The Orthodox Pages

email: pater@christopherklitou.com

 

THE OLD TESTAMENT

SEPTUAGINT

GREEK / ENGLISH

ISAIAH CHAPTERS 11-20

Homepage

  Back                                                        

 

   

  

 

 

ΗΣΑΪΑΣ

 

11

ΚΑΙ ἐξελεύσεται ράβδος ἐκ τῆς ρίζης ᾿Ιεσσαί, καὶ ἄνθος ἐκ τῆς ρίζης ἀναβήσεται.

2 καὶ ἀναπαύσεται ἐπ᾿ αὐτὸν πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας·

3 ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ. οὐ κατὰ τὴν δόξαν κρινεῖ οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει,

 

4 ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς· καὶ πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ·

5 καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ καὶ ἀληθείᾳ εἰλημένος τὰς πλευράς.

6 καὶ συμβοσκηθήσεται λύκος μετ᾿ ἀρνός, καὶ πάρδαλις συναναπαύσεται ἐρίφω, καὶ μοσχάριον καὶ ταῦρος καὶ λέων ἅμα βοσκηθήσονται, καὶ παιδίον μικρὸν ἄξει αὐτούς·

7 καὶ βοῦς καὶ ἄρκος ἅμα βοσκηθήσονται, καὶ ἅμα τὰ παιδία αὐτῶν ἔσονται, καὶ λέων καὶ βοῦς ἅμα φάγονται ἄχυρα.

8 καὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων καὶ ἐπὶ κοίτην ἐκγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ.

9 καὶ οὐ μὴ κακοποιήσουσιν, οὐδὲ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, ὅτι ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν Κύριον ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας.

10 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ρίζα τοῦ ᾿Ιεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾿ αὐτῷ ἔθνη ἐλπιοῦσι, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή.

11 καὶ ἔσται τῇ ἡμέρᾳ ἐκείνη προσθήσει Κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, ὃ ἂν καταλειφθῇ ἀπὸ τῶν ᾿Ασσυρίων καὶ ἀπὸ Αἰγύπτου καὶ Βαβυλωνίας καὶ Αἰθιοπίας καὶ ἀπὸ ᾿Ελαμιτῶν καὶ ἀπὸ ἡλίου ἀνατολῶν καὶ ἐξ ᾿Αραβίας.

12 καὶ ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη καὶ συνάξει τοὺς ἀπολομένους ᾿Ισραὴλ καὶ τοὺς διεσπαρμένους τοῦ ᾿Ιούδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς.

13 ἀφαιρεθήσεται ὁ ζῆλος ᾿Εφραὶμ καὶ οἱ ἐχθροὶ ᾿Ιούδα ἀπολοῦνται· ᾿Εφραὶμ οὐ ζηλώσει ᾿Ιούδαν, καὶ ᾿Ιούδας οὐ θλίψει ᾿Εφραίμ.

14 καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων θάλασσαν, ἅμα προνομεύσουσι καὶ τοὺς ἀφ᾿ ἡλίου ἀνατολῶν καὶ ᾿Ιδουμαίαν· καὶ ἐπὶ Μωὰβ πρῶτον τὰς χεῖρας ἐπιβαλοῦσιν, οἱ δὲ υἱοὶ ᾿Αμμὼν πρῶτοι ὑπακούσονται.

15 καὶ ἐρημώσει Κύριος τὴν θάλασσαν Αἰγύπτου καὶ ἐπιβαλεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ καὶ πατάξει ἑπτὰ φάραγγας, ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδήμασι·

16 καὶ ἔσται δίοδος τῷ καταλειφθέντι μου λαῷ ἐν Αἰγύπτῳ, καὶ ἔσται τῷ ᾿Ισραὴλ ὡς ἡ ἡμέρα ὅτε ἐξῆλθεν ἐκ γῆς Αἰγύπτου.


12

ΚΑΙ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· εὐλογήσω σε, Κύριε, διότι ὠργίσθης μοι καὶ ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με.

2 ἰδοὺ ὁ Θεός μου σωτήρ μου Κύριος, πεποιθὼς ἔσομαι ἐπ᾿ αὐτῷ καὶ σωθήσομαι ἐν αὐτῷ καὶ οὐ φοβηθήσομαι, διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου Κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν.

3 καὶ ἀντλήσατε ὕδωρ μετ᾿ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου.

4 καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· ὑμνεῖτε Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ, μιμνήσκεσθε, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ.

5 ὑμνήσατε τὸ ὄνομα Κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν· ἀναγγείλατε ταῦτα ἐν πάση τῇ γῇ.

6 ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε, οἱ κατοικοῦντες Σιών, ὅτι ὑψώθη ὁ ἅγιος τοῦ ᾿Ισραὴλ ἐν μέσῳ αὐτῆς.


13

Ορασις, ἣν εἶδεν ῾Ησαΐας υἱὸς ᾿Αμώς, κατὰ Βαβυλῶνος.

2 ἐπ᾿ ὄρους πεδινοῦ ἄρατε σημεῖον, ὑψώσατε τὴν φωνὴν αὐτοῖς, μὴ φοβεῖσθε, παρακαλεῖτε τῇ χειρί· ἀνοίξατε, οἱ ἄρχοντες.

3 ἐγὼ συντάσσω καὶ ἐγὼ ἄγω αὐτούς· [ἡγιασμένοι εἰσί, καὶ ἐγὼ ἄγω αὐτούς]. γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες.

4 φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων, ὁμοία ἐθνῶν πολλῶν, φωνὴ βασιλέων καὶ ἐθνῶν συνηγμένων. Κύριος σαβαὼθ ἐντέταλται ἔθνει ὁπλομάχῳ

5 ἔρχεσθαι ἐκ γῆς πόρρωθεν ἀπ᾿ ἄκρου θεμελίου τοῦ οὐρανοῦ, Κύριος καὶ οἱ ὁπλομάχοι αὐτοῦ, τοῦ καταφθεῖραι πᾶσαν τὴν οἰκουμένην.

6 ὀλολύζετε, ἐγγὺς γὰρ ἡμέρα Κυρίου, καὶ συντριβὴ παρὰ τοῦ Θεοῦ ἥξει·

7 διὰ τοῦτο πᾶσα χεὶρ ἐκλυθήσεται καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει.

8 καὶ ταραχθήσονται οἱ πρέσβεις καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν, ὡς γυναικὸς τικτούσης· καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἐκστήσονται καὶ τὸ πρόσωπον αὐτῶν ὡς φλὸξ μεταβαλοῦσιν.

9 ἰδοὺ γὰρ ἡμέρα Κυρίου ἔρχεται ἀνίατος θυμοῦ καὶ ὀργῆς θεῖναι τὴν οἰκουμένην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς.

10 οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ ᾿Ωρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς οὐ δώσουσι, καὶ σκοτισθήσεται τοῦ ἡλίου ἀνατέλλοντος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς.

11 καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακὰ καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν· καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω.

 

12 καὶ ἔσονται οἱ καταλελειμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον, καὶ ὁ ἄνθρωπος μᾶλλον ἔντιμος ἔσται ἢ ὁ λίθος ὁ ἐκ Σουφίρ.

13 ὁ γὰρ οὐρανὸς θυμωθήσεται καὶ ἡ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς διὰ θυμὸν ὀργῆς Κυρίου σαβαὼθ ἐν τῇ ἡμέρᾳ, ᾗ ἂν ἐπέλθῃ ὁ θυμὸς αὐτοῦ.

14 καὶ ἔσονται οἱ καταλελειμμένοι ὡς δορκάδιον φεῦγον καὶ ὡς πρόβατον πλανώμενον, καὶ οὐκ ἔσται ὁ συνάγων, ὥστε ἄνθρωπον εἰς τὸν λαὸν αὐτοῦ ἀποστραφῆναι καὶ ἄνθρωπον εἰς τὴν χώραν ἑαυτοῦ διώξεται.

15 ὃς γὰρ ἂν ἁλῷ, ἡττηθήσεται, καὶ οἵτινες συνηγμένοι εἰσί, μαχαίρᾳ πεσοῦνται·

 

16 καὶ τὰ τέκνα αὐτῶν ἐνώπιον αὐτῶν ράξουσι καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσι καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσιν.

17 ἰδοὺ ἐπεγείρω ὑμῖν τοὺς Μήδους, οἳ ἀργύριον οὐ λογίζονται, οὐδὲ χρυσίου χρείαν ἔχουσι.

18 τοξεύματα νεανίσκων συντρίψουσι καὶ τὰ τέκνα ὑμῶν οὐ μὴ ἐλεήσωσιν, οὐδὲ ἐπὶ τοῖς τέκνοις σου φείσονται οἱ ὀφθαλμοὶ αὐτῶν.

19 καὶ ἔσται Βαβυλών, ἣ καλεῖται ἔνδοξος ἀπὸ βασιλέως Χαλδαίων, ὃν τρόπον κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμορρα·

20 οὐ κατοικηθήσεται εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ μὴ εἰσέλθωσιν εἰς αὐτὴν διὰ πολλῶν γενεῶν, οὐδὲ μὴ διέλθωσιν αὐτὴν ῎Αραβες, οὐδὲ ποιμένες οὐ μὴ ἀναπαύσονται ἐν αὐτῇ·

21 καὶ ἀναπαύσονται ἐκεῖ θηρία καὶ ἐμπλησθήσονται αἱ οἰκίαι ἤχου, καὶ ἀναπαύσονται ἐκεῖ σειρῆνες, καὶ δαιμόνια ἐκεῖ ὀρχήσονται,

22 καὶ ὀνοκένταυροι ἐκεῖ κατοικήσουσι, καὶ νοσσοποιήσουσιν ἐχῖνοι ἐν τοῖς οἴκοις αὐτῶν· ταχὺ ἔρχεται καὶ οὐ χρονιεῖ.


14

ΚΑΙ ἐλεήσει Κύριος τὸν ᾿Ιακὼβ καὶ ἐκλέξεται ἔτι τὸν ᾿Ισραήλ, καὶ ἀναπαύσονται ἐπὶ τῆς γῆς αὐτῶν, καὶ ὁ γειώρας προστεθήσεται πρὸς αὐτοὺς καὶ προστεθήσεται πρὸς τὸν οἶκον ᾿Ιακώβ,

2 καὶ λήψονται αὐτοὺς ἔθνη καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν, καὶ κατακληρονομήσουσι καὶ πληθυνθήσονται ἐπὶ τῆς γῆς τοῦ Θεοῦ εἰς δούλους καὶ δούλας· καὶ ἔσονται αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες αὐτούς, καὶ κυριευθήσονται οἱ κυριεύσαντες αὐτῶν.

3 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναπαύσει σε Κύριος ἀπὸ τῆς ὀδύνης καὶ τοῦ θυμοῦ σου καὶ τῆς δουλείας σου τῆς σκληρᾶς, ἧς ἐδούλευσας αὐτοῖς.

 

4 καὶ λήψη τὸν θρῆνον τοῦτον ἐπὶ τὸν βασιλέα Βαβυλῶνος καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνη· πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν καὶ ἀναπέπαυται ὁ ἐπισπουδαστής;

5 συνέτριψε Κύριος τὸν ζυγὸν τῶν ἁμαρτωλῶν, τὸν ζυγὸν τῶν ἀρχόντων·

6 πατάξας ἔθνος θυμῷ, πληγῇ ἀνιάτῳ, παίων ἔθνος πληγὴν θυμοῦ, ἣ οὐκ ἐφείσατο, ἀνεπαύσατο πεποιθώς.

 

7 πᾶσα ἡ γῆ βοᾷ μετ᾿ εὐφροσύνης,

8 καὶ τὰ ξύλα τοῦ λιβάνου εὐφράνθησαν ἐπὶ σοὶ καὶ ἡ κέδρος τοῦ Λιβάνου· ἀφ᾿ οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς.

 

9 ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι, συνηγέρθησάν σοι πάντες οἱ γίγαντες οἱ ἄρξαντες τῆς γῆς, οἱ ἐγείραντες ἐκ τῶν θρόνων αὐτῶν πάντας βασιλεῖς ἐθνῶν.

10 πάντες ἀποκριθήσονται καὶ ἐροῦσί σοι· καὶ σὺ ἑάλως, ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης.

 

11 κατέβη εἰς ᾅδου ἡ δόξα σου, ἡ πολλὴ εὐφροσύνη σου· ὑποκάτω σου στρώσουσι σῆψιν, καὶ τὸ κατακάλυμμά σου σκώληξ.

12 πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωΐ ἀνατέλλων; συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη.

13 σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου· εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἀστέρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καθιῶ ἐν ὄρει ὑψηλῷ, ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς Βορρᾶν,

14 ἀναβήσομαι ἐπάνω τῶν νεφῶν, ἔσομαι ὅμοιος τῷ ῾Υψίστῳ.

15 νῦν δὲ εἰς ᾅδην καταβήσῃ καὶ εἰς τὰ θεμέλια τῆς γῆς.

16 οἱ ἰδόντες σε θαυμάσονται ἐπὶ σοὶ καὶ ἐροῦσιν· οὗτος ὁ ἄνθρωπος ὁ παροξύνων τὴν γῆν, ὁ σείων βασιλεῖς;

17 ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τὰς πόλεις αὐτοῦ καθεῖλε, τοὺς ἐν ἐπαγωγῇ οὐκ ἔλυσε.

18 πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν ἐν τιμῇ, ἄνθρωπος ἐν τῷ οἴκῳ αὐτοῦ·

19 σὺ δὲ ριφήσῃ ἐν τοῖς ὄρεσιν ὡς νεκρὸς ἐβδελυγμένος μετὰ πολλῶν τεθνηκότων ἐκκεκεντημένων μαχαίραις, καταβαινόντων εἰς ᾅδου. ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρόν,

20 οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός, διότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας· οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον, σπέρμα πονηρόν.

21 ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρὸς αὐτῶν, ἵνα μὴ ἀναστῶσι καὶ κληρονομήσωσι τὴν γῆν καὶ ἐμπλήσωσιν τὴν γῆν πολέμων.

22 Καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος σαβαώθ, καὶ ἀπολῶ αὐτῶν ὄνομα καὶ κατάλειμμα καὶ σπέρμα - τάδε λέγει Κύριος

23 καὶ θήσω τὴν Βαβυλωνίαν ἔρημον, ὥστε κατοικεῖν ἐχίνους, καὶ ἔσται εἰς οὐδέν· καὶ θήσω αὐτὴν πηλοῦ βάραθρον εἰς ἀπώλειαν.

 

24 τάδε λέγει Κύριος σαβαώθ· ὃν τρόπον εἴρηκα, οὕτως ἔσται, καὶ ὃν τρόπον βεβούλευμαι, οὕτως μενεῖ,

25 τοῦ ἀπολέσαι τοὺς ᾿Ασσυρίους ἀπὸ τῆς γῆς τῆς ἐμῆς καὶ ἀπὸ τῶν ὀρέων μου, καὶ ἔσονται εἰς καταπάτημα, καὶ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῶν ὁ ζυγὸς αὐτῶν, καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων ἀφαιρεθήσεται.

26 αὕτη ἡ βουλή, ἣν βεβούλευται Κύριος ἐπὶ τὴν ὅλην οἰκουμένην, καὶ αὕτη ἡ χεὶρ ἡ ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη.

27 ἃ γὰρ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα αὐτοῦ τὴν ὑψηλὴν τίς ἀποστρέψει;

28 Τοῦ ἔτους, οὗ ἀπέθανεν ὁ βασιλεὺς ῎Αχαζ, ἐγενήθη τὸ ρῆμα τοῦτο.

29 μὴ εὐφρανθείητε οἱ ἀλλόφυλοι πάντες, συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς· ἐκ γὰρ σπέρματος ὄφεως ἐξελεύσεται ἔκγονα ἀσπίδων, καὶ τὰ ἔκγονα αὐτῶν ἐξελεύσονται ὄφεις πετόμενοι

30 καὶ βοσκηθήσονται πτωχοὶ δι᾿ αὐτοῦ, πτωχοὶ δὲ ἄνθρωποι ἐπὶ εἰρήνης ἀναπαύσονται· ἀνελεῖ δὲ λιμῷ τὸ σπέρμα σου καὶ τὸ κατάλειμμά σου ἀνελεῖ.

31 ὀλολύξατε, πύλαι πόλεων, κεκραγέτωσαν πόλεις τεταραγμέναι, οἱ ἀλλόφυλοι πάντες, ὅτι ἀπὸ Βορρᾶ καπνὸς ἔρχεται, καὶ οὐκ ἔστι τοῦ εἶναι.

32 καὶ τί ἀποκριθήσονται βασιλεῖς ἐθνῶν; ὅτι Κύριος ἐθεμελίωσε Σιών, καὶ δι᾿ αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ.


15

Τὸ ρῆμα τὸ κατὰ τῆς Μωαβίτιδος. 

ΝΥΚΤΟΣ ἀπολεῖται ἡ Μωαβῖτις, νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος.

2 λυπεῖσθε ἐφ᾿ ἑαυτοῖς, ἀπολεῖται γὰρ καὶ Δηβών, οὗ ὁ βωμὸς ὑμῶν, ἐκεῖ ἀναβήσεσθε κλαίειν· ἐπὶ Ναβαῦ τῆς Μωαβίτιδος ὀλολύζετε ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα, πάντες βραχίονες κατατετμημένοι·

3 ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκους καὶ κόπτεσθε, ἐπὶ τῶν δωμάτων αὐτῆς καὶ ἐν ταῖς πλατείαις αὐτῆς καὶ ἐν ταῖς ρύμας αὐτῆς πάντες ὀλολύζετε μετὰ κλαυθμοῦ.

4 ὅτι κέκραγεν ᾿Εσεβὼν καὶ ᾿Ελεαλή, ἕως ᾿Ιασσὰ ἠκούσθη ἡ φωνὴ αὐτῶν· διὰ τοῦτο ἡ ὀσφὺς τῆς Μωαβίτιδος βοᾷ, ἡ ψυχὴ αὐτῆς γνώσεται.

5 ἡ καρδία τῆς Μωαβίτιδος βοᾷ ἐν αὐτῇ ἕως Σηγώρ· δάμαλις γάρ ἐστι τριετής· ἐπὶ δὲ τῆς ἀναβάσεως Λουεὶθ πρός σε κλαίοντες ἀναβήσονται, τῇ ὁδῷ ᾿Αρωνιεὶμ βοᾷ σύντριμμα καὶ σεισμός.

6 τὸ ὕδωρ τῆς Νεμρεὶμ ἔρημον ἔσται, καὶ ὁ χόρτος αὐτῆς ἐκλείψει· χόρτος γὰρ χλωρὸς οὐκ ἔσται.

 

7 μὴ καὶ οὕτως μέλει σωθῆναι; ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα ῎Αραβας, καὶ λήψονται αὐτήν.

8 συνῆψε γὰρ ἡ βοὴ τὸ ὅριον τῆς Μωαβίτιδος τῆς ᾿Αγαλείμ, καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ Αἰλείμ.

9 τὸ δὲ ὕδωρ τὸ Ρεμμὼν πλησθήσεται αἵματος· ἐπάξω γὰρ ἐπὶ Ρεμμὼν ῎Αραβας καὶ ἀρῶ τὸ σπέρμα Μωὰβ καὶ ᾿Αριὴλ καὶ τὸ κατάλοιπον ᾿Αδαμά.


16

ΑΠΟΣΤΕΛΩ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν· μὴ πέτρα ἔρημός ἐστι τὸ ὄρος θυγατρὸς Σιών;

2 ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νεοσσὸς ἀφηρημένος, θύγατερ Μωάβ. ἔπειτα δέ, ᾿Αρνῶν, πλείονα

3 βουλεύου, ποίει τε σκέπην πένθους αὐτῇ διὰ παντός· ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσιν, ἐξέστησαν, μὴ ἀπαχθῇς.

4 παροικήσουσί σοι οἱ φυγάδες Μωάβ, ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος, ὅτι ᾔρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς.

5 καὶ διορθωθήσεται μετ᾿ ἐλέους θρόνος, καὶ καθιεῖται ἐπ᾿ αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυὶδ κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην.

6 ᾿Ηκούσαμεν τὴν ὕβριν Μωάβ, ὑβριστὴς σφόδρα, τὴν ὑπερηφανίαν ἐξῇρας. οὐχ οὕτως ἡ μαντεία σου, οὐχ οὕτως.

7 ὀλολύξει Μωάβ, ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσι· τοῖς κατοικοῦσι δὲ Σὲθ μελετήσεις· καὶ οὐκ ἐντραπήσῃ.

8 τὰ πεδία ᾿Εσεβὼν πενθήσει, ἄμπελος Σεβαμά· καταπίνοντες τὰ ἔθνη, καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως ᾿Ιαζήρ· οὐ μὴ συνάψητε, πλανήθητε τὴν ἔρημον· οἱ ἀπεσταλμένοι ἐγκατελείφθησαν, διέβησαν γὰρ τὴν ἔρημον.

9 διὰ τοῦτο κλαύσομαι ὡς τὸν κλαυθμὸν ᾿Ιαζὴρ ἄμπελον Σεβαμά· τὰ δένδρα σου κατέβαλεν, ᾿Εσεβὼν καὶ ᾿Ελεαλή, ὅτι ἐπὶ τῷ θερισμῷ καὶ ἐπὶ τῷ τρυγητῷ σου καταπατήσω, καὶ πάντα πεσοῦνται.

10 καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπελώνων σου, καὶ ἐν τοῖς ἀμπελῶσί σου οὐ μὴ εὐφρανθήσονται καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια, πέπαυται γάρ.

11 διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωὰβ ὡς κιθάρα ἠχήσει, καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος, ὃ ἐνεκαίνισας.

12 καὶ ἔσται εἰς τὸ ἐντραπῆναί σε, ὅτι ἐκοπίασε Μωὰβ ἐπὶ τοῖς βωμοῖς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς ὥστε προσεύξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν.

13 Τοῦτο τὸ ρῆμα ὃ ἐλάλησε Κύριος ἐπὶ Μωάβ, ὁπότε καὶ ἐλάλησε.

14 καὶ νῦν λέγω· ἐν τρισὶν ἔτεσιν ἐτῶν μισθωτοῦ ἀτιμασθήσεται ἡ δόξα Μωὰβ ἐν παντὶ τῷ πλούτῳ τῷ πολλῷ, καὶ καταλειφθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος.


17

Τὸ ρῆμα τὸ κατὰ Δαμασκοῦ.

ΙΔΟΥ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων καὶ ἔσται εἰς πτῶσιν,

2 καταλελειμμένη εἰς τὸν αἰῶνα, εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν, καὶ οὐκ ἔσται ὁ διώκων.

3 καὶ οὐκέτι ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν ᾿Εφραίμ. καὶ οὐκέτι ἔσται βασιλεία ἐν Δαμασκῷ, καὶ τὸ λοιπὸν τῶν Σύρων ἀπολεῖται· οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν ᾿Ισραὴλ καὶ τῆς δόξης αὐτῶν· τάδε λέγει Κύριος σαβαώθ.

4 ῎Εσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις τῆς δόξης ᾿Ιακώβ, καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθήσεται.

5 καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀμητὸν ἑστηκότα καὶ σπέρμα σταχύων ἐν τῷ βραχίονι αὐτοῦ ἀμήσῃ, καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυν ἐν φάραγγι στερεᾷ

6 καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη, ἢ ὡς ρῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ᾿ ἄκρου μετεώρου, ἢ τέσσαρες ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτῶν καταλειφθῆ· τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ.

7 τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτόν, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ ᾿Ισραὴλ ἐμβλέψονται,

8 καὶ οὐ μὴ πεποιθότες ὦσιν ἐπὶ τοῖς βωμοῖς, οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, καὶ οὐκ ὄψονται τὰ δένδρα, οὐδὲ τὰ βδελύγματα αὐτῶν.

9 τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται αἱ πόλεις σου ἐγκαταλελειμμέναι, ὃν τρόπον κατέλιπον οἱ ᾿Αμορραῖοι καὶ οἱ Εὐαῖοι ἀπὸ προσώπου τῶν υἱῶν ᾿Ισραήλ, καὶ ἔσονται ἔρημοι,

10 διότι κατέλιπες τὸν Θεὸν τὸν σωτῆρά σου καὶ Κυρίου τοῦ βοηθοῦ σου οὐκ ἐμνήσθης. διὰ τοῦτο φυτεύσεις φύτευμα ἄπιστον καὶ σπέρμα ἄπιστον·

 

11 τῇ δὲ ἡμέρᾳ, ᾗ ἂν φυτεύσῃς, πλανηθήσῃ· τὸ δὲ πρωΐ, ἐὰν σπείρῃς, ἀνθήσει εἰς ἀμητὸν ᾗ ἂν ἡμέρᾳ κληρώσῃ, καὶ ὡς πατὴρ ἀνθρώπου κληρώσῃ, καὶ ὡς πατὴρ ἀνθρώπου κληρώση τοῖς ὑἱοῖς σου.

12 Οὐαὶ πλῆθος ἐθνῶν πολλῶν· ὡς θάλασσα κυμαίνουσα οὕτω ταραχθήσεσθε, καὶ νῶτος ἐθνῶν πολλῶν ὡς ὕδωρ ἠχήσει.

13 ὡς ὕδωρ πολὺ ἔθνη πολλά, ὡς ὕδατος πολλοῦ βίᾳ καταφερομένου· καὶ ἀποσκορακιεῖ αὐτὸν καὶ πόρρω αὐτὸν διώξεται ὡς χνοῦν ἀχύρου λικμώντων ἀπέναντι ἀνέμου καὶ ὡς κονιορτὸν τροχοῦ καταιγὶς φέρουσα.

14 πρὸς ἑσπέραν ἔσται πένθος, πρὶν ἢ πρωΐ καὶ οὐκ ἔσται. αὕτη ἡ μερὶς τῶν προνομευσάντων ὑμᾶς καὶ κληρονομία τοῖς ὑμᾶς κληρονομήσασιν.


18

ΟΥΑΙ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας,

2 ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα καὶ ἐπιστολὰς βιβλίνας ἐπάνω τοῦ ὕδατος· πορεύσονται γὰρ ἄγγελοι κοῦφοι πρὸς ἔθνος μετέωρον καὶ ξένον λαὸν καὶ χαλεπόν, τίς αὐτοῦ ἐπέκεινα; ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον. νῦν οἱ ποταμοὶ τῆς γῆς

3 πάντες ὡς χώρα κατοικουμένη· κατοικηθήσεται ἡ χώρα αὐτῶν ὡσεὶ σημεῖον ἀπὸ ὄρους ἀρθῇ, ὡς σάλπιγγος φωνὴ ἀκουστὸν ἔσται.

4 διότι οὕτως εἶπέ μοι Κύριος· ἀσφάλεια ἔσται ἐν τῇ ἐμῇ πόλει ὡς φῶς καύματος μεσημβρίας, καὶ ὡς νεφέλη δρόσου ἡμέρας ἀμήτου ἔσται.

5 πρὸ τοῦ θερισμοῦ, ὅταν συντελεσθῇ ἄνθος καὶ ὄμφαξ ἐξανθήσῃ ἄνθος ὀμφακίζουσα, καὶ ἀφελεῖ τὰ βοτρύδια τὰ μικρὰ τοῖς δρεπάνοις καὶ τὰς κληματίδας ἀφελεῖ καὶ ἀποκόψει

 

6 καὶ καταλείψει ἅμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς. καὶ συναχθήσεται ἐπ᾿ αὐτοὺς τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ πάντα τὰ θηρία τῆς γῆς ἐπ᾿ αὐτὸν ἥξει.

7 ἐν τῷ καιρῷ ἐκείνῳ ἀνενεχθήσεται δῶρα Κυρίῳ σαβαὼθ ἐκ λαοῦ τεθλιμμένου καὶ τετιλμένου καὶ ἀπὸ λαοῦ μεγάλου ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον· ἔθνος ἐλπίζον καὶ καταπεπατημένον, ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ, εἰς τὸν τόπον, οὗ τὸ ὄνομα Κυρίου σαβαὼθ ἐπεκλήθη, ὄρος Σιών.


19

῞Ορασις Αἰγύπτου.

ΙΔΟΥ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς.

2 καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπ᾿ Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ, πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομόν.

3 καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους.

4 καὶ παραδώσω τὴν Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν· τάδε λέγει Κύριος σαβαώθ.

5 καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν, ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται.

6 καὶ ἐκλείψουσιν οἱ ποταμοὶ καὶ αἱ διώρυγες τοῦ ποταμοῦ, καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος καὶ ἐν παντὶ ἕλει καλάμου καὶ παπύρου·

7 καὶ τὸ ἄχι τὸ χλωρὸν πᾶν τὸ κύκλῳ τοῦ ποταμοῦ, καὶ πᾶν τὸ σπειρόμενον διὰ τοῦ ποταμοῦ ξηρανθήσεται ἀνεμόφθορον.

8 καὶ στενάξουσιν οἱ ἁλιεῖς, καὶ στενάξουσι πάντες οἱ βάλλοντες ἄγκιστρον εἰς τὸν ποταμόν, καὶ οἱ βάλλοντες σαγήνας καὶ οἱ ἀμφιβολεῖς πενθήσουσι.

9 καὶ αἰσχύνη λήψεται τοὺς ἐργαζομένους τὸ λίνον τὸ σχιστὸν καὶ τοὺς ἐργαζομένους τὴν βύσσον,

10 καὶ ἔσονται οἱ ἐργαζόμενοι αὐτὰ ἐν ὀδύνῃ, καὶ πάντες οἱ ποιοῦντες τὸν ζῦθον λυπηθήσονται καὶ τὰς ψυχὰς πονέσουσι.

11 καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως· οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως, ἡ βουλὴ αὐτῶν μωρανθήσεται. πῶς ἐρεῖτε τῷ βασιλεῖ· υἱοὶ συνετῶν ἡμεῖς, υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς;

12 ποῦ εἰσι νῦν οἱ σοφοί σου καὶ ἀναγγειλάτωσάν σοι καὶ εἰπάτωσαν, τί βεβούλευται Κύριος σαβαὼθ ἐπ᾿ Αἴγυπτον;

13 ἐξέλιπον οἱ ἄρχοντες Τάνεως, καὶ ὑψώθησαν οἱ ἄρχοντες Μέμφεως, καὶ πλανήσουσιν Αἴγυπτον κατὰ φυλάς.

14 Κύριος γὰρ ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως, καὶ ἐπλάνησαν Αἴγυπτον ἐν πᾶσι τοῖς ἔργοις αὐτῶν, ὡς πλανᾶται ὁ μεθύων καὶ ὁ ἐμῶν ἅμα.

15 καὶ οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον, ὃ ποιήσει κεφαλὴν καὶ οὐράν, ἀρχὴν καὶ τέλος.

16 Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι ὡς γυναῖκες ἐν φόβῳ καὶ ἐν τρόμῳ ἀπὸ προσώπου τῆς χειρὸς Κυρίου σαβαώθ, ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς.

17 καὶ ἔσται ἡ χώρα τῶν ᾿Ιουδαίων τοῖς Αἰγυπτίοις εἰς φόβητρον· πᾶς, ὃς ἐὰν ὀνομάσῃ αὐτὴν αὐτοῖς, φοβηθήσονται διὰ τὴν βουλήν, ἣν βεβούλευται Κύριος σαβαὼθ ἐπ᾿ αὐτήν.

18 Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλεις ἐν τῇ Αἰγύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χαναανίτιδι καὶ ὀμνύουσαι τῷ ὀνόματι Κυρίου σαβαώθ· πόλις ἀσεδὲκ κληθήσεται ἡ μία πόλις.

19 Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ

20 καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, ὅτι κεκράξονται πρὸς Κύριον διὰ τοὺς θλίβοντας αὐτούς, καὶ ἀποστελεῖ αὐτοῖς Κύριος ἄνθρωπον, ὃς σώσει αὐτούς, κρίνων σώσει αὐτούς.

21 καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις, καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ποιήσουσι θυσίας καὶ εὔξονται εὐχὰς τῷ Κυρίῳ καὶ ἀποδώσουσι.

22 καὶ πατάξει Κύριος τοὺς Αἰγυπτίους πληγῇ καὶ ἰάσεται αὐτοὺς ἰάσει, καὶ ἐπιστραφήσονται πρὸς Κύριον, καὶ εἰσακούσεται αὐτῶν καὶ ἰάσεται αὐτούς.

23 Τῇ ἡμέρᾳ ἐκείνη ἔσται ἡ ὁδὸς ἀπὸ Αἰγύπτου πρὸς ᾿Ασσυρίους καὶ εἰσελεύσονται ᾿Ασσύριοι εἰς Αἴγυπτον, καὶ Αἰγύπτιοι πορεύσονται πρὸς ᾿Ασσυρίους, καὶ δουλεύσουσιν Αἰγύπτιοι τοῖς ᾿Ασσυρίοις.

24 Τῇ ἡμέρᾳ ἐκείνη ἔσται ᾿Ισραὴλ τρίτος ἐν τοῖς ᾿Ασσυρίοις καὶ ἐν τοῖς Αἰγυπτίοις εὐλογημένος ἐν τῇ γῇ,

25 ἣν εὐλόγησε Κύριος σαβαὼθ λέγων· εὐλογημένος ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ καὶ ὁ ἐν ᾿Ασσυρίοις καὶ ἡ κληρονομία μου ᾿Ισραήλ.


20

ΤΟΥ ἔτους οὗ εἰσῆλθεν Τανάθαν εἰς ῎Αζωτον, ἡνίκα ἀπεστάλη ὑπὸ ᾿Αρνᾶ βασιλέως ᾿Ασσυρίων καὶ ἐπολέμησε τὴν ῎Αζωτον καὶ ἔλαβεν αὐτήν,

2 τότε ἐλάλησε Κύριος πρὸς ᾿Ησαΐαν υἱὸν ᾿Αμὼς λέγων· πορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τῆς ὀσφύος σου καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τῶν ποδῶν σου· καὶ ποίησον οὕτως πορευόμενος γυμνὸς καὶ ἀνυπόδετος.

3 καὶ εἶπε Κύριος· ὃν τρόπον πεπόρευται ὁ παῖς μου ῾Ησαΐας γυμνὸς καὶ ἀνυπόδετος τρία ἔτη, τρία ἔτη ἔσται εἰς σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις καὶ Αἰθίοψιν·

4 ὅτι οὕτως ἄξει βασιλεὺς ᾿Ασσυρίων τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ Αἰθιόπων, νεανίσκους καὶ πρεσβύτας, γυμνοὺς καὶ ἀνυποδέτους, ἀνακεκαλυμμένους τὴν αἰσχύνην Αἰγύπτου.

5 καὶ αἰσχυνθήσονται ἡττηθέντες οἱ Αἰγύπτιοι ἐπὶ τοῖς Αἰθίοψιν, ἐφ᾿ οἷς ἦσαν πεποιθότες οἱ Αἰγύπτιοι, ἦσαν γὰρ αὐτοῖς δόξα.

6 καὶ ἐροῦσιν οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· ἰδοὺ ἡμεῖς ἦμεν πεποιθότες τοῦ φυγεῖν εἰς αὐτοὺς εἰς βοήθειαν, οἳ οὐκ ἠδύναντο σωθῆναι ἀπὸ βασιλέως ᾿Ασσυρίων· καὶ πῶς ἡμεῖς σωθησόμεθα;


 


 

    

 

    

       

ISAIAH
 

11

And there shall come forth a rod out of the root of Jesse, and a blossom shall come up from his root:

2 and the Spirit of God shall rest upon him, the spirit of wisdom and understanding, the spirit of counsel and strength, the spirit of knowledge and godliness;

3 the spirit of the fear of God shall fill him. He shall not judge according to reputation, nor reprove according to report:

4 but he shall judge the cause of the lowly, and shall reprove the lowly of the earth: and he shall smite the earth with the word of his mouth, and with the breath of his lips shall he destroy the ungodly one.

5 And he shall have his loins girt with righteousness, and his sides clothed with truth.

6 And the wolf shall feed with the lamb, and the leopard shall lie down with the kid; and the young calf and bull and lion shall feed together; and a little child shall lead them.

7 And the ox and bear shall feed together; and their young shall be together: and together shall the lion and ox eat straw.

8 And an infant shall put his hand on the holes of asps, and on the nest of young asps.

9 And they shall not hurt, nor shall they at all be able to destroy any one on my holy mountain: for the whole world is filled with the knowledge of the Lord, as much water covers the seas.

10 And in that day there shall be a root of Jesse, and he that shall arise to rule over the Gentiles; in him shall the Gentiles trust, and His rest shall be honour.

11 And it shall be in that day, that the Lord shall again shew his hand, to be zealous for the remnant that is left of the people, which shall be left by the Assyrians, and that from Egypt, and from the country of Babylon, and from Ethiopia, and from the Elamites, and from the rising of the sun, and out of Arabia.

 

12 And he shall lift up a standard for the nations, and he shall gather the lost ones of Israel, and he shall gather the dispersed of Juda from the four corners of the earth.

13 And the envy of Ephraim shall be taken away, and the enemies of Juda shall perish: Ephraim shall not envy Juda, and Juda shall not afflict Ephraim.

14 And they shall fly in the ships of the Philistines in the sea: they shall at the same time spoil them that come from the rising of the sun, and Idumea: and they shall lay their hands on Moab first; but the children of Ammon shall first obey them.

15 And the Lord shall make desolate the sea of Egypt; and he shall lay his hand on the river with a strong wind, and he shall smite the seven channels, so that men shall pass through it dry-shod.

16 And there shall be a passage for my people that is left in Egypt: and it shall be to Israel as the day when he came forth out of the land of Egypt.

 

12

And in that day thou shalt say, I will bless thee, O Lord; for thou wast angry with me, but thou hast turned aside thy wrath, and hast pitied me.

2 Behold, the Lord is my God, my Saviour; I will trust in him, and I will be saved in him and will not be afraid: for the Lord is my glory and my praise, and is become my salvation.

3 Draw ye therefore water with joy out of the wells of salvation.

4 And in that day thou shalt say, sing to the Lord, call aloud upon his name, proclaim his glorious deeds among the Gentiles; make mention that his name is exalted.

5 Sing praise to the name of the Lord; for he has done great things: declare this in all the earth.

6 Exalt and rejoice, ye that dwell in Sion: for the Holy One of Israel is exalted in the midst of her.

 

 

13

The vision which Isaiah son of Amos saw against Babylon.

2 Lift up a standard on the mountain of the plain, exalt the voice to them, beckon with the hand, open the gates, ye rulers.

3 I have given command, and I bring them; they are consecrated, and I lead them; giants come to fulfil My wrath, rejoicing at the same time, and reproaching.

 

4 A voice of many nations on the mountains, even like to that of many nations; a voice of kings and nations gathered together: the Lord of Sabaoth has given command to an armed nation,

5 to come from a land afar off, from the utmost foundation of heaven; the Lord and his warriors are coming to destroy all the world.

6 Howl ye, for the day of the Lord is near, and destruction from God shall arrive.

7 Therefore every hand shall become powerless, and every soul of man shall be afraid.

8 The elders shall be troubled, and pangs shall seize them, as of a woman in travail: and they shall mourn one to another, and shall be amazed, and shall change their countenance as a flame.

 

9 For behold! the day of the Lord is coming which cannot be healed, a day of wrath and anger, to make the world desolate, and to destroy sinners out of it.

10 For the stars of heaven, and Orion, and all the host of heaven, shall not give their light; and it shall be dark at sunrise, and the moon shall not give her light.

 

11 And I will command evils for all the world, and upon the ungodly for their sins: and I will destroy the haughtiness of the transgressors, and will lay low the arrogancy of the proud.

12 And they that are left shall be more precious than gold tried in the fire; and a man shall be more precious than the stone that is in Suphir.

13 For the heaven shall be enraged, and the earth shall be shaken from her foundation, because of the fierce anger of the Lord of Sabaoth, in the day in which his wrath shall come on.

14 And they that are left shall be as a fleeing fawn, and as a stray sheep, and there shall be none to gather them: so that a man shall turn back to his people, and a man shall flee to his own land.

 

15 For whosoever shall be taken shall be overcome; and they that are gathered together shall fall by the sword.

16 And they shall dash their children before their eyes; and they shall spoil their houses, and shall take their wives.

17 Behold, I will stir up against you the Medes, who do not regard silver, neither have they need of gold.

18 They shall break the bows of the young men; and they shall have no mercy on your children; nor shall their eyes spare thy children.

19 And Babylon, which is called glorious by the king of the Chaldeans, shall be as when God overthrew Sodoma, and Gomorrha.

20 It shall never be inhabited, neither shall any enter into it for many generations: neither shall the Arabians pass through it; nor shall shepherds at all rest in it.

21 But wild beasts shall rest there; and the houses shall be filled with howling; and sirens shall rest there, and devils shall dance there,

 

22 and satyrs shall dwell there; and hedgehogs shall make their nests in their houses. It will come soon, and will not tarry.

 

14

And the Lord will have mercy on Jacob, and will yet choose Israel, and they shall rest on their land: and the stranger shall be added to them, yea, shall be added to the house of Jacob.

2 And the Gentiles shall take them, and bring them into their place: and they shall inherit them, and they shall be multiplied upon the land of God for servants and handmaidens: and they that took them captives shall become captives to them; and they that had lordship over them shall be under their rule.

3 And it shall come to pass in that day, that the Lord shall give thee rest from thy sorrow and vexation, and from thy hard servitude wherein thou didst serve them.

4 And thou shalt take up this lamentation against the king of Babylon, and in that day shall ye say, How hath the extortioner ceased, and the taskmaster ceased!

 

5 The Lord has broken the yoke of sinners, the yoke of princes. 

6 When He had smitten a nation in wrath with an incurable pestilence, and smitten a nation with a wrathful plague, which spared them not, He rested in confidence.

7 All the earth cries aloud with joy:

8 the trees also of Lebanon rejoice against thee, and the cedar of Lebanon, saying, From the time that thou hast been laid low, no one has come up to cut us down.

9 Hell from beneath is embittered to meet thee: all the great ones that have ruled over the earth have risen up together against thee, they that have raised up from their thrones all the kings of the nations.

10 All shall answer and say to thee, Thou also hast been taken, even as we; and thou art numbered amongst us.

11 Thy glory has come down to Hades, and thy abundant joy: under thee they shall spread corruption, and the worm shall be thy covering.

12 How has Lucifer, that rose in the morning, fallen from heaven! He that sent orders to all the nations is crushed to the earth.

13 But thou saidst in thine heart, I will go up to heaven, I will set my throne above the stars of heaven: I will sit on a lofty mount, on the lofty mountains toward the north:

14 I will go up above the clouds: I will be like the Most High.

15 But now thou shalt go down to hell, even to the foundations of the earth.

16 They that see thee shall wonder at thee, and say, This is the man that troubled the earth, that made kings to shake;

17 that made the whole world desolate, and destroyed its cities; he loosed not those who were in captivity.

 

18 All the kings of the nations are fallen asleep in honour, every man in his house.

19 But thou shalt be cast forth on the mountains, as a loathed carcase, with many dead who have been pierced with swords, going down to the grave. As a garment defiled with blood shall not be pure,

 

20 so neither shalt thou be pure; because thou hast destroyed my land, and hast slain my people: thou shalt not endure for ever, —thou an evil seed.

21 Prepare thy children to be slain for the sins of their father; that they arise not, and inherit the earth, nor fill the earth with wars.

 

22 And I will rise up against them, saith the Lord of Sabaoth, and I will destroy their name, and remnant, and seed: thus saith the Lord.

23 And I will make the region of Babylon desert, so that hedgehogs shall dwell there, and it shall come to nothing: and I will make it a pit of clay for destruction.

24 Thus saith the Lord of Sabaoth, As I have said, so it shall be: and as I have purposed, so the matter shall remain:

25 even to destroy the Assyrians from my land, and from my mountains: and they shall be for trampling; and their yoke shall be taken away from them, and their glory shall be taken away from their shoulders.

 

26 This is the purpose which the Lord has purposed upon the whole earth: and this the hand that is uplifted against all the nations.

27 For what the Holy God has purposed, who shall scatter it? and who shall turn back his uplifted hand?

 

28 In the year in which king Achaz died this word came.

29 Rejoice not, all ye Philistines, because the yoke of him that smote you is broken: for out of the seed of the serpent shall come forth the young asps, and their young shall come forth flying serpents,

 

30 And the poor shall be fed by him, and poor men shall rest in peace: but he shall destroy thy seed with hunger, and shall destroy thy remnant.

 

31 Howl, ye gates of cities; let the cities be troubled and cry, even all the Philistines: for smoke is coming from the north, and there is no possibility of living.

32 And what shall the kings of the nations answer? That the Lord has founded Sion, and by him the poor of the people shall be saved.

 

15

The word against the land of Moab.

By night the land of Moab shall be destroyed; for by night the wall of the land of Moab shall be destroyed.

2 Grieve for yourselves; for even Debon, where your altar is, shall be destroyed: thither shall ye go up to weep, over Nabau of the land of Moab: howl ye: baldness shall be on every head, and all arms shall be wounded.

3 Gird yourselves with sackcloth in her streets: and lament upon her roofs, and in her streets, and in her ways; howl all of you with weeping.

 

4 For Esebon and Eleale have cried: their voice was heard to Jassa: therefore the loins of the region of Moab cry aloud; her soul shall know.

5 The heart of the region of Moab cries within her to Segor; for it is as a heifer of three years old: and on the ascent of Luith they shall go up to thee weeping by the way of Aroniim: she cries, Destruction, and trembling.

 

6 The water of Nemerim shall be desolate, and the grass thereof shall fail: for there shall be no green grass.

7 Even so, will she be saved? For I will bring Arabs to the ravine, and they will take her.

8 For the cry has reached the border of the region of Moab of Agalim; and her howling has gone as far as the well of Ælim.

9 And the water of Remmon shall be filled with blood: for I will bring Arabians upon Remmon, and I will take away the seed of Moab, and Ariel, and the remnant of Adama.

 

16

I will send as it were reptiles on the land: is not the mount of the daughter of Sion a desolate rock?

2 For thou shalt be as a young bird taken away from a bird that has flown: even thou shalt be so, daughter of Moab: and then do thou, O Arnon,

3 take further counsel, and make thou a continual shelter from sorrow: they flee at darkness in the midst
of the day; they are amazed; be not thou led captive.

4 The fugitives of Moab shall sojourn with thee; they shall be to you a shelter from the face of the pursuer: for thine alliance has been taken away, and the oppressing ruler has perished from off the earth.

5 And a throne shall be established with mercy; and one shall sit upon it with truth in the tabernacle of David, judging, and earnestly seeking judgments, and hasting righteousness.

6 We have heard of the pride of Moab; he is very proud. I have cut off his pride: thy prophecy shall not be thus, no not thus.

7 Moab shall howl; for all shall howl in the land of Moab: but thou shalt care for them that dwell in Seth, and thou shalt not be ashamed.

8 The plains of Esebon shall mourn, the vine of Sebama: swallowing up the nations, trample ye her vines, even to Jazer: ye shall not come together; wander ye in the desert: they that were sent are deserted, for they crossed the wilderness.

9 Therefore will I weep as with the weeping of Jazer for the vine of Sebama; Esebon and Eleale have cast down thy trees; for I will trample on thy harvest and on thy vintages, and all thy plants shall fall.

 

10 And gladness and rejoicing shall be taken away from thy vineyards; and they shall not rejoice at all in thy vineyards; and they shall not at all tread wine into the vats; for the vintage has ceased.

11 Wherefore my belly shall sound as an harp for Moab; and mine inward parts shall be as a wall that thou hast renewed.

12 And it shall be to thy shame, for Moab is wearied at the altars, that he shall go in to the idols thereof to pray, but they shall not be at all able to deliver him.

 

13 This is the word which the Lord spoke against Moab, when he spoke.

14 And now I say, in three years, of the years of an hireling, the glory of Moab shall be dishonoured with all his great wealth; and he shall be left few in number, and not honoured.

 

17

The word against Damascus.

Behold, Damascus shall be taken away from among cities, and shall become a ruin;

2 abandoned for ever, to be a fold and resting-place for flocks, and there shall be none to go after them.

3 And she shall no longer be a strong place for Ephraim to flee to, and there shall no longer be a kingdom in Damascus, or a remnant of Syrians; for thou art no better than the children of Israel, even than their glory; thus saith the Lord of Sabaoth.

4 There shall be in that day a failure of the glory of Jacob, and the riches of his glory shall be shaken.

 

5 And it shall be as if one should gather standing corn, and reap the ears of grain with his arm; and it shall be as if one should gather ears in a rich valley;

 

6 and as if there should be left stubble therein, or as it were the berries of an olive tree, two or three on the topmost bough, or as if four or five should be left on their branches; thus saith the Lord, the God of Israel.

7 In that day a man shall trust in him that made him, and his eyes shall look to the Holy One of Israel.

 

8 And they shall not at all trust in their altars, nor in the works of their hands, which their fingers made; and they shall not look to the trees, nor to their abominations.

9 In that day thy cities shall be deserted, as the Amorites and the Evaeans forsook them before the face of the sons of Israel; and they shall be desolate.

 

10 Because thou hast forsaken God thy Saviour, and hast not been mindful of the Lord thy helper; therefore shalt thou plant an unfaithful plant, and an unfaithful seed.

11 In the day wherein thou shalt plant thou shalt be deceived; but if thou sow in the morning, the seed shall spring up for a crop in the day wherein thou shalt obtain an inheritance, and as a man’s father, thou shalt obtain an inheritance for thy sons.

12 Woe to the multitude of many nations, as the swelling sea, so shall ye be confounded; and the back of many nations shall sound like water;

13 many nations like much water, as when much water rushes violently: and they shall drive him away, and pursue him afar, as the dust of chaff when men winnow before the wind, and as a storm whirling the dust of the wheel.

14 Toward evening, and there shall be grief; before the morning, and he shall not be. This is the portion of them that spoiled you, and an inheritance unto them that inherited you.

18

Woe to you, ye wings of the land of ships, beyond the rivers of Ethiopia.

2 He sends messengers by the sea, and paper letters on the water: for swift messengers shall go to a lofty nation, and to a strange and harsh people. Who is beyond it? It is a nation without hope and trampled down. Now all the rivers of the land

3 will be all like an inhabited country; their country will be inhabited as if a signal were raised from a mountain— like the sound of a trumpet will it be heard.

4 For thus said the Lord to me, There shall be security in my city, as the light of noonday heat, and it shall be as a cloud of dew in the day of harvest.

5 Before the reaping time, when the flower has been completely formed, and the unripe grape has put forth its flower and blossomed, then shall he take away the little clusters with pruning-hooks, and shall take away the small branches, and cut them off;

6 And he shall leave them together to the birds of the sky, and to the wild beasts of the earth: and the fowls of the sky shall be gathered upon them, and all the beasts of the land shall come upon him.

7 In that time shall presents be brought to the Lord of Sabaoth from a people afflicted and peeled, and from a people great from henceforth and for ever; a nation hoping and yet trodden down, which is in a part of a river of his land, to the place where is the name of the Lord of Sabaoth, the mount Sion.

 

19

 

The  vision of Egypt. 

Behold, the Lord sits on a swift cloud, and shall come to Egypt: and the idols of Egypt shall be moved at his presence, and their heart shall faint within them.

 

2 And the Egyptians shall be stirred up against the Egyptians: and a man shall fight against his brother, and a man against his neighbour, city against city, and law against law.

3 And the spirit of the Egyptians shall be troubled within them; and I will frustrate their counsel: and they shall enquire of their gods and their images, and them that speak out of the earth, and them that have in them a divining spirit.

4 And I will deliver Egypt into the hands of men, of cruel lords; and cruel kings shall rule over them: thus saith the Lord of Sabaoth.

5 And the Egyptians shall drink the water that is by the sea, but the river shall fail, and be dried up.

 

6 And the streams shall fail, and the canals of the river; and every reservoir of water shall be dried up, in every marsh also of reed and papyrus.

7 And all the green herbage round about the river, and everything sown by the side of the river, shall be blasted with the wind and dried up.

8 And the fishermen shall groan, and all that cast a hook into the river shall groan; they also that cast nets, and the anglers shall mourn.

 

9 And shame shall come upon them that work fine flax, and them that make fine linen.

 

10 And they that work at them shall be in pain, and all that make beer shall be grieved, and be pained in their souls.

11 And the princes of Tanis shall be fools: as for the king’s wise counsellors, their counsel shall be turned into folly: how will ye say to the king, we are sons of wise men, sons of ancient kings?

12 Where are now thy wise men? and let them declare to thee, and say, What has the Lord of Sabaoth purposed upon Egypt?

13 The princes of Tanis have failed, and the princes of Memphis are lifted up, and they shall cause Egypt to wander by tribes.

14 For the Lord has prepared for them a spirit of error, and they have caused Egypt to err in all their works, as one staggers who is drunken and vomits also.

 

15 And there shall be no work to the Egyptians, which shall make head or tail, or beginning or end.

16 But in that day the Egyptians shall be as women, in fear and in trembling because of the hand of the Lord of Sabaoth, which he shall bring upon them.

 

17 And the land of the Jews shall be for a terror to the Egyptians: whosoever shall name it to them, they shall fear, because of the counsel which the Lord of Sabaoth has purposed concerning it.

18 In that day there shall be five cities in Egypt speaking the language of Chanaan, and swearing by the name of the Lord of Sabaoth; one city shall be called the city of Asedec.

19 In that day there shall be an altar to the Lord in the land of the Egyptians, and a pillar to the Lord by its border.

20 And it shall be for a sign to the Lord for ever in the land of Egypt: for they shall presently cry to the Lord by reason of them that afflict them, and the Lord shall send them a man who shall save them; he shall judge and save them.

21 And the Lord shall be known to the Egyptians, and the Egyptians shall know the Lord in that day; and they shall offer sacrifices, and shall make vows to the Lord, and repay them.

22 And the Lord shall smite the Egyptians with a stroke, and shall completely heal them: and they shall return to the Lord, and he shall hear them, and thoroughly heal them.

23 In that day there shall be a way from Egypt to the Assyrians, and the Assyrians shall enter into Egypt, and the Egyptians shall go to the Assyrians, and the Egyptians shall serve the Assyrians.

 

24 On that day Israel will be third among the Assyrians and among the Egyptians, blessed in the land

25 which the Lord of Sabaoth has blessed, saying, Blessed be my people that is in Egypt, and that is among the Assyrians, and Israel mine inheritance.

 

20

In the year when Tanathan came to Azotus, when he was sent by Arna king of the Assyrians, and warred against Azotus, and took it;

2 then the Lord spoke to Esaias the son of Amos, saying, Go and take the sackcloth off thy loins, and loose thy sandals from off thy feet, and do thus, going naked and barefoot.

 

3 And the Lord said, As my servant Esaias has walked naked and barefoot three years, there shall be three years for signs and wonders to the Egyptians and Ethiopians;

4 for thus shall the king of the Assyrians lead the captivity of Egypt and the Ethiopians, young men and old, naked and barefoot, having the shame of Egypt exposed.

5 And the Egyptians being defeated shall be ashamed of the Ethiopians, in whom the Egyptians had trusted; for they were their glory.

6 And they that dwell in this island shall say in that day, Behold, we trusted to flee to them for help, who could not save themselves from the king of the Assyrians: and how shall we be saved?
 

 

next ►►►