The Orthodox Pages

email: pater@christopherklitou.com

Η ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ 

ΤΩΝ ΕΒΔΟΜΗΚΟΝΤΑ

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ B
 

Homepage

 

 Back          THE OLD TESTAMENT (GREEK SEPTUAGINT)                    

CHRONICLES 2

 

ΚΕΦ. 31-36

31

ΚΑΙ ὡς συνετελέσθη πάντα ταῦτα, ἐξῆλθε πᾶς ᾿Ισραὴλ οἱ εὑρεθέντες ἐν πόλεσιν ᾿Ιούδα καὶ συνέτριψαν τὰς στήλας καὶ ἔκοψαν τά ἄλση καὶ κατέσπασαν τὰ ὑψηλὰ καὶ τοὺς βωμοὺς ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ Βενιαμίν, καὶ ἐξ ᾿Εφραὶμ καὶ ἀπὸ Μανασσῆ ἕως εἰς τέλος, καὶ ἐπέστρεψαν πᾶς ᾿Ισραὴλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ καὶ εἰς τὰς πόλεις αὐτῶν. 2 καὶ ἔταξεν ᾿Εζεκίας τὰς ἐφημερίας τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τὰς ἐφημερίας ἑκάστου κατὰ τὴν ἑαυτοῦ λειτουργίαν τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις εἰς τὴν ὁλοκαύτωσιν καὶ εἰς τὴν θυσίαν τοῦ σωτηρίου καὶ αἰνεῖν καὶ ἐξομολογεῖσθαι καὶ λειτουργεῖν ἐν ταῖς πύλαις ἐν ταῖς αὐλαῖς οἴκου Κυρίου. 3 καὶ μερὶς τοῦ βασιλέως ἐκ τῶν ὑπαρχόντων αὐτοῦ εἰς τὰς ὁλοκαυτώσεις τὴν πρωϊνὴν καὶ τὴν δειλινὴν καὶ ὁλοκαυτώσεις εἰς τὰ σάββατα καὶ εἰς τὰς νουμηνίας καὶ εἰς τὰς ἑορτὰς τὰς γεγραμμένας ἐν τῷ νόμῳ Κυρίου. 4 καὶ εἶπαν τῷ λαῷ τοῖς κατοικοῦσιν ἐν ῾Ιερουσαλὴμ δοῦναι τὴν μερίδα τῶν ἱερέων καὶ τῶν Λευιτῶν, ὅπως κατισχύσωσιν ἐν τῇ λειτουργίᾳ οἴκου Κυρίου. 5 καὶ ὡς προσέταξε τὸν λόγον, ἐπλεόνασεν ᾿Ισραὴλ ἀπαρχὴν σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ μέλιτος καὶ πᾶν γέννημα ἀγροῦ, καὶ ἐπιδέκατα πάντα εἰς πλῆθος ἤνεγκαν οἱ υἱοὶ ᾿Ισραὴλ καὶ ᾿Ιούδα. 6 καὶ οἱ κατοικοῦντες ἐν ταῖς πόλεσιν ᾿Ιούδα καὶ αὐτοὶ ἤνεγκαν ἐπιδέκατα μόσχων καὶ προβάτων καὶ ἐπιδέκατα αἰγῶν καὶ ἡγίασαν τῷ Κυρίῳ Θεῷ αὐτῶν καὶ εἰσήνεγκαν καὶ ἔθηκαν σωροὺς σωρούς· 7 ἐν τῷ μηνὶ τῷ τρίτῳ ἤρξαντο οἱ σωροὶ θεμελιοῦσθαι, καὶ ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ συνετελέσθησαν. 8 καὶ ἦλθεν ᾿Εζεκίας καὶ οἱ ἄρχοντες καὶ εἶδον τοὺς σωροὺς καὶ ηὐλόγησαν τὸν Κύριον καὶ τὸν λαὸν αὐτοῦ ᾿Ισραήλ. 9 καὶ ἐπυνθάνετο ᾿Εζεκίας τῶν ἱερέων καὶ τῶν Λευιτῶν ὑπὲρ τῶν σωρῶν, 10 καὶ εἶπε πρὸς αὐτὸν ᾿Αζαρίας ὁ ἱερεὺς ὁ ἄρχων εἰς οἶκον Σαδὼκ καὶ εἶπεν· ἐξ οὗ ἦρκται ἡ ἀπαρχὴ φέρεσθαι εἰς οἶκον Κυρίου, ἐφάγομεν καὶ ἐπίομεν καὶ κατελίπομεν ἕως εἰς πλῆθος, ὅτι Κύριος ηὐλόγησε τὸν λαὸν αὐτοῦ, καὶ κατελίπομεν ἐπὶ τὸ πλῆθος τοῦτο. 11 καὶ εἶπεν ᾿Εζεκίας ἔτι ἑτοιμάσαι παστοφόρια εἰς οἶκον Κυρίου, καὶ ἡτοίμασαν. 12 καὶ ἤνεγκαν ἐκεῖ τὰς ἀπαρχὰς καὶ τὰ ἐπιδέκατα ἐν πίστει, καὶ ἐπ' αὐτῶν ἐπιστάτης Χωνενίας ὁ Λευίτης, καὶ Σεμεΐ ὁ ἀδελφὸς αὐτοῦ διαδεχόμενος, 13 καὶ ᾿Ιεϊὴλ καὶ ᾿Οζαζίας καὶ Ναὲθ καὶ ᾿Ασαὴλ καὶ ῾Ιεριμὼθ καὶ ᾿Ιωζαβὰδ καὶ ᾿Ελιὴλ καὶ Σαμαχία καὶ Μαὰθ καὶ Βαναΐας καὶ οἱ υἱοὶ αὐτοῦ καθεσταμένοι διὰ Χωνενίου καὶ Σεμεΐ τοῦ ἀδελφοῦ αὐτοῦ, καθὼς προσέταξεν ᾿Εζεκίας ὁ βασιλεὺς καὶ ᾿Αζαρίας ὁ ἡγούμενος οἴκου Κυρίου. 14 καὶ Κωρὴ ὁ τοῦ ᾿Ιεμνὰ ὁ Λευίτης ὁ πυλωρὸς κατὰ ἀνατολὰς ἐπὶ τῶν δομάτων δοῦναι τὰς ἀπαρχὰς Κυρίου καὶ τὰ ἅγια τῶν ἁγίων 15 διὰ χειρὸς ᾿Οδὸμ καὶ Βενιαμὶν καὶ ᾿Ιησοῦς καὶ Σεμεΐ καὶ ᾿Αμαρίας, καὶ Σεχονίας διὰ χειρὸς τῶν ἱερέων ἐν πίστει δοῦναι τοῖς ἀδελφοῖς αὐτῶν κατὰ τὰς ἐφημερίας, κατὰ τὸν μέγαν καὶ τὸν μικρόν, 16 ἐκτὸς τῆς ἐπιγονῆς τῶν ἀρσενικῶν ἀπὸ τριετοῦς καὶ ἐπάνω, παντὶ τῷ εἰσπορευομένῳ εἰς οἶκον Κυρίου, εἰς λόγον ἡμερῶν εἰς ἡμέραν, εἰς λειτουργίαν ἐφημερίαις διατάξεως αὐτῶν. 17 οὗτος ὁ καταλοχισμὸς τῶν ἱερέων κατ' οἴκους πατριῶν, καὶ οἱ Λευῖται ἐν ταῖς ἐφημερίαις αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ἐν διατάξει, 18 ἐν καταλοχίαις, ἐν πάσῃ ἐπιγονῇ υἱῶν αὐτῶν καὶ θυγατέρων αὐτῶν εἰς πᾶν πλῆθος, ὅτι ἐν πίστει ἥγνισαν τὸ ἅγιον 19 τοῖς υἱοῖς ᾿Ααρὼν τοῖς ἱερατεύουσι, καὶ οἱ ἀπὸ τῶν πόλεων αὐτῶν ἐν πάσῃ πόλει καὶ πόλει ἄνδρες, οἳ ὠνομάσθησαν ἐν ὀνόματι, δοῦναι μερίδα παντὶ ἀρσενικῷ ἐν τοῖς ἱερεῦσι καὶ παντὶ καταριθμουμένῳ ἐν τοῖς Λευίταις. 20 καὶ ἐποίησεν οὕτως ᾿Εζεκίας ἐν παντὶ ᾿Ιούδᾳ καὶ ἐποίησε τὸ καλὸν καὶ τὸ εὐθὲς ἐναντίον τοῦ Κυρίου Θεοῦ αὐτοῦ. 21 καὶ ἐν παντὶ ἔργῳ, ᾧ ἤρξατο ἐν ἐργασίᾳ ἐν οἴκῳ Κυρίου, καὶ ἐν τῷ νόμῳ καὶ ἐν τοῖς προστάγμασιν ἐξεζήτησε τὸν Θεὸν αὐτοῦ ἐξ ὅλης ψυχῆς αὐτοῦ καὶ ἐποίησε καὶ εὐωδώθη.


32

ΚΑΙ μετὰ τοὺς λόγους τούτους καὶ τὴν ἀλήθειαν ταύτην ἦλθε Σενναχηρὶμ βασιλεὺς ᾿Ασσυρίων καὶ ἦλθεν ἐπὶ ᾿Ιούδαν καὶ παρενέβαλεν ἐπὶ τὰς πόλεις τὰς τειχήρεις καὶ εἶπε προκαταλαβέσθαι αὐτάς. 2 καὶ εἶδεν ᾿Εζεκίας ὅτι ἥκει Σενναχηρὶμ καὶ τὸ πρόσωπον αὐτοῦ τοῦ πολεμῆσαι ἐπὶ ῾Ιερουσαλήμ, 3 καὶ ἐβουλεύσατο μετὰ τῶν πρεσβυτέρων αὐτοῦ καὶ τῶν δυνατῶν ἐμφράξαι τὰ ὕδατα τῶν πηγῶν, ἃ ἦν ἔξω τῆς πόλεως, καὶ συνεπίσχυσαν αὐτῷ. 4 καὶ συνήγαγε λαὸν πολὺν καὶ ἐνέφραξε τὰ ὕδατα τῶν πηγῶν καὶ τὸν ποταμὸν τὸν διορίζοντα διὰ τῆς πόλεως λέγων· μὴ ἔλθῃ βασιλεὺς ᾿Ασσοὺρ καὶ εὕρῃ ὕδωρ πολὺ καὶ κατισχύσῃ. 5 καὶ κατίσχυσεν ᾿Εζεκίας καὶ ᾠκοδόμησε πᾶν τὸ τεῖχος τὸ κατεσκαμμένον καὶ πύργους καὶ ἔξω προτείχισμα ἄλλο καὶ κατίσχυσε τὸ ἀνάλημμα τῆς πόλεως Δαυὶδ καὶ κατεσκεύασεν ὅπλα πολλά. 6 καὶ ἔθετο ἄρχοντας τοῦ πολέμου ἐπὶ τὸν λαόν, καὶ συνήχθησαν πρὸς αὐτὸν ἐπὶ τὴν πλατεῖαν τῆς πύλης τῆς φάραγγος, καὶ ἐλάλησεν ἐπὶ καρδίαν αὐτῶν λέγων· 7 ἰσχύσατε καὶ ἀνδρίζεσθε καὶ μὴ φοβηθῆτε, μηδὲ πτοηθῆτε ἀπὸ προσώπου βασιλέως ᾿Ασσοὺρ καὶ ἀπὸ προσώπου παντὸς τοῦ ἔθνους τοῦ μετ' αὐτοῦ, ὅτι μεθ' ἡμῶν πλείονες ἢ μετ' αὐτοῦ· 8 μετ' αὐτοῦ βραχίονες σάρκινοι, μεθ' ἡμῶν δὲ Κύριος ὁ Θεὸς ἡμῶν τοῦ σῴζειν καὶ τοῦ πολεμεῖν τὸν πόλεμον ἡμῶν. καὶ κατεθάρσησεν ὁ λαὸς ἐπὶ τοῖς λόγοις ᾿Εζεκίου βασιλέως ᾿Ιούδα. 9 καὶ μετὰ ταῦτα ἀπέστειλε Σενναχηρὶμ βασιλεὺς ᾿Ασσυρίων τοὺς παῖδας ἑαυτοῦ ἐπὶ ῾Ιερουσαλήμ, καὶ αὐτὸς ἐπὶ Λαχὶς καὶ πᾶσα ἡ στρατιὰ μετ' αὐτοῦ, καὶ ἀπέστειλε πρὸς ᾿Εζεκίαν βασιλέα ᾿Ιούδα καὶ πρὸς πάντα ᾿Ιούδα τὸν ἐν ῾Ιερουσαλὴμ λέγων· 10 οὕτως λέγει Σενναχηρὶμ βασιλεὺς ᾿Ασσυρίων· ἐπὶ τί ὑμεῖς πεποίθατε καὶ καθήσεσθε ἐν τῇ περιοχῇ ἐν ῾Ιερουσαλήμ; 11 οὐχὶ ᾿Εζεκίας ἀπατᾷ ὑμᾶς τοῦ παραδοῦναι ὑμᾶς εἰς θάνατον καὶ εἰς λιμὸν καὶ εἰς δίψαν λέγων· Κύριος ὁ Θεὸς ἡμῶν σώσει ἡμᾶς ἐκ χειρὸς βασιλέως ᾿Ασσούρ; 12 οὐχ οὗτός ἐστιν ᾿Εζεκίας, ὃς περιεῖλε τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰ ὑψηλὰ αὐτοῦ καὶ εἶπε τῷ ᾿Ιούδᾳ καὶ τοῖς κατοικοῦσιν ἐν ῾Ιερουσαλὴμ λέγων· κατέναντι τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε καὶ ἐπ' αὐτῷ θυμιάσατε; 13 οὐ γνώσεσθε ὅ,τι ἐποίησα ἐγὼ καὶ οἱ πατέρες μου πᾶσι τοῖς λαοῖς τῶν χωρῶν; μὴ δυνάμενοι ἠδύναντο θεοὶ τῶν ἐθνῶν πάσης τῆς γῆς σῶσαι τὸν λαὸν αὐτῶν ἐκ χειρός μου; 14 τίς ἐν πᾶσι τοῖς θεοῖς τῶν ἐθνῶν τούτων, οὓς ἐξωλόθρευσαν οἱ πατέρες μου; μὴ ἐδύναντο σῶσαι τὸν λαὸν αὐτῶν ἐκ χειρός μου, ὅτι δυνήσεται ὁ Θεὸς ὑμῶν σῶσαι ὑμᾶς ἐκ χειρός μου; 15 νῦν οὖν μὴ ἀπατάτω ὑμᾶς ᾿Εζεκίας καὶ μὴ πεποιθέναι ὑμᾶς ποιείτω κατὰ ταῦτα, καὶ μὴ πιστεύετε αὐτῷ· ὅτι οὐ μὴ δύνηται ὁ Θεὸς παντὸς ἔθνους καὶ βασιλείας τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ ἐκ χειρός μου καὶ ἐκ χειρὸς πατέρων μου, ὅτι ὁ Θεὸς ὑμῶν οὐ μὴ σώσει ὑμᾶς ἐκ χειρός μου. 16 καὶ ἔτι ἐλάλησαν οἱ παῖδες αὐτοῦ ἐπὶ τὸν Κύριον Θεὸν καὶ ἐπὶ ᾿Εζεκίαν παῖδα αὐτοῦ. 17 καὶ βιβλίον ἔγραψεν ὀνειδίζειν τὸν Κύριον Θεὸν ᾿Ισραὴλ καὶ εἶπε περὶ αὐτοῦ λέγων· ὡς οἱ θεοὶ τῶν ἐθνῶν τῆς γῆς οὐκ ἐξείλαντο λαοὺς αὐτῶν ἐκ χειρος μου, οὕτως οὐ μὴ ἐξέληται ὁ Θεὸς ᾿Εζεκίου λαὸν αὐτοῦ ἐκ χειρός μου, 18 καὶ ἐβόησε φωνῇ μεγάλῃ ᾿Ιουδαϊστὶ ἐπὶ τὸν λαὸν ῾Ιερουσαλὴμ τὸν ἐπὶ τοῦ τείχους, τοῦ φοβῆσαι αὐτοὺς καὶ κατασπάσαι, ὅπως προκαταλάβωνται τὴν πόλιν. 19 καὶ ἐλάλησεν ἐπὶ Θεὸν ῾Ιερουσαλήμ, ὡς καὶ ἐπὶ θεοὺς λαῶν τῆς γῆς, ἔργα χειρῶν ἀνθρώπων. 20 καὶ προσηύξατο ᾿Εζεκίας ὁ βασιλεὺς καὶ ῾Ησαΐας υἱὸς ᾿Αμὼς ὁ προφήτης περὶ τούτων καὶ ἐβόησαν εἰς τὸν οὐρανόν. 21 καὶ ἀπέστειλε Κύριος ἄγγελον, καὶ ἐξέτριψε πάντα δυνατὸν πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγὸν ἐν τῇπαρεμβολῇ βασιλέως ᾿Ασσούρ, καὶ ἀπέστρεψε μετὰ αἰσχύνης προσώπου εἰς τὴν γῆν ἑαυτοῦ. καὶ ἦλθεν εἰς οἶκον Θεοῦ αὐτοῦ, καὶ τῶν ἐξελθόντων ἐκ κοιλίας αὐτοῦ κατέβαλον αὐτὸν ἐν ρομφαίᾳ. 22 καὶ ἔσωσε Κύριος τὸν ᾿Εζεκίαν καὶ τοὺς κατοικοῦντας ἐν ῾Ιερουσαλὴμ ἐκ χειρὸς Σενναχηρὶμ βασιλέως ᾿Ασσοὺρ καὶ ἐκ χειρὸς πάντων καὶ κατέπαυσεν αὐτοὺς κυκλόθεν. 23 καὶ πολλοὶ ἔφερον δῶρα τῷ Κυρίῳ εἰς ῾Ιερουσαλὴμ καὶ δόματα τῷ ᾿Εζεκίᾳ βασιλεῖ ᾿Ιούδα, καὶ ὑπερήρθη κατ' ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν μετὰ ταῦτα. 24 ᾿Εν ταῖς ἡμέραις ἐκείναις ἠρρώστησεν ᾿Εζεκίας ἕως θανάτου· καὶ προσηύξατο πρὸς Κύριον, καὶ ἐπήκουσεν αὐτῷ, καὶ σημεῖον ἔδωκεν αὐτῷ. 25 καὶ οὐ κατὰ τὸ ἀνταπόδομα, ὃ ἔδωκεν αὐτῷ ἀνταπέδωκεν ᾿Εζεκίας, ἀλλὰ ὑψώθη ἡ καρδία αὐτοῦ, καὶ ἐγένετο ἐπ' αὐτὸν ὀργὴ καὶ ἐπὶ ᾿Ιούδαν καὶ ῾Ιερουσαλήμ. 26 καὶ ἐταπεινώθη ᾿Εζεκίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ αὐτὸς καὶ οἱ κατοικοῦντες ῾Ιερουσαλήμ, καὶ οὐκ ἐπῆλθεν ἐπ' αὐτοὺς ὀργὴ Κυρίου ἐν ταῖς ἡμέραις ᾿Εζεκίου. 27 καὶ ἐγένετο τῷ ᾿Εζεκίᾳ πλοῦτος καὶ δόξα πολλὴ σφόδρα, καὶ θησαυροὺς ἐποίησεν αὐτῷ ἀργυρίου καὶ χρυσίου καὶ τοῦ λίθου τοῦ τιμίου καὶ εἰς τὰ ἀρώματα καὶ ὁπλοθήκας καὶ εἰς σκεύη ἐπιθυμητὰ 28 καὶ πόλεις εἰς τὰ γεννήματα τοῦ σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ κώμας καὶ φάτνας παντὸς κτήνους καὶ μάνδρας εἰς τὰ ποίμνια 29 καὶ πόλεις, ἃς ᾠκοδόμησεν αὐτῷ, καὶ ἀποσκευὴν προβάτων καὶ βοῶν εἰς πλῆθος, ὅτι ἔδωκεν αὐτῷ Κύριος ἀποσκευὴν πολλὴν σφόδρα. 30 αὐτὸς ᾿Εζεκίας ἐνέφραξε τὴν ἔξοδον τοῦ ὕδατος Γιὼν τὸ ἄνω καὶ κατηύθυνεν αὐτὰ κάτω πρὸς λίβα τῆς πόλεως Δαυίδ· καὶ εὐωδώθη ᾿Εζεκίας ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. 31 καὶ οὕτως τοῖς πρεσβευταῖς τῶν ἀρχόντων ἀπὸ Βαβυλῶνος τοῖς ἀποσταλεῖσι πρὸς αὐτὸν πυθέσθαι παρ' αὐτοῦ τό τέρας, ὃ ἐγένετο ἐπὶ τῆς γῆς, ἐγκατέλιπεν αὐτὸν Κύριος τοῦ πειράσαι αὐτόν, εἰδέναι τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ. 32 καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Εζεκίου καὶ τὸ ἔλεος αὐτοῦ ἰδοὺ γέγραπται ἐν τῇ προφητείᾳ ῾Ησαΐου υἱοῦ ᾿Αμὼς τοῦ προφήτου καὶ ἐπὶ βιβλίου βασιλέων ᾿Ιούδα καὶ ᾿Ισραήλ. 33 καὶ ἐκοιμήθη ᾿Εζεκίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν ἀναβάσει τάφων υἱῶν Δαυίδ, καὶ δόξαν καὶ τιμὴν ἔδωκαν αὐτῷ ἐν τῷ θανάτῳ αὐτοῦ πᾶς ᾿Ιούδα καὶ οἱ κατοικοῦντες ἐν ῾Ιερουσαλήμ· καὶ ἐβασίλευσε Μανασσῆς υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.


33

ΩΝ δεκαδύο ἐτῶν Μανασσῆς ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ πεντηκονταπέντε ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ. 2 καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου ἀπὸ πάντων τῶν βδελυγμάτων τῶν ἐθνῶν, οὓς ἐξωλόθρευσε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν ᾿Ισραήλ. 3 καὶ ἐπέστρεψε καὶ ᾠκοδόμησε τὰ ὑψηλά, ἃ κατέσπασεν ᾿Εζεκίας ὁ πατὴρ αὐτοῦ, καὶ ἔστησε στήλας τοῖς Βααλὶμ καὶ ἐποίησεν ἄλση καὶ προσεκύνησε πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ ἐδούλευσεν αὐτοῖς. 4 καὶ ᾠκοδόμησε θυσιαστήρια ἐν οἴκῳ Κυρίου, οὗ εἶπε Κύριος· ἐν ῾Ιερουσαλὴμ ἔσται τὸ ὄνομά μου εἰς τὸν αἰῶνα. 5 καὶ ᾠκοδόμησε θυσιαστήρια πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου Κυρίου. 6 καὶ αὐτὸς διήγαγε τὰ τέκνα αὐτοῦ ἐν πυρὶ ἐν Γεβενεννὸμ καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο καὶ ἐφαρμακεύετο καὶ ἐποίησεν ἐγγαστριμύθους καὶ ἐπᾳοιδούς· καὶ ἐπλήθυνε τοῦ ποιῆσαι τὸ πονηρὸν ἐναντίον Κυρίου τοῦ παροργίσαι αὐτόν. 7 καὶ ἔθηκε τὸ γλυπτὸν καὶ τὸ χωνευτόν, εἰκόνα ἣν ἐποίησεν, ἐν οἴκῳ Θεοῦ, οὗ εἶπε Θεὸς πρὸς Δαυὶδ καὶ πρὸς Σαλωμὼν υἱὸν αὐτοῦ· ἐν τῷ οἴκῳ τούτῳ καὶ ῾Ιερουσαλήμ, ἣν ἐξελεξάμην ἐκ πασῶν φυλῶν ᾿Ισραήλ, θήσω τὸ ὄνομά μου εἰς τὸν αἰῶνα· 8 καὶ οὐ προσθήσω σαλεῦσαι τὸν πόδα ᾿Ισραὴλ ἀπὸ τῆς γῆς, ἧς ἔδωκα τοῖς πατράσιν αὐτῶν, πλὴν ἐὰν φυλάσσωνται τοῦ ποιῆσαι πάντα, ἃ ἐνετειλάμην αὐτοῖς, κατὰ πάντα τὸν νόμον καὶ τὰ προστάγματα καὶ τὰ κρίματα ἐν χειρὶ Μωϋσῆ. 9 καὶ ἐπλάνησε Μανασσῆς τὸν ᾿Ιούδαν καὶ τοὺς κατοικοῦντας ἐν ῾Ιερουσαλὴμ τοῦ ποιῆσαι τὸ πονηρὸν ὑπὲρ πάντα τὰ ἔθνη, ἃ ἐξῇρε Κύριος ἀπὸ προσώπου υἱῶν ᾿Ισραήλ. 10 καὶ ἐλάλησε Κύριος ἐπὶ Μανασσῆ καὶ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ οὐκ ἐπήκουσαν. 11 καὶ ἤγαγε Κύριος ἐπ' αὐτοὺς τοὺς ἄρχοντας τῆς δυνάμεως τοῦ βασιλέως ᾿Ασσούρ, καὶ κατέλαβον τὸν Μανασσῆ ἐν δεσμοῖς καὶ ἔδησαν αὐτὸν ἐν πέδαις καὶ ἤγαγον εἰς Βαβυλῶνα. 12 καὶ ὡς ἐθλίβη, ἐζήτησε τὸ πρόσωπον Θεοῦ τοῦ Κυρίου αὐτοῦ καὶ ἐταπεινώθη σφόδρα ἀπὸ προσώπου Θεοῦ πατέρων αὐτοῦ. 13 καὶ προσηύξατο πρὸς αὐτόν, καὶ ἐπήκουσεν αὐτοῦ· καὶ ἐπήκουσε τῆς βοῆς αὐτοῦ καὶ ἐπέστρεψεν αὐτὸν εἰς ῾Ιερουσαλὴμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ· καὶ ἔγνω Μανασσῆς, ὅτι Κύριος αὐτός ἐστι Θεός. 14 καὶ μετὰ ταῦτα ᾠκοδόμησε τεῖχος ἔξω τῆς πόλεως Δαυὶδ ἀπὸ λιβὸς κατὰ Γιὼν ἐν τῷ χειμάρρῳ καὶ κατὰ τὴν εἴσοδον τὴν διὰ τῆς πύλης τῆς ἰχθυϊκῆς ἐκπορευομένων τὴν πύλην τὴν κυκλόθεν καὶ εἰς ᾿Οφλὰ καὶ ὕψωσε σφόδρα. καὶ κατέστησεν ἄρχοντας τῆς δυνάμεως ἐν πάσαις ταῖς πόλεσι ταῖς τειχήρεσιν ἐν ᾿Ιούδᾳ 15 καὶ περιεῖλε τοὺς θεοὺς τοὺς ἀλλοτρίους καὶ τὸ γλυπτὸν ἐξ οἴκου Κυρίου καὶ πάντα τὰ θυσιαστήρια, ἃ ᾠκοδόμησεν ἐν ὄρει οἴκου Κυρίου καὶ ἐν ῾Ιερουσαλὴμ καὶ ἔξωθεν τῆς πόλεως. 16 καὶ κατώρθωσε τὸ θυσιαστήριον Κυρίου καὶ ἐθυσίασεν ἐπ' αὐτὸ θυσίαν σωτηρίου καὶ αἰνέσεως καὶ εἶπε τῷ ᾿Ιούδᾳ τοῦ δουλεύειν Κυρίῳ Θεῷ ᾿Ισραήλ· 17 πλὴν ἔτι ὁ λαὸς ἐπὶ τῶν ὑψηλῶν ἐθυσίαζε, πλὴν Κύριος ὁ Θεὸς αὐτῶν. 18 καὶ τὰ λοιπὰ τῶν λόγων Μανασσῆ καὶ ἡ προσευχὴ αὐτοῦ ἡ πρὸς τὸν Θεὸν καὶ λόγοι τῶν ὁρώντων τῶν λαλούντων πρὸς αὐτὸν ἐπ' ὀνόματι Θεοῦ ᾿Ισραὴλ 19 ἰδοὺ ἐπὶ λόγων προσευχῆς αὐτοῦ, ὡς καὶ ἐπήκουσεν αὐτοῦ, καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ καὶ ἀποστάσεις αὐτοῦ καὶ οἱ τόποι, ἐφ' οἷς ᾠκοδόμησεν ἐν αὐτοῖς τὰ ὑψηλὰ καὶ ἔστησεν ἐκεῖ ἄλση καὶ γλυπτά, πρὸ τοῦ ἐπιστρέψαι, ἰδοὺ γέγραπται ἐπὶ τῶν λόγων τῶν ὁρώντων. 20 καὶ ἐκοιμήθη Μανασσῆς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν παραδείσῳ οἴκου αὐτοῦ· καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ ᾿Αμὼν υἱὸς αὐτοῦ. 21 ῍Ων ἐτῶν εἴκοσι καὶ δύο ᾿Αμὼν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ δύο ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ. 22 καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, ὡς ἐποίησε Μανασσῆς ὁ πατὴρ αὐτοῦ, καὶ πᾶσι τοῖς εἰδώλοις, οἷς ἐποίησε Μανασσῆς ὁ πατὴρ αὐτοῦ, ἔθυεν ᾿Αμὼν καὶ ἐδούλευσεν αὐτοῖς. 23 καὶ οὐκ ἐταπεινώθη ἐναντίον Κυρίου, ὡς ἐταπεινώθη Μανασσῆς ὁ πατὴρ αὐτοῦ, ὅτι υἱὸς αὐτοῦ ᾿Αμὼν ἐπλήθυνε πλημμέλειαν. 24 καὶ ἐπέθεντο αὐτῷ οἱ παῖδες αὐτοῦ καὶ ἐπάταξαν αὐτὸν ἐν οἴκῳ αὐτοῦ. 25 καὶ ἐπάταξεν ὁ λαὸς τῆς γῆς τοὺς ἐπιθεμένους ἐπὶ τὸν βασιλέα ᾿Αμών, καὶ ἐβασίλευσεν ὁ λαὸς τῆς γῆς τὸν ᾿Ιωσίαν υἱὸν αὐτοῦ ἀντ' αὐτοῦ.


34

ΩΝ ὀκτὼ ἐτῶν ᾿Ιωσίας ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ τριάκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ. 2 καὶ ἐποίησε τὸ εὐθὲς ἐναντίον Κυρίου καὶ ἐπορεύθη ἐν ὁδοῖς Δαυὶδ τοῦ πατρὸς αὐτοῦ καὶ οὐκ ἐξέκλινε δεξιὰ καὶ ἀριστερά. 3 καὶ ἐν τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ -καὶ αὐτὸς ἔτι παιδάριον- ἤρξατο τοῦ ζητῆσαι Κύριον τὸν Θεὸν Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. καὶ ἐν τῷ δωδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἤρξατο τοῦ καθαρίσαι τὸν ᾿Ιούδαν καὶ τὴν ῾Ιερουσαλὴμ ἀπὸ τῶν ὑψηλῶν καὶ τῶν ἄλσεων καὶ ἀπὸ τῶν περιβωμίων καὶ ἀπὸ τῶν χωνευτῶν. 4 καὶ κατέσπασε τὰ κατὰ πρόσωπον αὐτοῦ θυσιαστήρια τῶν Βααλὶμ καὶ τὰ ὑψηλὰ τὰ ἐπ' αὐτῶν καὶ ἔκοψε τὰ ἄλση καὶ τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ συνέτριψε καὶ ἐλέπτυνε καὶ ἔρριψεν ἐπὶ πρόσωπον τῶν μνημάτων τῶν θυσιαζόντων αὐτοῖς 5 καὶ ὀστᾶ ἱερέων κατέκαυσεν ἐπὶ τὰ θυσιαστήρια· καὶ ἐκαθάρισε τὸν ᾿Ιούδαν καὶ τὴν ῾Ιερουσαλήμ. 6 καὶ ἐν πόλεσι Μανασσῆ καὶ ᾿Εφραὶμ καὶ Συμεὼν καὶ Νεφθαλὶ καὶ τοῖς τόποις αὐτῶν κύκλῳ 7 καὶ κατέσπασε τὰ θυσιαστήρια καὶ τὰ ἄλση, καὶ εἴδωλα κατέκοψε λεπτὰ καὶ πάντα τὰ ὑψηλὰ ἔκοψεν ἀπὸ πάσης τῆς γῆς ᾿Ισραήλ, καὶ ἀπέστρεψεν εἰς ῾Ιερουσαλήμ. 8 Καὶ ἐν τῷ ἔτει τῷ ὀκτωκαιδεκάτῳ τῆς βασιλείας αὐτοῦ τοῦ καθαρίσαι τὴν γῆν καὶ τὸν οἶκον ἀπέστειλε τὸν Σαφὰν υἱὸν ᾿Εσελία καὶ τὸν Μαασὰ ἄρχοντα τῆς πόλεως καὶ τὸν ᾿Ιουὰχ υἱὸν ᾿Ιωάχαζ τὸν ὑπομνηματογράφον αὐτοῦ κραταιῶσαι τὸν οἶκον Κυρίου τοῦ Θεοῦ αὐτοῦ. 9 καὶ ἦλθον πρὸς Χελκίαν τὸν ἱερέα τὸν μέγαν καὶ ἔδωκαν τὸ ἀργύριον τὸ εἰσενεχθὲν εἰς οἶκον Θεοῦ, ὃ συνήγαγον οἱ Λευῖται φυλάσσοντες τὴν πύλην ἐκ χειρὸς Μανασσῆ καὶ ᾿Εφραὶμ καὶ τῶν ἀρχόντων καὶ ἀπὸ παντὸς καταλοίπου ἐν ᾿Ισραὴλ καὶ υἱῶν ᾿Ιούδα καὶ Βενιαμὶν καὶ οἰκούντων ἐν ῾Ιερουσαλήμ, 10 καὶ ἔδωκαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα οἱ καθεσταμένοι ἐν οἴκῳ Κυρίου καὶ ἔδωκαν αὐτὸ ποιοῦσι τὰ ἔργα, οἳ ἐποίουν ἐν οἴκῳ Κυρίου, ἐπισκευάσαι καὶ κατισχῦσαι τὸν οἶκον. 11 καὶ ἔδωκαν τοῖς τέκτοσι καὶ τοῖς οἰκοδόμοις ἀγοράσαι λίθους τετραπέδους καὶ ξύλα εἰς δοκοὺς στεγάσαι τοὺς οἴκους, οὓς ἐξωλόθρευσαν βασιλεῖς ᾿Ιούδα· 12 καὶ οἱ ἄνδρες ἐν πίστει ἐπὶ τῶν ἔργων, καὶ ἐπ' αὐτῶν ἐπίσκοποι ᾿Ιὲθ καὶ ᾿Αβδίας οἱ Λευῖται ἐξ υἱῶν Μεραρὶ καὶ Ζαχαρίας καὶ Μοσολλὰμ ἐκ τῶν υἱῶν Καὰθ ἐπισκοπεῖν καὶ πᾶς Λευίτης καὶ πᾶς συνιὼν ἐν ὀργάνοις ᾠδῶν. 13 καὶ ἐπὶ τῶν νωτοφόρων καὶ ἐπὶ πάντων τῶν ποιούντων τὰ ἔργα ἐργασία καὶ ἐργασία, καὶ ἀπὸ τῶν Λευιτῶν γραμματεῖς καὶ κριταὶ καὶ πυλωροί. 14 καὶ ἐν τῷ ἐκφέρειν αὐτοὺς τὸ ἀργύριον τὸ εἰσοδιασθὲν εἰς οἶκον Κυρίου εὗρε Χελκίας ὁ ἱερεὺς βιβλίον νόμου Κυρίου διὰ χειρὸς Μωυσῆ. 15 καὶ ἀπεκρίθη Χελκίας καὶ εἶπε πρὸς Σαφὰν τὸν γραμματέα· βιβλίον νόμου εὗρον ἐν οἴκῳ Κυρίου· καὶ ἔδωκε Χελκίας τὸ βιβλίον τῷ Σαφάν. 16 καὶ εἰσήνεγκε Σαφὰν τὸ βιβλίον πρὸς τὸν βασιλέα καὶ ἀπέδωκεν ἔτι τῷ βασιλεῖ λόγον· πᾶν τὸ δοθὲν ἀργύριον ἐν χειρὶ τῶν παίδων σου τῶν ποιούντων τὸ ἔργον, 17 καὶ ἐχώνευσαν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου καὶ ἔδωκαν ἐπὶ χεῖρα τῶν ἐπισκόπων καὶ ἐπὶ χεῖρα τῶν ποιούντων τὴν ἐργασίαν. 18 καὶ ἀπήγγειλε Σαφὰν ὁ γραμματεὺς τῷ βασιλεῖ λόγον λέγων· βιβλίον δέδωκέ μοι Χελκίας ὁ ἱερεύς· καὶ ἀνέγνω αὐτὸ Σαφὰν ἐναντίον τοῦ βασιλέως. 19 καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τοῦ νόμου, καὶ διέρρηξε τὰ ἱμάτια αὐτοῦ. 20 καὶ ἐνετείλατο βασιλεὺς τῷ Χελκίᾳ καὶ τῷ ᾿Αχικὰμ υἱῷ Σαφὰν καὶ τῷ ᾿Αβδὼν υἱῷ Μιχαία καὶ τῷ Σαφὰν τῷ γραμματεῖ καὶ τῷ ᾿Ασαΐᾳ παιδὶ τοῦ βασιλέως λέγων· 21 πορεύθητε ζητήσατε τὸν Κύριον περὶ ἐμοῦ καὶ περὶ παντὸς τοῦ καταλειφθέντος ἐν ᾿Ισραὴλ καὶ ᾿Ιούδᾳ περὶ τῶν λόγων τοῦ βιβλίου τοῦ εὑρεθέντος, ὅτι μέγας ὁ θυμὸς Κυρίου ἐκκέκαυται ἐν ἡμῖν, διότι οὐκ εἰσήκουσαν οἱ πατέρες ἡμῶν τῶν λόγων Κυρίου τοῦ ποιῆσαι κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ. 22 καὶ ἐπορεύθη Χελκίας καὶ οἷς εἶπεν ὁ βασιλεὺς πρὸς ῎Ολδαν τὴν προφῆτιν γυναῖκα Σελλὴμ υἱοῦ Θεκωὲ υἱοῦ ᾿Αρὰς φυλάσσουσαν τὰς ἐντολάς -καὶ αὕτη κατῴκει ἐν ῾Ιερουσαλὴμ ἐν μασαναί- καὶ ἐλάλησαν αὐτῇ κατὰ ταῦτα. 23 καὶ εἶπεν αὐτοῖς· οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραήλ· εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς πρός με. 24 οὕτω λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον κακά, τοὺς πάντας λόγους τοὺς γεγραμμένους ἐν τῷ βιβλίῳ τῷ ἀνεγνωσμένῳ ἐναντίον τοῦ βασιλέως ᾿Ιούδα, 25 ἀνθ' ὧν ἐγκατέλιπόν με καὶ ἐθυμίασαν θεοῖς ἀλλοτρίοις, ἵνα παροργίσωσί με ἐν πᾶσι τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν· καὶ ἐξεκαύθη ὁ θυμός μου ἐν τῷ τόπῳ τούτῳ καὶ οὐ σβεσθήσεται. 26 καὶ ἐπὶ βασιλέα ᾿Ιούδα τὸν ἀποστείλαντα ὑμᾶς τοῦ ζητῆσαι τὸν Κύριον οὕτως ἐρεῖτε αὐτῷ· οὕτω λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· τοὺς λόγους, οὓς ἤκουσας, 27 καὶ ἐνετράπη ἡ καρδία σου καὶ ἐταπεινώθης ἀπὸ προσώπου μου ἐν τῷ ἀκοῦσαί σε τοὺς λόγους μου ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὸν καὶ ἐταπεινώθης ἐναντίον μου καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας κατεναντίον μου, καὶ ἐγὼ ἤκουσα, φησὶ Κύριος· 28 ἰδοὺ προστίθημί σε πρὸς τοὺς πατέρας σου, καὶ προστεθήσῃ πρὸς τὰ μνήματά σου ἐν εἰρήνῃ, καὶ οὐκ ὄψονται οἱ ὀφθαλμοί σου ἐν πᾶσι τοῖς κακοῖς, οἷς ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτόν. καὶ ἀπέδωκαν τῷ βασιλεῖ λόγον, 29 καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ συνήγαγε τοὺς πρεσβυτέρους ᾿Ιούδα καὶ ῾Ιερουσαλήμ. 30 καὶ ἀνέβη ὁ βασιλεὺς εἰς οἶκον Κυρίου καὶ πᾶς ᾿Ιούδα καὶ οἱ κατοικοῦντες ῾Ιερουσαλὴμ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ ἕως μεγάλου· καὶ ἀνέγνω ἐν ὠσὶν αὐτῶν πάντας λόγους βιβλίου τῆς διαθήκης τοὺς εὑρεθέντας ἐν οἴκῳ Κυρίου. 31 καὶ ἔστη ὁ βασιλεὺς ἐπὶ τὸν στῦλον καὶ διέθετο διαθήκην ἐναντίον Κυρίου τοῦ πορευθῆναι ἐνώπιον Κυρίου τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ μαρτύρια καὶ προστάγματα αὐτοῦ ἐν ὅλῃ καρδίᾳ καὶ ἐν ὅλῃ ψυχῇ, ὥστε ποιεῖν τοὺς λόγους τῆς διαθήκης τοὺς γεγραμμένους ἐπὶ τῷ βιβλίῳ τούτῳ. 32 καὶ ἔστησε πάντας τοὺς εὑρεθέντας ἐν ῾Ιερουσαλὴμ καὶ Βενιαμίν, καὶ ἐποίησαν οἱ κατοικοῦντες ῾Ιερουσαλὴμ διαθήκην ἐν οἴκῳ Κυρίου Θεοῦ πατέρων αὐτῶν. 33 καὶ περιεῖλεν ᾿Ιωσίας τὰ πάντα βδελύγματα ἐκ πάσης τῆς γῆς, ἣ ἦν υἱῶν ᾿Ισραήλ, καὶ ἐποίησε πάντας τοὺς εὑρεθέντας ἐν ῾Ιερουσαλὴμ καὶ ἐν ᾿Ισραὴλ τοῦ δουλεύειν Κυρίῳ Θεῷ αὐτῶν πάσας τὰς ἡμέρας αὐτοῦ· οὐκ ἐξέκλινεν ἀπὸ ὄπισθεν Κυρίου Θεοῦ πατέρων αὐτοῦ.


35

ΚΑΙ ἐποίησεν ᾿Ιωσίας τὸ φασὲκ τῷ Κυρίῳ Θεῷ αὐτοῦ, καὶ ἔθυσε τὸ φασὲκ τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου. 2 καὶ ἔστησε τοὺς ἱερεῖς ἐπὶ τὰς φυλακὰς αὐτῶν καὶ κατίσχυσεν αὐτοὺς εἰς τὰ ἔργα οἴκου Κυρίου. 3 καὶ εἶπε τοῖς Λευίταις τοῖς δυνατοῖς ἐν παντὶ ᾿Ισραὴλ τοῦ ἁγιασθῆναι αὐτοὺς τῷ Κυρίῳ, καὶ ἔθηκαν τὴν κιβωτὸν τὴν ἁγίαν εἰς τὸν οἶκον, ὃν ᾠκοδόμησε Σαλωμὼν υἱὸς Δαυὶδ τοῦ βασιλέως ᾿Ισραήλ. καὶ εἶπεν ὁ βασιλεύς· οὐκ ἔστιν ὑμῖν ἐπ' ὤμων ἆραι οὐδέν· νῦν οὖν λειτουργήσατε τῷ Κυρίῳ Θεῷ ὑμῶν καὶ τῷ λαῷ αὐτοῦ ᾿Ισραὴλ 4 καὶ ἑτοιμάσθητε κατ' οἴκους πατριῶν ὑμῶν καὶ κατὰ τὰς ἐφημερίας ὑμῶν κατὰ τὴν γραφὴν Δαυὶδ βασιλέως ᾿Ισραὴλ καὶ διὰ χειρὸς Σαλωμὼν υἱοῦ αὐτοῦ 5 καὶ στῆτε ἐν τῷ οἴκῳ κατὰ τὰς διαιρέσεις οἴκων πατριῶν ὑμῶν τοῖς ἀδελφοῖς ὑμῶν υἱοῖς τοῦ λαοῦ, καὶ μερὶς οἴκου πατριᾶς τοῖς Λευίταις, 6 καὶ θύσατε τὸ φασὲκ καὶ ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν τοῦ ποιῆσαι κατὰ τὸν λόγον Κυρίου διὰ χειρὸς Μωυσῆ. 7 καὶ ἀπήρξατο ᾿Ιωσίας τοῖς υἱοῖς τοῦ λαοῦ πρόβατα καὶ ἀμνοὺς καὶ ἐρίφους ἀπὸ τῶν τέκνων τῶν αἰγῶν, πάντα εἰς τὸ φασέκ, καὶ πάντας τοὺς εὑρεθέντας εἰς ἀριθμὸν τριάκοντα χιλιάδας καὶ μόσχων τρεῖς χιλιάδας· ταῦτα ἀπὸ τῆς ὑπάρξεως τοῦ βασιλέως. 8 καὶ οἱ ἄρχοντες αὐτοῦ ἀπήρξαντο τῷ λαῷ καὶ τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις· ἔδωκε δὲ Χελκίας καὶ Ζαχαρίας καὶ ᾿Ιιὴλ οἱ ἄρχοντες τοῖς ἱερεῦσιν οἴκου Θεοῦ καὶ ἔδωκεν εἰς τὸ φασὲκ πρόβατα καὶ ἀμνοὺς καὶ ἐρίφους δισχίλια ἑξακόσια καὶ μόσχους τριακοσίους. 9 καὶ Χωνενίας καὶ Βαναίας καὶ Σαμαίας καὶ Ναθαναὴλ ἀδελφὸς αὐτοῦ καὶ ᾿Ασαβίας καὶ ᾿Ιιὴλ καὶ ᾿Ιωζαβὰδ ἄρχοντες τῶν Λευιτῶν ἀπήρξαντο τοῖς Λευίταις εἰς τὸ φασὲκ πρόβατα πεντακισχίλια καὶ μόσχους πεντακοσίους. 10 καὶ κατωρθώθη ἡ λειτουργία, καὶ ἔστησαν οἱ ἱερεῖς ἐπὶ τὴν στάσιν αὐτῶν καὶ οἱ Λευῖται ἐπὶ τὰς διαιρέσεις αὐτῶν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως 11 καὶ ἔθυσαν τὸ φασέκ, καὶ προσέχεαν οἱ ἱερεῖς τὸ αἷμα ἐκ χειρὸς αὐτῶν, καὶ οἱ Λευῖται ἐξέδειραν. 12 καὶ ἡτοίμασαν τὴν ὁλοκαύτωσιν παραδοῦναι αὐτοῖς κατὰ τὴν διαίρεσιν κατ' οἴκους πατριῶν τοῖς υἱοῖς τοῦ λαοῦ τοῦ προσάγειν τῷ Κυρίῳ, ὡς γέγραπται ἐν βίβλῳ Μωυσῆ, καὶ οὕτως εἰς τὸ πρωΐ. 13 καὶ ὤπτησαν τὸ φασὲκ ἐν πυρὶ κατὰ τὴν κρίσιν καὶ τὰ ἅγια ὕψησαν ἐν τοῖς χαλκείοις καὶ ἐν τοῖς λέβησι· καὶ εὐωδώθη, καὶ ἔδραμον πρὸς πάντας τοὺς υἱοὺς τοῦ λαοῦ. 14 καὶ μετὰ τὸ ἑτοιμάσαι αὐτοῖς καὶ τοῖς ἱερεῦσιν, ὅτι οἱ ἱερεῖς ἐν τῷ ἀναφέρειν τὰ ὁλοκαυτώματα καὶ τὰ στέατα ἕως νυκτός, καὶ οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς καὶ τοῖς ἀδελφοῖς αὐτῶν υἱοῖς ᾿Ααρών. 15 καὶ οἱ ψαλτῳδοὶ υἱοὶ ᾿Ασὰφ ἐπὶ τῆς στάσεως αὐτῶν κατὰ τὰς ἐντολὰς Δαυὶδ καὶ ᾿Ασὰφ καὶ Αἰμὰν καὶ ᾿Ιδιθὼμ οἱ προφῆται τοῦ βασιλέως καὶ οἱ ἄρχοντες καὶ οἱ πυλωροὶ πύλης καὶ πύλης, οὐκ ἦν αὐτοῖς κινεῖσθαι ἀπὸ τῆς λειτουργίας τῶν ἁγίων, ὅτι ἀδελφοὶ αὐτῶν οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς. 16 καὶ κατωρθώθη καὶ ἡτοιμάσθη πᾶσα ἡ λειτουργία Κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ ποιῆσαι τὸ φασὲκ καὶ ἐνεγκεῖν τὰ ὁλοκαυτώματα ἐπὶ τὸ θυσιαστήριον Κυρίου κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως ᾿Ιωσίου. 17 καὶ ἐποίησαν οἱ υἱοὶ ᾿Ισραὴλ οἱ εὑρεθέντες τὸ φασὲκ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας. 18 καὶ οὐκ ἐγένετο φασὲκ ὅμοιον αὐτῷ ἐν ᾿Ισραὴλ ἀπὸ ἡμερῶν Σαμουὴλ τοῦ προφήτου καὶ παντὸς βασιλέως ᾿Ισραὴλ οὐκ ἐποίησαν τὸ φασέκ, ὃ ἐποίησεν ᾿Ιωσίας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πᾶς ᾿Ιούδα καὶ ᾿Ισραὴλ ὁ εὑρεθεὶς καὶ οἱ κατοικοῦντες ἐν ῾Ιερουσαλὴμ τῷ Κυρίῳ. 19 τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας ᾿Ιωσίου ἐποιήθη τὸ φασὲκ τοῦτο. 19α καὶ τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας καὶ τὰ θεραφὶν καὶ τὰ εἴδωλα καὶ τὰ καρησίμ, ἃ ἦν ἐν γῇ ᾿Ιούδα καὶ ἐν ῾Ιερουσαλὴμ ἐνεπύρισεν ὁ βασιλεὺς ᾿Ιωσίας, ἵνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τοῦ βιβλίου, οὗ εὗρε Χελκίας ὁ ἱερεὺς ἐν τῷ οἴκῳ Κυρίου. 19β ὅμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ, ὃς ἐπέστρεψε πρὸς Κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῆ, καὶ μετ' αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτῷ· 19γ πλὴν οὐκ ἀπεστράφη Κύριος ἀπὸ ὀργῆς θυμοῦ αὐτοῦ τοῦ μεγάλου, οὗ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ ᾿Ιούδᾳ, ἐπὶ πάντα τὰ παροργίσματα αὐτοῦ, ἃ παρώργισε Μανασσῆς. 19δ καὶ εἶπε Κύριος· καί γε τὸν ᾿Ιούδαν ἀποστήσω ἀπὸ προσώπου μου, καθὼς ἀπέστησα τὸν ᾿Ισραήλ, καὶ ἀπωσάμην τὴν πόλιν, ἣν ἐξελεξάμην τὴν ῾Ιερουσαλήμ, καὶ τὸν οἶκον ὃν εἶπα· ἔσται τὸ ὄνομά μου ἐκεῖ. 20 Καὶ ἀνέβη φαραὼ Νεχαὼ βασιλεὺς Αἰγύπτου ἐπὶ τὸν βασιλέα ᾿Ασσυρίων ἐπὶ τὸν ποταμὸν Εὐφράτην, καὶ ἐπορεύθη βασιλεὺς ᾿Ιωσίας εἰς συνάντησιν αὐτῷ. 21 καὶ ἀπέστειλε πρὸς αὐτὸν ἀγγέλους λέγων· τί ἐμοὶ καὶ σοί, βασιλεῦ ᾿Ιούδα; οὐκ ἐπὶ σὲ ἥκω σήμερον πόλεμον πολεμῆσαι, καὶ ὁ Θεὸς εἶπε τοῦ κατασπεῦσαί με· πρόσεχε ἀπὸ τοῦ Θεοῦ τοῦ μετ' ἐμοῦ μὴ καταφθείρῃ σε. 22 καὶ οὐκ ἀπέστρεψεν ᾿Ιωσίας τὸ πρόσωπον αὐτοῦ ἀπ' αὐτοῦ, ἀλλ' ἢ πολεμεῖν αὐτὸν ἐκραταιώθη καὶ οὐκ ἤκουσε τῶν λόγων Νεχαὼ διά στόματος Θεοῦ καὶ ἦλθε τοῦ πολεμῆσαι ἐν τῷ πεδίῳ Μαγεδδώ. 23 καὶ ἐτόξευσαν οἱ τοξόται ἐπὶ βασιλέα ᾿Ιωσίαν· καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν αὐτοῦ· ἐξαγάγετέ με, ὅτι ἐπόνεσα σφόδρα. 24 καὶ ἐξήγαγον αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τοῦ ἅρματος καὶ ἀνεβίβασαν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δευτεραῖον, ὃ ἦν αὐτῷ, καὶ ἤγαγον αὐτὸν εἰς ῾Ιερουσαλήμ· καὶ ἀπέθανε καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ. καὶ πᾶς ᾿Ιούδα καὶ ῾Ιερουσαλὴμ ἐπένθησαν ἐπὶ ᾿Ιωσίαν, 25 καὶ ἐθρήνησεν ῾Ιερεμίας ἐπὶ ᾿Ιωσίαν, καὶ εἶπαν πάντες οἱ ἄρχοντες καὶ αἱ ἄρχουσαι θρῆνον ἐπὶ ᾿Ιωσίαν ἕως τῆς σήμερον· καὶ ἔδωκαν αὐτὸν εἰς πρόσταγμα ἐπὶ ᾿Ισραήλ, καὶ ἰδοὺ γέγραπται ἐπὶ τῶν θρήνων. 26 καὶ ἦσαν οἱ λοιποὶ λόγοι ᾿Ιωσίου καὶ ἡ ἐλπὶς αὐτοῦ γεγραμμένα ἐν νόμῳ Κυρίου· 27 καὶ οἱ λόγοι αὐτοῦ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίῳ βασιλέων ᾿Ισραὴλ καὶ ᾿Ιούδα.


36

ΚΑΙ ἔλαβεν ὁ λαὸς τῆς γῆς τὸν ᾿Ιωάχαζ υἱὸν ᾿Ιωσίου καὶ ἔχρισαν αὐτόν, καὶ κατέστησαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ εἰς βασιλέα ἐπὶ ᾿Ιερουσαλήμ. 2 υἱὸς εἴκοσι καὶ τριῶν ἐτῶν ᾿Ιωάχαζ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, 2α καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ ᾿Αμιτὰλ θυγάτηρ ῾Ιερεμίου ἐκ Λοβενά. 2β καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου κατὰ πάντα, ἃ ἐποίησαν οἱ πατέρες αὐτοῦ. 2γ καὶ ἔδησεν αὐτὸν φαραὼ Νεχαὼ ἐν Δεβλαθὰ ἐν γῇ Αἰμάθ, τοῦ μὴ βασιλεύειν αὐτὸν ἐν ῾Ιερουσαλήμ, 3 καὶ μετήγαγεν αὐτὸν ὁ βασιλεὺς εἰς Αἴγυπτον, καὶ ἐπέβαλε φόρον ἐπὶ τὴν γῆν ἑκατὸν τάλαντα ἀργυρίου καὶ τάλαντον χρυσίου. 4 καὶ κατέστησε φαραὼ Νεχαὼ τὸν ᾿Ελιακὶμ υἱὸν ᾿Ιωσίου βασιλέα ἐπὶ ᾿Ιούδα ἀντὶ ᾿Ιωσίου τοῦ πατρὸς αὐτοῦ καὶ μετέστρεψε τὸ ὄνομα αὐτοῦ ᾿Ιωακίμ· καὶ τὸν ᾿Ιωάχαζ ἀδελφὸν αὐτοῦ ἔλαβε φαραὼ Νεχαώ, καὶ εἰσήγαγεν αὐτὸν εἰς Αἴγυπτον, καὶ ἀπέθανεν ἐκεῖ. 4α καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκε τῷ φαραῷ· τότε ἤρξατο ἡ γῆ φορολογεῖσθαι τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόμα φαραώ, καὶ ἕκαστος κατὰ δύναμιν ἀπῄτει τὸ ἀργύριον καὶ τὸ χρυσίον παρὰ τοῦ λαοῦ τῆς γῆς δοῦναι φαραῷ Νεχαῷ. 5 ῍Ων εἴκοσι καὶ πέντε ἐτῶν ᾿Ιωακὶμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ζεχωρὰ θυγάτηρ Νηρίου ἐκ Ραμά. καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ. 5α ἐν ταῖς ἡμέραις αὐτοῦ ἦλθε Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος εἰς τὴν γῆν, καὶ ἦν αὐτῷ δουλεύων τρία ἔτη καὶ ἀπέστη ἀπ' αὐτοῦ. 5β καὶ ἀπέστειλε Κύριος ἐπ' αὐτοὺς τοὺς Χαλδαίους καὶ λῃστήρια Σύρων καὶ λῃστήρια Μωαβιτῶν καὶ υἱῶν ᾿Αμμὼν καὶ τῆς Σαμαρείας, καὶ ἀπέστησαν μετὰ τὸν λόγον τοῦτον κατὰ τὸν λόγον Κυρίου ἐν χειρὶ τῶν παίδων αὐτοῦ τῶν προφητῶν. 5γ πλὴν θυμὸς Κυρίου ἦν ἐπὶ ᾿Ιούδαν τοῦ ἀποστῆναι αὐτὸν ἀπὸ προσώπου αὐτοῦ διὰ τὰς ἁμαρτίας Μανασσῆ ἐν πᾶσιν, οἷς ἐποίησε, 5δ καὶ ἐν αἵματι ἀθῴῳ, ᾧ ἐξέχεεν ᾿Ιωακὶμ καὶ ἔπλησε τὴν ῾Ιερουσαλὴμ αἵματος ἀθῴου, καὶ οὐκ ἠθέλησε Κύριος ἐξολοθρεῦσαι αὐτούς. 6 καὶ ἀνέβη ἐπ' αὐτὸν Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος καὶ ἔδησεν αὐτὸν ἐν χαλκαῖς πέδαις καὶ ἀπήγαγεν αὐτὸν εἰς Βαβυλῶνα. 7 καὶ μέρος τῶν σκευῶν οἴκου Κυρίου ἀπήνεγκεν εἰς Βαβυλῶνα καὶ ἔθηκεν αὐτὰ ἐν τῷ ναῷ αὐτοῦ ἐν Βαβυλῶνι. 8 καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ιωακὶμ καὶ πάντα, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ιούδα; καὶ ἐκοιμήθη ᾿Ιωακὶμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν Γανοζὰ μετά τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν ᾿Ιεχονίας υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ. 9 ᾿Οκτὼ ἐτῶν ᾿Ιεχονίας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον καὶ δέκα ἡμέρας ἐβασίλευσεν ἐν ῾Ιερουσαλὴμ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου. 10 καὶ ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ ἀπέστειλεν ὁ βασιλεὺς Ναβουχοδονόσορ καὶ εἰσήνεγκεν αὐτὸν εἰς Βαβυλῶνα μετὰ τῶν σκευῶν τῶν ἐπιθυμητῶν οἴκου Κυρίου καὶ ἐβασίλευσε Σεδεκίαν ἀδελφὸν τοῦ πατρὸς αὐτοῦ ἐπὶ ᾿Ιούδαν καὶ ῾Ιερουσαλήμ. 11 ᾿Ετῶν εἴκοσιν υἱὸς καὶ ἑνὸς ἔτους Σεδεκίας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ. 12 καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου Θεοῦ αὐτοῦ, οὐκ ἐνετράπη ἀπὸ προσώπου ῾Ιερεμίου τοῦ προφήτου καὶ ἐκ στόματος Κυρίου 13 ἐν τῷ τὰ πρὸς τὸν βασιλέα Ναβουχοδονόσορ ἀθετῆσαι, ἃ ὥρκισεν αὐτὸν κατὰ τοῦ Θεοῦ καὶ ἐσκλήρυνε τὸν τράχηλον αὐτοῦ καὶ τὴν καρδίαν αὐτοῦ κατίσχυσε τοῦ μὴ ἐπιστρέψαι πρὸς Κύριον Θεὸν ᾿Ισραήλ. 14 καὶ πάντες οἱ ἔνδοξοι ᾿Ιούδα καὶ οἱ ἱερεῖς καὶ ὁ λαὸς τῆς γῆς ἐπλήθυναν τοῦ ἀθετῆσαι ἀθετήματα βδελυγμάτων ἐθνῶν καὶ ἐμίαναν τὸν οἶκον Κυρίου τὸν ἐν ῾Ιερουσαλήμ. 15 καὶ ἐξαπέστειλε Κύριος ὁ Θεὸς τῶν πατέρων αὐτῶν ἐν χειρὶ τῶν προφητῶν αὐτοῦ ὀρθρίζων καὶ ἀποστέλλων τοὺς ἀγγέλους αὐτοῦ, ὅτι ἦν φειδόμενος τοῦ λαοῦ αὐτοῦ καὶ τοῦ ἁγιάσματος αὐτοῦ· 16 καὶ ἦσαν μυκτηρίζοντες τοὺς ἀγγέλους αὐτοῦ καὶ ἐξουθενοῦντες τοὺς λόγους αὐτοῦ καὶ ἐμπαίζοντες ἐν τοῖς προφήταις αὐτοῦ, ἕως ἀνέβη ὁ θυμὸς Κυρίου ἐν τῷ λαῷ αὐτοῦ, ἕως οὐκ ἦν ἴαμα. 17 καὶ ἤγαγεν ἐπ' αὐτοὺς βασιλέα Χαλδαίων, καὶ ἀπέκτεινε τοὺς νεανίσκους αὐτῶν ἐν ρομφαίᾳ ἐν οἴκῳ ἁγιάσματος αὐτοῦ καὶ οὐκ ἐφείσατο τοῦ Σεδεκίου καὶ τὰς παρθένους αὐτῶν οὐκ ἠλέησε καὶ τοὺς πρεσβυτέρους αὐτῶν ἀπήγαγον· τὰ πάντα παρέδωκεν ἐν χερσίν αὐτῶν. 18 καὶ πάντα τὰ σκεύη οἴκου τοῦ Θεοῦ τά μεγάλα καὶ τὰ μικρὰ καὶ τοὺς θησαυροὺς οἴκου Κυρίου καὶ πάντας τοὺς θησαυροὺς τοῦ βασιλέως καὶ τῶν μεγιστάνων, πάντα εἰσήνεγκεν εἰς Βαβυλῶνα. 19 καὶ ἐνέπρησε τὸν οἶκον Κυρίου καὶ κατέσκαψε τὸ τεῖχος ῾Ιερουσαλὴμ καὶ τὰς βάρεις αὐτῆς ἐνέπρησεν ἐν πυρὶ καὶ πᾶν σκεῦος ὡραῖον εἰς ἀφανισμόν. 20 καὶ ἀπῴκισε τοὺς καταλοίπους εἰς Βαβυλῶνα, καὶ ἦσαν αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς δούλους ἕως βασιλείας Μήδων 21 τοῦ πληρωθῆναι λόγον Κυρίου διὰ στόματος ῾Ιερεμίου ἕως τοῦ προσδέξασθαι τὴν γῆν τὰ σάββατα αὐτῆς σαββατίσαι· πάσας τὰς ἡμέρας ἐρημώσεως αὐτῆς ἐσαββάτισεν εἰς συμπλήρωσιν ἐτῶν ἑβδομήκοντα. 22 ῎Ετους πρώτου Κύρου βασιλέως Περσῶν, μετὰ τὸ πληρωθῆναι ρῆμα Κυρίου διὰ στόματος ῾Ιερεμίου, ἐξήγειρε Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν καὶ παρήγγειλε κηρύξαι ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ ἐν γραπτῷ λέγων· 23 τάδε λέγει Κῦρος βασιλεὺς Περσῶν πάσαις ταῖς βασιλείαις τῆς γῆς· ἔδωκέ μοι Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι οἶκον αὐτῷ ἐν ῾Ιερουσαλὴμ ἐν τῇ ᾿Ιουδαίᾳ. τίς ἐξ ὑμῶν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ; ἔσται Θεὸς αὐτοῦ μετ' αὐτοῦ, καὶ ἀναβήτω.
 


Back                                 Homepage                             Next ►►►