰς ἐντολὰς Κυρίου, ἃς ἐνετείλατο τοῖς πατράσιν αὐτῶν ἐν χειρὶ Μωυσῆ. 5 καὶ οἱ υἱοὶ ᾿Ισραὴλ κατῴκησαν ἐν μέσῳ τοῦ Χαναναίου καὶ τοῦ Χετταίου καὶ τοῦ ᾿Αμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Εὐαίου καὶ τοῦ ᾿Ιεβουσαίου 6 καὶ ἔλαβον τὰς θυγατέρας αὐτῶν ἑαυτοῖς εἰς γυναῖκας καὶ τὰς θυγατέρας αὐτῶν ἔδωκαν τοῖς υἱοῖς αὐτῶν καὶ ἐλάτρευσαν τοῖς θεοῖς αὐτῶν. 7 Καὶ ἐποίησαν οἱ υἱοὶ ᾿Ισραὴλ τὸ πονηρὸν ἐναντίον Κυρίου καὶ ἐπελάθοντο Κυρίου τοῦ Θεοῦ αὐτῶν καὶ ἐλάτρευσαν τοῖς Βααλὶμ καὶ τοῖς ἄλσεσι. 8 καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ ᾿Ισραὴλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Χουσαρσαθαὶμ βασιλέως Συρίας ποταμῶν. καὶ ἐδούλευσαν οἱ υἱοὶ ᾿Ισραὴλ τῷ Χουσαρσαθαὶμ ἔτη ὀκτώ. 9 καὶ ἐκέκραξαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς Κύριον· καί ἤγειρε Κύριος σωτῆρα τῷ ᾿Ισραήλ, καὶ ἔσωσεν αὐτούς, τὸν Γοθονιὴλ υἱὸν Κενέζ ἀδελφοῦ Χάλεβ τὸν νεώτερον ὑπὲρ αὐτόν, 10 καὶ ἐγένετο ἐπ᾿ αὐτὸν πνεῦμα Κυρίου, καὶ ἔκρινε τὸν ᾿Ισραήλ. καὶ ἐξῆλθεν εἰς πόλεμον πρὸς Χουσαρσαθαίμ· καὶ παρέδωκε Κύριος ἐν χειρὶ αὐτοῦ τὸν Χουσαρσαθαὶμ βασιλέα Συρίας ποταμῶν, καὶ ἐκραταιώθη χεὶρ αὐτοῦ ἐπὶ τὸν Χουσαρσαθαίμ. 11 καὶ ἡσύχασεν ἡ γῆ ἔτη τεσσαράκοντα· καὶ ἀπέθανε Γοθονιὴλ υἱὸς Κενέζ. 12 Καὶ προσέθεντο οἱ υἱοὶ ᾿Ισραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου. καὶ ἐνίσχυσε Κύριος τὸν ᾿Εγλὼμ βασιλέα Μωὰβ ἐπὶ τὸν ᾿Ισραὴλ διὰ τὸ πεποιηκέναι αὐτούς τὸ πονηρὸν ἔναντι Κυρίου. 13 καὶ συνήγαγε πρὸς ἑαυτὸν πάντας τοὺς υἱοὺς ᾿Αμμὼν καὶ ᾿Αμαλὴκ καὶ ἐπορεύθη καὶ ἐπάταξε τὸν ᾿Ισραὴλ καὶ ἐκληρονόμησε τὴν πόλιν τῶν φοινίκων. 14 καὶ ἐδούλευσαν οἱ υἱοὶ ᾿Ισραὴλ τῷ ᾿Εγλὼμ βασιλεῖ Μωὰβ ἔτη δεκαοκτώ. 15 καὶ ἐκέκραξαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς Κύριον· καὶ ἤγειρεν αὐτοῖς σωτῆρα τὸν ᾿Αὼδ υἱὸν Γηρὰ υἱὸν τοῦ ᾿Ιεμενί, ἄνδρα ἀμφοτεροδέξιον. καὶ ἐξαπέστειλαν οἱ υἱοὶ ᾿Ισραὴλ δῶρα ἐν χειρὶ αὐτοῦ τῷ ᾿Εγλὼμ βασιλεῖ Μωάβ. 16 καὶ ἐποίησεν ἑαυτῷ ᾿Αὼδ μάχαιραν δίστομον, σπιθαμῆς τὸ μῆκος αὐτῆς, καὶ περιεζώσατο αὐτὴν ὑπὸ τὸν μανδύαν ἐπὶ τὸν μηρὸν αὐτοῦ τὸν δεξιόν. 17 καὶ ἐπορεύθη καὶ προσήνεγκε τὰ δῶρα τῷ ᾿Εγλὼμ βασιλεῖ Μωάβ· καὶ ᾿Εγλὼμ ἀνὴρ ἀστεῖος σφόδρα. 18 καὶ ἐγένετο ἡνίκα συνετέλεσεν ᾿Αὼδ προσφέρων τὰ δῶρα, καὶ ἐξαπέστειλε τοὺς φέροντας τὰ δῶρα· 19 καὶ αὐτὸς ὑπέστρεψεν ἀπὸ τῶν γλυπτῶν τῶν μετὰ τῆς Γαλγάλ. καὶ εἶπεν ᾿Αώδ· λόγος μοι κρύφιος πρός σε, βασιλεῦ. καὶ εἶπεν ᾿Εγλὼμ πρὸς αὐτόν· σιώπα· καὶ ἐξαπέστειλεν ἀφ᾿ ἑαυτοῦ πάντας τοὺς ἐφεστῶτας ἐπ᾿ αὐτόν. 20 καὶ ᾿Αὼδ εἰσῆλθε πρὸς αὐτόν, καὶ αὐτὸς ἐκάθητο ἐν τῷ ὑπερῴῳ τῷ θερινῷ τῷ ἑαυτοῦ μονώτατος. καὶ εἶπεν ᾿Αώδ· λόγος Θεοῦ μοι πρός σε, βασιλεῦ· καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου ᾿Εγλὼμ ἐγγὺς αὐτοῦ. 21 καὶ ἐγένετο ἅμα τῷ ἀναστῆναι αὐτὸν καὶ ἐξέτεινεν ᾿Αὼδ τὴν χεῖρα τὴν ἀριστερὰν αὐτοῦ καὶ ἔλαβε τὴν μάχαιραν ἐπάνωθεν τοῦ μηροῦ αὐτοῦ τοῦ δεξιοῦ καὶ ἐνέπηξεν αὐτὴν ἐν τῇ κοιλίᾳ αὐτοῦ 22 καὶ ἐπεισήνεγκε καί γε τὴν λαβὴν ὀπίσω τῆς φλογός, καὶ ἐπέκλεισε τὸ στέαρ κατὰ τῆς φλογός, ὅτι οὐκ ἐξέσπασε τὴν μάχαιραν ἐκ τῆς κοιλίας αὐτοῦ. 23 καὶ ἐξῆλθεν ᾿Αὼδ τὴν προστάδα καὶ ἐξῆλθε τοὺς διατεταγμένους καὶ ἀπέκλεισε τὰς θύρας τοῦ ὑπερῴου κατ᾿ αὐτοῦ καὶ ἐσφήνωσε· 24 καὶ αὐτὸς ἐξῆλθε. καὶ οἱ παῖδες αὐτοῦ εἰσῆλθον καὶ εἶδον καὶ ἰδοὺ αἱ θύραι τοῦ ὑπερῴου ἐσφηνωμέναι, καὶ εἶπαν· μή ποτε ἀποκενοῖ τοὺς πόδας αὐτοῦ ἐν τῷ ταμείῳ τῷ θερινῷ; 25 καὶ ὑπέμειναν ἕως ᾐσχύνοντο, καὶ ἰδοὺ οὐκ ἔστιν ὁ ἀνοίγων τὰς θύρας τοῦ ὑπερῴου· καὶ ἔλαβον τὴν κλεῖδα καὶ ἤνοιξαν, καὶ ἰδοὺ ὁ κύριος αὐτῶν πεπτωκὼς ἐπὶ τὴν γῆν τεθνηκώς. 26 καὶ ᾿Αὼδ διεσώθη ἕως ἐθορυβοῦντο, καὶ οὐκ ἦν ὁ προσνοῶν αὐτῷ· καὶ αὐτὸς παρῆλθε τὰ γλυπτὰ καὶ διεσώθη εἰς Σετειρωθά. 27 καὶ ἐγένετο ἡνίκα ἦλθεν ᾿Αὼδ εἰς γῆν ᾿Ισραήλ, καὶ ἐσάλπισεν ἐν κερατίνῃ ἐν τῷ ὄρει ᾿Εφραίμ· καὶ κατέβησαν σὺν αὐτῷ οἱ υἱοὶ ᾿Ισραὴλ ἀπὸ τοῦ ὄρους, καὶ αὐτὸς ἔμπροσθεν αὐτῶν. 28 καὶ εἶπε πρὸς αὐτούς· κατάβητε ὀπίσω μου, ὅτι παρέδωκε Κύριος ὁ Θεὸς τοὺς ἐχθροὺς ἡμῶν τὴν Μωὰβ ἐν χειρὶ ἡμῶν. καὶ κατέβησαν ὀπίσω αὐτοῦ καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ ᾿Ιορδάνου τῆς Μωάβ, καὶ οὐκ ἀφῆκεν ἄνδρα διαβῆναι. 29 καὶ ἐπάταξαν τὴν Μωὰβ τῇ ἡμέρᾳ ἐκείνῃ ὡσεὶ δέκα χιλιάδας ἀνδρῶν, πᾶν λιπαρὸν καὶ πάντα ἄνδρα δυνάμεως, καὶ οὐ διεσώθη ὁ ἀνήρ. 30 καὶ ἐνετράπη Μωὰβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπὸ χεῖρα ᾿Ισραήλ, καὶ ἡσύχασεν ἡ γῆ ὀγδοήκοντα ἔτη, καὶ ἔκρινεν αὐτοὺς ᾿Αὼδ ἕως οὗ ἀπέθανε. 31 Καὶ μετ᾿ αὐτὸν ἀνέστη Σαμεγὰρ υἱὸς Δινὰχ καὶ ἐπάταξε τοὺς ἀλλοφύλους εἰς ἑξακοσίους ἄνδρας ἐν τῷ ἀροτρόποδι τῶν βοῶν· καὶ ἔσωσε καί γε αὐτὸς τὸν ᾿Ισραήλ.


4

ΚΑΙ προσέθεντο οἱ υἱοὶ ᾿Ισραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου· καὶ ᾿Αὼδ ἀπέθανε. 2 καὶ ἀπέδοτο τοὺς υἱοὺς ᾿Ισραὴλ Κύριος ἐν χειρὶ ᾿Ιαβὶν βασιλέως Χαναάν, ὃς ἐβασίλευσεν ἐν ᾿Ασώρ· καὶ ὁ ἄρχων τῆς δυνάμεως αὐτοῦ Σισάρα, καὶ αὐτὸς κατῴκει ἐν ᾿Αρισὼθ τῶν ἐθνῶν. 3 καὶ ἐκέκραξαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς Κύριον, ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ, καὶ αὐτὸς ἔθλιψε τὸν ᾿Ισραὴλ κατὰ κράτος εἴκοσιν ἔτη. 4 καὶ Δεββώρα γυνὴ προφῆτις γυνὴ Λαφιδώθ, αὕτη ἔκρινε τὸν ᾿Ισραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ. 5 καὶ αὐτὴ ἐκάθητο ὑπὸ φοίνικα Δεββώρα ἀνὰ μέσον τῆς Ραμὰ καὶ ἀνὰ μέσον τῆς Βαιθὴλ ἐν τῷ ὄρει ᾿Εφραίμ, καὶ ἀνέβαινον πρὸς αὐτὴν οἱ υἱοὶ ᾿Ισραὴλ εἰς κρίσιν. 6 καὶ ἀπέστειλε Δεββώρα καὶ ἐκάλεσε τὸν Βαρὰκ υἱὸν ᾿Αβινεὲμ ἐκ Κάδης Νεφθαλὶ καὶ εἶπε πρὸς αὐτόν· οὐχὶ ἐνετείλατο Κύριος ὁ Θεὸς ᾿Ισραήλ σοι καὶ ἀπελεύσῃ εἰς ὄρος Θαβὼρ καὶ λήψῃ μετὰ σεαυτοῦ δέκα χιλιάδας ἀνδρῶν ἐκ τῶν υἱῶν Νεφθαλὶ καὶ ἐκ τῶν υἱῶν Ζαβουλών; 7 καὶ ἐπάξω πρὸς σὲ εἰς τὸν χειμάρρουν Κισῶν τὸν Σισάρα ἄρχοντα τῆς δυνάμεως ᾿Ιαβὶν καὶ τὰ ἅρματα αὐτοῦ καὶ τὸ πλῆθος αὐτοῦ καὶ παραδώσω αὐτόν εἰς χεῖράς σου. 8 καὶ εἶπε πρὸς αὐτὴν Βαράκ· ἐὰν πορευθῇς μετ᾿ ἐμοῦ, πορεύσομαι, καὶ ἐὰν μὴ πορευθῇς, οὐ πορεύσομαι· ὅτι οὐκ οἶδα τὴν ἡμέραν, ἐν ᾗ εὐοδοῖ Κύριος τὸν ἄγγελον μετ᾿ ἐμοῦ. 9 καὶ εἶπε· πορευομένη πορεύσομαι μετὰ σοῦ· πλὴν γίνωσκε ὅτι οὐκ ἔσται τὸ προτέρημά σου ἐπὶ τὴν ὁδόν, ἣν σὺ πορεύῃ, ὅτι ἐν χειρὶ γυναικὸς ἀποδώσεται Κύριος τὸν Σισάρα. καὶ ἀνέστη Δεββώρα καὶ ἐπορεύθη μετὰ τοῦ Βαρὰκ ἐκ Κάδης. 10 καὶ ἐβόησε Βαρὰκ τὸν Ζαβουλὼν καὶ τὸν Νεφθαλὶ ἐκ Κάδης, καὶ ἀνέβησαν κατὰ πόδας αὐτοῦ δέκα χιλιάδες ἀνδρῶν· καί ἀνέβη Δεββώρα μετ᾿ αὐτοῦ. 11 καὶ Χαβὲρ ὁ Κιναῖος ἐχωρίσθη ἀπὸ Καινᾶ ἀπὸ τῶν υἱῶν ᾿Ιωβὰβ γαμβροῦ Μωυσῆ καὶ ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἕως δρυὸς πλεονεκτούντων, ἥ ἐστιν ἐχόμενα Κεδές. 12 καὶ ἀνηγγέλη Σισάρᾳ, ὅτι ἀνέβη Βαρὰκ υἱὸς ᾿Αβινεὲμ εἰς ὄρος Θαβώρ. 13 καὶ ἐκάλεσε Σισάρα πάντα τὰ ἅρματα αὐτοῦ ἐννακόσια ἅρματα σιδηρᾶ, καὶ πάντα τὸν λαὸν τὸν μετ᾿ αὐτοῦ ἀπὸ ᾿Αρισὼθ τῶν ἐθνῶν εἰς τὸν χειμάρρουν Κισῶν. 14 καὶ εἶπε Δεββώρα πρὸς Βαράκ· ἀνάστηθι, ὅτι αὕτη ἡ ἡμέρα, ἐν ᾗ παρέδωκε Κύριος τὸν Σισάρα ἐν τῇ χειρί σου, ὅτι Κύριος ἐξελεύσεται ἔμπροσθέν σου. καὶ κατέβη Βαρὰκ κατὰ τὸ ὄρος Θαβὼρ καὶ δέκα χιλιάδες ἀνδρῶν ὀπίσω αὐτοῦ. 15 καὶ ἐξέστησε Κύριος τὸν Σισάρα καὶ πάντα τὰ ἅρματα αὐτοῦ καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ ἐν στόματι ρομφαίας ἐνώπιον Βαράκ· καὶ κατέβη Σισάρα ἐπάνωθεν τοῦ ἅρματος αὐτοῦ καὶ ἔφυγε τοῖς ποσὶν αὐτοῦ. 16 καὶ Βαρὰκ διώκων ὀπίσω τῶν ἁρμάτων καὶ ὀπίσω τῆς παρεμβολῆς ἕως ᾿Αρισὼθ τῶν ἐθνῶν· καὶ ἔπεσε πᾶσα παρεμβολὴ Σισάρα ἐν στόματι ρομφαίας, οὐ κατελείφθη ἕως ἑνός. 17 καὶ Σισάρα ἔφυγε τοῖς ποσὶν αὐτοῦ εἰς σκηνὴν ᾿Ιαὴλ γυναικὸς Χαβὲρ ἑταίρου τοῦ Κιναίου, ὅτι εἰρήνη ἦν ἀναμέσον ᾿Ιαβὶν βασιλέως ᾿Ασὼρ καὶ ἀναμέσον τοῦ οἴκου Χαβὲρ τοῦ Κιναίου. 18 καὶ ἐξῆλθεν ᾿Ιαὴλ εἰς συνάντησιν Σισάρα καὶ εἶπεν αὐτῷ· ἔκκλινον, κύριέ μου, ἔκλινον πρός με, μὴ φοβοῦ· καὶ ἐξέκλινε πρὸς αὐτὴν εἰς τὴν σκηνήν. καὶ περιέβαλεν αὐτὸν ἐπιβολαίῳ. 19 καὶ εἶπε Σισάρα πρὸς αὐτήν· πότισόν με δὴ μικρὸν ὕδωρ, ὅτι ἐδίψησα· καὶ ἤνοιξε τὸν ἀσκὸν τοῦ γάλακτος, καὶ ἐπότισεν αὐτὸν καὶ περιέβαλεν αὐτόν. 20 καὶ εἶπε πρὸς αὐτὴν Σισάρα· στῆθι δὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς, καὶ ἔσται ἐὰν ἀνὴρ ἔλθῃ πρός σε καὶ ἐρωτήσῃ σε καὶ εἴπῃ· εἰ ἔστιν ὧδε ἀνήρ; καὶ ἐρεῖς· οὐκ ἔστι. 21 καὶ ἔλαβεν ᾿Ιαὴλ γυνὴ Χαβὲρ τὸν πάσσαλον τῆς σκηνῆς καὶ ἔθηκε τὴν σφῦραν ἐν τῇ χειρὶ αὐτῆς καὶ εἰσῆλθε πρὸς αὐτὸν ἐν κρυφῇ καὶ ἔπηξε τὸν πάσσαλον ἐν τῷ κροτάφῳ αὐτοῦ, καὶ διεξῆλθεν ἐν τῇ γῇ· καὶ αὐτὸς ἐξεστὼς ἐσκοτώθη καὶ ἀπέθανε. 22 καὶ ἰδοὺ Βαρὰκ διώκων τὸν Σισάρα, καὶ ἐξῆλθεν ᾿Ιαὴλ εἰς συνάντησιν αὐτῷ καὶ εἶπεν αὐτῷ· δεῦρο καὶ δείξω σοι τὸν ἄνδρα, ὃν σὺ ζητεῖς. καὶ εἰσῆλθε πρὸς αὐτήν, καὶ ἰδοὺ Σισάρα ἐρριμμένος νεκρὸς καὶ ὁ πάσσαλος ἐν τῷ κροτάφῳ αὐτοῦ. 23 καὶ ἐτρόπωσεν ὁ Θεὸς τὸν ᾿Ιαβὶν βασιλέα Χαναὰν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔμπροσθεν τῶν υἱῶν ᾿Ισραήλ. 24 καὶ ἐπορεύετο χεὶρ τῶν υἱῶν ᾿Ισραὴλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ ᾿Ιαβὶν βασιλέα Χαναάν, ἕως οὗ ἐξωλόθρευσαν τὸν ᾿Ιαβὶν βασιλέα Χαναάν.


5

ΚΑΙ ἦσαν Δεββώρα καὶ Βαρὰκ υἱὸς ᾿Αβινεὲμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγοντες· 2 ᾿Απεκαλύφθη ἀποκάλυμμα ἐν ᾿Ισραήλ· ἐν τῷ ἑκουσιασθῆναι λαόν, εὐλογεῖτε Κύριον. 3 ἀκούσατε, βασιλεῖς, καὶ ἐνωτίσασθε, σατράπαι· ἐγώ εἰμι τῷ Κυρίῳ, ἐγώ εἰμι, ἄσομαι, ψαλῶ τῷ Κυρίῳ τῷ Θεῷ ᾿Ισραήλ. 4 Κύριε, ἐν τῇ ἐξόδῳ σου ἐν Σηείρ, ἐν τῷ ἀπαίρειν σε ἐξ ἀγροῦ ᾿Εδώμ, γῆ ἐσείσθη καὶ ὁ οὐρανὸς ἔσταξε δρόσους, καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ· 5 ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου Κυρίου ᾿Ελωΐ, τοῦτο Σινὰ ἀπὸ προσώπου Κυρίου Θεοῦ ᾿Ισραήλ. 6 ἐν ἡμέραις Σαμεγὰρ υἱοῦ ᾿Ανάθ, ἐν ἡμέραις ᾿Ιαὴλ ἐξέλιπον ὁδοὺς καὶ ἐπορεύθησαν ἀτραπούς, ἐπορεύθησαν ὁδοὺς διεστραμμένας· 7 ἐξέλιπον δυνατοὶ ἐν ᾿Ισραήλ, ἐξέλιπον, ἕως οὗ ἀνέστη Δεββώρα, ἕως οὗ ἀνέστη μήτηρ ἐν ᾿Ισραήλ. 8 ἐξελέξαντο θεοὺς καινούς· τότε ἐπολέμησαν πόλεις ἀρχόντων· θυρεὸς ἐὰν ὀφθῇ καὶ λόγχη ἐν τεσσαράκοντα χιλιάσιν ἐν ᾿Ισραήλ. 9 ἡ καρδία μου εἰς τὰ διατεταγμένα τῷ ᾿Ισραήλ· οἱ ἐκουσιαζόμενοι ἐν λαῷ εὐλογεῖτε Κύριον. 10 ἐπιβεβηκότες ἐπὶ ὄνου θηλείας μεσημβρίας, καθήμενοι ἐπὶ κριτηρίου καὶ πορευόμενοι ἐπὶ ὁδοὺς συνέδρων ἐφ᾿ ὁδῷ, 11 διηγεῖσθε ἀπὸ φωνῆς ἀνακρουομένων ἀνὰ μέσον ὑδρευομένων· ἐκεῖ δώσουσι δικαιοσύνας Κυρίῳ, δικαιοσύνας αὔξησον ἐν ᾿Ισραήλ. τότε κατέβη εἰς τὰς πόλεις λαὸς Κυρίου. 12 ἐξεγείρου, ἐξεγείρου, Δεββώρα. ἐξεγείρου, ἐξεγείρου, λάλησον ᾠδήν· ἀνάστα Βαράκ, καὶ αἰχμαλώτισον αἰχμαλωσίαν σου, υἱὸς ᾿Αβινεέμ. 13 τότε κατέβη κατάλειμμα τοῖς ἰσχυροῖς, λαὸς Κυρίου κατέβη αὐτῷ ἐν τοῖς κραταιοῖς. 14 ἐξ ἐμοῦ ᾿Εφραὶμ ἐξερρίζωσεν αὐτοὺς ἐν τῷ ᾿Αμαλήκ· ὀπίσω σου Βενιαμὶν ἐν τοῖς λαοῖς σου. ἐν ἐμοὶ Μαχὶρ κατέβησαν ἐξερευνῶντες καὶ ἀπὸ Ζαβουλὼν ἕλκοντες ἐν ράβδῳ διηγήσεως γραμματέως. 15 καὶ ἀρχηγοὶ ἐν ᾿Ισσάχαρ μετὰ Δεββώρας καὶ Βαράκ, οὕτω Βαρὰκ ἐν κοιλάσιν ἀπέστειλεν ἐν ποσὶν αὐτοῦ. εἰς τὰς μερίδας Ρουβὴν μεγάλοι ἐξικνούμενοι καρδίαν. 16 εἰς τί ἐκάθισαν ἀνὰ μέσον τῆς διγομίας τοῦ ἀκοῦσαι συρισμοῦ ἀγγέλων; εἰς διαιρέσεις Ρουβὴν μεγάλοι ἐξετασμοὶ καρδίας. 17 Γαλαὰδ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου ἐσκήνωσε· καὶ Δὰν εἰς τί παροικεῖ πλοίοις; ᾿Ασὴρ ἐκάθισε παραλίαν θαλασσῶν καὶ ἐπὶ διεξόδοις αὐτοῦ σκηνώσει. 18 Ζαβουλὼν λαὸς ὠνείδισε ψυχὴν αὐτοῦ εἰς θάνατον καὶ Νεφθαλὶ ἐπὶ ὕψη ἀγροῦ. 19 ἦλθον αὐτῶν βασιλεῖς, παρετάξαντο, τότε ἐπολέμησαν βασιλεῖς Χαναὰν ἐν Θαναὰχ ἐπὶ ὕδατι Μαγεδδώ· δῶρον ἀργυρίου οὐκ ἔλαβον. 20 ἐξ οὐρανοῦ παρετάξαντο οἱ ἀστέρες, ἐκ τρίβων αὐτῶν παρετάξαντο μετὰ Σισάρα. 21 χειμάρρους Κισῶν ἐξέσυρεν αὐτούς, χειμάρρους ἀρχαίων, χειμάρρους Κισῶν· καταπατήσει αὐτὸν ψυχή μου δυνατή. 22 ὅτε ἐνεποδίσθησαν πτέρναι ἵππου, σπουδῇ ἔσπευσαν ἰσχυροὶ αὐτοῦ. 23 καταρᾶσθε Μηρώζ, εἶπεν ἄγγελος Κυρίου, καταρᾶσθε, ἐπικατάρατος πᾶς ὁ κατοικῶν αὐτήν, ὅτι οὐκ ἤλθοσαν εἰς βοήθειαν Κυρίου, εἰς βοήθειαν ἐν δυνατοῖς. 24 εὐλογηθείη ἐν γυναιξὶν ᾿Ιαὴλ γυνὴ Χαβὲρ τοῦ Κιναίου, ἀπὸ γυναικῶν ἐν σκηναῖς εὐλογηθείη. 25 ὕδωρ ᾔτησε, γάλα ἔδωκεν, ἐν λεκάνῃ ὑπερεχόντων προσήνεγκε βούτυρον. 26 χεῖρα αὐτῆς ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινε καὶ δεξιὰν αὐτῆς εἰς σφῦραν κοπιώντων καὶ ἐσφυροκόπησε Σισάρα, διήλωσε κεφαλὴν αὐτοῦ καὶ ἐπάταξε, διήλωσε κρόταφον αὐτοῦ. 27 ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς κατεκυλίσθη, ἔπεσε καὶ ἐκοιμήθη· ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς κατακλιθεὶς ἔπεσε· καθὼς κατεκλίθη, ἐκεῖ ἔπεσεν ἐξοδευθείς. 28 διὰ τῆς θυρίδος παρέκυψε μήτηρ Σισάρα ἐκτὸς τοῦ τοξικοῦ, διότι ἠσχύνθη ἅρμα αὐτοῦ, διότι ἐχρόνισαν πόδες ἁρμάτων αὐτοῦ. 29 αἱ σοφαὶ ἄρχουσαι αὐτῆς ἀπεκρίθησαν πρὸς αὐτήν, καὶ αὐτὴ ἀπέστρεψε λόγους αὐτῆς ἑαυτῇ. 30 οὐχ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα; οἰκτίρμων οἰκτειρήσει εἰς κεφαλὴν ἀνδρός· σκῦλα βαμμάτων τῷ Σισάρᾳ, σκῦλα βαμμάτων ποικιλίας, βάμματα ποικιλτῶν αὐτά, τῷ τραχήλῳ αὐτοῦ σκῦλα. 31 οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου, Κύριε· καὶ οἱ ἀγαπῶντες αὐτὸν ὡς ἔξοδος ἡλίου ἐν δυνάμει αὐτοῦ. Καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη.


6

ΚΑΙ ἐποίησαν οἱ υἱοὶ ᾿Ισραὴλ τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἔδωκεν αὐτοὺς Κύριος ἐν χειρὶ Μαδιὰμ ἑπτὰ ἔτη. 2 καὶ ἴσχυσε χεὶρ Μαδιὰμ ἐπὶ ᾿Ισραήλ· καὶ ἐποίησαν ἑαυτοῖς οἱ υἱοὶ ᾿Ισραὴλ ἀπὸ προσώπου Μαδιὰμ τὰς τρυμαλιὰς τὰς ἐν τοῖς ὄρεσι καὶ τὰ σπήλαια καὶ τὰ κρεμαστά. 3 καὶ ἐγένετο ἐὰν ἔσπειραν οἱ υἱοὶ ᾿Ισραήλ, καὶ ἀνέβαινον Μαδιὰμ καὶ ᾿Αμαλήκ, καὶ οἱ υἱοὶ ἀνατολῶν συνανέβαινον αὐτοῖς· καὶ παρενέβαλον εἰς αὐτοὺς 4 καὶ κατέφθειραν τοὺς καρποὺς αὐτῶν ἕως ἐλθεῖν εἰς Γάζαν καὶ οὐ κατελείποντο ὑπόστασιν ζωῆς ἐν τῇ γῇ ᾿Ισραὴλ οὐδὲ ἐν τοῖς ποιμνίοις ταῦρον καὶ ὄνον· 5 ὅτι αὐτοὶ καὶ αἱ κτήσεις αὐτῶν ἀνέβαινον καὶ αἱ σκηναὶ αὐτῶν παρεγίνοντο καθὼς ἀκρὶς εἰς πλῆθος, καὶ αὐτοῖς καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός, καὶ ἤρχοντο εἰς τὴν γῆν ᾿Ισραὴλ καὶ διέφθειρον αὐτήν. 6 καὶ ἐπτώχευσεν ᾿Ισραὴλ σφόδρα ἀπὸ προσώπου Μαδιάμ, 7 καὶ ἐβόησαν υἱοὶ ᾿Ισραὴλ πρὸς Κύριον ἀπὸ προσώπου Μαδιάμ. 8 καὶ ἐξαπέστειλε Κύριος ἄνδρα προφήτην πρὸς τοὺς υἱοὺς ᾿Ισραήλ, καὶ εἶπεν αὐτοῖς· τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· ἐγώ εἰμι ὃς ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου καὶ ἐξήγαγον ὑμᾶς ἐξ οἴκου δουλείας ὑμῶν 9 καὶ ἐρρυσάμην ὑμᾶς ἐκ χειρὸς Αἰγύπτου καὶ ἐκ χειρὸς πάντων τῶν θλιβόντων ὑμᾶς καὶ ἐξέβαλον αὐτοὺς ἐκ προσώπου ὑμῶν καὶ ἔδωκα ὑμῖν τὴν γῆν αὐτῶν 10 καὶ εἶπα ὑμῖν· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, οὐ φοβηθήσεσθε τοὺς θεοὺς τοῦ ᾿Αμορραίου, ἐν οἷς ὑμεῖς κάθησθε ἐν τῇ γῇ αὐτῶν· καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου. 11 Καὶ ἦλθεν ἄγγελος Κυρίου καὶ ἐκάθισεν ὑπὸ τὴν τερέμινθον τὴν ἐν ᾿Εφραθὰ τὴν ᾿Ιωὰς πατρὸς τοῦ ᾿Εσδρί, καὶ Γεδεὼν ὁ υἱὸς αὐτοῦ ραβδίζων σῖτον ἐν ληνῷ εἰς ἐκφυγεῖν ἀπὸ προσώπου τοῦ Μαδιάμ. 12 καὶ ὤφθη αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ εἶπε πρὸς αὐτόν· Κύριος μετὰ σοῦ, ἰσχυρὸς τῶν δυνάμεων. 13 καὶ εἶπε πρὸς αὐτὸν Γεδεών· ἐν ἐμοί, Κύριέ μου, καὶ εἰ ἔστι Κύριος μεθ᾿ ἡμῶν, εἰς τί εὗρεν ἡμᾶς τὰ κακὰ ταῦτα; καὶ ποῦ ἐστι πάντα τὰ θαυμάσια αὐτοῦ, ἃ διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν λέγοντες, μὴ οὐχὶ ἐξ Αἰγύπτου ἀνήγαγεν ἡμᾶς Κύριος; καὶ νῦν ἐξέρριψεν ἡμᾶς καὶ ἔδωκεν ἡμᾶς ἐν χειρὶ Μαδιάμ. 14 καὶ ἐπέστρεψε πρὸς αὐτὸν ὁ ἄγγελος Κυρίου καὶ εἶπε· πορεύου ἐν τῇ ἰσχύϊ σου ταύτῃ καὶ σώσεις τὸν ᾿Ισραὴλ ἐκ χειρὸς Μαδιάμ· ἰδοὺ ἐξαπέστειλά σε. 15 καὶ εἶπε πρὸς αὐτὸν Γεδεών· ἐν ἐμοί, Κύριέ μου, ἐν τίνι σώσω τὸν ᾿Ισραήλ; ἰδοὺ ἡ χιλιάς μου ἠσθένησεν ἐν Μανασσῇ, καὶ ἐγώ εἰμι μικρότερος ἐν οἴκῳ τοῦ πατρός μου. 16 καὶ εἶπε πρὸς αὐτὸν ὁ ἄγγελος Κυρίου· Κύριος ἔσται μετὰ σοῦ, καὶ πατάξεις τὴν Μαδιὰμ ὡσεὶ ἄνδρα ἕνα. 17 καὶ εἶπε πρὸς αὐτὸν Γεδεών· εἰ δὴ εὗρον ἔλεος ἐν ὀφθαλμοῖς σου καὶ ποιήσεις μοι σήμερον πᾶν ὅ,τι ἐλάλησας μετ᾿ ἐμοῦ, 18 μὴ χωρισθῇς ἐντεῦθεν ἕως τοῦ ἐλθεῖν με πρός σε, καὶ ἐξοίσω τὴν θυσίαν καὶ θύσω ἐνώπιόν σου. καὶ εἶπεν· ἐγώ εἰμι, καθήσομαι ἕως τοῦ ἐπιστρέψαι σε. 19 καὶ Γεδεὼν εἰσῆλθε καὶ ἐποίησεν ἔριφον αἰγῶν καὶ οἰφὶ ἀλεύρου ἄζυμα καὶ τὰ κρέα ἔθηκεν ἐν τῷ κοφίνῳ καὶ τὸν ζωμὸν ἔβαλεν ἐν τῇ χύτρᾳ καὶ ἐξήνεγκεν αὐτὰ πρὸς αὐτὸν ὑπὸ τὴν τερέμινθον καὶ προσήγγισε. 20 καὶ εἶπε πρὸς αὐτὸν ὁ ἄγγελος τοῦ Θεοῦ· λαβὲ τὰ κρέα καὶ τὰ ἄζυμα καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην καὶ τὸν ζωμὸν ἐχόμενα ἔκχεε· καὶ ἐποίησεν οὕτως. 21 καὶ ἐξέτεινεν ὁ ἄγγελος Κυρίου τὸ ἄκρον τῆς ράβδου τῆς ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἥψατο τῶν κρεῶν καὶ τῶν ἀζύμων, καὶ ἀνέβη πῦρ ἐκ τῆς πέτρας καὶ κατέφαγε τὰ κρέα καὶ τοὺς ἀζύμους· καὶ ὁ ἄγγελος Κυρίου ἐπορεύθη ἀπ᾿ ὀφθαλμῶν αὐτοῦ. 22 καὶ εἶδε Γεδεὼν ὅτι ἄγγελος Κυρίου οὗτός ἐστι, καὶ εἶπε Γεδεών· ἆ ἆ, Κύριέ μου Κύριε, ὅτι εἶδον τὸν ἄγγελον Κυρίου πρόσωπον πρὸς πρόσωπον. 23 καὶ εἶπεν αὐτῷ Κύριος· εἰρήνη σοι, μὴ φοβοῦ, οὐ μὴ ἀποθάνῃς. 24 καὶ ᾠκοδόμησεν ἐκεῖ Γεδεὼν θυσιαστήριον τῷ Κυρίῳ καὶ ἐπεκάλεσεν αὐτῷ Εἰρήνη Κυρίου ἕως τῆς ἡμέρας ταύτης, ἔτι αὐτοῦ ὄντος ἐν ᾿Εφραθὰ πατρὸς τοῦ ᾿Εσδρί. 25 Καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν αὐτῷ Κύριος· λαβὲ τὸν μόσχον τὸν ταῦρον, ὅς ἐστι τῷ πατρί σου, καὶ μόσχον δεύτερον ἑπταετῆ καὶ καθελεῖς τὸ θυσιαστήριον τοῦ Βάαλ ὅ ἐστι τῷ πατρί σου, καὶ τὸ ἄλσος τὸ ἐπ᾿ αὐτὸ ὀλοθρεύσεις. 26 καὶ οἰκοδομήσεις θυσιαστήριον τῷ Κυρίῳ τῷ Θεῷ σου ἐπὶ κορυφὴν τοῦ Μαουὲκ τούτου ἐν τῇ παρατάξει καὶ λήψῃ τὸν μόσχον τὸν δεύτερον καὶ ἀνοίσεις ὁλοκαυτώματα ἐν τοῖς ξύλοις τοῦ ἄλσους, οὗ ἐξολοθρεύσεις. 27 καὶ ἔλαβε Γεδεὼν δέκα ἄνδρας ἀπὸ τῶν δούλων ἑαυτοῦ καὶ ἐποίησεν ὃν τρόπον ἐλάλησε πρὸς αὐτὸν Κύριος· καὶ ἐγενήθη ὡς ἐφοβήθη τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ καὶ τοὺς ἄνδρας τῆς πόλεως τοῦ ποιῆσαι ἡμέρας, καὶ ἐποίησε νυκτός. 28 καὶ ὤρθρισαν οἱ ἄνδρες τῆς πόλεως τὸ πρωΐ, καὶ ἰδοὺ καθῄρητο τὸ θυσιαστήριον τοῦ Βάαλ, καὶ τὸ ἄλσος τὸ ἐπ᾿ αὐτῷ ὠλόθρευτο· καὶ εἶδαν τὸν μόσχον τὸν δεύτερον, ὃν ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον τὸ ᾠκοδομημένον. 29 καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ· τίς ἐποίησε τὸ ρῆμα τοῦτο; καὶ ἐπεζήτησαν καὶ ἠρεύνησαν καὶ ἔγνωσαν ὅτι Γεδεὼν υἱὸς ᾿Ιωὰς ἐποίησε τὸ ρῆμα τοῦτο. 30 καὶ εἶπαν οἱ ἄνδρες τῆς πόλεως πρὸς ᾿Ιωάς· ἐξένεγκε τὸν υἱόν σου καὶ ἀποθανέτω, ὅτι καθεῖλε τὸ θυσιαστήριον τοῦ Βάαλ καὶ ὅτι ὠλόθρευσε τὸ ἄλσος τὸ ἐπ᾿ αὐτῷ. 31 καὶ εἶπε Γεδεὼν υἱὸς ᾿Ιωὰς τοῖς ἀνδράσι πᾶσιν, οἳ ἐπανέστησαν αὐτῷ· μὴ ὑμεῖς νῦν δικάζεσθε ὑπὲρ τοῦ Βάαλ; ἢ ὑμεῖς σώσετε αὐτόν; ὃς ἐὰν δικάσηται αὐτῷ, θανατωθήτω ἕως πρωΐ· εἰ Θεός ἐστι, δικαζέσθω αὐτῷ, ὅτι καθεῖλε τὸ θυσιαστήριον αὐτοῦ. 32 καὶ ἐκάλεσεν αὐτὸ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ῾Ιεροβάαλ λέγων· δικαζέσθω ἐν αὐτῷ ὁ Βάαλ, ὅτι καθῃρέθη τὸ θυσιαστήριον αὐτοῦ. 33 καὶ πᾶσα Μαδιὰμ καὶ ᾿Αμαλὴκ καὶ υἱοὶ ἀνατολῶν συνήχθησαν ἐπὶ τὸ αὐτὸ καὶ παρενέβαλον ἐν τῇ κοιλάδι ᾿Ιεζραέλ. 34 καὶ πνεῦμα Κυρίου ἐνεδυνάμωσε τὸν Γεδεών, καὶ ἐσάλπισεν ἐν κερατίνῃ καὶ ἐφοβήθη ᾿Αβιέζερ ὀπίσω αὐτοῦ. 35 καὶ ἀγγέλους ἀπέστειλεν εἰς πάντα Μανασσῆ καὶ ἐν ᾿Ασὴρ καὶ ἐν Ζαβουλὼν καὶ ἐν Νεφθαλὶ καὶ ἀνέβη εἰς συνάντησιν αὐτῶν. 36 καὶ εἶπε Γεδεὼν πρὸς τὸν Θεόν· εἰ σύ σώζεις ἐν χειρί μου τὸν ᾿Ισραὴλ καθὼς ἐλάλησας, 37 ἰδοὺ ἐγὼ τίθημι τὸν πόκον τοῦ ἐρίου ἐν τῇ ἅλωνι· ἐὰν δρόσος γένηται ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πᾶσαν τὴν γῆν ξηρασία, γνώσομαι ὅτι σώσεις ἐν χειρί μου τὸν ᾿Ισραήλ, καθὼς ἐλάλησας. 38 καὶ ἐγένετο οὕτως· καὶ ὤρθρισε τῇ ἐπαύριον καὶ ἐξεπίασε τὸν πόκον, καὶ ἔσταξε δρόσος ἀπὸ τοῦ πόκου, πλήρης λεκάνη ὕδατος. 39 καὶ εἶπε Γεδεὼν πρὸς τὸν Θεόν· μὴ δὴ ὀργισθήτω ὁ θυμός σου ἐν ἐμοί, καὶ λαλήσω ἔτι ἅπαξ· πειράσω δὴ καί γε ἔτι ἅπαξ ἐν τῷ πόκῳ, καὶ γενέσθω ἡ ξηρασία ἐπὶ τὸν πόκον μόνον, καὶ ἐπὶ πᾶσαν τὴν γῆν γενηθήτω δρόσος. 40 καὶ ἐποίησεν ὁ Θεὸς οὕτως ἐν τῇ νυκτὶ ἐκείνῃ· καὶ ἐγένετο ξηρασία ἐπὶ τὸν πόκον μόνον, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἐγενήθη δρόσος.


7

ΚΑΙ ὤρθρισεν ῾Ιεροβάαλ (αὐτός ἐστι Γεδεὼν) καὶ πᾶς ὁ λαὸς μετ᾿ αὐτοῦ καὶ παρενέβαλον ἐπὶ πηγὴν ᾿Αράδ, καὶ παρεμβολὴ Μαδιὰμ ἦν αὐτῷ ἀπὸ βορρᾶ ἀπὸ Γαβαὰθ ᾿Αμωρὰ ἐν κοιλάδι. 2 καὶ εἶπε Κύριος πρὸς Γεδεών· πολὺς ὁ λαὸς ὁ μετὰ σοῦ, ὥστε μὴ παραδοῦναί με τὴν Μαδιὰμ ἐν χειρὶ αὐτῶν, μή ποτε καυχήσηται ᾿Ισραὴλ ἐπ᾿ ἐμὲ λέγων· ἡ χείρ μου ἔσωσέ με· 3 καὶ νῦν λάλησον δὴ ἐν ὠσὶ τοῦ λαοῦ λέγων· τίς ὁ φοβούμενος καὶ δειλός; ἐπιστρεφέτω καὶ ἐκχωρείτω ἀπὸ ὄρους Γαλαάδ. καὶ ἐπέστρεψεν ἀπὸ τοῦ λαοῦ εἴκοσι καὶ δύο χιλιάδες, καὶ δέκα χιλιάδες ὑπελείφθησαν. 4 καὶ εἶπε Κύριος πρὸς Γεδεών· ἔτι ὁ λαὸς πολύς ἐστι· κατένεγκον αὐτοὺς πρὸς τὸ ὕδωρ, καὶ ἐκκαθαρῶ σοι αὐτὸν ἐκεῖ· καὶ ἔσται ὃν ἐὰν εἴπω πρὸς σέ, οὗτος πορεύσεται σὺν σοί, αὐτὸς πορεύσεται σὺν σοί· καὶ πᾶς, ὃν ἐὰν εἴπω πρός σε· οὗτος οὐ πορεύσεται μετὰ σοῦ, αὐτὸς οὐ πορεύσεται μετὰ σοῦ. 5 καὶ κατήνεγκε τὸν λαὸν πρὸς τὸ ὕδωρ· καὶ εἶπε Κύριος πρὸς Γεδεών· πᾶς, ὃς ἂν λάψῃ τῇ γλώσσῃ αὐτοῦ ἀπὸ τοῦ ὕδατος ὡς ἐὰν λάψῃ ὁ κύων, στήσεις αὐτὸν κατὰ μόνας, καὶ πᾶς, ὃς ἐὰν κλίνῃ ἐπὶ τὰ γόνατα αὐτοῦ πιεῖν. 6 καὶ ἐγένετο ὁ ἀριθμὸς τῶν λαψάντων ἐν χειρὶ αὐτῶν πρὸς τὸ στόμα αὐτῶν τριακόσιοι ἄνδρες, καὶ πᾶν τὸ κατάλοιπον τοῦ λαοῦ ἔκλιναν ἐπὶ τὰ γόνατα αὐτῶν πιεῖν ὕδωρ. 7 καὶ εἶπε Κύριος πρὸς Γεδεών· ἐν τοῖς τριακοσίοις ἀνδράσι τοῖς λάψασι σώσω ὑμᾶς καὶ δώσω τὴν Μαδιὰμ ἐν χειρί σου, καὶ πᾶς ὁ λαὸς πορεύσονται ἀνὴρ εἰς τόν τόπον αὐτοῦ. 8 καὶ ἔλαβον τὸν ἐπισιτισμὸν τοῦ λαοῦ ἐν χειρὶ αὐτῶν καὶ τὰς κερατίνας αὐτῶν, καὶ τὸν πάντα ἄνδρα ᾿Ισραὴλ ἐξαπέστειλεν ἄνδρα εἰς σκηνὴν αὐτοῦ καὶ τοὺς τριακοσίους ἄνδρας κατίσχυσε. καὶ ἡ παρεμβολὴ Μαδιὰμ ἦσαν αὐτοῦ ὑποκάτω ἐν τῇ κοιλάδι. 9 καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπε πρὸς αὐτὸν Κύριος· ἀναστὰς κατάβηθι ἐν τῇ παρεμβολῇ, ὅτι παρέδωκα αὐτὴν ἐν τῇ χειρί σου· 10 καὶ εἰ φοβῇ σὺ καταβῆναι, κατάβηθι σὺ καὶ Φαρὰ τὸ παιδάριόν σου εἰς τὴν παρεμβολὴν 11 καὶ ἀκούσῃ, τί λαλήσουσι· καὶ μετὰ τοῦτο ἰσχύσουσιν αἱ χεῖρές σου, καταβήσῃ ἐν τῇ παρεμβολῇ. καὶ κατέβη αὐτὸς καὶ Φαρὰ τὸ παιδάριον αὐτοῦ πρὸς ἀρχὴν τῶν πεντήκοντα, οἳ ἦσαν ἐν τῇ παρεμβολῇ. 12 καὶ Μαδιὰμ καὶ ᾿Αμαλὴκ καὶ πάντες οἱ υἱοὶ ἀνατολῶν βεβλημένοι ἐν τῇ κοιλάδι ὡσεὶ ἀκρὶς εἰς πλῆθος, καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός, ἀλλ᾿ ἦσαν ὡς ἡ ἄμμος ἡ ἐπὶ χείλους τῆς θαλάσσης εἰς πλῆθος. 13 καὶ ἦλθε Γεδεών, καὶ ἰδοὺ ἀνὴρ ἐξηγούμενος τῷ πλησίον αὐτοῦ ἐνύπνιον καὶ εἶπεν· ἰδοὺ ἐνυπνιασάμην ἐνύπνιον, καὶ ἰδοὺ μαγὶς ἄρτου κριθίνου στρεφομένη ἐν τῇ παρεμβολῇ Μαδιὰμ καὶ ἦλθεν ἕως τῆς σκηνῆς καὶ ἐπάταξεν αὐτήν, καὶ ἔπεσε, καὶ ἀνέστρεψεν αὐτὴν ἄνω, καὶ ἔπεσεν ἡ σκηνή. 14 καὶ ἀπεκρίθη ὁ πλησίον αὐτοῦ καὶ εἶπεν· οὐκ ἔστιν αὕτη εἰ μὴ ρομφαία Γεδεὼν υἱοῦ ᾿Ιωὰς ἀνδρὸς ᾿Ισραήλ· παρέδωκεν ὁ Θεὸς ἐν χειρὶ αὐτοῦ τὴν Μαδιὰμ καὶ πᾶσαν τὴν παρεμβολήν. 15 καὶ ἐγένετο ὡς ἤκουσε Γεδεὼν τὴν ἐξήγησιν τοῦ ἐνυπνίου καὶ τὴν σύγκρισιν αὐτοῦ, καὶ προσεκύνησε Κυρίῳ καὶ ὑπέστρεψεν εἰς τὴν παρεμβολὴν ᾿Ισραὴλ καὶ εἶπεν· ἀνάστητε, ὅτι παρέδωκε Κύριος ἐν χειρὶ ἡμῶν τὴν παρεμβολὴν Μαδιάμ. 16 καὶ διεῖλε τοὺς τριακοσίους ἄνδρας εἰς τρεῖς ἀρχὰς καὶ ἔδωκε κερατίνας ἐν χειρὶ πάντων καὶ ὑδρίας κενὰς καὶ λαμπάδας ἐν ταῖς ὑδρίαις 17 καὶ εἶπε πρὸς αὐτούς· ἀπ᾿ ἐμοῦ ὄψεσθε καὶ οὕτω ποιήσετε· καὶ ἰδοὺ ἐγὼ εἰσπορεύομαι ἐν ἀρχῇ τῆς παρεμβολῆς, καὶ ἔσται καθὼς ἂν ποιήσω, οὕτω ποιήσετε· 18 καὶ σαλπιῶ ἐν τῇ κερατίνῃ ἐγώ, καὶ πάντες μετ᾿ ἐμοῦ σαλπιεῖτε ἐν ταῖς κερατίναις κύκλῳ ὅλης τῆς παρεμβολῆς καὶ ἐρεῖτε· τῷ Κυρίῳ καὶ τῷ Γεδεών. 19 καὶ εἰσῆλθε Γεδεὼν καὶ οἱ ἑκατὸν ἄνδρες οἱ μετ᾿ αὐτοῦ ἐν ἀρχῇ τῆς παρεμβολῆς ἐν ἀρχῇ τῆς φυλακῆς μέσης καὶ ἐγείροντες ἤγειραν τοὺς φυλάσσοντας καὶ ἐσάλπισαν ἐν ταῖς κερατίναις καὶ ἐξετίναξαν τὰς ὑδρίας τὰς ἐν ταῖς χερσὶν αὐτῶν. 20 καὶ ἐσάλπισαν αἱ τρεῖς ἀρχαὶ ἐν ταῖς κερατίναις καὶ συνέτριψαν τὰς ὑδρίας καὶ ἐκράτησαν ἐν χερσὶν ἀριστεραῖς αὐτῶν τὰς λαμπάδας καὶ ἐν χερσὶ δεξιαῖς αὐτῶν τὰς κερατίνας τοῦ σαλπίζειν καὶ ἀνέκραξαν· ρομφαία τῷ Κυρίῳ καὶ τῷ Γεδεών. 21 καὶ ἔστησεν ἀνὴρ ἐφ᾿ ἑαυτῷ κύκλῳ τῆς παρεμβολῆς, καὶ ἔδραμε πᾶσα ἡ παρεμβολὴ καὶ ἐσήμαναν καὶ ἔφυγον. 22 καὶ ἐσάλπισαν ἐν ταῖς τριακοσίαις κερατίναις, καὶ ἔθηκε Κύριος τὴν ρομφαίαν ἀνδρὸς ἐν τῷ πλησίον αὐτοῦ ἐν πάσῃ τῇ παρεμβολῇ, 23 καὶ ἔφυγεν ἡ παρεμβολὴ ἕως Βηθσεεδτὰ Γαραγαθὰ ἕως χείλους ᾿Αβωμεουλὰ ἐπὶ Ταβάθ. καὶ ἐβόησαν ἀνὴρ ᾿Ισραὴλ ἀπὸ Νεφθαλὶ καὶ ἀπὸ ᾿Ασὴρ καὶ ἀπὸ παντὸς Μανασσῆ καὶ ἐδίωξαν ὀπίσω Μαδιάμ. 24 καὶ ἀγγέλους ἐπέστειλε Γεδεὼν ἐν παντὶ ὄρει ᾿Εφραὶμ λέγων· κατάβητε εἰς συνάντησιν Μαδιὰμ καὶ καταλάβετε ἑαυτοῖς τὸ ὕδωρ ἕως Βαιθηρὰ καὶ τὸν ᾿Ιορδάνην· καὶ ἐβόησε πᾶς ἀνὴρ ᾿Εφραὶμ καὶ προκατελάβοντο τὸ ὕδωρ ἕως Βαιθηρὰ καὶ τὸν ᾿Ιορδάνην. 25 καὶ συνελάβοντο τοὺς ἄρχοντας Μαδιὰμ καὶ τὸν ᾿Ωρὴβ καὶ τὸν Ζὴβ καὶ ἀπέκτειναν τὸν ᾿Ωρὴβ ἐν Σοὺρ καὶ τὸν Ζὴβ ἀπέκτειναν ἐν ῾Ιακεφζήφ καὶ κατεδίωξαν Μαδιὰμ· καὶ τὴν κεφαλὴν ᾿Ωρὴβ καὶ Ζὴβ ἤνεγκαν πρὸς Γεδεὼν ἀπὸ πέραν τοῦ ᾿Ιορδάνου.


8

ΚΑΙ εἶπαν πρὸς Γεδεὼν ἀνὴρ ᾿Εφραίμ· τί τὸ ρῆμα τοῦτο ἐποίησας ἡμῖν τοῦ μὴ καλέσαι ἡμᾶς, ὅτε ἐπορεύθης παρατάξασθαι ἐν Μαδιάμ; καὶ διελέξαντο πρὸς αὐτὸν ἰσχυρῶς. 2 καὶ εἶπε πρὸς αὐτούς· τί ἐποίησα νῦν καθὼς ὑμεῖς; ἢ οὐχὶ κρεῖσσον ἐπιφυλλὶς ᾿Εφραὶμ ἢ τρυγητὸς ᾿Αβιέζερ; 3 ἐν χειρὶ ὑμῶν παρέδωκε Κύριος τοὺς ἄρχοντας Μαδιάμ, τὸν ᾿Ωρὴβ καὶ τὸν Ζήβ· καὶ τί ἠδυνήθην ποιῆσαι ὡς ὑμεῖς; τότε ἀνέθη τὸ πνεῦμα αὐτῶν ἀπ᾿ αὐτοῦ ἐν τῷ λαλῆσαι αὐτὸν τὸν λόγον τοῦτον. 4 καὶ ἦλθε Γεδεὼν ἐπὶ τὸν ᾿Ιορδάνην, καὶ διέβη αὐτὸς καὶ οἱ τριακόσιοι ἄνδρες οἱ μετ᾿ αὐτοῦ πεινῶντες καὶ διώκοντες. 5 καὶ εἶπε τοῖς ἀνδράσι Σοκχώθ· δότε δὴ ἄρτους εἰς τροφὴν τῷ λαῷ τούτῳ τῷ ἐν ποσί μου, ὅτι ἐκλείπουσι, καὶ ἰδοὺ ἐγώ εἰμι διώκων ὀπίσω τοῦ Ζεβεὲ καὶ Σελμανὰ βασιλέων Μαδιάμ. 6 καὶ εἶπον οἱ ἄρχοντες Σοκχώθ· μὴ χεὶρ Ζεβεὲ καὶ Σελμανὰ νῦν ἐν χειρί σου; οὐ δώσομεν τῇ δυνάμει σου ἄρτους; 7 καὶ εἶπε Γεδεών· διὰ τοῦτο ἐν τῷ δοῦναι Κύριον τὸν Ζεβεὲ καὶ τὸν Σελμανὰ ἐν χειρί μου, καὶ ἐγὼ ἀλοήσω τὰς σάρκας ὑμῶν ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ἐν ταῖς Βαρκηνίμ. 8 καὶ ἀνέβη ἐκεῖθεν εἰς Φανουὴλ καὶ ἐλάλησε πρὸς αὐτοὺς ὡσαύτως, καὶ ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Φανουὴλ ὃν τρόπον ἀπεκρίθησαν ἄνδρες Σοκχώθ. 9 καὶ εἶπε Γεδεὼν πρὸς ἄνδρας Φανουήλ· ἐν ἐπιστροφῇ μου μετ᾿ εἰρήνης κατασκάψω τὸν πύργον τοῦτον. 10 καὶ Ζεβεὲ καὶ Σελμανὰ ἐν Καρκάρ, καὶ ἡ παρεμβολὴ αὐτῶν μετ᾿ αὐτῶν ὡσεὶ δεκαπέντε χιλιάδες, πάντες οἱ καταλελειμμένοι ἀπὸ πάσης παρεμβολῆς ἀλλοφύλων, καὶ οἱ πεπτωκότες ἑκατὸν εἴκοσι χιλιάδες ἀνδρῶν σπωμένων ρομφαίαν. 11 καὶ ἀνέβη Γεδεὼν ὁδὸν τῶν σκηνούντων ἐν σκηναῖς ἀπὸ ἀνατολῶν τῆς Ναβαὶ καὶ ᾿Ιεγεβάλ· καὶ ἐπάταξε τὴν παρεμβολήν, καὶ ἡ παρεμβολὴ ἦν πεποιθυῖα. 12 καὶ ἔφυγον Ζεβεὲ καὶ Σελμανά, καὶ ἐδίωξαν ὀπίσω αὐτῶν καὶ ἐκράτησε τοὺς δύο βασιλεῖς Μαδιάμ, τὸν Ζεβεὲ καὶ τὸν Σελμανά, καὶ πᾶσαν τὴν παρεμβολὴν ἐξέστησε. 13 καὶ ἐπέστρεψε Γεδεὼν υἱὸς ᾿Ιωὰς ἀπὸ τῆς παρατάξεως ἀπὸ ἐπάνωθεν τῆς παρατάξεως ᾿Αρές. 14 καὶ συνέλαβε παιδάριον ἀπὸ τῶν ἀνδρῶν Σοκχὼθ καὶ ἐπηρώτησεν αὐτόν, καὶ ἔγραψε πρὸς αὐτὸν ὀνόματα τῶν ἀρχόντων Σοκχὼθ καὶ τῶν πρεσβυτέρων αὐτῶν, ἑβδομήκοντα καὶ ἑπτὰ ἄνδρας. 15 καὶ παρεγένετο Γεδεὼν πρὸς τοὺς ἄρχοντας Σοκχὼθ καὶ εἶπεν· ἰδοὺ Ζεβεὲ καὶ Σελμανά, ἐν οἷς ὠνειδίσατέ με λέγοντες· μὴ χεὶρ Ζεβεὲ καὶ Σελμανὰ νῦν ἐν χειρί σου, ὅτι δώσομεν τοῖς ἀνδράσι σου τοῖς ἐκλείπουσιν ἄρτους; 16 καὶ ἔλαβε τοὺς πρεσβυτέρους τῆς πόλεως ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ταῖς Βαρκηνὶμ καὶ ἠλόησεν ἐν αὐτοῖς τοὺς ἄνδρας τῆς πόλεως. 17 καὶ τὸν πύργον Φανουὴλ κατέσκαψε καὶ ἀπέκτεινε τοὺς ἄνδρας τῆς πόλεως. 18 καὶ εἶπε πρὸς Ζεβεὲ καὶ Σελμανά· ποῦ οἱ ἄνδρες, οὓς ἀπεκτείνατε ἐν Θαβώρ; καὶ εἶπαν· ὡς σύ, ὡς αὐτοὶ εἰς ὁμοίωμα υἱοῦ βασιλέως. 19 καὶ εἶπε Γεδεών· ἀδελφοί μου καὶ υἱοὶ τῆς μητρός μου ἦσαν· ζῇ Κύριος, εἰ ἐζωογονήκειτε αὐτούς, οὐκ ἂν ἀπέκτεινα ὑμᾶς. 20 καὶ εἶπεν ᾿Ιεθὲρ τῷ πρωτοτόκῳ αὐτοῦ· ἀναστὰς ἀπόκτεινον αὐτούς· καὶ οὐκ ἔσπασε τὸ παιδάριον τὴν ρομφαίαν αὐτοῦ, ὅτι ἐφοβήθη, ὅτι ἔτι νεώτερος ἦν. 21 καὶ εἶπε Ζεβεὲ καὶ Σελμανά· ἀνάστα σὺ καὶ συνάντησον ἡμῖν, ὅτι ὡς ἀνδρὸς ἡ δύναμίς σου. καὶ ἀνέστη Γεδεὼν καὶ ἀπέκτεινε τὸν Ζεβεὲ καὶ τὸν Σελμανὰ καὶ ἔλαβε τοὺς μηνίσκους τοὺς ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν. 22 Καὶ εἶπον ἀνὴρ ᾿Ισραὴλ πρὸς Γεδεών· κύριε, ἄρξον ἡμῶν καὶ σὺ καὶ ὁ υἱός σου καὶ ὁ υἱὸς τοῦ υἱοῦ σου, ὅτι σὺ ἔσωσας ἡμᾶς ἐκ χειρὸς Μαδιάμ. 23 καὶ εἶπε πρὸς αὐτοὺς Γεδεών· οὐκ ἄρξω ἐγώ, καὶ οὐκ ἄρξει ὁ υἱός μου ἐν ὑμῖν· Κύριος ἄρξει ὑμῶν. 24 καὶ εἶπε πρὸς αὐτοὺς Γεδεών· αἰτήσομαι παρ᾿ ὑμῶν αἴτημα καὶ δότε μοι ἀνὴρ ἐνώτιον ἐκ σκύλων αὐτοῦ· ὅτι ἐνώτια χρυσᾶ αὐτοῖς, ὅτι ἦσαν ᾿Ισμαηλῖται. 25 καὶ εἶπαν· διδόντες δώσομεν· καὶ ἀνέπτυξε τὸ ἱμάτιον αὐτοῦ, καὶ ἔβαλεν ἐκεῖ ἀνὴρ ἐνώτιον σκύλων αὐτοῦ. 26 καὶ ἐγένετο ὁ σταθμὸς τῶν ἐνωτίων τῶν χρυσῶν, ὧν ᾔτησε, χίλιοι καὶ ἑπτακόσιοι χρυσοῖ, πάρεξ τῶν μηνίσκων καὶ τῶν στραγγαλίδων καὶ τῶν ἱματίων καὶ πορφυρίδων τῶν ἐπὶ βασιλεῦσι Μαδιὰμ καὶ ἐκτὸς τῶν περιθεμάτων, ἃ ἦν ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν. 27 καὶ ἐποίησεν αὐτὸ Γεδεὼν εἰς ᾿Εφὼδ καὶ ἔστησεν αὐτὸ ἐν πόλει αὐτοῦ ᾿Εφραθά· καὶ ἐξεπόρνευσε πᾶς ᾿Ισραὴλ ὀπίσω αὐτοῦ ἐκεῖ, καὶ ἐγένετο τῷ Γεδεὼν καὶ τῷ οἴκῳ αὐτοῦ εἰς σκῶλον. 28 καὶ συνεστάλη Μαδιὰμ ἐνώπιον υἱῶν ᾿Ισραὴλ καὶ οὐ προσέθηκαν ἆραι κεφαλὴν αὐτῶν. καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη ἐν ἡμέραις Γεδεών. 29 καὶ ἐπορεύθη ῾Ιεροβάαλ υἱὸς ᾿Ιωὰς καὶ ἐκάθισεν ἐν οἴκῳ αὐτοῦ. 30 καὶ τῷ Γεδεὼν ἦσαν υἱοὶ ἑβδομήκοντα ἐκπορευόμενοι ἐκ μηρῶν αὐτοῦ, ὅτι γυναῖκες πολλαὶ ἦσαν αὐτῷ. 31 καὶ παλλακὴ αὐτοῦ ἦν ἐν Συχέμ· καὶ ἔτεκεν αὐτῷ καί γε αὐτὴ υἱόν, καὶ ἔθηκε τὸ ὄνομα αὐτοῦ ᾿Αβιμέλεχ. 32 καὶ ἀπέθανε Γεδεὼν υἱὸς ᾿Ιωὰς ἐν πόλει αὐτοῦ καὶ ἐτάφη ἐν τῷ τάφῳ ᾿Ιωὰς τοῦ πατρὸς αὐτοῦ ἐν ᾿Εφραθὰ ᾿Αβιεσδρί. 33 Καὶ ἐγενήθη ὡς ἀπέθανε Γεδεών, καὶ ἐπέστρεψαν οἱ υἱοὶ ᾿Ισραὴλ καὶ ἐξεπόρνευσαν ὀπίσω τῶν Βααλὶμ καὶ ἔθηκαν ἑαυτοῖς τῷ Βάαλ διαθήκην τοῦ εἶναι αὐτοῖς αὐτὸν εἰς θεόν. 34 καὶ οὐκ ἐμνήσθησαν οἱ υἱοὶ ᾿Ισραὴλ Κυρίου τοῦ Θεοῦ τοῦ ρυσαμένου αὐτοὺς ἐκ χειρὸς πάντων τῶν θλιβόντων αὐτοὺς κυκλόθεν. 35 καὶ οὐκ ἐποίησαν ἔλεος μετὰ τοῦ οἴκου ῾Ιεροβάαλ (αὐτός ἐστι Γεδεών) κατὰ πάντα τὰ ἀγαθά, ἃ ἐποίησε μετὰ ᾿Ισραήλ.


9

ΚΑΙ ἐπορεύθη ᾿Αβιμέλεχ υἱὸς ῾Ιεροβάαλ εἰς Συχὲμ πρὸς ἀδελφοὺς μητρὸς αὐτοῦ καὶ ἐλάλησε πρὸς αὐτοὺς καὶ πρὸς πᾶσαν συγγένειαν οἴκου πατρὸς μητρὸς αὐτοῦ λέγων· 2 λαλήσατε δὴ ἐν τοῖς ὠσὶ πάντων τῶν ἀνδρῶν Συχέμ· τί τὸ ἀγαθὸν ὑμῖν, κυριεῦσαι ὑμῶν ἑβδομήκοντα ἄνδρας, πάντας υἱοὺς ῾Ιεροβάαλ, ἢ κυριεύειν ὑμῶν ἄνδρα ἕνα; καὶ μνήσθητε ὅτι ὀστοῦν ὑμῶν καὶ σὰρξ ὑμῶν εἰμι. 3 καὶ ἐλάλησαν περὶ αὐτοῦ οἱ ἀδελφοὶ τῆς μητρὸς αὐτοῦ ἐν τοῖς ὠσὶ πάντων τῶν ἀνδρῶν Συχὲμ πάντας τοὺς λόγους τούτους, καὶ ἔκλινεν ἡ καρδία αὐτῶν ὀπίσω ᾿Αβιμέλεχ, ὅτι εἶπαν· ἀδελφὸς ἡμῶν ἐστι. 4 καὶ ἔδωκαν αὐτῷ ἑβδομήκοντα ἀργυρίου ἐξ οἴκου Βααλβερίθ, καὶ ἐμισθώσατο ἑαυτῷ ᾿Αβιμέλεχ ἄνδρας κενοὺς καὶ δειλούς, καὶ ἐπορεύθησαν ὀπίσω αὐτοῦ. 5 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ εἰς ᾿Εφραθὰ καὶ ἀπέκτεινε τοὺς ἀδελφοὺς αὐτοῦ υἱοὺς ῾Ιεροβάαλ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα· καὶ κατελείφθη ᾿Ιωάθαμ υἱὸς ῾Ιεροβάαλ ὁ νεώτερος, ὅτι ἐκρύβη. 6 καὶ συνήχθησαν πάντες ἄνδρες Σικίμων καὶ πᾶς οἶκος Βηθμααλὼν καὶ ἐπορεύθησαν καὶ ἐβασίλευσαν τὸν ᾿Αβιμέλεχ πρὸς τῇ βαλάνῳ τῇ εὑρετῇ τῆς στάσεως τῆς ἐν Σικίμοις. 7 Καὶ ἀνηγγέλη τῷ ᾿Ιωάθαμ, καὶ ἐπορεύθη καὶ ἔστη ἐπὶ κορυφὴν ὄρους Γαριζὶν καὶ ἐπῇρε τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσε καὶ εἶπεν αὐτοῖς· ἀκούσατέ μου, ἄνδρες Σικίμων, καὶ ἀκούσεται ὑμῶν ὁ Θεός. 8 πορευόμενα ἐπορεύθη τὰ ξύλα τοῦ χρῖσαι ἐφ᾿ ἑαυτὰ βασιλέα καὶ εἶπον τῇ ἐλαίᾳ· βασίλευσον ἐφ᾿ ἡμῶν. 9 καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία· μὴ ἀπολείψασα τὴν ποιότητά μου, ἐν ᾗ δοξάσουσι τὸν Θεὸν ἄνδρες, πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων; 10 καὶ εἶπαν τὰ ξύλα τῇ συκῇ· δεῦρο βασίλευσον ἐφ᾿ ἡμῶν. 11 καὶ εἶπεν αὐτοῖς ἡ συκῆ· μὴ ἀπολείψασα ἐγὼ τὴν γλυκύτητά μου καὶ τὰ γενήματά μου τὰ ἀγαθά, πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων; 12 καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ἄμπελον· δεῦρο βασίλευσον ἐφ᾿ ἡμῶν. 13 καὶ εἶπεν αὐτοῖς ἡ ἄμπελος· μὴ ἀπολείψασα τὸν οἶνόν μου τὸν εὐφραίνοντα Θεὸν καὶ ἀνθρώπους, πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων; 14 καὶ εἶπαν πάντα τὰ ξύλα τῇ ράμνῳ· δεῦρο σὺ βασίλευσον ἐφ᾿ ἡμῶν. 15 καὶ εἶπεν ἡ ράμνος πρὸς τὰ ξύλα· εἰ ἐν ἀληθείᾳ χρίετέ με ὑμεῖς τοῦ βασιλεύειν ἐφ᾿ ὑμᾶς, δεῦτε ὑπόστητε ἐν τῇ σκιᾷ μου· καὶ εἰ μή, ἐξέλθοι πῦρ ἀπ᾿ ἐμοῦ καὶ καταφάγοι τὰς κέδρους τοῦ Λιβάνου. 16 καὶ νῦν εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε καὶ ἐβασιλεύσατε τὸν ᾿Αβιμέλεχ, καὶ εἰ ἀγαθωσύνην ἐποιήσατε μετὰ ῾Ιεροβάαλ, καὶ μετὰ τοῦ οἴκου αὐτοῦ, καὶ εἰ ὡς ἀνταπόδοσις χειρὸς αὐτοῦ ἐποιήσατε αὐτῷ, 17 ὡς παρετάξατο ὁ πατήρ μου ὑπὲρ ὑμῶν καὶ ἐξέρριψε τὴν ψυχὴν αὐτοῦ ἐξεναντίας καὶ ἐρρύσατο ὑμᾶς ἐκ χειρὸς Μαδιάμ, 18 καὶ ὑμεῖς ἐπανέστητε ἐπὶ τὸν οἶκον τοῦ πατρός μου σήμερον καὶ ἀπεκτείνατε τοὺς υἱοὺς αὐτοῦ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα, καὶ ἐβασιλεύσατε τὸν ᾿Αβιμέλεχ υἱὸν παιδίσκης αὐτοῦ ἐπὶ τοὺς ἄνδρας Σικίμων, ὅτι ἀδελφὸς ὑμῶν ἐστι, 19 καὶ εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε μετὰ ῾Ιεροβάαλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ, εὐφρανθείη τε ἐν ᾿Αβιμέλεχ, καὶ εὐφρανθείη καί γε αὐτὸς ἐφ᾿ ὑμῖν. 20 εἰ δὲ οὔ, ἐξέλθοι πῦρ ἀπὸ ᾿Αβιμέλεχ καὶ καταφάγοι τοὺς ἄνδρας Σικίμων καὶ τὸν οἶκον Βηθμααλὼν καὶ ἐξέλθοι πῦρ ἀπὸ ἀνδρῶν Σικίμων καὶ ἐκ τοῦ οἴκου Βηθμααλὼν καὶ καταφάγοι τὸν ᾿Αβιμέλεχ. 21 καὶ ἔφυγεν ᾿Ιωάθαμ καὶ ἀπέδρα καὶ ἐπορεύθη ἕως Βαιὴρ καὶ ᾤκησεν ἐκεῖ ἀπὸ προσώπου ᾿Αβιμέλεχ ἀδελφοῦ αὐτοῦ. 22 Καὶ ἦρξεν ᾿Αβιμέλεχ ἐπὶ ᾿Ισραὴλ τρία ἔτη. 23 καὶ ἐξαπέστειλεν ὁ Θεὸς πνεῦμα πονηρὸν ἀνὰ μέσον ᾿Αβιμέλεχ καὶ ἀνὰ μέσον τῶν ἀνδρῶν Σικίμων, καὶ ἠθέτησαν ἄνδρες Σικίμων ἐν τῷ οἴκῳ ᾿Αβιμέλεχ, 24 τοῦ ἐπαγαγεῖν τὴν ἀδικίαν τῶν ἑβδομήκοντα υἱῶν ῾Ιεροβάαλ καὶ τὰ αἵματα αὐτῶν τοῦ θεῖναι ἐπὶ ᾿Αβιμέλεχ τὸν ἀδελφὸν αὐτῶν, ὃς ἀπέκτεινεν αὐτούς, καὶ ἐπὶ ἄνδρας Σικίμων, ὅτι ἐνίσχυσαν τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι τοὺς ἀδελφοὺς αὐτοῦ. 25 καὶ ἔθηκαν αὐτῷ οἱ ἄνδρες Σικίμων ἐνεδρεύοντας ἐπὶ τὰς κεφαλὰς τῶν ὀρέων καὶ διήρπαζον πάντα, ὃς παρεπορεύετο ἐπ᾿ αὐτοὺς ἐν τῇ ὁδῷ· καὶ ἀπηγγέλη τῷ βασιλεῖ ᾿Αβιμέλεχ. 26 καὶ ἦλθε Γαὰλ υἱὸς ᾿Ιωβὴλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ παρῆλθον ἐν Σικίμοις, καὶ ἤλπισαν ἐν αὐτῷ οἱ ἄνδρες Σικίμων. 27 καὶ ἐξῆλθον εἰς ἀγρὸν καὶ ἐτρύγησαν τοὺς ἀμπελῶνας αὐτῶν καὶ ἐπάτησαν καὶ ἐποίησαν ᾿Ελλουλὶμ καὶ εἰσήνεγκαν εἰς οἶκον Θεοῦ αὐτῶν καὶ ἔφαγον καὶ ἔπιον καὶ κατηράσαντο τὸν ᾿Αβιμέλεχ. 28 καὶ εἶπε Γαὰλ υἱὸς ᾿Ιωβήλ· τίς ἐστιν ᾿Αβιμέλεχ καὶ τίς ἐστιν υἱὸς Συχέμ, ὅτι δουλεύσομεν αὐτῷ; οὐχ υἱὸς ῾Ιεροβάαλ, καὶ Ζεβοὺλ ἐπίσκοπος αὐτοῦ δοῦλος αὐτοῦ σὺν τοῖς ἀνδράσιν ᾿Εμμὼρ πατρὸς Συχέμ; καὶ τί ὅτι δουλεύσομεν αὐτῷ ἡμεῖς; 29 καὶ τίς δῴη τὸν λαὸν τοῦτον ἐν χειρί μου; καὶ μεταστήσω τὸν ᾿Αβιμέλεχ καὶ ἐρῶ πρὸς αὐτόν· πλήθυνον τὴν δύναμίν σου καὶ ἔξελθε. 30 καὶ ἤκουσε Ζεβοὺλ ἄρχων τῆς πόλεως τοὺς λόγους Γαὰλ υἱοῦ ᾿Ιωβὴλ καὶ ὠργίσθη θυμῷ αὐτός. 31 καὶ ἀπέστειλεν ἀγγέλους πρὸς ᾿Αβιμέλεχ ἐν κρυφῇ λέγων· ἰδοὺ Γαὰλ υἱὸς ᾿Ιωβὴλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἔρχονται εἰς Συχέμ, καὶ ἰδοὺ αὐτοὶ περικάθηνται τὴν πόλιν ἐπὶ σέ· 32 καὶ νῦν ἀνάστηθι νυκτός, σὺ καὶ ὁ λαὸς ὁ μετὰ σοῦ, καὶ ἐνέδρευσον ἐν τῷ ἀγρῷ, 33 καὶ ἔσται τὸ πρωΐ ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον, ὀρθριεῖς καὶ ἐκτενεῖς ἐπὶ τὴν πόλιν, καὶ ἰδοὺ αὐτὸς καὶ ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ ἐκπορεύονται πρὸς σέ, καὶ ποιήσεις αὐτῷ ὅσα ἂν εὕρῃ ἡ χείρ σου. 34 καὶ ἀνέστη ᾿Αβιμέλεχ καὶ πᾶς ὁ λαὸς μετ᾿ αὐτοῦ νυκτὸς καὶ ἐνήδρευσαν ἐπὶ Συχὲμ τέτρασιν ἀρχαῖς. 35 καὶ ἐξῆλθε Γαὰλ υἱὸς ᾿Ιωβὴλ καὶ ἔστη πρὸς τῇ θύρᾳ τῆς πύλης τῆς πόλεως, καὶ ἀνέστη ᾿Αβιμέλεχ καὶ ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ ἀπὸ τοῦ ἐνέδρου. 36 καὶ εἶδε Γαὰλ υἱὸς ᾿Ιωβὴλ τὸν λαὸν καὶ εἶπε πρὸς Ζεβούλ· ἰδοὺ λαὸς καταβαίνει ἀπὸ τῶν κεφαλῶν τῶν ὀρέων. καὶ εἶπε πρὸς αὐτὸν Ζεβούλ· τὴν σκιὰν τῶν ὀρέων σὺ βλέπεις ὡς ἄνδρας. 37 καὶ προσέθετο ἔτι Γαὰλ τοῦ λαλῆσαι καὶ εἶπεν· ἰδοὺ λαὸς καταβαίνων κατὰ θάλασσαν ἀπὸ τοῦ ἐχόμενα ὀμφαλοῦ τῆς γῆς, καὶ ἀρχὴ ἑτέρα ἔρχεται δι᾿ ὁδοῦ ῾Ηλωνμαωνενίμ. 38 καὶ εἶπε πρὸς αὐτὸν Ζεβούλ· καὶ ποῦ ἐστι τὸ στόμα σου ὡς ἐλάλησας, τίς ἐστιν ᾿Αβιμέλεχ, ὅτι δουλεύσομεν αὐτῷ; μὴ οὐχὶ οὗτος ὁ λαός, ὃν ἐξουδένωσας; ἔξελθε δὴ νῦν καὶ παράταξαι αὐτῷ. 39 καὶ ἐξῆλθε Γαὰλ ἐνώπιον ἀνδρῶν Συχὲμ καὶ παρετάξατο πρὸς ᾿Αβιμέλεχ. 40 καὶ ἐδίωξεν αὐτὸν ᾿Αβιμέλεχ, καὶ ἐφυγεν ἀπὸ προσώπου αὐτοῦ· καὶ ἔπεσον τραυματίαι πολλοὶ ἕως τῆς θύρας τῆς πύλης. 41 καὶ εἰσῆλθεν ᾿Αβιμέλεχ ἐν ᾿Αρημά· καὶ ἐξέβαλε Ζεβοὺλτὸν Γαὰλ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ μὴ οἰκεῖν ἐν Συχέμ. 42 καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ἐξῆλθεν ὁ λαὸς εἰς τὸν ἀγρόν, καὶ ἀνήγγειλε τῷ ᾿Αβιμέλεχ. 43 καὶ ἔλαβε τὸν λαόν, καὶ διεῖλεν αὐτοὺς εἰς τρεῖς ἀρχὰς καὶ ἐνήδρευσεν ἐν ἀγρῷ· καὶ εἶδε καὶ ἰδοὺ λαὸς ἐξῆλθεν ἐκ τῆς πόλεως, καὶ ἀνέστη ἐπ᾿ αὐτοὺς καὶ ἐπάταξεν αὐτούς. 44 καὶ ᾿Αβιμέλεχ καὶ οἱ ἀρχηγοὶ οἱ μετ᾿ αὐτοῦ ἐξέτειναν καὶ ἔστησαν παρὰ τὴν θύραν τῆς πύλης τῆς πόλεως, καὶ αἱ δύο ἀρχαὶ ἐξέτειναν ἐπὶ πάντας τοὺς ἐν τῷ ἀγρῷ καὶ ἐπάταξαν αὐτούς. 45 καὶ ᾿Αβιμέλεχ παρετάσσετο ἐν τῇ πόλει ὅλην τὴν ἡμέραν ἐκείνην καὶ κατελάβετο τὴν πόλιν καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἀπέκτεινε καὶ τὴν πόλιν καθεῖλε καὶ ἔσπειρεν αὐτὴν ἅλας. 46 καὶ ἤκουσαν πάντες οἱ ἄνδρες πύργων Συχὲμ καὶ ἦλθον εἰς συνέλευσιν Βαιθηλβερίθ. 47 καὶ ἀνηγγέλη τῷ ᾿Αβιμέλεχ ὅτι συνήχθησαν πάντες οἱ ἄνδρες πύργων Συχέμ. 48 καὶ ἀνέβη ᾿Αβιμέλεχ εἰς ὄρος ῾Ερμὼν καὶ πᾶς ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ, καὶ ἔλαβεν ᾿Αβιμέλεχ τὰς ἀξίνας ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔκοψε κλάδον ξύλου καὶ ᾖρε καὶ ἔθηκεν ἐπὶ ὤμων αὐτοῦ καὶ εἶπε τῷ λαῷ τῷ μετ᾿ αὐτοῦ· ὃ εἴδετέ με ποιοῦντα, ταχέως ποιήσατε ὡς ἐγώ. 49 καὶ ἔκοψαν καί γε ἀνὴρ κλάδον πᾶς ἀνὴρ καὶ ἐπορεύθησαν ὀπίσω ᾿Αβιμέλεχ καὶ ἐπέθηκαν ἐπὶ τὴν συνέλευσιν καὶ ἐνεπύρισαν ἐπ᾿ αὐτοὺς τὴν συνέλευσιν ἐν πυρί, καὶ ἀπέθανον καί γε πάντες οἱ ἄνδρες πύργου Σικίμων ὡσεὶ χίλιοι ἄνδρες καὶ γυναῖκες. 50 Καὶ ἐπορεύθη ᾿Αβιμέλεχ ἐκ Βαιθηλβερὶθ καὶ παρενέβαλεν ἐν Θήβης καὶ κατέλαβεν αὐτήν. 51 καὶ πύργος ἰσχυρὸς ἦν ἐν μέσῳ τῆς πόλεως, καὶ ἔφυγον ἐκεῖ πάντες οἱ ἄνδρες καὶ αἱ γυναῖκες τῆς πόλεως καὶ ἔκλεισαν ἔξωθεν αὐτῶν καὶ ἀνέβησαν ἐπὶ τὸ δῶμα τοῦ πύργου. 52 καὶ ἦλθεν ᾿Αβιμέλεχ ἕως τοῦ πύργου, καὶ παρετάξαντο αὐτῷ· καὶ ἤγγισεν ᾿Αβιμέλεχ ἕως τῆς θύρας τοῦ πύργου τοῦ ἐμπρῆσαι αὐτὸν ἐν πυρί. 53 καὶ ἔρριψε γυνὴ μία κλάσμα ἐπιμύλιον ἐπὶ κεφαλὴν ᾿Αβιμέλεχ καὶ ἔκλασε τὸ κρανίον αὐτοῦ. 54 καὶ ἐβόησε ταχὺ πρὸς τὸ παιδάριον τὸ αἷρον τὰ σκεύη αὐτοῦ καὶ εἶπεν αὐτῷ· σπάσον τὴν ρομφαίαν μου καὶ θανάτωσόν με, μή ποτε εἴπωσι· γυνὴ ἀπέκτεινεν αὐτόν. καὶ ἐξεκέντησεν αὐτὸν τὸ παιδάριον αὐτοῦ, καὶ ἀπέθανε. 55 καὶ εἶδεν ἀνὴρ ᾿Ισραὴλ ὅτι ἀπέθανεν ᾿Αβιμέλεχ, καὶ ἐπορεύθησαν ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ. 56 καὶ ἐπέστρεψεν ὁ Θεὸς τὴν πονηρίαν ᾿Αβιμέλεχ, ἣν ἐποίησε τῷ πατρὶ αὐτοῦ ἀποκτεῖναι τοὺς ἑβδομήκοντα ἀδελφοὺς αὐτοῦ. 57 καὶ τὴν πᾶσαν πονηρίαν ἀνδρῶν Συχὲμ ἐπέστρεψεν ὁ Θεὸς εἰς κεφαλὴν αὐτῶν, καὶ ἐπῆλθεν ἐπ᾿ αὐτοὺς ἡ κατάρα ᾿Ιωάθαμ υἱοῦ ῾Ιεροβάαλ.


10

ΚΑΙ ἀνέστη μετὰ ᾿Αβιμέλεχ τοῦ σῶσαι τὸν ᾿Ισραὴλ Θωλὰ υἱὸς Φουά, υἱὸς πατραδέλφου αὐτοῦ, ἀνὴρ ᾿Ισσάχαρ, καὶ αὐτὸς ᾤκει ἐν Σαμὶρ ἐν ὄρει ᾿Εφραίμ. 2 καὶ ἔκρινε τὸν ᾿Ισραὴλ εἴκοσι τρία ἔτη καὶ ἀπέθανε καὶ ἐτάθη ἐν Σαμίρ. 3 Καὶ ἀνέστη μετ᾿ αὐτὸν ᾿Ιαΐρ ὁ Γαλαάδ, καὶ ἔκρινε τὸν ᾿Ισραὴλ εἴκοσι δύο ἔτη. 4 καὶ ἦσαν αὐτῷ τριάκοντα καὶ δύο υἱοὶ ἐπιβαίνοντες ἐπὶ τριάκοντα δύο πώλους· καὶ τριάκοντα δύο πόλεις αὐτοῖς, καὶ ἐκάλουν αὐτὰς ἐπαύλεις ᾿Ιαΐρ ἕως τῆς ἡμέρας ταύτης ἐν γῇ Γαλαάδ. 5 καὶ ἀπέθανεν ᾿Ιαΐρ καὶ ἐτάφη ἐν Ραμνών. 6 Καὶ προσέθεντο οἱ υἱοὶ ᾿Ισραὴλ τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου καὶ ἐδούλευσαν τοῖς Βααλὶμ καὶ τοῖς ᾿Ασταρὼθ καὶ τοῖς θεοῖς ᾿Αρὰδ καὶ τοῖς θεοῖς Σιδῶνος καὶ τοῖς θεοῖς Μωὰβ καὶ τοῖς θεοῖς υἱῶν ᾿Αμμὼν καὶ τοῖς θεοῖς Φυλιστιΐμ καὶ ἐγκατέλιπον τὸν Κύριον καὶ οὐκ ἐδούλευσαν αὐτῷ. 7 καὶ ὠργίσθη θυμῷ Κύριος ἐν ᾿Ισραὴλ καὶ ἐπέδοτο αὐτοὺς ἐν χειρὶ Φυλιστιΐμ καὶ ἐν χειρὶ υἱῶν ᾿Αμμών. 8 καὶ ἔθλιψαν καὶ ἔθλασαν τοὺς υἱοὺς ᾿Ισραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ ὀκτωκαίδεκα ἔτη, τοὺς πάντας υἱοὺς ᾿Ισραὴλ τοὺς ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου ἐν γῇ τοῦ ᾿Αμορρὶ τοῦ ἐν Γαλαάδ. 9 καὶ διέβησαν οἱ υἱοὶ ᾿Αμμὼν τὸν ᾿Ιορδάνην παρατάξασθαι πρὸς ᾿Ιούδαν καὶ Βενιαμὶν καὶ πρὸς ᾿Εφραὶμ καὶ ἐθλίβη ᾿Ισραὴλ σφόδρα. 10 καὶ ἐβόησαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς Κύριον λέγοντες· ἡμάρτομέν σοι, ὅτι ἐγκατελίπομεν τὸν Θεὸν καὶ ἐδουλεύσαμεν τῷ Βααλίμ. 11 καὶ εἶπε Κύριος πρὸς τοὺς υἱοὺς ᾿Ισραήλ· μὴ οὐχὶ ἐξ Αἰγύπτου καὶ ἀπὸ τοῦ ᾿Αμορραίου καὶ ἀπὸ υἱῶν ᾿Αμμὼν καὶ ἀπὸ Φυλιστιΐμ 12 καὶ Σιδωνίων καὶ ᾿Αμαλὴκ καὶ Μαδιάμ, οἳ ἔθλιψαν ὑμᾶς, καὶ ἐβοήσατε πρός με, καὶ ἔσωσα ὑμᾶς ἐκ χειρὸς αὐτῶν; 13 καὶ ὑμεῖς ἐγκατελίπετέ με καὶ ἐδουλεύσατε θεοῖς ἑτέροις· διὰ τοῦτο οὐ προσθήσω τοῦ σῶσαι ὑμᾶς. 14 πορεύεσθε καὶ βοήσατε πρὸς τοὺς θεούς, οὓς ἐξελέξασθε ἑαυτοῖς, καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς ἐν καιρῷ θλίψεως ὑμῶν. 15 καὶ εἶπαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς Κύριον· ἡμάρτομεν, ποίησον σὺ ἡμῖν κατὰ πᾶν τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου, πλὴν ἐξελοῦ ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ. 16 καὶ ἐξέκλιναν τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν καὶ ἐδούλευσαν τῷ Κυρίῳ μόνῳ, καὶ ὠλιγώθη ἡ ψυχὴ αὐτοῦ ἐν κόπῳ ᾿Ισραήλ. 17 Καὶ ἀνέβησαν οἱ υἱοὶ ᾿Αμμών, καὶ παρενέβαλον ἐν Γαλαάδ. καὶ συνήχθησαν οἱ υἱοὶ ᾿Ισραὴλ καὶ παρενέβαλον ἐν τῇ σκοπιᾷ. 18 καὶ εἶπον ὁ λαὸς οἱ ἄρχοντες Γαλαάδ, ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ· τίς ὁ ἀνήρ, ὅστις ἂν ἄρξεται παρατάξασθαι πρὸς υἱοὺς ᾿Αμμών; καὶ ἔσται εἰς ἄρχοντα πᾶσι τοῖς κατοικοῦσι Γαλαάδ.
 


Back                                 Homepage                             Next ►►►