The Orthodox Pages

email: pater@christopherklitou.com

Η ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ 

ΤΩΝ ΕΒΔΟΜΗΚΟΝΤΑ

ΙΗΣΟΥΣ ΝΑΥΗ
 

Homepage

 

 Back          THE OLD TESTAMENT (GREEK SEPTUAGINT)                    

JESUS OF NUN - JOSHUA

 

ΚΕΦ. 1-10 

1

ΚΑΙ ἐγένετο μετὰ τὴν τελευτὴν Μωυσῆ, εἶπε Κύριος τῷ ᾿Ιησοῖ υἱῷ Ναυὴ τῷ ὑπουργῷ Μωυσῆ λέγων· 2 Μωυσῆς ὁ θεράπων μου τετελεύτηκε· νῦν οὖν ἀναστὰς διάβηθι τὸν ᾿Ιορδάνην, σὺ καὶ πᾶς ὁ λαὸς οὗτος εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι αὐτοῖς. 3 πᾶς ὁ τόπος, ἐφ' ὃν ἂν ἐπιβῆτε τῷ ἴχνει τῶν ποδῶν ὑμῶν, ὑμῖν δώσω αὐτόν, ὃν τρόπον εἴρηκα τῷ Μωυσῇ, 4 τὴν ἔρημον καὶ τὸν ᾿Αντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου ποταμοῦ Εὐφράτου, καὶ ἕως τῆς θαλάσσης τῆς ἐσχάτης ἀφ' ἡλίου δυσμῶν ἔσται τὰ ὅρια ὑμῶν. 5 οὐκ ἀντιστήσεται ἄνθρωπος κατενώπιον ὑμῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, καὶ ὥσπερ ἤμην μετὰ Μωυσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ καὶ οὐκ ἐγκαταλείψω σε, οὐδ' ὑπερόψομαί σε. 6 ἴσχυε καὶ ἀνδρίζου, σὺ γὰρ ἀποδιελεῖς τῷ λαῷ τούτῳ τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς. 7 ἴσχυε οὖν καὶ ἀνδρίζου, φυλάσσεσθαι καὶ ποιεῖν καθότι ἐνετείλατό σοι Μωυσῆς ὁ παῖς μου, καὶ οὐκ ἐκκλινεῖς ἀπ' αὐτῶν εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερά, ἵνα συνῇς ἐν πᾶσιν οἷς ἐὰν πράσσῃς. 8 καὶ οὐκ ἀποστήσεται ἡ βίβλος τοῦ νόμου τούτου ἐκ τοῦ στόματός σου, καὶ μελετήσεις ἐν αὐτῷ ἡμέρας καὶ νυκτός, ἵνα εἰδῇς ποιεῖν πάντα τὰ γεγραμμένα· τότε εὐοδωθήσῃ, καὶ εὐοδώσεις τὰς ὁδούς σου καὶ τότε συνήσεις. 9 ἰδοὺ ἐντέταλμαί σοι· ἴσχυε καὶ ἀνδρίζου, μὴ δειλιάσῃς, μηδὲ φοβηθῇς, ὅτι μετὰ σοῦ Κύριος ὁ Θεός σου εἰς πάντα, οὗ ἐὰν πορεύῃ. 10 Καὶ ἐνετείλατο ᾿Ιησοῦς τοῖς γραμματεῦσι τοῦ λαοῦ λέγων· 11 εἰσέλθατε κατὰ μέσον τῆς παρεμβολῆς τοῦ λαοῦ καὶ ἐντείλασθε τῷ λαῷ λέγοντες· ἑτοιμάζεσθε ἐπισιτισμόν, ὅτι ἔτι τρεῖς ἡμέραι καὶ ὑμεῖς διαβαίνετε τὸν ᾿Ιορδάνην τοῦτον εἰσελθόντες κατασχεῖν τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν. 12 καὶ τῷ Ρουβὴν καὶ τῷ Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ εἶπεν ᾿Ιησοῦς· 13 μνήσθητε τὸ ρῆμα, ὃ ἐνετείλατο ὑμῖν Μωυσῆς ὁ παῖς Κυρίου λέγων· Κύριος ὁ Θεὸς ὑμῶν κατέπαυσεν ὑμᾶς καὶ ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην. 14 αἱ γυναῖκες ὑμῶν καὶ τὰ παιδία ὑμῶν καὶ τὰ κτήνη ὑμῶν κατοικείτωσαν ἐν τῇ γῇ, ᾗ ἔδωκεν ὑμῖν, ὑμεῖς δὲ διαβήσεσθε εὔζωνοι πρότεροι τῶν ἀδελφῶν ὑμῶν, πᾶς ὁ ἰσχύων, καὶ συμμαχήσετε αὐτοῖς, 15 ἕως ἂν καταπαύσῃ Κύριος ὁ Θεὸς ἡμῶν τοὺς ἀδελφοὺς ὑμῶν, ὥσπερ καὶ ὑμᾶς, καὶ κληρονομήσωσι καὶ οὗτοι τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν αὐτοῖς. καὶ ἀπελεύσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ, ἣν ἔδωκεν ὑμῖν Μωυσῆς εἰς τὸ πέραν τοῦ ᾿Ιορδάνου ἐπ' ἀνατολῶν ἡλίου. 16 καὶ ἀποκριθέντες τῷ ᾿Ιησοῦ εἶπαν· πάντα ὅσα ἐὰν ἐντείλῃ ἡμῖν, ποιήσομεν καὶ εἰς πάντα τόπον, οὗ ἐὰν ἀποστείλῃς ἡμᾶς, πορευσόμεθα· 17 κατὰ πάντα, ὅσα ἠκούσαμεν Μωυσῆ, ἀκουσόμεθά σου, πλὴν ἔστω Κύριος ὁ Θεὸς ἡμῶν μετὰ σοῦ, ὃν τρόπον ἦν μετὰ Μωυσῆ. 18 ὁ δὲ ἄνθρωπος, ὃς ἂν ἀπειθήσῃ σοι, καὶ ὅστις μὴ ἀκούσῃ τῶν ρημάτων σου καθότι ἐὰν ἐντείλῃ αὐτῷ, ἀποθανέτω. ἀλλὰ ἴσχυε καὶ ἀνδρίζου.


2

ΚΑΙ ἀπέστειλεν ᾿Ιησοῦς υἱὸς Ναυὴ ἐκ Σαττὶν δύο νεανίσκους κατασκοπεῦσαι λέγων· ἀνάβητε καὶ ἴδετε τὴν γῆν καὶ τὴν ῾Ιεριχώ. καὶ πορευθέντες οἱ δύο νεανίσκοι εἰσήλθοσαν εἰς ῾Ιεριχὼ καὶ εἰσήλθοσαν εἰς οἰκίαν γυναικὸς πόρνης, ᾗ ὄνομα Ραάβ, καὶ κατέλυσαν ἐκεῖ. 2 καὶ ἀπηγγέλη τῷ βασιλεῖ ῾Ιεριχὼ λέγοντες· εἰσπεπόρευνται ὧδε ἄνδρες τῶν υἱῶν ᾿Ισραὴλ κατασκοπεῦσαι τὴν γῆν. 3 καὶ ἀπέστειλεν ὁ βασιλεὺς ῾Ιεριχὼ καὶ εἶπε πρὸς Ραὰβ λέγων· ἐξάγαγε τοὺς ἄνδρας τοὺς εἰσπεπορευμένους εἰς τὴν οἰκίαν σου τὴν νύκτα, κατασκοπεῦσαι γὰρ τὴν γῆν ἥκασι. 4 καὶ λαβοῦσα ἡ γυνὴ τοὺς δύο ἄνδρας ἔκρυψεν αὐτοὺς καὶ εἶπεν αὐτοῖς λέγουσα· εἰσεληλύθασι πρός με οἱ ἄνδρες· 5 ὡς δὲ ἡ πύλη ἐκλείετο ἐν τῷ σκότει, καὶ οἱ ἄνδρες ἐξῆλθον, οὐκ ἐπίσταμαι ποῦ πεπόρευνται· καταδιώξατε ὀπίσω αὐτῶν, εἰ καταλήψεσθε αὐτούς. 6 αὕτη δὲ ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὸ δῶμα καὶ ἔκρυψεν αὐτοὺς ἐν τῇ λινοκαλάμῃ τῇ ἐστοιβασμένῃ αὐτῇ ἐπὶ τοῦ δώματος. 7 καὶ οἱ ἄνδρες κατεδίωξαν ὀπίσω αὐτῶν ὁδὸν τὴν ἐπὶ τοῦ ᾿Ιορδάνου ἐπὶ τὰς διαβάσεις, καὶ ἡ πύλη ἐκλείσθη. 8 καὶ ἐγένετο ὡς ἐξήλθοσαν οἱ διώκοντες ὀπίσω αὐτῶν καὶ αὐτοὶ δὲ πρὶν ἢ κοιμηθῆναι αὐτούς, αὕτη δὲ ἀνέβη πρὸς αὐτοὺς ἐπὶ τὸ δῶμα 9 καὶ εἶπε πρὸς αὐτούς· ἐπίσταμαι ὅτι ἔδωκεν ὑμῖν Κύριος τὴν γῆν, ἐπιπέπτωκε γὰρ ὁ φόβος ὑμῶν ἐφ' ἡμᾶς· 10 ἀκηκόαμεν γὰρ ὅτι κατεξήρανε Κύριος ὁ Θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἀπὸ προσώπου ὑμῶν, ὅτε ἐξεπορεύεσθε ἐκ γῆς Αἰγύπτου, καὶ ὅσα ἐποίησε τοῖς δυσὶ βασιλεῦσι τῶν ᾿Αμορραίων, οἳ ἦσαν πέραν τοῦ ᾿Ιορδάνου, τῷ Σηὼν καὶ ῎Ωγ, οὓς ἐξωλοθρεύσατε αὐτούς. 11 καὶ ἀκούσαντες ἡμεῖς ἐξέστημεν τῇ καρδίᾳ ἡμῶν, καὶ οὐκ ἔστη ἔτι πνεῦμα ἐν οὐδενὶ ἡμῶν ἀπὸ προσώπου ὑμῶν, ὅτι Κύριος ὁ Θεὸς ὑμῶν Θεὸς ἐν οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω. 12 καὶ νῦν ὀμόσατέ μοι Κύριον τὸν Θεόν, ὅτι ποιῶ ὑμῖν ἔλεος καὶ ποιήσατε καὶ ὑμεῖς ἔλεος ἐν τῷ οἴκῳ τοῦ πατρός μου 13 καὶ ζωγρήσατε τὸν οἶκον τοῦ πατρός μου, τὴν μητέρα μου καὶ τοὺς ἀδελφούς μου καὶ πάντα τὸν οἶκόν μου καὶ πάντα, ὅσα ἐστὶν αὐτοῖς, καὶ ἐξελεῖσθε τὴν ψυχήν μου ἐκ θανάτου. 14 καὶ εἶπαν αὐτῇ οἱ ἄνδρες· ἡ ψυχὴ ἡμῶν ἀνθ' ὑμῶν εἰς θάνατον. καὶ αὐτὴ εἶπεν· ὡς ἂν παραδῷ Κύριος ὑμῖν τὴν πόλιν, ποιήσετε εἰς ἐμὲ ἔλεος καὶ ἀλήθειαν. 15 καὶ κατεχάλασεν αὐτοὺς διὰ τῆς θυρίδος 16 καὶ εἶπεν αὐτοῖς· εἰς τὴν ὀρεινὴν ἀπέλθετε, μὴ συναντήσωσιν ὑμῖν οἱ καταδιώκοντες, καὶ κρυβήσεσθε ἐκεῖ τρεῖς ἡμέρας, ἕως ἂν ἀποστρέψωσιν οἱ καταδιώκοντες ὀπίσω ὑμῶν, καὶ μετὰ ταῦτα ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν. 17 καὶ εἶπαν πρὸς αὐτὴν οἱ ἄνδρες· ἀθῷοί ἐσμεν τῷ ὅρκῳ σου τούτῳ· 18 ἰδοὺ ἡμεῖς εἰσπορευόμεθα εἰς μέρος τῆς πόλεως, καὶ θήσεις τὸ σημεῖον, τὸ σπαρτίον τὸ κόκκινον τοῦτο ἐκδήσεις εἰς τὴν θυρίδα, δι' ἧς κατεβίβασας ἡμᾶς δι' αὐτῆς, τὸν δὲ πατέρα σου καὶ τὴν μητέρα σου καὶ τοὺς ἀδελφούς σου καὶ πάντα τὸν οἶκον τοῦ πατρός σου συνάξεις πρὸς σεαυτὴν εἰς τὴν οἰκίαν σου. 19 καὶ ἔσται πᾶς, ὃς ἂν ἐξέλθῃ τὴν θύραν τῆς οἰκίας σου ἔξω, ἔνοχος ἑαυτῷ ἔσται, ἡμεῖς δὲ ἀθῷοι τῷ ὅρκῳ σου τούτῳ. καὶ ὅσοι ἐὰν γένωνται μετὰ σοῦ ἐν τῇ οἰκίᾳ σου, ἡμεῖς ἔνοχοι ἐσόμεθα. 20 ἐὰν δέ τις ἡμᾶς ἀδικήσῃ ἢ καὶ ἀποκαλύψῃ τοὺς λόγους ἡμῶν τούτους, ἐσόμεθα ἀθῷοι τῷ ὅρκῳ σου τούτῳ. 21 καὶ εἶπεν αὐτοῖς· κατὰ τὸ ρῆμα ὑμῶν ἔστω· καὶ ἐξαπέστειλεν αὐτούς. 22 καὶ ἐπορεύθησαν καὶ ἤλθοσαν εἰς τὴν ὀρεινὴν καὶ κατέμειναν ἐκεῖ τρεῖς ἡμέρας· καὶ ἐξεζήτησαν οἱ καταδιώκοντες πάσας τὰς ὁδοὺς καὶ οὐχ εὕροσαν. 23 καὶ ὑπέστρεψαν οἱ δύο νεανίσκοι καὶ κατέβησαν ἐκ τοῦ ὄρους καὶ διέβησαν πρὸς ᾿Ιησοῦν υἱὸν Ναυὴ καὶ διηγήσαντο αὐτῷ πάντα τὰ συμβεβηκότα αὐτοῖς. 24 καὶ εἶπαν πρὸς ᾿Ιησοῦν ὅτι παραδέδωκε Κύριος πᾶσαν τὴν γῆν ἐν χειρὶ ἡμῶν, καὶ κατέπτηχε πᾶς ὁ κατοικῶν τὴν γῆν ἐκείνην ἀφ' ἡμῶν.


3

ΚΑΙ ὤρθρισεν ᾿Ιησοῦς τὸ πρωΐ, καὶ ἀπῇραν ἐκ Σαττὶν καὶ ἤλθοσαν ἕως τοῦ ᾿Ιορδάνου καὶ κατέλυσαν ἐκεῖ πρὸ τοῦ διαβῆναι. 2 καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας διῆλθον οἱ γραμματεῖς διὰ τῆς παρεμβολῆς 3 καὶ ἐνετείλαντο τῷ λαῷ λέγοντες· ὅταν ἴδητε τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου τοῦ Θεοῦ ἡμῶν καὶ τοὺς ἱερεῖς ἡμῶν καὶ τοὺς Λευίτας αἴροντας αὐτήν, ἀπαρεῖτε ἀπὸ τὸν τόπον ὑμῶν καὶ πορεύσεσθε ὀπίσω αὐτῆς· 4 ἀλλὰ μακρὰν ἔστω ἀνὰ μέσον ὑμῶν καὶ ἐκείνης, ὅσον δισχιλίους πήχεις στήσεσθε· μὴ προσεγγίσητε αὐτῇ, ἵνα ἐπίστησθε τὴν ὁδόν, ἣν πορεύσεσθε αὐτήν· οὐ γὰρ πεπόρευσθε τὴν ὁδὸν ἀπ' ἐχθὲς καὶ τρίτης ἡμέρας. 5 καὶ εἶπεν ᾿Ιησοῦς τῷ λαῷ· ἁγνίσασθε εἰς αὔριον, ὅτι αὔριον ποιήσει Κύριος ἐν ὑμῖν θαυμαστά. 6 καὶ εἶπεν ᾿Ιησοῦς τοῖς ἱερεῦσιν· ἄρατε τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου καὶ προπορεύεσθε τοῦ λαοῦ. καὶ ᾖραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου καὶ ἐπορεύοντο ἔμπροσθεν τοῦ λαοῦ. 7 καὶ εἶπε Κύριος πρὸς ᾿Ιησοῦν· ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρχομαι ὑψῶσαί σε κατενώπιον πάντων υἱῶν ᾿Ισραήλ, ἵνα γνῶσιν ὅτι καθότι ἤμην μετὰ Μωυσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ. 8 καὶ νῦν ἔντειλαι τοῖς ἱερεῦσι τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης λέγων· ὡς ἂν εἰσέλθητε ἐπὶ μέρους τοῦ ὕδατος τοῦ ᾿Ιορδάνου, καὶ ἐν τῷ ᾿Ιορδάνῃ στήσεσθε. 9 καὶ εἶπεν ᾿Ιησοῦς τοῖς υἱοῖς ᾿Ισραήλ· προσαγάγετε ὧδε καὶ ἀκούσατε τὸ ρῆμα Κυρίου τοῦ Θεοῦ ἡμῶν. 10 ἐν τούτῳ γνώσεσθε ὅτι Θεὸς ζῶν ἐν ὑμῖν καὶ ὀλοθρεύων ὀλοθρεύσει ἀπὸ προσώπου ἡμῶν τὸν Χαναναῖον καὶ τὸν Χετταῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Εὐαῖον καὶ τὸν ᾿Αμορραῖον καὶ τὸν Γεργεσαῖον καὶ τὸν ᾿Ιεβουσαῖον· 11 ἰδοὺ ἡ κιβωτὸς διαθήκης Κυρίου πάσης τῆς γῆς διαβαίνει τὸν ᾿Ιορδάνην. 12 προχειρίσασθε ὑμῖν δώδεκα ἄνδρας ἀπὸ τῶν υἱῶν ᾿Ισραήλ, ἕνα ἀφ' ἑκάστης φυλῆς. 13 καὶ ἔσται ὡς ἂν καταπαύσωσιν οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου πάσης τῆς γῆς ἐν τῷ ὕδατι τοῦ ᾿Ιορδάνου, τὸ ὕδωρ τοῦ ᾿Ιορδάνου ἐκλείψει, τὸ δὲ ὕδωρ τὸ καταβαῖνον στήσεται. 14 καὶ ἀπῇρεν ὁ λαὸς ἐκ τῶν σκηνωμάτων αὐτῶν διαβῆναι τὸν ᾿Ιορδάνην, οἱ δὲ ἱερεῖς ᾔροσαν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου πρότεροι τοῦ λαοῦ. 15 ὡς δὲ εἰσεπορεύοντο οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐπὶ τὸν ᾿Ιορδάνην καὶ οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος τοῦ ᾿Ιορδάνου· ὁ δὲ ᾿Ιορδάνης ἐπληροῦτο καθ' ὅλην τὴν κρηπίδα αὐτοῦ ὡσεὶ ἡμέραι θερισμοῦ πυρῶν· 16 καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν, ἔστη πῆγμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα σφοδρῶς ἕως μέρους Καριαθιαρίμ, τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν ῎Αραβα, θάλασσαν ἁλός, ἕως εἰς τὸ τέλος ἐξέλιπε· καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι ῾Ιεριχώ. 17 καὶ ἔστησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐπὶ ξηρᾶς ἐν μέσῳ τοῦ ᾿Ιορδάνου· καὶ πάντες οἱ υἱοὶ ᾿Ισραὴλ διέβαινον διὰ ξηρᾶς, ἕως συνετέλεσε πᾶς ὁ λαὸς διαβαίνων τὸν ᾿Ιορδάνην.


4

ΚΑΙ ἐπεὶ συνετέλεσε πᾶς ὁ λαὸς διαβαίνων τὸν ᾿Ιορδάνην, καὶ εἶπε Κύριος τῷ ᾿Ιησοῖ λέγων· 2 παραλαβὼν ἄνδρας ἀπὸ τοῦ λαοῦ, ἕνα ἀφ' ἑκάστης φυλῆς, 3 σύνταξον αὐτοῖς λέγων· ἀνέλεσθε ἐκ μέσου ᾿Ιορδάνου ἑτοίμους δώδεκα λίθους καὶ τούτους διακομίσαντες ἅμα ὑμῖν αὐτοῖς, θέτε αὐτοὺς ἐν τῇ στρατοπεδείᾳ ὑμῶν, οὗ ἐὰν παρεμβάλητε ἐκεῖ τὴν νύκτα. 4 καὶ ἀνακαλεσάμενος ᾿Ιησοῦς δώδεκα ἄνδρας τῶν ἐνδόξων ἀπὸ τῶν υἱῶν ᾿Ισραήλ, ἕνα ἀφ' ἑκάστης φυλῆς, 5 εἶπεν αὐτοῖς· προσαγάγετε ἔμπροσθέν μου πρὸ προσώπου Κυρίου εἰς μέσον τοῦ ᾿Ιορδάνου, καὶ ἀνελόμενος ἐκεῖθεν ἕκαστος λίθον ἀράτω ἐπὶ τῶν ὤμων αὐτοῦ κατὰ τὸν ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ ᾿Ισραήλ, 6 ἵνα ὑπάρχωσιν ὑμῖν οὗτοι εἰς σημεῖον κείμενον διαπαντός, ἵνα ὅταν ἐρωτᾷ σε ὁ υἱός σου αὔριον λέγων, τί εἰσιν οἱ λίθοι οὗτοι ἡμῖν; 7 καὶ σὺ δηλώσεις τῷ υἱῷ σου λέγων· ὅτι ἐξέλιπεν ὁ ᾿Ιορδάνης ποταμὸς ἀπὸ προσώπου κιβωτοῦ διαθήκης Κυρίου πάσης τῆς γῆς, ὡς διέβαινεν αὐτόν· καὶ ἔσονται οἱ λίθοι οὗτοι ὑμῖν μνημόσυνον τοῖς υἱοῖς ᾿Ισραὴλ ἕως τοῦ αἰῶνος. 8 καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ ᾿Ισραήλ, καθότι ἐνετείλατο Κύριος τῷ ᾿Ιησοῖ, καὶ ἀναλαβόντες δώδεκα λίθους ἐκ μέσου τοῦ ᾿Ιορδάνου, καθάπερ συνέταξε Κύριος τῷ ᾿Ιησοῖ ἐν τῇ συντελείᾳ τῆς διαβάσεως τῶν υἱῶν ᾿Ισραήλ, καὶ διεκόμισαν ἅμα ἑαυτοῖς εἰς τὴν παρεμβολὴν καὶ ἀπέθηκαν ἐκεῖ. 9 ἔστησε δὲ ᾿Ιησοῦς καὶ ἄλλους δώδεκα λίθους ἐν αὐτῷ τῷ ᾿Ιορδάνῃ ἐν τῷ γενομένῳ τόπῳ ὑπὸ τοὺς πόδας τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καί εἰσιν ἐκεῖ ἕως τῆς σήμερον ἡμέρας. 10 εἱστήκεισαν δὲ οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐν τῷ ᾿Ιορδάνῃ, ἕως οὗ συνετέλεσεν ᾿Ιησοῦς πάντα, ἃ ἐνετείλατο Κύριος ἀναγγεῖλαι τῷ λαῷ, καὶ ἔσπευσεν ὁ λαὸς καὶ διέβησαν. 11 καὶ ἐγένετο ὡς συνετέλεσε πᾶς ὁ λαὸς διαβῆναι, καὶ διέβη ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου, καὶ οἱ λίθοι ἔμπροσθεν αὐτῶν. 12 καὶ διέβησαν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ οἱ ἡμίσεις φυλῆς Μανασσῆ διεσκευασμένοι ἔμπροσθεν τῶν υἱῶν ᾿Ισραήλ, καθάπερ ἐνετείλατο αὐτοῖς Μωυσῆς. 13 τετρακισμύριοι εὔζωνοι εἰς μάχην διέβησαν ἐναντίον Κυρίου εἰς πόλεμον πρὸς τὴν ῾Ιεριχὼ πόλιν. 14 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ηὔξησε Κύριος τὸν ᾿Ιησοῦν ἐναντίον τοῦ παντὸς γένους ᾿Ισραήλ, καὶ ἐφοβοῦντο αὐτόν, ὥσπερ Μωυσῆν, ὅσον χρόνον ἔζη. 15 Καὶ εἶπε Κύριος τῷ ᾿Ιησοῖ λέγων· 16 ἔντειλαι τοῖς ἱερεῦσι τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης τοῦ μαρτυρίου Κυρίου ἐκβῆναι ἐκ τοῦ ᾿Ιορδάνου. 17 καὶ ἐνετείλατο ᾿Ιησοῦς τοῖς ἱερεῦσι λέγων· ἔκβητε ἐκ τοῦ ᾿Ιορδάνου. 18 καὶ ἐγένετο ὡς ἐξέβησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐκ τοῦ ᾿Ιορδάνου καὶ ἔθηκαν τοὺς πόδας ἐπὶ τῆς γῆς, ὥρμησε τὸ ὕδωρ τοῦ ᾿Ιορδάνου κατὰ χώραν καὶ ἐπορεύετο καθὰ χθὲς καὶ τρίτην ἡμέραν δι' ὅλης τῆς κρηπίδος. 19 καὶ ὁ λαὸς ἀνέβη ἐκ τοῦ ᾿Ιορδάνου δεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου· καὶ κατεστρατοπέδευσαν οἱ υἱοὶ ᾿Ισραὴλ ἐν Γαλγάλοις κατὰ μέρος τὸ πρὸς ἡλίου ἀνατολὰς ἀπὸ τῆς ῾Ιεριχώ. 20 καὶ τοὺς δώδεκα λίθους τούτους, οὓς ἔλαβεν ἐκ τοῦ ᾿Ιορδάνου, ἔστησεν ᾿Ιησοῦς ἐν Γαλγάλοις 21 λέγων· ὅταν ἐρωτῶσιν ὑμᾶς οἱ υἱοὶ ὑμῶν λέγοντες· τί εἰσιν οἱ λίθοι οὗτοι; 22 ἀναγγείλατε τοῖς υἱοῖς ὑμῶν, ὅτι ἐπὶ ξηρᾶς διέβη ᾿Ισραὴλ τὸν ᾿Ιορδάνην τοῦτον, 23 ἀποξηράναντος Κυρίου τοῦ Θεοῦ ἡμῶν τὸ ὕδωρ τοῦ ᾿Ιορδάνου ἐκ τῶν ἔμπροσθεν αὐτῶν, μέχρις οὗ διέβησαν· καθάπερ ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν τὴν ἐρυθρὰν θάλασσαν, ἣν ἀπεξήρανε Κύριος ὁ Θεὸς ἡμῶν ἔμπροσθεν ἡμῶν, ἕως παρήλθομεν, 24 ὅπως γνῶσι πάντα τὰ ἔθνη τῆς γῆς, ὅτι ἡ δύναμις τοῦ Κυρίου ἰσχυρά ἐστι, καὶ ἵνα ὑμεῖς σέβησθε Κύριον τὸν Θεὸν ἡμῶν ἐν παντὶ χρόνῳ.


5

ΚΑΙ ἐγένετο ὡς ἤκουσαν οἱ βασιλεῖς τῶν ᾿Αμορραίων, οἳ ἦσαν πέραν τοῦ ᾿Ιορδάνου, καὶ οἱ βασιλεῖς τῆς Φοινίκης οἱ παρὰ τὴν θάλασσαν, ὅτι ἀπεξήρανε Κύριος ὁ Θεὸς τὸν ᾿Ιορδάνην ποταμὸν ἐκ τῶν ἔμπροσθεν τῶν υἱῶν ᾿Ισραὴλ ἐν τῷ διαβαίνειν αὐτούς, καὶ ἐτάκησαν αὐτῶν αἱ διάνοιαι καὶ κατεπλάγησαν καὶ οὐκ ἦν ἐν αὐτοῖς φρόνησις οὐδεμία ἀπὸ προσώπου τῶν υἱῶν ᾿Ισραήλ. 2 ὑπό δὲ τοῦτον τὸν καιρὸν εἶπε Κύριος τῷ ᾿Ιησοῖ· ποίησον σεαυτῷ μαχαίρας πετρίνας ἐκ πέτρας ἀκροτόμου καὶ καθίσας περίτεμε τοὺς υἱοὺς ᾿Ισραὴλ ἐκ δευτέρου. 3 καὶ ἐποίησεν ᾿Ιησοῦς μαχαίρας πετρίνας ἀκροτόμους καὶ περιέτεμε τοὺς υἱοὺς ᾿Ισραὴλ ἐπὶ τοῦ καλουμένου τόπου Βουνὸς τῶν ἀκροβυστιῶν. 4 ὃν δὲ τρόπον περιεκάθαρεν ᾿Ιησοῦς τοὺς υἱοὺς ᾿Ισραήλ, ὅσοι ποτὲ ἐγένοντο ἐν τῇ ὁδῷ καὶ ὅσοι ποτὲ ἀπερίτμητοι ἦσαν τῶν ἐξεληλυθότων ἐξ Αἰγύπτου, πάντας τούτους περιέτεμεν ᾿Ιησοῦς· 5 τεσσαράκοντα γὰρ καὶ δύο ἔτη ἀνέστραπται ᾿Ισραὴλ ἐν τῇ ἐρήμῳ τῇ Μαβδαρίτιδι, 6 διὸ ἀπερίτμητοι ἦσαν οἱ πλεῖστοι αὐτῶν τῶν μαχίμων τῶν ἐξεληλυθότων ἐκ γῆς Αἰγύπτου οἱ ἀπειθήσαντες τῶν ἐντολῶν τοῦ Θεοῦ, οἷς καὶ διώρισε μὴ ἰδεῖν αὐτοὺς τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν αὐτῶν δοῦναι, γῆν ρέουσαν γάλα καὶ μέλι. 7 ἀντὶ δὲ τούτων ἀντικατέστησε τοὺς υἱοὺς αὐτῶν, οὓς ᾿Ιησοῦς περιέτεμε, διὰ τὸ αὐτοὺς γεγεννῆσθαι κατὰ τὴν ὁδὸν ἀπεριτμήτους. 8 περιτμηθέντες δὲ ἡσυχίαν εἶχον αὐτόθι καθήμενοι ἐν τῇ παρεμβολῇ, ἕως ὑγιάσθησαν. 9 καὶ εἶπε Κύριος τῷ ᾿Ιησοῖ υἱῷ Ναυή· ἐν τῇ σήμερον ἡμέρᾳ ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ' ὑμῶν. καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Γάλγαλα. 10 Καί ἐποίησαν οἱ υἱοὶ ᾿Ισραὴλ τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἀφ' ἑσπέρας ἐπὶ δυσμῶν ῾Ιεριχὼ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου ἐν τῷ πεδίῳ 11 καὶ ἐφάγοσαν ἀπὸ τοῦ σίτου τῆς γῆς ἄζυμα καὶ νέα. 12 ἐν ταύτῃ τῇ ἡμέρᾳ ἐξέλιπε τὸ μάννα μετὰ τὸ βεβρωκέναι αὐτοὺς ἐκ τοῦ σίτου τῆς γῆς, καὶ οὐκέτι ὑπῆρχε τοῖς υἱοῖς ᾿Ισραὴλ μάννα· ἐκαρπίσαντο δὲ τὴν χώραν τῶν Φοινίκων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ. 13 Καὶ ἐγένετο ὡς ἦν ᾿Ιησοῦς ἐν ῾Ιεριχώ, καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδεν ἄνθρωπον ἑστηκότα ἐναντίον αὐτοῦ, καὶ ἡ ρομφαία ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ. καὶ προσελθὼν ᾿Ιησοῦς εἶπεν αὐτῷ· ἡμέτερος εἶ ἢ τῶν ὑπεναντίων; 14 ὁ δὲ εἶπεν αὐτῷ· ἐγὼ ἀρχιστράτηγος δυνάμεως Κυρίου νυνὶ παραγέγονα. καὶ ᾿Ιησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ εἶπεν αὐτῷ· δέσποτα, τί προστάσσεις τῷ σῷ οἰκέτῃ; 15 καὶ λέγει ὁ ἀρχιστράτηγος Κυρίου πρὸς ᾿Ιησοῦν· λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος, ἐφ' ᾧ νῦν ἕστηκας ἐπ' αὐτοῦ, ἅγιός ἐστι.


6

ΚΑΙ ῾Ιεριχὼ συγκεκλεισμένη καὶ ὠχυρωμένη, καὶ οὐδεὶς ἐξεπορεύετο ἐξ αὐτῆς οὐδὲ εἰσεπορεύετο. 2 καὶ εἶπε Κύριος πρὸς ᾿Ιησοῦν· ἰδοὺ ἐγὼ παραδίδωμι ὑποχείριόν σοι τὴν ῾Ιεριχὼ καὶ τὸν βασιλέα αὐτῆς τὸν ἐν αὐτῇ, δυνατοὺς ὄντας ἐν ἰσχύϊ· 3 σὺ δὲ περίστησον αὐτῇ τοὺς μαχίμους κύκλῳ, 4 καὶ ἔσται ὡς ἂν σαλπίσητε τῇ σάλπιγγι, ἀνακραγέτω πᾶς ὁ λαὸς ἅμα· 5 καὶ ἀνακραγόντων αὐτῶν πεσεῖται αὐτόματα τὰ τείχη τῆς πόλεως, καὶ εἰσελεύσεται πᾶς ὁ λαὸς ὁρμήσας ἕκαστος κατὰ πρόσωπον εἰς τὴν πόλιν. 6 καὶ εἰσῆλθεν ᾿Ιησοῦς ὁ τοῦ Ναυὴ πρὸς τοὺς ἱερεῖς 7 καὶ εἶπεν αὐτοῖς λέγων· παραγγείλατε τῷ λαῷ περιελθεῖν καὶ κυκλῶσαι τὴν πόλιν, καὶ οἱ μάχιμοι παραπορευέσθωσαν ἐνωπλισμένοι ἐναντίον Κυρίου· 8 καὶ ἑπτὰ ἱερεῖς ἔχοντες ἑπτὰ σάλπιγγας ἱερὰς παρελθέτωσαν ὡσαύτως ἐναντίον τοῦ Κυρίου καὶ σημαινέτωσαν εὐτόνως, καὶ ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου ἐπακολουθείτω· 9 οἱ δὲ μάχιμοι παραπορευέσθωσαν ἔμπροσθεν καὶ οἱ ἱερεῖς οἱ οὐραγοῦντες ὀπίσω τῆς κιβωτοῦ τῆς διαθήκης Κυρίου πορευόμενοι σαλπίζοντες. 10 τῷ δὲ λαῷ ἐνετείλατο ᾿Ιησοῦς λέγων· μὴ βοᾶτε, μηδὲ ἀκουσάτω μηδεὶς τὴν φωνὴν ὑμῶν, ἕως ἂν ἡμέραν διαγγείλῃ αὐτὸς ἀναβοῆσαι, καὶ τότε ἀναβοήσετε. 11 καὶ περιελθοῦσα ἡ κιβωτὸς τῆς διαθήκης τοῦ Θεοῦ εὐθέως ἀπῆλθεν εἰς τὴν παρεμβολὴν καὶ ἐκοιμήθη ἐκεῖ. 12 καὶ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ ἀνέστη ᾿Ιησοῦς τὸ πρωΐ, καὶ ᾖραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, 13 καὶ οἱ ἑπτὰ ἱερεῖς οἱ φέροντες τὰς σάλπιγγας τὰς ἑπτὰ προεπορεύοντο ἐναντίον Κυρίου, καὶ μετὰ ταῦτα εἰσεπορεύοντο οἱ μάχιμοι καὶ ὁ λοιπὸς ὄχλος ὄπισθεν τῆς κιβωτοῦ τῆς διαθήκης Κυρίου· καὶ οἱ ἱερεῖς ἐσάλπισαν ταῖς σάλπιγξι, καὶ ὁ λοιπὸς ὄχλος ἅπας περιεκύκλωσε τὴν πόλιν ἑξάκις ἐγγύθεν 14 καὶ ἀπῆλθε πάλιν εἰς τὴν παρεμβολήν. οὕτως ἐποίει ἐπὶ ἓξ ἡμέρας. 15 καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀνέστησαν ὄρθρου καὶ περιήλθοσαν τὴν πόλιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἑπτάκις· 16 καὶ ἐγένετο τῇ περιόδῳ τῇ ἑβδόμῃ ἐσάλπισαν οἱ ἱερεῖς, καὶ εἶπεν ᾿Ιησοῦς τοῖς υἱοῖς ᾿Ισραήλ· κεκράξατε, παρέδωκε γὰρ Κύριος ὑμῖν τὴν πόλιν. 17 καὶ ἔσται ἡ πόλις ἀνάθεμα, αὐτὴ καὶ πάντα, ὅσα ἐστὶν ἐν αὐτῇ, Κυρίῳ Σαβαώθ· πλὴν Ραὰβ τὴν πόρνην περιποιήσασθε, αὐτὴν καὶ πάντα ὅσα ἐστὶν ἐν τῷ οἴκῳ αὐτῆς. 18 ἀλλὰ ὑμεῖς φυλάξεσθε σφόδρα ἀπὸ τοῦ ἀναθέματος, μήποτε ἐνθυμηθέντες ὑμεῖς αὐτοὶ λάβητε ἀπὸ τοῦ ἀναθέματος καὶ ποιήσητε τὴν παρεμβολὴν τῶν υἱῶν ᾿Ισραὴλ ἀνάθεμα καὶ ἐκτρίψητε ἡμᾶς· 19 καὶ πᾶν ἀργύριον ἢ χρυσίον ἢ χαλκὸς ἢ σίδηρος ἅγιον ἔσται τῷ Κυρίῳ, εἰς θησαυρὸν Κυρίου εἰσενεχθήσεται. 20 καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν οἱ ἱερεῖς· ὡς δὲ ἤκουσεν ὁ λαὸς τῶν σαλπίγγων, ἠλάλαξε πᾶς ὁ λαὸς ἅμα ἀλαλαγμῷ μεγάλῳ καὶ ἰσχυρῷ καὶ ἔπεσεν ἅπαν τὸ τεῖχος κύκλῳ, καὶ ἀνέβη πᾶς ὁ λαὸς εἰς τὴν πόλιν. 21 καὶ ἀνεθεμάτισεν αὐτὴν ᾿Ιησοῦς καὶ ὅσα ἦν ἐν τῇ πόλει ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικός, ἀπὸ νεανίσκου καὶ ἕως πρεσβύτου καὶ ἕως μόσχου καὶ ὑποζυγίου, ἐν στόματι ρομφαίας. 22 καὶ τοῖς δυσὶ νεανίσκοις τοῖς κατασκοπεύσασιν εἶπεν ᾿Ιησοῦς· εἰσέλθατε εἰς τὴν οἰκίαν τῆς γυναικὸς καὶ ἐξαγάγετε αὐτὴν ἐκεῖθεν καὶ ὅσα ἐστὶν αὐτῇ. 23 καὶ εἰσῆλθον οἱ δύο νεανίσκοι οἱ κατασκοπεύσαντες τὴν πόλιν εἰς τὴν οἰκίαν τῆς γυναικὸς καὶ ἐξηγάγοσαν Ραὰβ τὴν πόρνην καὶ τὸν πατέρα αὐτῆς καὶ τὴν μητέρα αὐτῆς καὶ τοὺς ἀδελφοὺς αὐτῆς καὶ τὴν συγγένειαν αὐτῆς καὶ πάντα, ὅσα ἦν αὐτῇ, καὶ κατέστησαν αὐτὴν ἔξω τῆς παρεμβολῆς ᾿Ισραήλ. 24 καὶ ἡ πόλις ἐνεπρήσθη ἐν πυρισμῷ σὺν πᾶσι τοῖς ἐν αὐτῇ, πλὴν ἀργυρίου καὶ χρυσίου καὶ χαλκοῦ καὶ σιδήρου ἔδωκαν εἰς θησαυρὸν Κυρίου εἰσενεχθῆναι. 25 καὶ Ραὰβ τὴν πόρνην καὶ πάντα τὸν οἶκον αὐτῆς τὸν πατρικὸν ἐζώγρησεν ᾿Ιησοῦς, καὶ κατῴκησεν ἐν τῷ ᾿Ισραὴλ ἕως τῆς σήμερον ἡμέρας, διότι ἔκρυψε τοὺς κατασκοπεύσαντας, οὓς ἀπέστειλεν ᾿Ιησοῦς κατασκοπεῦσαι τὴν ῾Ιεριχώ. 26 καὶ ὥρκισεν ᾿Ιησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐναντίον Κυρίου λέγων· ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς οἰκοδομήσει τὴν πόλιν ἐκείνην· ἐν τῷ προωτοτόκῳ αὐτοῦ θεμελιώσει αὐτὴν καὶ ἐν τῷ ἐλαχίστῳ αὐτοῦ ἐπιστήσει τὰς πύλας αὐτῆς. καὶ οὕτως ἐποίησεν ῾Οζᾶν ὁ ἐκ Βαιθὴλ ἐν τῷ ᾿Αβιρὼν τῷ πρωτοτόκῳ ἐθεμελίωσεν αὐτὴν καὶ ἐν τῷ ἐλαχίστῳ διασωθέντι ἐπέστησε τὰς πύλας αὐτῆς. 27 καὶ ἦν Κύριος μετὰ ᾿Ιησοῦ, καὶ ἦν τὸ ὄνομα αὐτοῦ κατὰ πᾶσαν τὴν γῆν.


7

ΚΑΙ ἐπλημμέλησαν οἱ υἱοὶ ᾿Ισραὴλ πλημμέλειαν μεγάλην καὶ ἐνοσφίσαντο ἀπὸ τοῦ ἀναθέματος· καὶ ἔλαβεν ῎Αχαρ υἱὸς Χαρμὶ υἱοῦ Ζαμβρὶ υἱοῦ Ζαρὰ ἐκ τῆς φυλῆς ᾿Ιούδα ἀπὸ τοῦ ἀναθέματος· καὶ ἐθυμώθη Κύριος ὀργῇ τοῖς υἱοῖς ᾿Ισραήλ. 2 καὶ ἀπέστειλεν ᾿Ιησοῦς ἄνδρας εἰς Γαί, ἣ ἐστι κατὰ Βαιθήλ, λέγων· κατασκέψασθε τὴν Γαί· 3 καὶ ἀνέβησαν οἱ ἄνδρες καὶ κατεσκέψαντο τὴν Γαί. καὶ ἀνέστρεψαν πρὸς ᾿Ιησοῦν καὶ εἶπαν πρὸς αὐτόν· μὴ ἀναβήτω πᾶς ὁ λαός, ἀλλ' ὡσεὶ δισχίλιοι ἢ τρισχίλιοι ἄνδρες ἀναβήτωσαν καὶ ἐκπολιορκησάτωσαν τὴν πόλιν· μὴ ἀναγάγῃς ἐκεῖ τὸν λαὸν ἅπαντα, ὀλίγοι γάρ εἰσι. 4 καὶ ἀνέβησαν ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ ἔφυγον ἀπὸ προσώπου ἀνδρῶν Γαί. 5 καὶ ἀπέκτειναν ἀπ' αὐτῶν ἄνδρες Γαὶ εἰς τριακονταὲξ ἄνδρας καὶ κατεδίωξαν αὐτοὺς ἀπὸ τῆς πύλης καὶ συνέτριψαν αὐτοὺς ἀπὸ τοῦ καταφεροῦς· καὶ ἐπτοήθη ἡ καρδία τοῦ λαοῦ καὶ ἐγένετο ὥσπερ ὕδωρ. 6 καὶ διέρρηξεν ᾿Ιησοῦς τὰ ἱμάτια αὐτοῦ, καὶ ἔπεσεν ᾿Ιησοῦς ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον ἐναντίον Κυρίου ἕως ἑσπέρας, αὐτὸς καὶ οἱ πρεσβύτεροι ᾿Ισραήλ, καὶ ἐπεβάλοντο χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν. 7 καὶ εἶπεν ᾿Ιησοῦς· δέομαι Κύριε· ἱνατί διεβίβασεν ὁ παῖς σου τὸν λαὸν τοῦτον τὸν ᾿Ιορδάνην παραδοῦναι αὐτὸν τῷ ᾿Αμορραίῳ ἀπολέσαι ἡμᾶς; καὶ εἰ κατεμείναμεν καὶ κατῳκίσθημεν παρὰ τὸν ᾿Ιορδάνην. 8 καὶ τί ἐρῶ, ἐπεὶ μετέβαλεν ᾿Ισραὴλ αὐχένα ἀπέναντι τοῦ ἐχθροῦ αὐτοῦ; 9 καὶ ἀκούσας ὁ Χαναναῖος καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν περικυκλώσουσιν ἡμᾶς καὶ ἐκτρίψουσιν ἡμᾶς ἀπὸ τῆς γῆς· καὶ τί ποιήσεις τὸ ὄνομά σου τὸ μέγα; 10 καὶ εἶπε Κύριος πρὸς ᾿Ιησοῦν· ἀνάστηθι, ἱνατί τοῦτο σὺ πέπτωκας ἐπὶ πρόσωπόν σου; 11 ἡμάρτηκεν ὁ λαὸς καὶ παρέβη τὴν διαθήκην, ἣν διεθέμην πρὸς αὐτούς, καὶ κλέψαντες ἀπὸ τοῦ ἀναθέματος ἐνέβαλον εἰς τὰ σκεύη αὐτῶν. 12 καὶ οὐ μὴ δύνωνται οἱ υἱοὶ ᾿Ισραὴλ ὑποστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν· αὐχένα ἐπιστρέψουσιν ἔναντι τῶν ἐχθρῶν αὐτῶν, ὅτι ἐγενήθησαν ἀνάθεμα· οὐ προσθήσω ἔτι εἶναι μεθ' ὑμῶν, ἐὰν μὴ ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν αὐτῶν. 13 ἀναστὰς ἁγίασον τὸν λαὸν καὶ εἰπὸν ἁγιασθῆναι εἰς αὔριον· τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· τὸ ἀνάθεμά ἐστιν ἐν ὑμῖν, οὐ δυνήσεσθε ἀντιστῆναι ἀπέναντι τῶν ἐχθρῶν ὑμῶν, ἕως ἂν ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν αὐτῶν. 14 καὶ συναχθήσεσθε πάντες τὸ πρωΐ κατὰ φυλάς, καὶ ἔσται ἡ φυλή, ἣν ἂν δείξῃ Κύριος, προσάξετε κατὰ δήμους· καὶ τὸν δῆμον, ὃν ἐὰν δείξῃ Κύριος, προσάξετε κατ' οἶκον· καὶ τὸν οἶκον, ὃν ἐὰν δείξῃ Κύριος, προσάξετε κατ' ἄνδρα· 15 καὶ ὃς ἂν ἐνδειχθῇ, κατακαυθήσεται ἐν πυρὶ καὶ πάντα, ὅσα ἐστὶν αὐτῷ, ὅτι παρέβη τὴν διαθήκην Κυρίου καὶ ἐποίησεν ἀνόμημα ἐν ᾿Ισραήλ. 16 καὶ ὤρθρισεν ᾿Ιησοῦς καὶ προσήγαγε τὸν λαὸν κατὰ φυλάς, καὶ ἐνεδείχθη ἡ φυλὴ ᾿Ιούδα· 17 καὶ προσήχθη κατὰ δήμους, καὶ ἐνεδείχθη δῆμος Ζαραΐ· 18 καὶ προσήχθη κατ' ἄνδρα, καὶ ἐνεδείχθη ῎Αχαρ υἱὸς Ζαμβρὶ υἱοῦ Ζαρά. 19 καὶ εἶπεν ᾿Ιησοῦς τῷ ῎Αχαρ· δὸς δόξαν σήμερον τῷ Κυρίῳ Θεῷ ᾿Ισραὴλ καὶ δὸς τὴν ἐξομολόγησιν καὶ ἀνάγγειλόν μοι τί ἐποίησας καὶ μὴ κρύψῃς ἀπ' ἐμοῦ. 20 καὶ ἀπεκρίθη ῎Αχαρ τῷ ᾿Ιησοῖ καὶ εἶπεν· ἀληθῶς ἥμαρτον ἐναντίον Κυρίου τοῦ Θεοῦ ᾿Ισραήλ· οὕτως καὶ οὕτως ἐποίησα· 21 εἶδον ἐν τῇ προνομῇ ψιλὴν ποικίλην καλὴν καὶ διακόσια δίδραχμα ἀργυρίου καὶ γλῶσσαν μίαν χρυσῆν πεντήκοντα διδράχμων καὶ ἐνθυμηθεὶς αὐτῶν ἔλαβον, καὶ ἰδοὺ αὐτὰ ἐγκέκρυπται ἐν τῇ σκηνῇ μου καὶ τὸ ἀργύριον κέκρυπται ὑποκάτω αὐτῶν. 22 καὶ ἀπέστειλεν ᾿Ιησοῦς ἀγγέλους, καὶ ἔδραμον εἰς τὴν σκηνὴν εἰς τὴν παρεμβολήν· καὶ ταῦτα ἦν κεκρυμμένα εἰς τὴν σκηνὴν αὐτοῦ, καὶ τὸ ἀργύριον ὑποκάτω αὐτῶν. 23 καὶ ἐξήνεγκαν αὐτὰ ἐκ τῆς σκηνῆς καὶ ἤνεγκαν πρὸς ᾿Ιησοῦν καὶ τοὺς πρεσβυτέρους ᾿Ισραήλ, καὶ ἔθηκαν αὐτὰ ἔναντι Κυρίου. 24 καὶ ἔλαβεν ᾿Ιησοῦς τὸν ῎Αχαρ υἱὸν Ζαρὰ καὶ ἀνήγαγεν αὐτὸν εἰς φάραγγα ᾿Αχὼρ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ καὶ τοὺς μόσχους αὐτοῦ καὶ τὰ ὑποζύγια αὐτοῦ καὶ πάντα τὰ πρόβατα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ πᾶς ὁ λαὸς μετ' αὐτοῦ· καὶ ἀνήγαγεν αὐτοὺς εἰς ᾿Εμεκαχώρ. 25 καὶ εἶπεν ᾿Ιησοῦς τῷ ῎Αχαρ· τί ὠλόθρευσας ἡμᾶς; ἐξολοθρεύσαι σε Κύριος καθὰ καὶ σήμερον. καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις πᾶς ᾿Ισραήλ. 26 καὶ ἐπέστησαν αὐτῷ σωρὸν λίθων μέγαν. καὶ ἐπαύσατο Κύριος τοῦ θυμοῦ τῆς ὀργῆς· διὰ τοῦτο ἐπωνόμασεν αὐτὸ ᾿Εμεκαχὼρ ἕως τῆς ἡμέρας ταύτης.


8

ΚΑΙ εἶπε Κύριος πρὸς ᾿Ιησοῦν· μὴ φοβηθῇς μηδὲ δειλιάσῃς, λάβε μετὰ σοῦ πάντας τοὺς ἄνδρας τοὺς πολεμιστὰς καὶ ἀναστὰς ἀνάβηθι εἰς Γαί· ἰδοὺ δέδωκα εἰς τὰς χεῖράς σου τὸν βασιλέα Γαὶ καὶ τὴν γῆν αὐτοῦ. 2 καὶ ποιήσεις τὴν Γαὶ ὃν τρόπον ἐποίησας τὴν ῾Ιεριχὼ καὶ τὸν βασιλέα αὐτῆς, καὶ τὴν προνομὴν τῶν κτηνῶν προνομεύσεις σεαυτῷ. κατάστησον δὲ σεαυτῷ ἔνεδρα τῇ πόλει εἰς τὰ ὀπίσω. 3 καὶ ἀνέστη ᾿Ιησοῦς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς ὥστε ἀναβῆναι εἰς Γαί. ἐπέλεξε δὲ ᾿Ιησοῦς τριάκοντα χιλιάδας ἀνδρῶν δυνατοὺς ἐν ἰσχύϊ καὶ ἀπέστειλεν αὐτοὺς νυκτός. 4 καὶ ἐνετείλατο αὐτοῖς λέγων· ὑμεῖς ἐνεδρεύσατε ὀπίσω τῆς πόλεως· μὴ μακρὰν γίνεσθε ἀπὸ τῆς πόλεως καὶ ἔσεσθε πάντες ἕτοιμοι. 5 καὶ ἐγὼ καὶ πάντες οἱ μετ' ἐμοῦ προσάξομεν πρὸς τὴν πόλιν, καὶ ἔσται ὡς ἂν ἐξέλθωσιν οἱ κατοικοῦντες Γαὶ εἰς συνάντησιν ἡμῖν, καθάπερ καὶ πρῴην, καὶ φευξόμεθα ἀπὸ προσώπου αὐτῶν. 6 καὶ ὡς ἂν ἐξέλθωσιν ὀπίσω ἡμῶν, ἀποσπάσομεν αὐτοὺς ἀπὸ τῆς πόλεως, καὶ ἐροῦσι· φεύγουσιν οὗτοι ἀπὸ προσώπου ἡμῶν, ὃν τρόπον καὶ ἔμπροσθεν. 7 ὑμεῖς δὲ ἐξαναστήσεσθε ἐκ τῆς ἐνέδρας καὶ πορεύσεσθε εἰς τὴν πόλιν. 8 κατὰ τὸ ρῆμα τοῦτο ποιήσετε· ἰδοὺ ἐντέταλμαι ὑμῖν. 9 καὶ ἀπέστειλεν αὐτοὺς ᾿Ιησοῦς, καὶ ἐπορεύθησαν εἰς τὴν ἐνέδραν καὶ ἐνεκάθισαν ἀνὰ μέσον Βαιθὴλ καὶ ἀνὰ μέσον Γαί, ἀπὸ θαλάσσης τῆς Γαί. 10 καὶ ὀρθρίσας ᾿Ιησοῦς τὸ πρωΐ ἐπεσκέψατο τὸν λαόν· καὶ ἀνέβησαν αὐτὸς καὶ οἱ πρεσβύτεροι κατὰ πρόσωπον τοῦ λαοῦ ἐπὶ Γαί. 11 καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς μετ' αὐτοῦ ἀνέβησαν καὶ πορευόμενοι ἦλθον ἐξεναντίας τῆς πόλεως ἀπὸ ἀνατολῶν, 12 καὶ τὰ ἔνεδρα τῆς πόλεως ἀπὸ θαλάσσης. 14 καὶ ἐγένετο ὡς εἶδε βασιλεὺς Γαί, ἔσπευσε καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτοῖς ἐπ' εὐθείας εἰς τὸν πόλεμον, αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ μετ' αὐτοῦ. καὶ αὐτὸς οὐκ ᾔδει ὅτι ἔνεδρα αὐτῷ ἐστιν ὀπίσω τῆς πόλεως. 15 καὶ εἶδε καὶ ἀνεχώρησεν ᾿Ιησοῦς καὶ ᾿Ισραὴλ ἀπὸ προσώπου αὐτῶν. 16 καὶ κατεδίωξαν ὀπίσω τῶν υἱῶν ᾿Ισραὴλ καὶ αὐτοὶ ἀπέστησαν ἀπὸ τῆς πόλεως· 17 οὐ κατελείφθη οὐδεὶς ἐν τῇ Γαί, ὃς οὐ κατεδίωξεν ὀπίσω ᾿Ισραήλ· καὶ κατέλιπον τὴν πόλιν ἠνεῳγμένην καὶ κατεδίωξαν ὀπίσω ᾿Ισραήλ. 18 καὶ εἶπε Κύριος πρὸς ᾿Ιησοῦν· ἔκτεινον τὴν χεῖρά σου ἐν τῷ γαισῷ τῷ ἐν τῇ χειρί σου ἐπὶ τὴν πόλιν, εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτήν, καὶ τὰ ἔνεδρα ἐξαναστήσονται ἐν τάχει ἐκ τοῦ τόπου αὐτῶν. καὶ ἐξέτεινεν ᾿Ιησοῦς τὴν χεῖρα αὐτοῦ, τὸν γαισόν, ἐπὶ τὴν πόλιν, 19 καὶ τὰ ἔνεδρα ἐξανέστησαν ἐν τάχει ἐκ τοῦ τόπου αὐτῶν καὶ ἐξήλθοσαν, ὅτε ἐξέτεινε τὴν χεῖρα, καὶ εἰσήλθοσαν ἐπὶ τὴν πόλιν καὶ κατελάβοντο αὐτὴν καὶ σπεύσαντες ἐνέπρησαν τὴν πόλιν ἐν πυρί. 20 καὶ περιβλέψαντες οἱ κάτοικοι Γαὶ εἰς τὰ ὀπίσω αὐτῶν καὶ ἐθεώρουν καπνὸν ἀναβαίνοντα ἐκ τῆς πόλεως εἰς τὸν οὐρανόν· καὶ οὐκ ἔτι εἶχον ποῦ φύγωσιν ὧδε ἢ ὧδε. 21 καὶ ᾿Ιησοῦς καὶ πᾶς ᾿Ισραὴλ εἶδον ὅτι ἔλαβον τὰ ἔνεδρα τὴν πόλιν καὶ ὅτι ἀνέβη ὁ καπνὸς τῆς πόλεως εἰς τὸν οὐρανόν, καὶ μεταβαλόμενοι ἐπάταξαν τοὺς ἄνδρας τῆς Γαί. 22 καὶ οὗτοι ἐξήλθοσαν ἐκ τῆς πόλεως εἰς συνάντησιν καὶ ἐγενήθησαν ἀνὰ μέσον τῆς παρεμβολῆς, οὗτοι ἐντεῦθεν καὶ οὗτοι ἐντεῦθεν· καὶ ἐπάταξαν αὐτοὺς ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν σεσωσμένον καὶ διαπεφευγότα. 23 καὶ τὸν βασιλέα τῆς Γαὶ συνέλαβον ζῶντα καὶ προσήγαγον αὐτὸν πρὸς ᾿Ιησοῦν. 24 καὶ ὡς ἐπαύσαντο οἱ υἱοὶ ᾿Ισραὴλ ἀποκτείνοντες πάντας τοὺς ἐν τῇ Γαί, τοὺς ἐν τοῖς πεδίοις καὶ ἐν τῷ ὄρει ἐπὶ τῆς καταβάσεως, οὗ κατεδίωξαν αὐτοὺς ἀπ' αὐτῆς εἰς τέλος, καὶ ἐπέστρεψεν ᾿Ιησοῦς εἰς Γαὶ καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ρομφαίας. 25 καὶ ἐγενήθησαν οἱ πεσόντες ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς δώδεκα χιλιάδες, πάντας τοὺς κατοικοῦντας Γαί, 27 πλὴν τῶν κτηνῶν καὶ τῶν σκύλων τῶν ἐν τῇ πόλει, πάντα ἃ ἐπρονόμευσαν ἑαυτοῖς οἱ υἱοὶ ᾿Ισραὴλ κατὰ πρόσταγμα Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ ᾿Ιησοῖ. 28 καὶ ἐνεπύρισεν ᾿Ιησοῦς τὴν πόλιν ἐν πυρί· χῶμα ἀοίκητον εἰς τὸν αἰῶνα ἔθηκεν αὐτὴν ἕως τῆς ἡμέρας ταύτης. 29 καὶ τὸν βασιλέα τῆς Γαὶ ἐκρέμασεν ἐπὶ ξύλου διδύμου, καὶ ἦν ἐπὶ τοῦ ξύλου ἕως ἑσπέρας· καὶ ἐπιδύνοντος τοῦ ἡλίου συνέταξεν ᾿Ιησοῦς καὶ καθείλοσαν τὸ σῶμα αὐτοῦ ἀπὸ τοῦ ξύλου καὶ ἔρριψαν αὐτὸ εἰς τὸν βόθρον καὶ ἐπέστησαν αὐτῷ σωρὸν λίθων, ἕως τῆς ἡμέρας ταύτης.


9

ΩΣ δὲ ἤκουσαν οἱ βασιλεῖς τῶν ᾿Αμορραίων οἱ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου, οἱ ἐν τῇ ὀρεινῇ καὶ οἱ ἐν τῇ πεδινῇ καὶ οἱ ἐν πάσῃ τῇ παραλίᾳ τῆς θαλάσσης τῆς μεγάλης καὶ οἱ πρὸς τῷ ᾿Αντιλιβάνῳ καὶ οἱ Χετταῖοι καὶ οἱ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι καὶ οἱ Εὐαῖοι καὶ οἱ ᾿Αμορραῖοι καὶ οἱ Γεργεσαῖοι καὶ οἱ ᾿Ιεβουσαῖοι, 2 συνήλθοσαν ἐπὶ τὸ αὐτὸ ἐκπολεμῆσαι ᾿Ιησοῦν καὶ ᾿Ισραὴλ ἅμα πάντες. 2α Τότε ᾠκοδόμησεν ᾿Ιησοῦς θυσιαστήριον Κυρίῳ τῷ Θεῷ᾿Ισραὴλ ἐν ὄρει Γαιβάλ, 2β καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων Κυρίου τοῖς υἱοῖς ᾿Ισραήλ, καθὰ γέγραπται ἐν τῷ νόμῳ Μωυσῆ, θυσιαστήριον λίθων ὁλοκλήρων, ἐφ' οὓς οὐκ ἐπεβλήθη σίδηρος, καὶ ἀνεβίβασεν ἐκεῖ ὁλοκαυτώματα Κυρίῳ καὶ θυσίαν σωτηρίου. 2γ καὶ ἔγραψεν ᾿Ιησοῦς ἐπὶ τῶν λίθων τὸ δευτερονόμιον, νόμον Μωυσῆ, ὃν ἔγραψεν ἐνώπιον τῶν υἱῶν ᾿Ισραὴλ 2δ καὶ πᾶς ᾿Ισραὴλ καὶ οἱ πρεσβύτεροι αὐτῶν καὶ οἱ δικασταὶ καὶ οἱ γραμματεῖς αὐτῶν παρεπορεύοντο ἔνθεν καὶ ἔνθεν τῆς κιβωτοῦ ἀπέναντι, καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ᾖραν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καὶ ὁ προσήλυτος καὶ ὁ αὐτόχθων, οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαριζίν, καὶ οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαιβάλ, καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων Κυρίου εὐλογῆσαι τὸν λαὸν ἐν πρώτοις. 2ε καὶ μετὰ ταῦτα οὕτως ἀνέγνω ᾿Ιησοῦς πάντα τὰ ρήματα τοῦ νόμου τούτου, τὰς εὐλογίας καὶ τὰς κατάρας, κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ· 2ζ οὐκ ἦν ρῆμα ἀπὸ πάντων ὧν ἐνετείλατο Μωυσῆς τῷ ᾿Ιησοῖ, ὃ οὐκ ἀνέγνω ᾿Ιησοῦς εἰς τὰ ὦτα πάσης ἐκκλησίας υἱῶν ᾿Ισραήλ, τοῖς ἀνδράσι καὶ ταῖς γυναιξὶ καὶ τοῖς παιδίοις καὶ τοῖς προσηλύτοις τοῖς προσπορευομένοις τῷ ᾿Ισραήλ. 3 Καὶ οἱ κατοικοῦντες Γαβαὼν ἤκουσαν πάντα, ὅσα ἐποίησε Κύριος τῇ ῾Ιεριχὼ καὶ τῇ Γαί. 4 καὶ ἐποίησαν καί γε αὐτοὶ μετὰ πανουργίας καὶ ἐλθόντες ἐπεσιτίσαντο καὶ ἡτοιμάσαντο καὶ λαβόντες σάκκους παλαιοὺς ἐπὶ τῶν ὄνων αὐτῶν καὶ ἀσκοὺς οἴνου παλαιοὺς καὶ κατερρωγότας ἀποδεδεμένους, 5 καὶ τὰ κοῖλα τῶν ὑποδημάτων αὐτῶν, καὶ τὰ σανδάλια αὐτῶν παλαιὰ καὶκαταπεπελματωμένα ἐν τοῖς ποσὶν αὐτῶν. καὶ τὰ ἱμάτια αὐτῶν πεπαλαιωμένα ἐπάνω αὐτῶν, καὶ ὁ ἄρτος αὐτῶν τοῦ ἐπισιτισμοῦ ξηρὸς καὶ εὐρωτιῶν καὶ βεβρωμένος. 6 καὶ ἤλθοσαν πρὸς ᾿Ιησοῦν εἰς τὴν παρεμβολὴν ᾿Ισραὴλ εἰς Γάλγαλα καὶ εἶπαν πρὸς ᾿Ιησοῦν καὶ ᾿Ισραήλ· ἐκ γῆς μακρόθεν ἥκαμεν, καὶ νῦν διάθεσθε ἡμῖν διαθήκην.καὶ εἶπαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς τὸν Χορραῖον· ὅρα μὴ ἐν ἐμοὶ κατοικεῖς, καὶ πῶς σοι διαθῶμαι διαθήκην; 8 καὶ εἶπαν πρὸς ᾿Ιησοῦν· οἰκέται σού ἐσμεν. καὶ εἶπε πρὸς αὐτοὺς ᾿Ιησοῦς· πόθεν ἐστὲ καὶ πόθεν παραγεγόνατε; 9 καὶ εἶπαν· ἐκ γῆς μακρόθεν σφόδρα ἥκασιν οἱ παῖδές σου ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ σου· ἀκηκόαμεν γὰρ τὸ ὄνομα αὐτοῦ καὶ ὅσα ἐποίησεν ἐν Αἰγύπτῳ 10 καὶ ὅσα ἐποίησε τοῖς βασιλεῦσι τῶν ᾿Αμορραίων, οἳ ἦσαν πέραν τοῦ ᾿Ιορδάνου, τῷ Σηὼν βασιλεῖ τῶν ᾿Αμορραίων καὶ τῷ ῍Ωγ βασιλεῖ τῆς Βασάν, ὃς κατῴκει ἐν ᾿Ασταρὼθ καὶ ἐν ᾿Εδραΐν. 11 καὶ ἀκούσαντες εἶπαν πρὸς ἡμᾶς οἱ πρεσβύτεροι ἡμῶν καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν ἡμῶν λέγοντες· λάβετε ἑαυτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδὸν καὶ πορεύθητε εἰς συνάντησιν αὐτῶν καὶ ἐρεῖτε πρὸς αὐτούς· οἰκέται σού ἐσμεν, καὶ νῦν διάθεσθε ἡμῖν τὴν διαθήκην. 12 οὗτοι οἱ ἄρτοι, θερμοὺς ἐφωδιάσθημεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ, ᾗ ἐξήλθομεν παραγενέσθαι πρὸς ὑμᾶς. νῦν δὲ ἐξηράνθησαν καὶ γεγόνασι βεβρωμένοι. 13 καὶ οὗτοι οἱ ἀσκοὶ τοῦ οἴνου, οὓς ἐπλήσαμεν καινούς, καὶ οὗτοι ἐρρώγασι· καὶ τὰ ἱμάτια ἡμῶν καὶ τὰ ὑποδήματα ἡμῶν πεπαλαίωται ἀπὸ τῆς πολλῆς ὁδοῦ σφόδρα. 20 καὶ ἔλαβον οἱ ἄρχοντες τοῦ ἐπισιτισμοῦ αὐτῶν καὶ Κύριον οὐκ ἐπηρώτησαν. 21 καὶ ἐποίησεν ᾿Ιησοῦς πρὸς αὐτοὺς εἰρήνην καὶ διέθεντο πρὸς αὐτοὺς διαθήκην τοῦ διασῶσαι αὐτούς, καὶ ὤμοσαν αὐτοῖς οἱ ἄρχοντες τῆς συναγωγῆς. 22 καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας μετὰ τὸ διαθέσθαι πρὸς αὐτοὺς διαθήκην, ἤκουσαν ὅτι ἐγγύθεν αὐτῶν εἰσι, καὶ ὅτι ἐν αὐτοῖς κατοικοῦσι. 23 καὶ ἀπῇραν οἱ υἱοὶ ᾿Ισραὴλ καὶ ἦλθον εἰς τὰς πόλεις αὐτῶν· αἱ δὲ πόλεις αὐτῶν Γαβαὼν καὶ Κεφιρὰ καὶ Βηρὼθ καὶ πόλεις ᾿Ιαρίν. 24 καὶ οὐκ ἐμαχέσαντο αὐτοῖς οἱ υἱοὶ ᾿Ισραήλ, ὅτι ὤμοσαν αὐτοῖς πάντες οἱ ἄρχοντες Κύριον τὸν Θεὸν ᾿Ισραήλ· καὶ διεγόγγυσαν πᾶσα ἡ συναγωγὴ ἐπὶ τοῖς ἄρχουσι. 25 καὶ εἶπαν οἱ ἄρχοντες πάσῃ τῇ συναγωγῇ· ἡμεῖς ὠμόσαμεν αὐτοῖς Κύριον τὸν Θεὸν ᾿Ισραὴλ καὶ νῦν οὐ δυνησόμεθα ἅψασθαι αὐτῶν· 26 τοῦτο ποιήσομεν, ζωγρῆσαι αὐτούς, καὶ περιποιησόμεθα αὐτούς, καὶ οὐκ ἔσται καθ' ἡμῶν ὀργὴ διὰ τὸν ὅρκον, ὃν ὠμόσαμεν αὐτοῖς· 27 ζήσονται καὶ ἔσονται ξυλοκόποι καὶ ὑδροφόροι πάσῃ τῇ συναγωγῇ, καθάπερ εἶπαν αὐτοῖς οἱ ἄρχοντες. 28 καὶ συνεκάλεσεν αὐτοὺς ᾿Ιησοῦς καὶ εἶπεν αὐτοῖς· διατί παρελογίσασθέ με λέγοντες, μακρὰν ἀπὸ σοῦ ἐσμεν σφόδρα, ὑμεῖς δὲ ἐγχώριοί ἐστε τῶν κατοικούντων ἐν ἡμῖν; 29 καὶ νῦν ἐπικατάρατοί ἐστε· οὐ μὴ ἐκλίπῃ ἐξ ὑμῶν δοῦλος οὐδὲ ξυλοκόπος οὐδὲ ὑδροφόρος ἐμοὶ καὶ τῷ Θεῷ μου. 30 καὶ ἀπεκρίθησαν τῷ ᾿Ιησοῖ λέγοντες· ἀνηγγέλη ἡμῖν ὅσα συνέταξε Κύριος ὁ Θεός σου Μωυσῇ τῷ παιδὶ αὐτοῦ, δοῦναι ὑμῖν τὴν γῆν ταύτην καὶ ἐξολοθρεῦσαι ἡμᾶς καὶ πάντας τοὺς κατοικοῦντας ἐπ' αὐτῆς πρὸ προσώπου ὑμῶν, καὶ ἐφοβήθημεν σφόδρα περὶ τῶν ψυχῶν ἡμῶν ἀπὸ προσώπου ὑμῶν καὶ ἐποιήσαμεν τὸ πρᾶγμα τοῦτο. 31 καὶ νῦν ἰδοὺ ἡμεῖς ὑποχείριοι ὑμῖν· ὡς ἀρέσκει ὑμῖν καὶ ὡς δοκεῖ ὑμῖν, ποιήσατε ἡμῖν. 32 καὶ ἐποίησαν αὐτοῖς οὕτως· καὶ ἐξείλατο αὐτοὺς ᾿Ιησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρῶν υἱῶν ᾿Ισραήλ, καὶ οὐκ ἀνεῖλον αὐτούς. 33 καὶ κατέστησεν αὐτοὺς ᾿Ιησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυλοκόπους καὶ ὑδροφόρους πάσῃ τῇ συναγωγῇ καὶ τῷ θυσιαστηρίῳ τοῦ Θεοῦ· διὰ τοῦτο ἐγένοντο οἱ κατοικοῦντες Γαβαὼν ξυλοκόποι καὶ ὑδροφόροι τοῦ θυσιαστηρίου τοῦ Θεοῦ ἕως τῆς σήμερον ἡμέρας, καὶ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος.


10

ΩΣ δὲ ἤκουσεν ᾿Αδωνιβεζὲκ βασιλεὺς ῾Ιερουσαλὴμ ὅτι ἔλαβεν ᾿Ιησοῦς τὴν Γαὶ καὶ ἐξωλόθρευσεν αὐτήν, ὃν τρόπον ἐποίησαν τὴν ῾Ιεριχὼ καὶ τὸν βασιλέα αὐτῆς, οὕτως ἐποίησαν καὶ τὴν Γαὶ καὶ τὸν βασιλέα αὐτῆς, καὶ ὅτι ηὐτομόλησαν οἱ κατοικοῦντες Γαβαὼν πρὸς ᾿Ιησοῦν καὶ πρὸς ᾿Ισραήλ, 2 καὶ ἐφοβήθησαν ἀπ' αὐτῶν σφόδρα· ἤδει γὰρ ὅτι πόλις μεγάλη Γαβαών, ὡσεὶ μία τῶν μητροπόλεων, καὶ πάντες οἱ ἄνδρες αὐτῆς ἰσχυροί· 3 καὶ ἀπέστειλεν ᾿Αδωνιβεζὲκ βασιλεὺς ῾Ιερουσαλὴμ πρὸς ᾿Ελὰμ βασιλέα Χεβρὼν καὶ πρὸς Φιδὼν βασιλέα ῾Ιεριμοὺθ καὶ πρὸς ᾿Ιεφθὰ βασιλέα Λαχὶς καὶ πρὸς Δαβὶν βασιλέα ᾿Οδολλὰμ λέγων· 4 δεῦτε, ἀνάβητε πρός με καὶ βοηθήσατέ μοι, καὶ ἐκπολεμήσωμεν Γαβαών· ηὐτομόλησαν γὰρ πρὸς ᾿Ιησοῦν καὶ πρὸς τοὺς υἱοὺς ᾿Ισραήλ. 5 καὶ ἀνέβησαν οἱ πέντε βασιλεῖς τῶν ᾿Ιεβουσαίων, βασιλεὺς ῾Ιερουσαλὴμ καὶ βασιλεὺς Χεβρὼν καὶ βασιλεὺς ῾Ιεριμοὺθ καὶ βασιλεὺς Λαχὶς καὶ βασιλεὺς ᾿Οδολλάμ, αὐτοὶ καὶ πᾶς ὁ λαὸς αὐτῶν καὶ περιεκάθισαν τὴν Γαβαὼν καὶ ἐξεπολιόρκουν αὐτήν. 6 καὶ ἀπέστειλαν οἱ κατοικοῦντες Γαβαὼν πρὸς ᾿Ιησοῦν εἰς τὴν παρεμβολὴν ᾿Ισραὴλ εἰς Γάλγαλα λέγοντες· μὴ ἐκλύσῃς τὰς χεῖράς σου ἀπὸ τῶν παίδων σου· ἀνάβηθι πρὸς ἡμᾶς τὸ τάχος καὶ βοήθησον ἡμῖν καὶ ἐξελοῦ ἡμᾶς· ὅτι συνηγμένοι εἰσὶν ἐφ' ἡμᾶς πάντες οἱ βασιλεῖς τῶν ᾿Αμορραίων, οἱ κατοικοῦντες τὴν ὀρεινήν. 7 καὶ ἀνέβη ᾿Ιησοῦς ἐκ Γαλγάλων, αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς μετ' αὐτοῦ, πᾶς δυνατὸς ἐν ἰσχύϊ. 8 καὶ εἶπε Κύριος πρὸς ᾿Ιησοῦν· μὴ φοβηθῇς αὐτούς, εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτούς, οὐχ ὑπολειφθήσεται ἐξ αὐτῶν οὐδεὶς ἐνώπιον ὑμῶν. 9 καὶ ἐπεὶ παρεγένετο ᾿Ιησοῦς ἐπ' αὐτοὺςἄφνω, ὅλην τὴν νύκτα εἰσεπορεύθη ἐκ Γαλγάλων. 10 καὶ ἐξέστησεν αὐτοὺς Κύριος ἀπὸ προσώπου τῶν υἱῶν ᾿Ισραήλ, καὶ συνέτριψεν αὐτοὺς Κύριος συντρίψει μεγάλῃ ἐν Γαβαών, καὶ κατεδίωξαν αὐτοὺς ὁδὸν ἀναβάσεως ᾿Ωρωνὶν καὶ κατέκοπτον αὐτοὺς ἕως ᾿Αζηκὰ καὶ ἕως Μακηδά. 11 ἐν δὲ τῷ φεύγειν αὐτοὺς ἀπὸ προσώπου τῶν υἱῶν ᾿Ισραὴλ ἐπὶ τῆς καταβάσεως ᾿Ωρωνὶν καὶ Κύριος ἐπέρριψεν αὐτοῖς λίθους χαλάζης ἐκ τοῦ οὐρανοῦ ἕως ᾿Αζηκά, καὶ ἐγένοντο πλείους οἱ ἀποθανόντες διὰ τοὺς λίθους τῆς χαλάζης ἢ οὓς ἀπέκτειναν οἱ υἱοὶ ᾿Ισραὴλ μαχαίρᾳ ἐν τῷ πολέμῳ. 12 Τότε ἐλάλησεν ᾿Ιησοῦς πρὸς Κύριον, ᾗ ἡμέρᾳ παρέδωκεν ὁ Θεὸς τὸν ᾿Αμορραῖον ὑποχείριον ᾿Ισραήλ, ἡνίκα συνέτριψεν αὐτοὺς ἐν Γαβαὼν καὶ συνετρίβησαν ἀπὸ προσώπου υἱῶν ᾿Ισραήλ, καὶ εἶπεν ᾿Ιησοῦς· στήτω ὁ ἥλιος κατὰ Γαβαὼν καὶ ἡ σελήνη κατὰ φάραγγα Αἰλών. 13 καὶ ἔστη ὁ ἥλιος καὶ ἡ σελήνη ἐν στάσει, ἕως ἠμύνατο ὁ Θεὸς τοὺς ἐχθροὺς αὐτῶν. καὶ ἔστη ὁ ἥλιος κατὰ μέσον τοῦ οὐρανοῦ, οὐ προεπορεύετο εἰς δυσμὰς εἰς τέλος ἡμέρας μιᾶς. 14 καὶ οὐκ ἐγένετο ἡμέρα τοιαύτη οὐδὲ τὸ πρότερον οὐδὲ τὸ ἔσχατον, ὥστε ἐπακοῦσαι Θεὸν ἀνθρώπου, ὅτι Κύριος συνεξεπολέμησε τῷ ᾿Ισραήλ. 16 Καὶ ἔφυγον οἱ πέντε βασιλεῖς οὗτοι καὶ κατεκρύβησαν εἰς τὸ σπήλαιον τὸ ἐν Μακηδά. 17 καὶ ἀπηγγέλη τῷ ᾿Ιησοῦ λέγοντες· εὕρηνται οἱ πέντε βασιλεῖς κεκρυμμένοι ἐν τῷ σπηλαίῳ τῷ ἐν Μακηδά. 18 καὶ εἶπεν ᾿Ιησοῦς· κυλίσατε λίθους ἐπὶ τὸ στόμα τοῦ σπηλαίου καὶ καταστήσατε ἄνδρας φυλάσσειν ἐπ' αὐτούς, 19 ὑμεῖς δὲ μὴ ἑστήκατε καταδιώκοντες ὀπίσω τῶν ἐχθρῶν ὑμῶν καὶ καταλάβετε τὴν οὐραγίαν αὐτῶν καὶ μὴ ἀφῆτε εἰσελθεῖν εἰς τὰς πόλεις αὐτῶν· παρέδωκε γὰρ αὐτοὺς Κύριος ὁ Θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν. 20 καὶ ἐγένετο ὡς κατέπαυσεν ᾿Ιησοῦς καὶ πᾶς υἱὸς ᾿Ισραὴλ κόπτοντες αὐτοὺς κοπὴν μεγάλην σφόδρα ἕως εἰς τέλος, καὶ οἱ διασῳζόμενοι διεσώθησαν εἰς τὰς πόλεις τὰς ὀχυράς, 21 καὶ ἀπεστράφη πᾶς ὁ λαὸς πρὸς ᾿Ιησοῦν εἰς Μακηδὰ ὑγιεῖς, καὶ οὐκ ἔγρυξεν οὐδεὶς τῶν υἱῶν ᾿Ισραὴλ τῇ γλώσσῃ αὐτοῦ. 22 καὶ εἶπεν ᾿Ιησοῦς· ἀνοίξατε τὸ σπήλαιον καὶ ἐξαγάγετε τοὺς πέντε βασιλεῖς τούτους ἐκ τοῦ σπηλαίου. 23 καὶ ἐξηγάγοσαν τοὺς πέντε βασιλεῖς ἐκ τοῦ σπηλαίου, τὸν βασιλέα ῾Ιερουσαλὴμ καὶ τὸν βασιλέα Χεβρὼν καὶ τὸν βασιλέα ῾Ιεριμοὺθ καὶ τὸν βασιλέα Λαχὶς καὶ τὸν βασιλέα ᾿Οδολλάμ. 24 καὶ ἐπεὶ ἐξήγαγον αὐτοὺς πρὸς ᾿Ιησοῦν, καὶ συνεκάλεσεν ᾿Ιησοῦς πάντα ᾿Ισραήλ, καὶ τοὺς ἐναρχομένους τοῦ πολέμου τοὺς συμπορευομένους αὐτῷ, λέγων αὐτοῖς· προπορεύεσθε καὶ ἐπίθετε τοὺς πόδας ὑμῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν. καὶ προσελθόντες ἐπέθηκαν τοὺς πόδας αὐτῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν. 25 καὶ εἶπεν ᾿Ιησοῦς πρὸς αὐτούς· μὴ φοβηθῆτε αὐτοὺς μηδὲ δειλιάσητε· ἀνδρίζεσθε καὶ ἰσχύετε, ὅτι οὕτω ποιήσει Κύριος πᾶσι τοῖς ἐχθροῖς ὑμῶν, οὓς ὑμεῖς καταπολεμεῖτε αὐτούς. 26 καὶ ἀπέκτεινεν αὐτοὺς ᾿Ιησοῦς καὶ ἐκρέμασεν αὐτοὺς ἐπὶ πέντε ξύλων, καὶ ἦσαν κρεμάμενοι ἐπὶ τῶν ξύλων ἕως ἑσπέρας. 27 καὶ ἐγενήθη πρὸς ἡλίου δυσμὰς ἐνετείλατο ᾿Ιησοῦς καὶ καθεῖλον αὐτοὺς ἀπὸ τῶν ξύλων καὶ ἔρριψαν αὐτοὺς εἰς τὸ σπήλαιον, εἰς ὃ κατεφύγοσαν ἐκεῖ, καὶ ἐπεκύλισαν λίθους ἐπὶ τὸ σπήλαιον ἕως τῆς σήμερον ἡμέρας. 28 Καὶ τὴν Μακηδὰ ἐλάβοσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλόθρευσαν πᾶν ἐμπνέον, ὃ ἦν ἐν αὐτῇ, καὶ οὐ κατελείφθη οὐδεὶς ἐν αὐτῇ διασεσωσμένος καὶ διαπεφευγώς· καὶ ἐποίησαν τῷ βασιλεῖ Μακηδὰ ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ ῾Ιεριχώ. 29 καὶ ἀπῆλθεν ᾿Ιησοῦς καὶ πᾶς ᾿Ισραὴλ μετ' αὐτοῦ ἐκ Μακηδὰ εἰς Λεβνὰ καὶ ἐπολιόρκει Λεβνά. 30 καὶ παρέδωκεν αὐτὴν Κύριος εἰς χεῖρας ᾿Ισραήλ, καὶ ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτῆς καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ, καὶ οὐ κατελείφθη ἐν αὐτῇ διασεσωσμένος καὶ διαπεφευγώς· καὶ ἐποίησαν τῷ βασιλεῖ αὐτῆς ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ ῾Ιεριχώ. 31 καὶ ἀπῆλθεν ᾿Ιησοῦς καὶ πᾶς ᾿Ισραὴλ μετ' αὐτοῦ ἐκ Λεβνὰ εἰς Λαχὶς καὶ περιεκάθισεν αὐτὴν καὶ ἐπολιόρκει αὐτήν. 32 καὶ παρέδωκε Κύριος τὴν Λαχὶς εἰς τὰς χεῖρας ᾿Ισραήλ, καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλόθρευσαν αὐτήν, ὃν τρόπον ἐποίησαν τὴν Λεβνά. 33 τότε ἀνέβη ᾿Ελὰμ βασιλεὺς Γαζὲρ βοηθήσων τῇ Λαχίς, καὶ ἐπάταξεν αὐτὸν ᾿Ιησοῦς ἐν στόματι ξίφους καὶ τὸν λαὸν αὐτοῦ ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν σεσωσμένον καὶ διαπεφευγότα. 34 καὶ ἀπῆλθεν ᾿Ιησοῦς καὶ πᾶς ᾿Ισραὴλ μετ' αὐτοῦ ἐκ Λαχὶς εἰς ᾿Οδολλὰμ καὶ περιεκάθισεν αὐτὴν καὶ ἐξεπολιόρκησεν αὐτήν. 35 καὶ παρέδωκεν αὐτὴν Κύριος ἐν χειρὶ ᾿Ισραήλ, καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφόνευσεν αὐτὴν ἐν στόματι ξίφους, καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ ἐφόνευσαν, ὃν τρόπον ἐποίησαν τῇ Λαχίς. 36 καὶ ἀπῆλθεν ᾿Ιησοῦς καὶ πᾶς ᾿Ισραὴλ μετ' αὐτοῦ εἰς Χεβρὼν καὶ περιεκάθισεν αὐτήν. 37 καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ξίφους καὶ πᾶν τὸ ἐμπνέον, ὅσα ἦν ἐν αὐτῇ, οὐκ ἦν διασεσωσμένος· ὃν τρόπον ἐποίησαν τὴν ᾿Οδολλάμ, ἐξωλόθρευσαν αὐτὴν καὶ ὅσα ἦν ἐν αὐτῇ. 38 καὶ ἀπέστρεψεν ᾿Ιησοῦς καὶ πᾶς ᾿Ισραὴλ εἰς Δαβὶρ καὶ περικαθίσαντες αὐτὴν 39 ἔλαβον αὐτὴν καὶ τὸν βασιλέα αὐτῆς καὶ τὰς κώμας αὐτῆς καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ξίφους καὶ ἐξωλόθρευσαν αὐτὴν καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ καὶ οὐ κατέλιπον αὐτῇ οὐδένα διασεσωσμένον· ὃν τρόπον ἐποίησαν τῇ Χεβρὼν καὶ τῷ βασιλεῖ αὐτῆς, οὕτως ἐποίησαν τῇ Δαβὶρ καὶ τῷ βασιλεῖ αὐτῆς. 40 καὶ ἐπάταξεν ᾿Ιησοῦς πᾶσαν τὴν γῆν τῆς ὀρεινῆς καὶ τὴν Ναγὲβ καὶ τὴν πεδινὴν καὶ τὴν ᾿Ασηδὼθ καὶ τοὺς βασιλεῖς αὐτῆς, οὐ κατέλιπον αὐτῶν σεσωσμένον· καὶ πᾶν ἐμπνέον ζωῆς ἐξωλόθρευσεν, ὃν τρόπον ἐνετείλατο Κύριος ὁ Θεὸς ᾿Ισραήλ, 41ἀπὸ Κάδης Βαρνῆ ἕως Γάζης, πᾶσαν τὴν Γοσὸμ ἕως τῆς Γαβαών, 42 καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν καὶ τὴν γῆν αὐτῶν ἐπάταξεν ᾿Ιησοῦς εἰσάπαξ, ὅτι Κύριος ὁ Θεὸς ᾿Ισραὴλ συνεπολέμει τῷ ᾿Ισραήλ.
 


Back                                 Homepage                             Next ►►►