The Orthodox Pages

email: pater@christopherklitou.com

Η ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ 

ΤΩΝ ΕΒΔΟΜΗΚΟΝΤΑ

ΙΗΣΟΥΣ ΝΑΥΗ
 

Homepage

 

 Back          THE OLD TESTAMENT (GREEK SEPTUAGINT)                    

JESUS OF NUN - JOSHUA

 

ΚΕΦ. 21-24 

21

ΚΑΙ προσήλθοσαν οἱ ἀρχιπατριῶται τῶν υἱῶν Λευὶ πρὸς ᾿Ελεάζαρ τὸν ἱερέα καὶ ᾿Ιησοῦν τὸν τοῦ Ναυὴ καὶ πρὸς τοὺς ἀρχιφύλους πατριῶν ἐκ τῶν φυλῶν ᾿Ισραὴλ 2 καὶ εἶπον πρὸς αὐτοὺς ἐν Σηλὼ ἐν γῇ Χαναὰν λέγοντες· ἐνετείλατο Κύριος ἐν χειρὶ Μωυσῆ δοῦναι ἡμῖν πόλεις κατοικεῖν καὶ τὰ περισπόρια τοῖς κτήνεσιν ἡμῶν. 3 καὶ ἔδωκαν οἱ υἱοὶ ᾿Ισραὴλ τοῖς λευίταις ἐν τῷ κατακληρονομεῖν διὰ προστάγματος Κυρίου τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν. 4 καὶ ἐξῆλθεν ὁ κλῆρος τῷ δήμῳ Καάθ, καὶ ἐγένετο τοῖς υἱοῖς ᾿Ααρὼν τοῖς ἱερεῦσι τοῖς Λευίταις ἀπὸ φυλῆς ᾿Ιούδα καὶ ἀπὸ φυλῆς Συμεὼν καὶ ἀπὸ φυλῆς Βενιαμὶν κληρωτὶ πόλεις δεκατρεῖς· 5 καὶ τοῖς υἱοῖς Καὰθ καταλελειμμένοις ἐκ τῆς φυλῆς ᾿Εφραὶμ καὶ ἐκ τῆς φυλῆς Δὰν καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ κληρωτὶ πόλεις δέκα· 6 καὶ τοῖς υἱοῖς Γεδσὼν ἀπὸ τῆς φυλῆς ᾿Ισσάχαρ καὶ ἀπὸ τῆς φυλῆς ᾿Ασὴρ καὶ ἀπὸ τῆς φυλῆς Νεφθαλὶ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ ἐν τῇ Βασὰν πόλεις δεκατρεῖς· 7 καὶ τοῖς υἱοῖς Μεραρὶ κατὰ δήμους αὐτῶν ἀπὸ φυλῆς Ρουβὴν καὶ ἀπὸ φυλῆς Γὰδ καὶ ἀπὸ φυλῆς Ζαβουλὼν κληρωτὶ πόλεις δώδεκα. 8 καὶ ἔδωκαν οἱ υἱοὶ ᾿Ισραὴλ τοῖς Λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν, ὃν τρόπον ἐνετείλατο Κύριος τῷ Μωυσῇ, κληρωτί. 9 καὶ ἔδωκεν ἡ φυλὴ υἱῶν ᾿Ιούδα καὶ ἡ φυλὴ υἱῶν Συμεὼν καὶ ἀπὸ τῆς φυλῆς υἱῶν Βενιαμὶν τὰς πόλεις ταύτας, καὶ ἐπεκλήθησαν 10 τοῖς υἱοῖς ᾿Ααρὼν ἀπὸ τοῦ δήμου τοῦ Καὰθ τῶν υἱῶν Λευί, ὅτι τούτοις ἐγενήθη ὁ κλῆρος. 11 καὶ ἔδωκεν αὐτοῖς τὴν Καριαθαρβὸκ μητρόπολιν τῶν ᾿Ενὰκ (αὕτη ἐστὶ Χεβρὼν) ἐν τῷ ὄρει ᾿Ιούδα· τὰ δὲ περισπόρια κύκλῳ αὐτῆς 12 καὶ τοὺς ἀγροὺς τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκεν ᾿Ιησοῦς τοῖς υἱοῖς Χάλεβ υἱοῦ ᾿Ιεφοννὴ ἐν κατασχέσει· 13 καὶ τοῖς υἱοῖς ᾿Ααρὼν ἔδωκε τὴν πόλιν φυγαδευτήριον τῷ φονεύσαντι, τὴν Χεβρὼν καὶ τὰ ἀφωρισμένα τὰ σὺν αὐτῇ καὶ τὴν Λεμνὰ καὶ τὰ ἀφωρισμένα τὰ πρὸς αὐτῇ. 14 καὶ τὴν Αἰλὼμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Τεμὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ 15 καὶ τὴν Γελλὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Δαβὶρ καὶ τὰ ἀφωρισμένα αὐτῇ 16 καὶ ᾿Ασὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Τανὺ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Βαιθσαμὺς καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις ἐννέα παρὰ τῶν δύο φυλῶν τούτων. 17 καὶ παρὰ τῆς φυλῆς Βενιαμὶν τὴν Γαβαὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γαθὲθ καὶ τὰ ἀφωρισμένα αὐτῇ 18 καὶ ᾿Αναθὼθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γάμαλα καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. 19 πᾶσαι αἱ πόλεις υἱῶν ᾿Ααρὼν τῶν ἱερέων δεκατρεῖς. 20 καὶ τοῖς δήμοις υἱοῖς Καὰθ τοῖς Λευίταις τοῖς καταλελειμμένοις ἀπὸ τῶν υἱῶν Καὰθ καὶ ἐγενήθη ἡ πόλις τῶν ἱερέων αὐτῶν ἀπὸ φυλῆς ᾿Εφραίμ, 21 καὶ ἔδωκαν αὐτοῖς τὴν πόλιν τοῦ φυγαδευτηρίου τὴν τοῦ φονεύσαντος, τὴν Συχὲμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Γάζαρα καὶ τὰ πρὸς αὐτὴν καὶ τὰ ἀφωρισμένα αὐτῇ 22 καὶ Βαιθωρὼν καὶ τὰ ἀφωρισμένα τὰ αὐτῇ, πόλεις τέσσαρες. 23 καὶ ἐκ τῆς φυλῆς Δὰν τὴν ᾿Ελκωθαὶμ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Γεθεδὰν καὶ τὰ ἀφωρισμένα αὐτῇ 24 καὶ Αἰλὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Γεθερεμμὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. 25 καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ τὴν Τανὰχ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν ᾿Ιεβαθὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις δύο. 26 πᾶσαι πόλεις δέκα καὶ τὰ ἀφωρισμένα αὐτῇ τὰ πρὸς αὐταῖς τοῖς δήμοις υἱῶν Καὰθ τοῖς ὑπολελειμμένοις. 27 καὶ τοῖς υἱοῖς Γεδσὼν τοῖς Λευίταις ἐκ τοῦ ἡμίσους φυλῆς Μανασσῆ τὰς πόλεις τὰς ἀφωρισμένας τοῖς φονεύσασι, τὴν Γαυλὼν ἐν τῇ Βασανίτιδι καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Βοσορὰν καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις δύο. 28 καὶ ἐκ τῆς φυλῆς ᾿Ισσάχαρ τὴν Κισὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Δεββὰ καὶ τὰ ἀφωρισμένα αὐτῇ 29 καὶ τὴν Ρεμμὰθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Πηγὴν γραμμάτων καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. 30 καὶ ἐκ τῆς φυλῆς ᾿Ασὴρ τὴν Βασελλὰν καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Δαββὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ 31 καὶ Χελκὰτ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν Ραὰβ καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τέσσαρες. 32 καὶ ἐκ τῆς φυλῆς Νεφθαλὶ τὴν πόλιν τὴν ἀφωρισμένην τῷ φονεύσαντι, τὴν Κάδης ἐν τῇ Γαλιλαίᾳ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ τὴν ᾿Εμμὰθ καὶ τὰ ἀφωρισμένα αὐτῇ καὶ Θεμμὼν καὶ τὰ ἀφωρισμένα αὐτῇ, πόλεις τρεῖς. 33 πᾶσαι αἱ πόλεις τοῦ Γεδσὼν κατὰ δήμους αὐτῶν πόλεις δεκατρεῖς. 34 καὶ τῷ δήμῳ υἱῶν Μεραρὶ τοῖς Λευίταις τοῖς λοιποῖς ἐκ τῆς φυλῆς Ζαβουλὼν τὴν Μαὰν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Κάδης καὶ τὰ περισπόρια αὐτῆς 35 καὶ Σελλὰ καὶ τὰ περισπόρια αὐτῆς, πόλεις τρεῖς. 36 καὶ πέραν τοῦ ᾿Ιορδάνου τοῦ κατὰ ῾Ιεριχὼ ἐκ τῆς φυλῆς Ρουβήν, τὴν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος, τὴν Βοσὸρ ἐν τῇ ἐρήμῳ τῇ Μισὼρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Ιαζὴρ καὶ τὰ περισπόρια αὐτῆς 37 καὶ τὴν Δεκμὼν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μαφὰ καὶ τὰ περισπόρια αὐτῆς, πόλεις τέσσαρες. 38 καὶ ἀπὸ φυλῆς Γὰδ τὴν πόλιν τὸ φυγαδευτήριον τοῦ φονεύσαντος, τὴν Ραμὼθ ἐν τῇ Γαλαὰδ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Καμὶν καὶ τὰ περισπόρια αὐτῆς 39 καὶ τὴν ᾿Εσεβὼν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν ᾿Ιαζὴρ καὶ τὰ περισπόρια αὐτῆς, πᾶσαι αἱ πόλεις τέσσαρες. 40 πᾶσαι αἱ πόλεις τοῖς υἱοῖς Μεραρὶ κατὰ δήμους αὐτῶν τῶν καταλελειμμένων ἀπὸ τῆς φυλῆς τῆς Λευί· καὶ ἐγενήθη τὰ ὅρια πόλεις δεκαδύο. 41 πᾶσαι αἱ πόλεις τῶν Λευιτῶν ἐν μέσῳ κατασχέσεως υἱῶν ᾿Ισραὴλ τεσσαράκοντα ὀκτὼ πόλεις καὶ τὰ περισπόρια αὐτῶν κύκλῳ τῶν πόλεων τούτων, 42 πόλις καὶ τὰ περισπόρια κύκλῳ τῆς πόλεως πάσαις ταῖς πόλεσι ταύταις. 42α Καὶ συνετέλεσεν ᾿Ιησοῦς διαμερίσας τὴν γῆν ἐν τοῖς ὁρίοις αὐτῶν. 42β καὶ ἔδωκαν οἱ υἱοὶ ᾿Ισραὴλ μερίδα τῷ ᾿Ιησοῖ κατὰ πρόσταγμα Κυρίου· ἔδωκαν αὐτῷ τὴν πόλιν, ἣν ᾐτήσατο· τὴν Θαμνασαρὰχ ἔδωκαν αὐτῷ ἐν τῷ ὄρει ᾿Εφραίμ. 42γ καὶ ᾠκοδόμησεν ᾿Ιησοῦς τὴν πόλιν καὶ ᾤκησεν ἐν αὐτῇ. 42δ καὶ ἔλαβεν ᾿Ιησοῦς τὰς μαχαίρας τὰς πετρίνας, ἐν αἷς περιέτεμε τοὺς υἱοὺς ᾿Ισραὴλ τοὺς γενομένους ἐν τῇ ὁδῷ ἐν τῇ ἐρήμῳ, καὶ ἔθηκεν αὐτὰς ἐν Θαμνασαράχ. 43 Καὶ ἔδωκε Κύριος τῷ ᾿Ισραὴλ πᾶσαν τὴν γῆν, ἣν ὤμοσε δοῦναι τοῖς πατράσιν αὐτῶν, καὶ κατεκληρονόμησαν αὐτὴν καὶ κατῴκησαν ἐν αὐτῇ. 44 καὶ κατέπαυσεν αὐτοὺς Κύριος κυκλόθεν, καθὰ ὤμοσε τοῖς πατράσιν αὐτῶν· οὐκ ἀντέστη οὐθεὶς κατενώπιον αὐτῶν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῶν· πάντας τοὺς ἐχθροὺς αὐτῶν παρέδωκε Κύριος εἰς τὰς χεῖρας αὐτῶν. 45 οὐ διέπεσεν ἀπὸ πάντων τῶν ρημάτων τῶν καλῶν, ὧν ἐλάλησε Κύριος τοῖς υἱοῖς ᾿Ισραήλ· πάντα παρεγένετο.


22

ΤΟΤΕ συνεκάλεσεν ᾿Ιησοῦς τοὺς υἱοὺς Ρουβὴν καὶ τοὺς υἱοὺς Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ 2 καὶ εἶπεν αὐτοῖς· ὑμεῖς ἀκηκόατε πάντα, ὅσα ἐνετείλατο ὑμῖν Μωυσῆς ὁ παῖς Κυρίου, καὶ ὑπηκούσατε τῆς φωνῆς μου κατὰ πάντα ὅσα ἐνετειλάμην ὑμῖν. 3 οὐκ ἐγκαταλελοίπατε τοὺς ἀδελφοὺς ὑμῶν ταύτας τὰς ἡμέρας καὶ πλείους ἕως τῆς σήμερον ἡμέρας· ἐφυλάξασθε τὴν ἐντολὴν Κυρίου τοῦ Θεοῦ ὑμῶν. 4 νῦν δὲ κατέπαυσε Κύριος ὁ Θεὸς ἡμῶν τοὺς ἀδελφοὺς ἡμῶν, ὃν τρόπον εἶπεν αὐτοῖς· νῦν οὖν ἀποστραφέντες ἀπέλθατε εἰς τοὺς οἴκους ὑμῶν καὶ εἰς τὴν γῆν τῆς κατασχέσεως ὑμῶν, ἣν ἔδωκεν ὑμῖν Μωυσῆς ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου. 5 ἀλλὰ φυλάξασθε σφόδρα ποιεῖν τὰς ἐντολὰς καὶ τὸν νόμον, ὃν ἐνετείλατο ἡμῖν ποιεῖν Μωυσῆς ὁ παῖς Κυρίου, ἀγαπᾶν Κύριον τὸν Θεὸν ἡμῶν, πορεύεσθαι πάσαις ταῖς ὁδοῖς αὐτοῦ, φυλάξασθαι τὰς ἐντολὰς αὐτοῦ καὶ προσκεῖσθαι αὐτῷ καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς διανοίας ὑμῶν καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν. 6 καὶ εὐλόγησεν αὐτοὺς ᾿Ιησοῦς καὶ ἐξαπέστειλεν αὐτούς, καὶ ἐπορεύθησαν εἰς τοὺς οἴκους αὐτῶν. 7 καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ ἔδωκε Μωυσῆς ἐν τῇ Βασανίτιδι, καὶ τῷ ἡμίσει ἔδωκεν ᾿Ιησοῦς μετὰ τῶν ἀδελφῶν αὐτοῦ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου παρὰ τὴν θάλασσαν. καὶ ἡνίκα ἐξαπέστειλεν αὐτοὺς ᾿Ιησοῦς εἰς τοὺς οἴκους αὐτῶν καὶ εὐλόγησεν αὐτούς, 8 καὶ ἐν χρήμασι πολλοῖς ἀπήλθοσαν εἰς τοὺς οἴκους αὐτῶν, καὶ κτήνη πολλὰ σφόδρα καὶ ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ ἱματισμὸν πολὺν διείλαντο τὴν προνομὴν τῶν ἐχθρῶν μετὰ τῶν ἀδελφῶν αὐτῶν. 9 Καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἀπὸ τῶν υἱῶν ᾿Ισραὴλ ἐκ Σηλὼ ἐν γῇ Χαναὰν ἀπελθεῖν εἰς τὴν Γαλαὰδ εἰς γῆν κατασχέσεως αὐτῶν, ἣν ἐκληρονόμησαν αὐτὴν διὰ προστάγματος Κυρίου ἐν χειρὶ Μωυσῆ. 10 καὶ ἦλθον εἰς Γάλγαλα τοῦ ᾿Ιορδάνου, ἥ ἐστιν ἐν γῇ Χαναάν, καὶ ᾠκοδόμησαν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἐκεῖ βωμὸν ἐπὶ τοῦ ᾿Ιορδάνου, βωμὸν μέγαν τοῦ ἰδεῖν. 11 καὶ ἤκουσαν οἱ υἱοὶ ᾿Ισραὴλ λεγόντων· ἰδοὺ ᾠκοδομήκασιν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ βωμὸν ἐφ' ὁρίων γῆς Χαναὰν ἐπὶ τοῦ Γαλαὰδ τοῦ ᾿Ιορδάνου ἐν τῷ πέραν υἱῶν ᾿Ισραήλ. 12 καὶ συνηθροίσθησαν πάντες οἱ υἱοὶ ᾿Ισραὴλ εἰς Σηλώ, ὥστε ἀναβάντες ἐκπολεμῆσαι αὐτούς. 13 καὶ ἀπέστειλαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς τοὺς υἱοὺς Ρουβὴν καὶ πρὸς τοὺς υἱοὺς Γὰδ καὶ πρὸς τοὺς υἱοὺς ἥμισυ φυλῆς Μανασσῆ εἰς γῆν Γαλαὰδ τόν τε Φινεὲς υἱὸν ᾿Ελεάζαρ υἱοῦ ᾿Ααρὼν τοῦ ἀρχιερέως 14 καὶ δέκα τῶν ἀρχόντων μετ' αὐτοῦ, ἄρχων εἷς ἀπὸ οἴκου πατριᾶς ἀπὸ πασῶν φυλῶν ᾿Ισραήλ· ἄρχοντες οἴκων πατριῶν εἰσι, χιλίαρχοι ᾿Ισραήλ. 15 καὶ παρεγένοντο πρὸς τοὺς υἱοὺς Ρουβὴν καὶ πρὸς τοὺς υἱοὺς Γὰδ καὶ πρὸς τοὺς ἡμίσεις φυλῆς Μανασσῆ εἰς γῆν Γαλαὰδ καὶ ἐλάλησαν πρὸς αὐτοὺς λέγοντες· 16 τάδε λέγει πᾶσα ἡ συναγωγὴ Κυρίου· τίς ἡ πλημμέλεια αὕτη, ἣν ἐπλημμελήσατε ἐναντίον τοῦ Θεοῦ ᾿Ισραήλ, ἀποστραφῆναι σήμερον ἀπὸ Κυρίου οἰκοδομήσαντες ὑμῖν ἑαυτοῖς βωμόν, ἀποστάτας ὑμᾶς γενέσθαι ἀπὸ τοῦ Κυρίου; 17 μὴ μικρὸν ὑμῖν τὸ ἁμάρτημα Φογώρ; ὅτι οὐκ ἐκαθαρίσθημεν ἀπ' αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης καὶ ἐγενήθη πληγὴ ἐν τῇ συναγωγῇ Κυρίου. 18 καὶ ὑμεῖς ἀπεστράφητε σήμερον ἀπὸ Κυρίου; καὶ ἔσται ἐὰν ἀποστῆτε σήμερον ἀπὸ Κυρίου, καὶ αὔριον ἐπὶ πάντα ᾿Ισραὴλ ἔσται ἡ ὀργή. 19 καὶ νῦν εἰ μικρὰ ἡ γῆ ὑμῶν τῆς κατασχέσεως ὑμῶν, διάβητε εἰς τὴν γῆν τῆς Κυρίου κατασχέσεως, οὗ κατασκηνοῖ ἐκεῖ ἡ σκηνὴ Κυρίου, καὶ κατακληρονομήσατε ἐν ἡμῖν· καὶ μὴ ἀπὸ Θεοῦ ἀποστάται γενήθητε καὶ ὑμεῖς μηδ' ἀπόστητε ἀπὸ Κυρίου διὰ τὸ οἰκοδομῆσαι ὑμᾶς βωμὸν ἔξω τοῦ θυσιαστηρίου Κυρίου τοῦ Θεοῦ ἡμῶν. 20 οὐκ ἰδοὺ ῎Αχαρ ὁ τοῦ Ζαρᾶ πλημμελείᾳ ἐπλημμέλησεν ἀπὸ τοῦ ἀναθέματος καὶ ἐπὶ πᾶσαν συναγωγὴν ᾿Ισραὴλ ἐγενήθη ὀργή; καὶ οὗτος εἷς αὐτὸς ἀπέθανε τῇ ἑαυτοῦ ἁμαρτίᾳ. 21 Καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ καὶ ἐλάλησαν τοῖς χιλιάρχοις ᾿Ισραὴλ λέγοντες· 22 ὁ Θεὸς Θεὸς Κύριός ἐστι, καὶ ὁ Θεὸς Θεὸς αὐτὸς οἶδε, καὶ ᾿Ισραὴλ αὐτὸς γνώσεται· εἰ ἐν ἀποστασίᾳ ἐπλημμελήσαμεν ἔναντι τοῦ Κυρίου, μὴ ρύσαιτο ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ· 23 καὶ εἰ ᾠκοδομήσαμεν ἑαυτοῖς βωμὸν ὥστε ἀποστῆναι ἀπὸ Κυρίου τοῦ Θεοῦ ἡμῶν, ὥστε ἀναβιβάσαι ἐπ' αὐτὸν θυσίαν ὁλοκαυτωμάτων ἢ ὥστε ποιῆσαι ἐπ' αὐτοῦ θυσίαν σωτηρίου, Κύριος ἐκζητήσει. 24 ἀλλ' ἕνεκεν εὐλαβείας ρήματος ἐποιήσαμεν τοῦτο λέγοντες· ἵνα μὴ εἴπωσιν αὔριον τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν, τί ὑμῖν καὶ Κυρίῳ τῷ Θεῷ ᾿Ισραήλ; 25 καὶ ὅρια ἔθηκε Κύριος ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν τὸν ᾿Ιορδάνην, καὶ οὐκ ἔστιν ὑμῖν μερὶς Κυρίου. καὶ ἀπαλλοτριώσουσιν οἱ υἱοὶ ὑμῶν τοὺς υἱοὺς ἡμῶν, ἵνα μὴ σέβωνται Κύριον. 26 καὶ εἴπαμεν ποιῆσαι οὕτω, τοῦ οἰκοδομῆσαι τὸν βωμὸν τοῦτον οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν, 27 ἀλλ' ἵνα ᾖ τοῦτο μαρτύριον ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν καὶ ἀνὰ μέσον τῶν γενεῶν ἡμῶν μεθ' ἡμᾶς, τοῦ λατρεύειν λατρείαν Κυρίου ἐναντίον αὐτοῦ, ἐν τοῖς καρπώμασιν ἡμῶν καὶ ἐν ταῖς θυσίαις ἡμῶν καὶ ἐν ταῖς θυσίαις τῶν σωτηρίων ἡμῶν· καὶ οὐκ ἐροῦσι τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν αὔριον· οὐκ ἔστιν ὑμῖν μερὶς Κυρίου. 28 καὶ εἴπομεν· ἐὰν γένηταί ποτε καὶ λαλήσωσι πρὸς ἡμᾶς καὶ ταῖς γενεαῖς ἡμῶν αὔριον, καὶ ἐροῦσιν· ἴδετε ὁμοίωμα τοῦ θυσιαστηρίου Κυρίου, ὃ ἐποίησαν οἱ πατέρες ἡμῶν οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν, ἀλλὰ μαρτύριόν ἐστιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον τῶν υἱῶν ἡμῶν. 29 μὴ γένοιτο οὖν ἡμᾶς ἀποστραφῆναι ἀπὸ Κυρίου ἐν τῇ σήμερον ἡμέρᾳ ἀποστῆναι ἀπὸ Κυρίου, ὥστε οἰκοδομῆσαι ἡμᾶς θυσιαστήριον τοῖς καρπώμασι καὶ ταῖς θυσίαις Σαλαμὶν καὶ τῇ θυσίᾳ τοῦ σωτηρίου, πλὴν τοῦ θυσιαστηρίου Κυρίου, ὅ ἐστιν ἐναντίον τῆς σκηνῆς αὐτοῦ. 30 Καὶ ἀκούσας Φινεὲς ὁ ἱερεὺς καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς ᾿Ισραήλ, οἳ ἦσαν μετ' αὐτοῦ, τοὺς λόγους, οὓς ἐλάλησαν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ, καὶ ἤρεσεν αὐτοῖς. 31 καὶ εἶπε Φινεὲς ὁ ἱερεὺς τοῖς υἱοῖς Ρουβὴν καὶ τοῖς υἱοῖς Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ· σήμερον ἐγνώκαμεν ὅτι μεθ' ἡμῶν Κύριος, διότι οὐκ ἐπλημμελήσατε ἐναντίον Κυρίου πλημμέλειαν καὶ ὅτι ἐρρύσασθε τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ χειρὸς Κυρίου. 32 καὶ ἀπέστρεψε Φινεὲς ὁ ἱερεὺς καὶ οἱ ἄρχοντες ἀπὸ τῶν υἱῶν Ρουβὴν καὶ ἀπὸ τῶν υἱῶν Γὰδ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ ἐκ τῆς Γαλαὰδ εἰς γῆν Χαναὰν πρὸς τοὺς υἱοὺς ᾿Ισραὴλ καὶ ἀπεκρίθησαν αὐτοῖς τοὺς λόγους, 33 καὶ ἤρεσε τοῖς υἱοῖς ᾿Ισραήλ. καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς ᾿Ισραήλ, καὶ εὐλόγησαν τὸν Θεὸν υἱῶν ᾿Ισραὴλ καὶ εἶπαν μηκέτι ἀναβῆναι πρὸς αὐτοὺς εἰς πόλεμον ἐξολοθρεῦσαι τὴν γῆν τῶν υἱῶν Ρουβὴν καὶ τῶν υἱῶν Γὰδ καὶ τοῦ ἡμίσους φυλῆς Μανασσῆ. καὶ κατῴκησαν ἐπ' αὐτῆς. 34 καὶ ἐπωνόμασεν ᾿Ιησοῦς τὸν βωμὸν τῶν Ρουβὴν καὶ τῶν Γὰδ καὶ τοῦ ἡμίσους φυλῆς Μανασσῆ καὶ εἶπεν ὅτι μαρτύριόν ἐστιν ἀνὰ μέσον αὐτῶν, ὅτι Κύριος ὁ Θεὸς αὐτῶν ἐστι.


23

ΚΑΙ ἐγένετο μεθ' ἡμέρας πλείους μετὰ τὸ καταπαῦσαι Κύριον τὸν ᾿Ισραὴλ ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ κυκλόθεν, καὶ ᾿Ιησοῦς πρεσβύτερος προβεβηκὼς ταῖς ἡμέραις, 2 καὶ συνεκάλεσεν ᾿Ιησοῦς πάντας τοὺς υἱοὺς ᾿Ισραὴλ καὶ τὴν γερουσίαν αὐτῶν καὶ τοὺς ἄρχοντας αὐτῶν καὶ τοὺς δικαστὰς αὐτῶν καὶ τοὺς γραμματεῖς αὐτῶν καὶ εἶπε πρὸς αὐτούς· ἐγὼ γεγήρακα καὶ προβέβηκα ταῖς ἡμέραις. 3 ὑμεῖς δὲ ἑωράκατε ὅσα ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν πᾶσι τοῖς ἔθνεσι τούτοις ἀπὸ προσώπου ἡμῶν, ὅτι Κύριος ὁ Θεὸς ὑμῶν ὁ ἐκπολεμήσας ὑμῖν. 4 ἴδετε ὅτι ἐπέρριφα ὑμῖν τὰ ἔθνη τὰ καταλελειμμένα ὑμῖν ταῦτα ἐν τοῖς κλήροις εἰς τὰς φυλὰς ὑμῶν· ἀπὸ τοῦ ᾿Ιορδάνου πάντα τά ἔθνη, ἃ ἐξωλόθρευσα, καὶ ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης ὁριεῖ ἐπὶ δυσμὰς ἡλίου. 5 Κύριος δὲ ὁ Θεὸς ἡμῶν οὗτος ἐξολοθρεύσει αὐτοὺς ἀπὸ προσώπου ἡμῶν, ἕως ἂν ἀπόλωνται, καὶ ἀποστελεῖ αὐτοῖς τὰ θηρία τὰ ἄγρια, ἕως ἂν ἐξολοθρεύσῃ αὐτοὺς καὶ τοὺς βασιλεῖς αὐτῶν ἀπὸ προσώπου ὑμῶν, καὶ κατακληρονομήσετε τὴν γῆν αὐτῶν, καθὰ ἐλάλησε Κύριος ὁ Θεὸς ἡμῶν ὑμῖν. 6 κατισχύσατε οὖν σφόδρα φυλάσσειν καὶ ποιεῖν πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τοῦ νόμου Μωυσῆ, ἵνα μὴ ἐκκλίνητε εἰς δεξιὰ ἢ εὐώνυμα, 7 ὅπως μὴ εἰσέλθητε εἰς τὰ ἔθνη τὰ καταλελειμμένα ταῦτα, καὶ τὰ ὀνόματα τῶν θεῶν αὐτῶν οὐκ ὀνομασθήσεται ἐν ὑμῖν, οὐδὲ μὴ λατρεύσητε οὐδὲ μὴ προσκυνήσητε αὐτοῖς, 8 ἀλλὰ Κυρίῳ τῷ Θεῷ ὑμῶν προσκολληθήσεσθε, καθάπερ ἐποιήσατε ἕως τῆς ἡμέρας ταύτης. 9 καὶ ἐξολοθρεύσει αὐτοὺς Κύριος ἀπὸ προσώπου ὑμῶν ἔθνη μεγάλα καὶ ἰσχυρά, καὶ οὐδεὶς ἀντέστη κατενώπιον ἡμῶν ἕως τῆς ἡμέρας ταύτης. 10 εἷς ὑμῶν ἐδίωξε χιλίους, ὅτι Κύριος ὁ Θεὸς ἡμῶν οὗτος ἐξεπολέμει ὑμῖν, καθάπερ εἶπεν ἡμῖν. 11 καὶ φυλάξασθε σφόδρα τοῦ ἀγαπᾶν Κύριον τὸν Θεὸν ἡμῶν. 12 ἐὰν γὰρ ἀποστραφῆτε καὶ προσθῆσθε τοῖς ὑπολειφθεῖσιν ἔθνεσι τούτοις τοῖς μεθ' ὑμῶν καὶ ἐπιγαμίας ποιήσητε πρὸς αὐτοὺς καὶ συγκαταμιγῆτε αὐτοῖς καὶ αὐτοὶ ὑμῖν, 13 γινώσκετε ὅτι οὐ μὴ προσθῇ Κύριος τοῦ ἐξολοθρεῦσαι τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου ὑμῶν, καὶ ἔσονται ὑμῖν εἰς παγίδας καὶ εἰς σκάνδαλα καὶ εἰς ἥλους ἐν ταῖς πτέρναις ὑμῶν καὶ εἰς βολίδας ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν, ἕως ἂν ἀπόλησθε ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ταύτης, ἣν ἔδωκεν ὑμῖν Κύριος ὁ Θεὸς ὑμῶν. 14 ἐγὼ δὲ ἀποτρέχω τὴν ὁδόν, καθὰ καὶ πάντες οἱ ἐπὶ τῆς γῆς, καὶ γνώσεσθε τῇ καρδίᾳ ὑμῶν καὶ τῇ ψυχῇ ὑμῶν, διότι οὐκ ἔπεσεν εἷς λόγος ἀπὸ πάντων τῶν λόγων, ὧν εἶπε Κύριος ὁ Θεὸς ἡμῶν πρὸς πάντα τὰ ἀνήκοντα ἡμῖν, οὐ διεφώνησεν ἐξ αὐτῶν. 15 καὶ ἔσται ὃν τρόπον ἥκει πρὸς ἡμᾶς πάντα τὰ ρήματα τὰ καλά, ἃ ἐλάλησε Κύριος ἐφ' ὑμᾶς, οὕτως ἐπάξει Κύριος ὁ Θεὸς ἐφ' ὑμᾶς πάντα τὰ ρήματα τὰ πονηρὰ ἕως ἂν ἐξολοθρεύσῃ ὑμᾶς ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ταύτης, ἧς ἔδωκε Κύριος ὑμῖν, 16 ἐν τῷ παραβῆναι ὑμᾶς τὴν διαθήκην Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἣν ἐνετείλατο ἡμῖν, καὶ πορευθέντες λατρεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς.


24

ΚΑΙ συνήγαγεν ᾿Ιησοῦς πάσας φυλὰς ᾿Ισραὴλ εἰς Σηλὼ καὶ συνεκάλεσε τοὺς πρεσβυτέρους αὐτῶν καὶ τοὺς γραμματεῖς αὐτῶν καὶ τοὺς δικαστὰς αὐτῶν καὶ ἔστησεν αὐτοὺς ἀπέναντι τοῦ Θεοῦ. 2 καὶ εἶπεν ᾿Ιησοῦς πρὸς πάντα τὸν λαόν· τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· πέραν τοῦ ποταμοῦ παρῴκησαν οἱ πατέρες ὑμῶν τὸ ἀπ' ἀρχῆς, Θάρα ὁ πατὴρ ῾Αβραὰμ καὶ ὁ πατὴρ Ναχώρ, καὶ ἐλάτρευσαν θεοῖς ἑτέροις. 3 καὶ ἔλαβον τὸν πατέρα ὑμῶν τὸν ῾Αβραὰμ ἐκ τοῦ πέραν τοῦ ποταμοῦ καὶ ὡδήγησα αὐτὸν ἐν πάσῃ τῇ γῇ καὶ ἐπλήθυνα αὐτοῦ σπέρμα 4 καὶ ἔδωκα αὐτῷ τὸν ᾿Ισαάκ, καὶ τῷ ᾿Ισαὰκ τὸν ᾿Ιακὼβ καὶ τὸν ῾Ησαῦ· καὶ ἔδωκα τῷ ῾Ησαῦ τὸ ὄρος τὸ Σηεὶρ κληρονομῆσαι αὐτῷ, καὶ ᾿Ιακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ κατέβησαν εἰς Αἴγυπτον καὶ ἐγένοντο ἐκεῖ εἰς ἔθνος μέγα καὶ πολὺ καὶ κραταιόν. καὶ ἐκάκωσαν αὐτοὺς οἱ Αἰγύπτιοι, 5 καὶ ἐπάταξε Κύριος τὴν Αἴγυπτον ἐν σημείοις, οἷς ἐποίησεν ἐν αὐτοῖς. 6 καὶ μετὰ ταῦτα ἐξήγαγε τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου, καὶ εἰσήλθατε εἰς τὴν θάλασσαν τὴν ἐρυθράν. καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι ὀπίσω τῶν πατέρων ἡμῶν ἐν ἅρμασι καὶ ἐν ἵπποις εἰς τὴν θάλασσαν τὴν ἐρυθράν, 7 καὶ ἀνεβοήσαμεν πρὸς Κύριον, καὶ ἔδωκε νεφέλην καὶ γνόφον ἀναμέσον ἡμῶν καὶ ἀναμέσον τῶν Αἰγυπτίων καὶ ἐπήγαγεν ἐπ' αὐτοὺς τὴν θάλασσαν, καὶ ἐκάλυψεν αὐτούς, καὶ εἴδοσαν οἱ ὀφθαλμοὶ ὑμῶν ὅσα ἐποίησε Κύριος ἐν γῇ Αἰγύπτῳ, καὶ ἦτε ἐν τῇ ἐρήμῳ ἡμέρας πλείους. 8 καὶ ἤγαγεν ἡμᾶς εἰς γῆν ᾿Αμορραίων τῶν κατοικούντων πέραν τοῦ ᾿Ιορδάνου, καὶ παρετάξαντο ὑμῖν καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς τὰς χεῖρας ὑμῶν, καὶ κατεκληρονομήσατε τὴν γῆν αὐτῶν καὶ ἐξωλοθρεύσατε αὐτοὺς ἀπὸ προσώπου ὑμῶν. 9 καὶ ἀνέστη Βαλὰκ ὁ τοῦ Σεπφὼρ βασιλεὺς Μωὰβ καὶ παρετάξατο τῷ ᾿Ισραὴλ καὶ ἀποστείλας ἐκάλεσε τὸν Βαλαὰμ ἀράσασθαι ἡμῖν· 10 καὶ οὐκ ἠθέλησε Κύριος ὁ Θεός σου ἀπολέσαι σε, καὶ εὐλογίαις εὐλόγησεν ὑμᾶς, καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρῶν αὐτῶν, καὶ παρέδωκεν αὐτούς. 11 καὶ διέβητε τὸν ᾿Ιορδάνην καὶ παρεγενήθητε εἰς ῾Ιεριχώ· καὶ ἐπολέμησαν πρὸς ἡμᾶς οἱ κατοικοῦντες ῾Ιεριχώ, ὁ ᾿Αμορραῖος καὶ ὁ Χαναναῖος καὶ ὁ Φερεζαῖος καὶ ὁ Εὐαῖος καὶ ὁ ᾿Ιεβουσαῖος καὶ ὁ Χετταῖος καὶ ὁ Γεργεσαῖος, καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς τὰς χεῖρας ὑμῶν. 12 καὶ ἐξαπέστειλε προτέραν ὑμῶν τὴν σφηκιάν, καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ προσώπου ὑμῶν, δώδεκα βασιλεῖς τῶν ᾿Αμορραίων, οὐκ ἐν τῇ ρομφαίᾳ σου οὐδὲ ἐν τῷ τόξῳ σου. 13 καὶ ἔδωκεν ὑμῖν γῆν, ἐφ' ἣν οὐκ ἐκοπιάσατε ἐπ᾿ αὐτῆς, καὶ πόλεις, ἃς οὐκ ᾠκοδομήκατε, καὶ κατῳκίσθητε ἐν αὐταῖς· καὶ ἀμπελῶνας καὶ ἐλαιῶνας, οὓς οὐκ ἐφυτεύσατε ὑμεῖς, ἔδεσθε. 14 καὶ νῦν φοβήθητε Κύριον, καὶ λατρεύσατε αὐτῷ ἐν εὐθύτητι καὶ ἐν δικαιοσύνῃ καὶ περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἷς ἐλάτρευσαν οἱ πατέρες ἡμῶν ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ ἐν Αἰγύπτῳ, καὶ λατρεύσατε Κυρίῳ. 15 εἰ δὲ μὴ ἀρέσκει ὑμῖν λατρεύειν Κυρίῳ, ἐκλέξασθε ὑμῖν αὐτοῖς σήμερον, τίνι λατρεύσητε, εἴτε τοῖς θεοῖς τῶν πατέρων ὑμῶν, τοῖς ἐν τῷ πέραν τοῦ ποταμοῦ, εἴτε τοῖς θεοῖς τῶν ᾿Αμορραίων, ἐν οἷς ὑμεῖς κατοικεῖτε ἐπὶ τῆς γῆς αὐτῶν· ἐγὼ δὲ καὶ ἡ οἰκία μου λατρεύσομεν Κυρίῳ, ὅτι ἅγιός ἐστι. 16 Καὶ ἀποκριθεὶς ὁ λαὸς εἶπε· μὴ γένοιτο ἡμῖν καταλιπεῖν Κύριον, ὥστε λατρεύειν θεοῖς ἑτέροις. 17 Κύριος ὁ Θεός ἡμῶν, αὐτὸς Θεός ἐστιν· αὐτὸς ἀνήγαγεν ἡμᾶς καὶ τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου καὶ διεφύλαξεν ἡμᾶς ἐν πάσῃ τῇ ὁδῷ, ᾗ ἐπορεύθημεν ἐν αὐτῇ, καί ἐν πᾶσι τοῖς ἔθνεσιν, οὓς παρήλθομεν δι' αὐτῶν. 18 καὶ ἐξέβαλε Κύριος τὸν ᾿Αμορραῖον καὶ πάντα τὰ ἔθνη τὰ κατοικοῦντα τὴν γῆν ἀπὸ προσώπου ἡμῶν. ἀλλὰ καὶ ἡμεῖς λατρεύσομεν Κυρίῳ· οὗτος γὰρ Θεὸς ἡμῶν ἐστι. 19 καὶ εἶπεν ᾿Ιησοῦς πρὸς τὸν λαόν· οὐ μὴ δύνησθε λατρεύειν Κυρίῳ, ὅτι ὁ Θεὸς ἅγιός ἐστι, καὶ ζηλώσας οὗτος οὐκ ἀνήσει τὰ ἁμαρτήματα ὑμῶν καὶ τὰ ἀνομήματα ὑμῶν· 20 ἡνίκα ἂν ἐγκαταλίπητε Κύριον καὶ λατρεύσητε θεοῖς ἑτέροις, καὶ ἐπελθὼν κακώσει ὑμᾶς καὶ ἐξαναλώσει ὑμᾶς ἀνθ' ὧν εὖ ἐποίησεν ὑμᾶς. 21 καὶ εἶπεν ὁ λαὸς πρὸς ᾿Ιησοῦν· οὐχί, ἀλλὰ Κυρίῳ λατρεύσομεν. 22 καὶ εἶπεν ᾿Ιησοῦς πρὸς τὸν λαόν· μάρτυρες ὑμεῖς καθ' ὑμῶν, ὅτι ὑμεῖς ἐξελέξασθε Κυρίῳ λατρεύειν αὐτῷ. 23 καὶ νῦν περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς ἐν ὑμῖν καὶ εὐθύνατε τὴν καρδίαν ὑμῶν πρὸς Κύριον Θεὸν ᾿Ισραήλ. 24 καὶ εἶπεν ὁ λαὸς πρὸς ᾿Ιησοῦν· Κυρίῳ λατρεύσομεν καὶ τῆς φωνῆς αὐτοῦ ἀκουσόμεθα. 25 καὶ διέθετο ᾿Ιησοῦς διαθήκην πρὸς τὸν λαὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔδωκεν αὐτῷ νόμον καὶ κρίσιν ἐν Σηλὼ ἐνώπιον τῆς σκηνῆς τοῦ Θεοῦ ᾿Ισραήλ. 26 καὶ ἔγραψε τὰ ρήματα ταῦτα εἰς βιβλίον νόμων τοῦ Θεοῦ· καὶ ἔλαβε λίθον μέγαν καὶ ἔστησεν αὐτὸν ᾿Ιησοῦς ὑπὸ τὴν τερέμινθον ἀπέναντι Κυρίου. 27 καὶ εἶπεν ᾿Ιησοῦς πρὸς τὸν λαόν· ἰδοὺ ὁ λίθος οὗτος ἔσται ἐν ὑμῖν εἰς μαρτύριον, ὅτι αὐτὸς ἀκήκοε πάντα τὰ λεχθέντα αὐτῷ ὑπὸ Κυρίου, ὅ,τι ἐλάλησε πρὸς ὑμᾶς σήμερον· καὶ οὗτος ἔσται ἐν ὑμῖν εἰς μαρτύριον ἐπ' ἐσχάτων τῶν ἡμερῶν, ἡνίκα ἂν ψεύσησθε Κυρίῳ τῷ Θεῷ μου. 28 καὶ ἀπέστειλεν ᾿Ιησοῦς τὸν λαόν, καὶ ἐπορεύθησαν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ. 29 καὶ ἐλάτρευσεν ᾿Ισραὴλ τῷ Κυρίῳ πάσας τὰς ἡμέρας ᾿Ιησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων, ὅσοι ἐφείλκυσαν τὸν χρόνον μετὰ ᾿Ιησοῦ καὶ ὅσοι εἴδοσαν πάντα τὰ ἔργα Κυρίου, ὅσα ἐποίησε τῷ ᾿Ισραήλ. 30 Καὶ ἐγένετο μετ' ἐκεῖνα καὶ ἀπέθανεν ᾿Ιησοῦς υἱὸς Ναυὴ δοῦλος Κυρίου ἑκατὸν δέκα ἐτῶν. 31 καὶ ἔθαψαν αὐτὸν πρὸς τοῖς ὁρίοις τοῦ κλήρου αὐτοῦ ἐν Θαμνασασὰχ ἐν τῷ ὄρει τῷ ᾿Εφραὶμ ἀπὸ βορρᾶ τοῦ ὄρους Γαάς· ἐκεῖ ἔθηκαν μετ' αὐτοῦ εἰς τό μνῆμα, εἰς ὃ ἔθαψαν αὐτὸν ἐκεῖ, τὰς μαχαίρας τὰς πετρίνας, ἐν αἷς περιέτεμε τοὺς υἱοὺς ᾿Ισραὴλ ἐν Γαλγάλοις, ὅτε ἐξήγαγεν αὐτοὺς ἐξ Αἰγύπτου, καθὰ συνέταξεν αὐτοῖς Κύριος, καὶ ἐκεῖ εἰσιν ἕως τῆς σήμερον ἡμέρας. 32 καὶ τὰ ὀστᾶ ᾿Ιωσὴφ ἀνήγαγον οἱ υἱοὶ ᾿Ισραὴλ ἐξ Αἰγύπτου καὶ κατώρυξαν ἐν Σικίμοις, ἐν τῇ μερίδι τοῦ ἀγροῦ, οὗ ἐκτήσατο ᾿Ιακὼβ παρὰ τῶν ᾿Αμορραίων τῶν κατοικούντων ἐν Σικίμοις ἀμνάδων ἑκατὸν καὶ ἔδωκεν αὐτὴν ᾿Ιωσὴφ ἐν μερίδι. 33 καὶ ἐγένετο μετὰ ταῦτα καὶ ᾿Ελεάζαρ υἱὸς ᾿Ααρὼν ὁ ἀρχιερεὺς ἐτελεύτησε καὶ ἐτάφη ἐν Γαβαὰρ Φινεὲς τοῦ υἱοῦ αὐτοῦ, ἣν ἔδωκεν αὐτῷ ἐν τῷ ὄρει ᾿Εφραίμ. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λαβόντες οἱ υἱοὶ ᾿Ισραὴλ τὴν κιβωτὸν τοῦ Θεοῦ περιεφέροσαν ἐν ἑαυτοῖς, καὶ Φινεὲς ἱεράτευσεν ἀντὶ ᾿Ελεάζαρ τοῦ πατρὸς αὐτοῦ, ἕως ἀπέθανε καὶ κατωρύγη ἐν Γαβαὰρ τῇ ἑαυτοῦ. οἱ δὲ υἱοὶ ᾿Ισραὴλ ἀπήλθοσαν ἕκαστος εἰς τὸν τόπον αὐτῶν καὶ εἰς τὴν ἑαυτῶν πόλιν. καὶ ἐσέβοντο οἱ υἱοὶ ᾿Ισραὴλ τὴν ᾿Αστάρτην καὶ ᾿Ασταρὼθ καὶ τοὺς θεοὺς τῶν ἐθνῶν τῶν κύκλῳ αὐτῶν· καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας ᾿Εγλὼμ τῷ βασιλεῖ Μωάβ, καὶ ἐκυρίευσεν αὐτῶν ἔτη δεκαοκτώ.
 


Back                                 Homepage                             Next ►►►