The Orthodox Pages

email: pater@christopherklitou.com

Η ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ 

ΤΩΝ ΕΒΔΟΜΗΚΟΝΤΑ

ΗΣΑΪΑΣ
 

Homepage

 

 Back          THE OLD TESTAMENT (GREEK SEPTUAGINT)                    

ISAIAH

 

ΚΕΦ. 61-66

61

ΠΝΕΥΜΑ Κυρίου ἐπ᾿ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, 2 καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως τῷ Θεῷ ἡμῶν, παρακαλέσαι πάντας τοὺς πενθοῦντας, 3 δοθῆναι τοῖς πενθοῦσι Σιὼν δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας· καὶ κληθήσονται γενεαὶ δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν. 4 καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας, ἐξηρημωμένας πρότερον ἐξαναστήσουσι· καὶ καινιοῦσι πόλεις ἐρήμους ἐξηρωμένας εἰς γενεάς. 5 καὶ ἥξουσι ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρες καὶ ἀμπελουργοί. 6 ὑμεῖς δὲ ἱερεῖς Κυρίου κληθήσεσθε, λειτουργοὶ Θεοῦ· ἰσχὺν ἐθνῶν κατέδεσθε καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε. [ἀντὶ τῆς αἰσχύνης ὑμῶν τῆς διπλῆς καὶ ἀντὶ τῆς ἐντροπῆς ἀγαλλιάσεται ἡ μερὶς αὐτῶν]. 7 οὕτως ἐκ δευτέρας κληρονομήσουσι τὴν γῆν, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. 8 ἐγὼ γάρ εἰμι Κύριος ὁ ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας· καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς. 9 καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν καὶ τὰ ἔκγονα αὐτῶν ἐν μέσῳ τῶν λαῶν· πᾶς ὁ ὁρῶν αὐτοὺς ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί εἰσι σπέρμα ηὐλογημένον ὑπὸ Θεοῦ 10 καὶ εὐφροσύνῃ εὐφρανθήσονται ἐπὶ Κύριον. -᾿Αγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης, ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ. 11 καὶ ὡς γῆ αὔξουσα τὸ ἄνθος αὐτῆς καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ, οὕτως ἀνατελεῖ Κύριος δικαιοσύνην καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν.


62

ΔΙΑ Σιὼν οὐ σιωπήσομαι καὶ διὰ ῾Ιερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται. 2 καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου καὶ βασιλεῖς τὴν δόξαν σου, καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινόν, ὃ ὁ Κύριος ὀνομάσει αὐτό. 3 καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου. 4 καὶ οὐκέτι κληθήσῃ Καταλελυμμένη, καὶ ἡ γῆ σου οὐ κληθήσεται ἔτι ῎Ερημος· σὺ γὰρ κληθήσεται Θέλημα ἐμόν, καὶ τῇ γῇ σου Οἰκουμένη, ὅτι εὐδόκησε Κύριος ἐν σοὶ καὶ ἡ γῆ σου συνοικισθήσεται. 5 καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ, οὕτω κατοικήσουσιν οἱ υἱοί σου· καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί. 6 καὶ ἐπὶ τῶν τειχῶν σου, ῾Ιερουσαλήμ, κατέστησα φύλακας ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα, οἵ διὰ τέλους οὐ σιωπήσονται μιμνησκόμενοι Κυρίου. 7 οὐκ ἔστι γὰρ ὑμῖν ὅμοιος, ἐὰν διορθώσῃ καὶ ποιήσῃ ῾Ιερουσαλὴμ γαυρίαμα ἐπὶ τῆς γῆς. 8 ὤμοσε Κύριος κατὰ τῆς δεξιᾶς αὐτοῦ καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ· εἰ ἔτι δώσω τὸν σῖτόν σου καὶ τὰ βρώματά σου τοῖς ἐχθροῖς σου, καὶ εἰ ἔτι πίονται υἱοὶ ἀλλότριοι τὸν οἶνόν σου, ἐφ ᾧ ἐμόχθησας· 9 ἀλλ᾿ ἢ οἱ συνάγοντες φάγονται αὐτὰ καὶ αἰνέσουσι Κύριον, καὶ οἱ συνάγοντες πίονται αὐτὰ ἐν ταῖς ἐπαύλεσι ταῖς ἁγίαις μου. 10 πορεύεσθε διὰ τῶν πυλῶν μου καὶ ὁδοποιήσατε τῷ λαῷ μου καὶ τοὺς λίθους τοὺς ἐκ τῆς ὁδοῦ διαρρίψατε· ἐξάρατε σύσσημον εἰς τὰ ἔθνη. 11 ἰδοὺ γὰρ Κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς· εἴπατε τῇ θυγατρὶ Σιών· ἰδοὺ ὁ σωτήρ σοι παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθὸν καὶ τὸ ἔργον πρὸ προσώπου αὐτοῦ. 12 καὶ καλέσει αὐτὸν λαὸν ἅγιον, λελυτρωμένον ὑπὸ Κυρίου· σὺ δὲ κληθήσῃ ἐπιζητουμένη πόλις καὶ οὐκ ἐγκαταλελειμμένη.


63

ΤΙΣ οὗτος ὁ παραγενόμενος ἐξ ᾿Εδώμ, ἐρύθημα ἱματίων ἐκ Βοσόρ, οὕτως ὡραῖος ἐν στολῇ βίᾳ μετὰ ἰσχύος; ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. 2 διατί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ; 3 πλήρης καταπεπατημένης, καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ᾿ ἐμοῦ, καὶ κατεπάτησα αὐτοὺς ἐν θυμῷ μου καὶ κατέθλασα αὐτοὺς ὡς γῆν καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν. 4 ἡμέρα γὰρ ἀνταποδόσεως ἐπῆλθεν αὐτοῖς, καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστι. 5 καὶ ἐπέβλεψα, καὶ οὐδεὶς βοηθός· καὶ προσενόησα, καὶ οὐθεὶς ἀντελαμβάνετο· καὶ ἐρρύσατο αὐτοὺς ὁ βραχίων μου, καὶ ὁ θυμός μου ἐπέστη. 6 καὶ κατεπάτησα αὐτοὺς τῇ ὀργῇ μου καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν. - 7 Τὸν ἔλεον Κυρίου ἐμνήσθην, τὰς ἀρετὰς Κυρίου ἐν πᾶσιν, οἷς ἡμῖν ἀνταποδίδωσι· Κύριος κριτὴς ἀγαθὸς τῷ οἴκῳ ᾿Ισραήλ, ἐπάγει ἡμῖν κατὰ τὸ ἔλεος αὐτοῦ καὶ κατὰ τὸ πλῆθος τῆς δικαιοσύνης αὐτοῦ. 8 καὶ εἶπεν· οὐχ ὁ λαός μου τέκνα οὐ μὴ ἀθετήσωσι; καὶ ἐγένετο αὐτοῖς εἰς σωτηρίαν 9 ἐκ πάσης θλίψεως αὐτῶν. οὐ πρέσβυς οὐδὲ ἄγγελος, ἀλλ᾿ αὐτὸς Κύριος ἔσωσεν αὐτοὺς διὰ τὸ ἀγαπᾶν αὐτοὺς καὶ φείδεσθαι αὐτῶν· αὐτὸς ἐλυτρώσατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος. 10 αὐτοὶ δὲ ἠπείθησαν καὶ παρώξυναν τὸ πνεῦμα τὸ ἅγιον αὐτοῦ· καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν, καὶ αὐτὸς ἐπολέμησεν αὐτούς. 11 καὶ ἐμνήσθη ἡμερῶν αἰωνίων ὁ ἀναβιβάσας ἐκ τῆς γῆς τὸν ποιμένα τῶν προβάτων· ποῦ ἔστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον; 12 ὁ ἀγαγὼν τῇ δεξιᾷ Μωυσῆν, ὁ βραχίων τῆς δόξης αὐτοῦ; κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ ποιῆσαι ἑαυτῷ ὄνομα αἰώνιον. 13 ἤγαγεν αὐτοὺς διὰ τῆς ἀβύσσου ὡς ἵππον δι᾿ ἐρήμου, καὶ οὐκ ἐκοπίασαν. 14 καὶ ὡς κτήνη διὰ πεδίου, κατέβη πνεῦμα παρὰ Κυρίου καὶ ὡδήγησεν αὐτούς· οὕτως ἥγαγες τὸν λαόν σου ποιῆσαι σεαυτῷ ὄνομα δόξης. - 15 ᾿Επίστρεψον ἐκ τοῦ οὐρανοῦ καὶ ἰδὲ ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης· ποῦ ἐστιν ὁ ζῆλός σου καὶ ἡ ἰσχύς σου; ποῦ ἐστι τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου, ὅτι ἀνέσχου ἡμῶν; 16 σὺ γὰρ εἶ πατὴρ ἡμῶν, ὅτι ῾Αβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ ᾿Ισραὴλ οὐκ ἐπέγνω ἡμᾶς, ἀλλὰ σύ, Κύριε, πατὴρ ἡμῶν· ρῦσαι ἡμᾶς, ἀπ᾿ ἀρχῆς τὸ ὄνομά σου ἐφ᾿ ἡμᾶς ἐστι. 17 τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνα τὰς καρδίας ἡμῶν τοῦ μὴ φοβεῖσθαί σε; ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, 18 ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου, οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου. 19 ἐγενόμεθα ὡς τὸ ἀπ᾿ ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ᾿ ἡμᾶς.


64

ΕΑΝ ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται, 2 ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς τήκεται, καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους, καὶ φανερὸν ἔσται τὸ ὄνομα Κυρίου ἐν τοῖς ὑπεναντίοις· ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται. 3 ὅταν ποιῇς τὰ ἔνδοξα, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη. 4 ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον Θεὸν πλὴν σοῦ καὶ τὰ ἔργα σου, ἃ ποιήσεις τοῖς ὑπομένουσιν ἔλεον. 5 συναντήσεται γὰρ τοῖς ποιοῦσι τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται. ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν· διὰ τοῦτο ἐπλανήθημεν. 6 καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι πάντες ἡμεῖς, ὡς ράκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν· καὶ ἐξερρύημεν ὡς φύλλα διὰ τὰς ἀνομίας ἡμῶν, οὕτως ἄνεμος οἴσει ἡμᾶς. 7 καὶ οὐκ ἔστιν ὁ ἐπικαλούμενος τὸ ὄνομά σου καὶ ὁ μνησθεὶς ἀντιλαβέσθαι σου· ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ᾿ ἡμῶν καὶ παρέδωκας ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν. 8 καὶ νῦν, Κύριε, πατὴρ ἡμῶν σύ, ἡμεῖς δὲ πηλός, ἔργα τῶν χειρῶν σου πάντες. 9 μὴ ὀργίζου ὑμῖν σφόδρα καὶ μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν ἡμῶν. καὶ νῦν ἐπίβλεψον, ὅτι λαός σου πάντες ἡμεῖς. 10 πόλις τοῦ ἁγίου σου ἐγενήθη ἔρημος, Σιὼν ὡς ἔρημος ἐγενήθη, ῾Ιερουσαλὴμ εἰς κατάραν. 11 ὁ οἶκος, τὸ ἅγιον ἡμῶν, καὶ ἡ δόξα, ἣν εὐλόγησαν οἱ πατέρες ἡμῶν, ἐγενήθη πυρίκαυστος, καὶ πάντα ἔνδοξα ἡμῶν συνέπεσε. 12 καὶ ἐπὶ πᾶσι τούτοις ἀνέσχου, Κύριε, καὶ ἐσιώπησας καὶ ἐταπείνωσας ἡμᾶς σφόδρα.


65

ΕΜΦΑΝΗΣ ἐγενήθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν. εἶπα· ἰδού εἰμι τῷ ἔθνει, οἳ οὐκ ἐκάλεσάν μου τὸ ὄνομα. 2 ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, οἳ οὐκ ἐπορεύθησαν ὁδῷ ἀληθινῇ, ἀλλ᾿ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν. 3 ὁ λαὸς οὗτος ὁ παροξύνων με ἐναντίον ἐμοῦ διαπαντός, αὐτοὶ θυσιάζουσιν ἐν τοῖς κήποις καὶ θυμιῶσιν ἐπὶ ταῖς πλίνθοις τοῖς δαιμονίοις, ἃ οὐκ ἔστιν. 4 ἐν τοῖς μνήμασι καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται δι᾿ ἐνύπνια, οἱ ἔσθοντες κρέα ὕεια καὶ ζωμὸν θυσιῶν, μεμολυμμένα πάντα τὰ σκεύη αὐτῶν· 5 οἱ λέγοντες· πόρρω ἀπ᾿ ἐμοῦ, μὴ ἐγγίσῃς μοι, ὅτι καθαρός εἰμι· οὗτος καπνὸς τοῦ θυμοῦ μου, πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας. 6 ἰδοὺ γέγραπται ἐνώπιόν μου· οὐ σιωπήσω ἕως ἂν ἀποδώσω εἰς τὸν κόλπον αὐτῶν· 7 τὰς ἁμαρτίας αὐτῶν καὶ τῶν πατέρων αὐτῶν, λέγει Κύριος, οἳ ἐθυμίασαν ἐπὶ τῶν ὀρέων καὶ ἐπὶ τῶν βουνῶν ὠνείδισάν με, ἀποδώσω τὰ ἔργα αὐτῶν εἰς τὸν κόλπον αὐτῶν. 8 Οὕτως λέγει Κύριος· ὃν τρόπον εὑρεθήσεται ὁ ρὼξ ἐν τῷ βότρυϊ καὶ ἐροῦσι· μὴ λυμήνῃ αὐτόν, ὅτι εὐλογία ἐστὶν ἐν αὐτῷ, οὕτως ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι, τούτου ἕνεκεν οὐ μὴ ἀπολέσω πάντας. 9 καὶ ἐξάξω τὸ ἐξ ᾿Ιακὼβ σπέρμα καὶ τὸ ἐξ ᾿Ιούδα, καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου, καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου καὶ κατοικήσουσιν ἐκεῖ. 10 καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων καὶ φάραγξ ᾿Αχὼρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ μου, οἳ ἐζήτησάν με. 11 ὑμεῖς δὲ οἱ ἐγκαταλιπόντες με καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου καὶ ἑτοιμάζοντες τῷ δαιμονίῳ τράπεζαν καὶ πληροῦντες τῇ τύχῃ κέρασμα, 12 ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν, πάντες ἐν σφαγῇ πεσεῖσθε· ὅτι ἐλάλησα ὑμᾶς, καὶ οὐχ ὑπηκούσατε, ἐλάλησα καὶ παρηκούσατε καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὐκ ἐβουλόμην, ἐξελέξασθε. - 13 Διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ οἱ δουλεύσαντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε. ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε· ἰδοὺ οἱ δουλεύοντές μοι εὐφρανθήσονται, ὑμεῖς δὲ αἰσχυνθήσεσθε· 14 ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ κεκράξεσθε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν καὶ ἀπὸ συντριβῆς πνεύματος ὑμῶν ὀλολύξετε. 15 καταλείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς δὲ ἀνελεῖ Κύριος· τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινόν, 16 ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς· εὐλογήσουσι γὰρ τὸν Θεὸν τὸν ἀληθινόν, καὶ οἱ ὀμνύοντες ἐπὶ τῆς γῆς ὁμοῦνται τὸν Θεὸν τὸν ἀληθινόν· ἐπιλήσονται γὰρ τὴν θλῖψιν αὐτῶν τὴν πρώτην, καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν. 17 ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, καὶ οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐδ᾿ οὐ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν, 18 ἀλλ᾿ εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ· ὅτι ἰδοὺ ἐγὼ ποιῶ ἀγαλλίαμα ῾Ιερουσαλὴμ καὶ τὸν λαόν μου εὐφροσύνην. 19 ἀγαλλιάσομαι ἐπὶ ῾Ιερουσαλὴμ καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου καὶ οὐκέτι μὴ ἀκουσθῇ ἐν αὐτῇ φωνὴ κλαυθμοῦ οὐδὲ φωνὴ κραυγῆς. 20 καὶ οὐ μὴ γένηται ἔτι ἐκεῖ ἄωρος καὶ πρεσβύτης, ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ· ἔσται γὰρ ὁ νέος ἑκατὸν ἐτῶν, ὁ δὲ ἀποθνήσκων ἁμαρτωλὸς ἑκατὸν ἐτῶν καὶ ἐπικατάρατος ἔσται. 21 καὶ οἰκοδομήσουσιν οἰκίας καὶ αὐτοὶ ἐνοικήσουσι, καὶ καταφυτεύσουσι ἀμπελῶνας καὶ αὐτοὶ φάγονται τὰ γεννήματα αὐτῶν· 22 καὶ οὐ μὴ οἰκοδομήσουσι καὶ ἄλλοι ἐνοικήσουσι, καὶ οὐ μὴ φυτεύσουσι καὶ ἄλλοι φάγονται· κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς ἔσονται αἱ ἡμέραι τοῦ λαοῦ μου· τὰ γὰρ ἔργα τῶν πόνων αὐτῶν παλαιώσουσιν. 23 οἱ δὲ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν, ὅτι σπέρμα εὐλογημένον ὑπὸ Θεοῦ ἐστι, καὶ τὰ ἔκγονα αὐτῶν μετ᾿ αὐτῶν ἔσονται. 24 καὶ ἔσται πρὶν ἢ κεκράξαι αὐτούς, ἐγὼ ὑπακούσομαι αὐτῶν, ἔτι λαλούντων αὐτῶν ἐρῶ· τί ἐστι; 25 τότε λύκοι καὶ ἄρνες βοσκηθήσονται ἅμα, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα, ὄφις δὲ γῆν ὡς ἄρτον· οὐκ ἀδικήσουσιν οὐδὲ μὴ λυμανοῦνται ἐπὶ τῷ ὄρει τῷ ἁγίῳ μου, λέγει Κύριος.


66

ΟΥΤΩΣ λέγει Κύριος· ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι; καὶ ποῖος τόπος τῆς καταπαύσεώς μου; 2 πάντα γὰρ ταῦτα ἐποίησεν ἡ χείρ μου, καὶ ἔστιν ἐμὰ πάντα ταῦτα, λέγει Κύριος· καὶ ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ᾿ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντα τοὺς λόγους μου; 3 ὁ δὲ ἄνομος ὁ θύων μοι μόσχον ὡς ὁ ἀποκτένων κύνα, ὁ δὲ ἀναφέρων σεμίδαλιν ὡς αἷμα ὕειον, ὁ διδοὺς λίβανον εἰς μνημόσυνον ὡς βλάσφημος· καὶ αὐτοὶ ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν, ἃ ἡ ψυχὴ αὐτῶν ἠθέλησε, 4 κἀγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν καὶ τὰς ἁμαρτίας ἀνταποδώσω αὐτοῖς· ὅτι ἐκάλεσα αὐτοὺς οὐχ ὑπήκουσάν μου, ἐλάλησα καὶ οὐκ ἤκουσαν, καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὐκ ἠβουλόμην ἐξελέξαντο. - 5 ᾿Ακούσατε ρήματα Κυρίου οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ὑμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν, κἀκεῖνοι αἰσχυνθήσονται. 6 φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ Κυρίου ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις. 7 πρὶν ἢ τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων, ἐξέφυγε καὶ ἔτεκεν ἄρσεν. 8 τίς ἤκουσε τοιοῦτο, καὶ τίς ἑώρακεν οὕτως; ἦ ὤδινε γῆ ἐν ἡμέρᾳ μιᾷ, ἢ καὶ ἐτέχθη ἔθνος εἰς ἅπαξ; ὅτι ὤδινε καὶ ἔτεκε Σιὼν τὰ παιδία αὐτῆς. 9 ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν ταύτην, καὶ οὐκ ἐμνήσθης μου, εἶπε Κύριος. οὐκ ἰδοὺ ἐγὼ γεννῶσαν καὶ στεῖραν ἐποίησα; εἶπεν ὁ Θεός σου. 10 εὐφράνθητι, ῾Ιερουσαλήμ, καὶ πανηγυρίσατε ἐν αὐτῇ, πάντες οἱ ἀγαπῶντες αὐτήν, χάρητε ἅμα αὐτῇ χαρᾷ, πάντες ὅσοι πενθεῖτε ἐπ᾿ αὐτῇ, 11 ἵνα θηλάσητε καὶ ἐμπλησθῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς, ἵνα ἐκθηλάσαντες τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς. 12 ὅτι τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης καὶ ὡς χειμάρρους ἐπικλύζων δόξαν ἐθνῶν· τὰ παιδία αὐτῶν ἐπ᾿ ὤμων ἀρθήσονται καὶ ἐπὶ γονάτων παρακληθήσονται. 13 ὡς εἴ τινα μήτηρ παρακαλέσει, οὕτως κἀγὼ παρακαλέσω ὑμᾶς, καὶ ἐν ῾Ιερουσαλὴμ παρακληθήσεσθε. 14 καὶ ὄψεσθε, καὶ χαρήσεται ἡ καρδία ὑμῶν, καὶ τὰ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ· καὶ γνωσθήσεται ἡ χεὶρ Κυρίου τοῖς φοβουμένοις αὐτόν, καὶ ἀπειλήσει τοῖς ἀπειθοῦσιν. - 15 ᾿Ιδοὺ γὰρ Κύριος ὡς πῦρ ἥξει καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν αὐτοῦ καὶ ἀποσκορακισμὸν αὐτοῦ ἐν φλογὶ πυρός. 16 ἐν γὰρ τῷ πυρὶ Κυρίου κριθήσεται πᾶσα ἡ γῆ καὶ ἐν τῇ ρομφαίᾳ αὐτοῦ πᾶσα σάρξ· πολλοὶ τραυματίαι ἔσονται ὑπὸ Κυρίου. 17 οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι εἰς τοὺς κήπους καὶ ἐν τοῖς προθύροις ἔσθοντες κρέας ὕειον καὶ τὰ βδελύγματα καὶ τὸν μῦν ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται, εἶπε Κύριος, 18 κἀγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν ἐπίσταμαι. ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας, καὶ ἥξουσι καὶ ὄψονται τὴν δόξαν μου. 19 καὶ καταλείψω ἐπ᾿ αὐτῶν σημεῖα καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσωσμένους εἰς τὰ ἔθνη, εἰς Θαρσὶς καὶ Φοὺδ καὶ Λοὺδ καὶ Μοσὸχ καὶ εἰς Θοβὲλ καὶ εἰς τὴν ῾Ελλάδα καὶ εἰς τὰς νήσους τὰς πόρρω, οἳ οὐκ ἀκηκόασί μου τὸ ὄνομα οὐδὲ ἑωράκασί μου τὴν δόξαν, καὶ ἀναγγελοῦσι τὴν δόξαν μου ἐν τοῖς ἔθνεσι. 20 καὶ ἄξουσιν τοὺς ἀδελφοὺς ὑμῶν ἐκ πάντων τῶν ἐθνῶν δῶρον Κυρίῳ μεθ᾿ ἵππων καὶ ἁρμάτων ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδίων εἰς τὴν ἁγίαν πόλιν ῾Ιερουσαλήμ, εἶπε Κύριος, ὡς ἂν ἐνέγκαισαν οἱ υἱοὶ ᾿Ισραὴλ τὰς θυσίας αὐτῶν ἐμοὶ μετὰ ψαλμῶν εἰς τὸν οἶκον Κυρίου. 21 καὶ ἀπ᾿ αὐτῶν λήψομαι ἐμοὶ ἱερεῖς καὶ Λευίτας, εἶπε Κύριος. 22 ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἃ ἐγὼ ποιῶ, μένει ἐνώπιον ἐμοῦ, λέγει Κύριος, οὕτω στήσεται τὸ σπέρμα ὑμῶν καὶ τὸ ὄνομα ὑμῶν. 23 καὶ ἔσται μῆνα ἐκ μηνὸς καὶ σάββατον ἐκ σαββάτου ἥξει πᾶσα σάρξ τοῦ προσκυνῆσαι ἐνώπιον ἐμοῦ ἐν ῾Ιερουσαλήμ, εἶπε Κύριος. 24 καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.
 


Back                                 Homepage                             Next ►►►