The Orthodox Pages

 

ΟΚΤΩΗΧΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΕΤΑΡΤΗ ΗΧΟΣ Γ΄

Στιχηρὰ Προσόμοια Σταυρώσιμα

Ἦχος γ'

Μεγάλη τοῦ Σταυροῦ σου Κύριε

Κτίσις ἡλλοιώθη Λόγε τὴ Σταυρώσει σου, ὁ ἥλιος ἀκτῖνας, συνέστειλε τῶ φόβω, καὶ ναοῦ τὸ καταπέτασμα ἐσχίσθη, καὶ πᾷς πιστὸς σέσωσται, ὅθεν δοξάζομεν, σοῦ τὸν ἄμετρον πλοῦτον.

σάρκα τὴν ἡμῶν δι' οἶκτον προσλαβόμενος, Θεός τε καὶ Δεσπότης, τῶ ξύλω προσεπάγη, καὶ ἀνύψωσεν ἡμᾶς κατερραγμένους, ἀνυψωθεὶς σώματι, ὥσπερ ηὐδόκησε, διὰ σπλάγχνα ἐλέους.

ανίδες θεορρύτου αἵματος καὶ ὕδατος, ἀνε πλασαν τὸν κόσμον, χυθεῖσαι ἐκ πλευρᾶς σου, τῶ μὲν ὕδατι ἐκπλύνεις, ὡς οἰκτίρμων, πάντων τὰς ἁμαρτίας Κύριε, τῶ δὲ αἵματι, τὴν συγχώρησιν γράφεις.

Στιχηρὰ τῆς Θεοτόκου  ὅμοια

ν κλίνῃ κατακείμενος τῆς ἄμελείας μου, τὸν τῆς ζωῆς μου χρόνον, ῥαθύμως ἐξετέλεσα, καὶ πτοοῦμαι τῆς ἐξόδου μου τὴν ὥραν, ἀλλὰ τὴ σὴ πρεσβεία ἐγείρασα, σώσόν με πρὸς μετάνοιαν Κόρη.

Τὸ ἄλγος τῆς, καρδίας μου Ἁγνὴ θεράπευσον, καὶ στῆσον τοῦ νοός μου, τὴν πλάνην καὶ ἀξίωσον, καθαρὰ σὲ ἀνυμνεῖν καρδία, καὶ ἐξαιτεῖσθαι χάριν, εὐρεῖν καὶ ἔλεος, ἐν ἡμέρα τῆς δίκης.

πόθου ταπεινὴ ψυχή μου τὰ δυσβάστακτα, φορτία τῆς κακίας, καὶ πρόσελθε δακρύουσα, καὶ βοῶσα. Τὸν ζυγὸν ἁγνὴ Παρθένε μὲ ἀξίωσον, τὸν ἐλαφρὸν βαστάζειν, τοῦ Υἱοῦ καὶ Θεοῦ σου.

Δόξα... Καὶ νύν...

Σταυροθεοτοκίον  ὅμοιον

ομφαία τὴν καρδίαν σου, διῆλθε Πάναγνε, ἡνίκα τὸν Υἱόν σου, ἐπὶ σταυροῦ προσέβλεψας, καὶ ἐβόας. Μὴ ἄτεκνόν με δείξης, Υἱέ μου καὶ Θεέ μου, ὁ συντηρήσας μετὰ τόκον παρθένον.

Ἀπόστιχα Σταυρώσιμα

Τὸν Σταυρόν σου προσκυνῶ, Χριστὲ τὸν τίμιον, τὸν φύλακα τοῦ κόσμου, τὴν σωτηρίαν ἡμῶν τῶν ἁμαρτωλῶν, τὸ μέγα ἱλαστήριον, τοῦ Βασιλέως τὸ νῖκος, τὸ καύχημα πάσης τῆς οἰκουμένης.

Ξύλον παρακοῆς τῶ κόσμω θάνατον ἐβλάστησε, τὸ δὲ ξύλον τοῦ Σταυροῦ, ζωὴν καὶ ἀφθαρσίαν, διὸ σὲ προσκυνοῦμεν, τὸν σταυρωθέντα Κύριον, σημειωθήτω ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου.

Μαρτυρικὸν

Προφῆται καὶ Ἀπόστολοι Χριστοῦ, καὶ Μάρτυρες, ἐδίδαξαν ὑμνεῖσθαι, Τριάδα ὁμοούσιον, καὶ ἐφώτισαν τὰ ἔθνη τὰ πεπλανημένα, καὶ κοινωνοὺς Ἀγγέλων ἐποίησαν, τοὺς υἱοὺς τῶν ἀνθρώπων.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Μεγάλη τοῦ Σταυροῦ σου

Σταυρῶ σὲ ἀναρτώμενον, Χριστέ μου ὡς ἑώρακεν, Ἀμνὰς ἡ σὲ τεκοῦσα, ἡ ἄμωμος καὶ Μήτηρ σου, ὠλοφύρετο κλαυθμῶ καὶ ἀνεβόα. Μὴ μὲ δείξης ἄτεκνον, ἣν ἐφύλαξας ἁγνήνκαί μετὰ τόκον.

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

Ἦχος γ'

Σταυρὸς ἐπάγη ἐπὶ γῆς, καὶ ἥψατο τῶν οὐρανῶν, οὐχ ὡς τοῦ ξύλου φθάσαντος τὸ ὕψος, ἀλλὰ σοῦ τοῦ ἐν αὐτῷ πληροῦντος τὰ σύμπαντα, Κύριε δόξα σοί.  

ν κυπαρίσσῳ καὶ πεύκη καὶ κέδρω, ὑψώθης ὁ Ἀμνὸς τοῦ Θεοῦ, ἵνα σώσης τοὺς ἐν πίστει προσκυνοῦντας, τὴν ἑκούσιόν σου Σταύρωσιν. Χριστὲ ὁ Θεός, δόξα σοί.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

άβδον δυνάμεως κεκτημένοι, τὸν Σταυρὸν τοῦ Υἱοῦ σου Θεοτόκε, ἐν αὐτῷ καταβαλοῦμεν, τῶν ἐχθρῶν τὰ φρυάγματα, οἱ πόθω σὲ ἀπαύστως μεγαλύνοντες.

Μετὰ τὴν β' Στιχολογίαν

Καθίσματα ἕτερα

ῥαπισθεὶς ὑπὲρ γένους ἀνθρώπων, καὶ μὴ ὀργισθείς, ἐλευθέρωσον ἐκ φθορᾶς, τὴν ζωὴν ἡμῶν Κύριε, καὶ σῶσον ἡμᾶς.

Τὴν ὡραιότητα

Τὸ ἀναρίθμητον, τῆς ἐξουσίας σου, καὶ τὸ ἑκούσιον, τὸ τῆς σταυρώσεως, αἱ τῶν Ἀγγέλων στρατιαί, ἐξίσταντο καθορῶσαι. Πῶς ὁ ἀΘεώρητος, ἐν σαρκὶ ἐμαστίζετο; θέλων ἐκλυτρώσασθαι, τῆς φθορᾶς τὸ ἀνθρώπινον, διὸ ὡς ζωοδότη βοώμέν σοί. Δόξα Χριστὲ τὴ εὐσπλαγχνία σου.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

ἀπειρόγαμος, ἁγνὴ καὶ Μήτηρ σου, Χριστὲ ὁρώσά σε, νεκρὸν κρεμάμενον, ἐπὶ τοῦ ξύλου μητρικῶς, θρηνολογοῦσα ἔλεγε. Τὶ σοὶ ἀνταπέδωκε, τῶν Ἑβραίων ὁ ἄνομος, δῆμος καὶ ἀχάριστος, ὁ πολλῶν καὶ μεγάλων σου, Υἱέ μου, δωρεῶν ἀπολαύσας; Ὑμνῶ σου τὴν θείαν συγκατάβασιν.

Μετὰ τὴν γ' Στιχολογίαν

Καθίσματα ἕτερα

Τὴν ὥραιότητα

Σταυρὸν ὑπέμεινας, ἀτίμως Δέσποτα, ὁ ὑπερέκεινα, πάσης τῆς κτίσεως, ὅπως τιμήσης με τὸν πρίν, δεινῶς ἀτιμασθέντα, λόγχη τὴν πλευράν σου δέ, ἐκεντήθης μακρόθυμε, θέλων ἐκλυτρώσασθαι, τῆς φθορᾶς μὲ τὸ πλάσμα σου. Ὑμνῶ σου τὴν πολλὴν εὐσπλαγχνίαν, καὶ τὴν ἀγαθότητα φιλάνθρωπε.

Μαρτυρικὸν  ὅμοιον

Θωρακισάμενοι, τὴν πανοπλίαν Χριστοῦ, καὶ ἐνδυσάμενοι, ὅπλα τῆς Πίστεως, τὰς παρατάξεις τοῦ ἐχθροῦ, ἀθλητικῶς κατεβάλετε, προθύμως τὴ ἐλπίδι γάρ, τῆς ζωῆς ὑπεμείνατε, πάσας τῶν τυράννων πρίν, ἀπειλάς τε καὶ μάστιγας, διὸ καὶ τοὺς στεφάνους ἐδέξασθε, Μάρτυρες Χριστοῦ οἱ καρτερόψυχοι.

Δόξα... Καὶ νύν...

Σταυροθεοτοκίον  ὅμοιον

ναρτηθέντα σε, ὡς ἐθεάσατο, ἐν ξύλῳ Δέσποτα, ἡ ἀπειρόγαμος, καὶ Παναμώμητος ἁγνή, Παρθένος τε καὶ Μήτηρ σου. Οἴμοι! ἀνεβόα σοί, ὧ Υἱέ μου γλυκύτατε, πῶς σὲ ἀνομώτατος, δῆμος ξύλω κατέκρινε, τὸν πάντων ποιητὴν καὶ Δεσπότην! Ὑμνῶ σου τὴν ἄκραν ἀγαθότητα.

Κανὼν Σταυρώσιμος, οὗ ἡ Ἀκροστιχίς.

Πόνους ἔπαυσας τῶν βροτῶν πόνοις, Λόγε Ἰωσήφ.

Ὠδὴ α'  Ἦχος γ'

Ὁ Εἱρμὸς

τὰ ὕδατα πάλαι νεύματι θείω, εἰς μίαν συναγωγὴν συναθροίσας, καὶ τεμῶν θάλασσαν, Ἰσραηλίτη λαῶ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει, αὐτῷ μόνω ἄσωμεν, ὅτι δεδόξασται.

Πολυώδυνα πάθη ἔπαυσας Λόγε, τοὶς πάθεσι τῆς τιμίας σαρκός σου, καὶ βροτοὺς ἔσωσας, οὓς ἐτραυμάτισε, πάλαι ὁ ἀντίπαλος, τοὺς εὐσεβῶς προσκυνοῦντας, τήν ἀπερινόητον οἰκονομίαν σου.

δεσμεύσας ἀπάτη ἐν Παραδείσῳ, τὸν ἄνθρωπον ἐντολῆς παραβάσει, σοὶς δεσμοὶς δέδεται ἀλύτοις Κύριε, οἷς πὲρ σωματούμενος, ἐθελουσίως ἐδέθης, λύων τὸ παράπτωμα ἡμῶν φιλάνθρωπε.

Μαρτυρικὰ

Ναυαγοῦσαν Ὁρῶντες οἱ Ἀθλοφόροι, τὴν κτίσιν ταὶς τῶν δαιμόνων ἀπάταις, τῶν πιστῶν ὤφθησαν λιμένες εὔδιοι, πᾶσαν τοῦ ἀλάστορος, χύσει οἰκείων αἱμάτων, δύναμιν βυθίζοντες οἱ μεγαλώνυμοι.

χορὸς τῶν μαρτύρων χοροστασίαις, ταὶς ἄνω περιφανῶς συνημμένος, ἀστραπαὶς πάντοτε, περιαυγάζεται ἀκτίστου θεότητος, καὶ τοὺς ἐν γῆ καταυγάζει, τούτου τὰ τεράστια πίστει δοξάζοντας.

Σταυροθεοτοκίον

περτέρα τῶν ἄνω ὤφθης Ταγμάτων, τεκοῦσα ἐπὶ τῆς γῆς Θεὸν Λόγον, τὸν ἡμᾶς ἄχραντε πρὸς τὰ οὐράνια, τοὶς αὐτοῦ παθήμασι, καὶ τῶ Σταυρῶ τῶ τιμίω, ἐπαναβιβάσαντα δι' ἀγαθότητα.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς:

Τρίτον μέλισμα τὴ Θεοτόκω φέρω.

Ὁ Εἱρμὸς

Τὸ κατάσκιον ὄρος, σὲ προεῖδεν ἐν Πνεύματι Ἀββακοὺμ ὁ Προφήτης, δυσωπῶ Ἄχραντε, ἐπισκιᾶσαι μὲ πάθει κεντούμενον, καὶ ἐν σκιᾷ τοῦ Θανάτου, τῶν παρενοχλούντων με, παθῶν λυτρώσασθαι.

αντισμῶ θείου ῥείθρου, τοῦ κενωθέντος ἐκ θείας ἁγνή, πλευρὰς τοῦ Υἱοῦ σου, τοὺς ἐμοὺς ἔκπλυνον, καρδίας μώλωπας, ὅπως μεγαλύνω σε, καὶ καταχρέως δοξάζω, τὴν Ἀειμακάριστον καὶ Παναμώμητον.

σουργὸν τῶ τεκόντι, ἔτεκες Λόγον, Θεώσαντα, τῶν βροτῶν τὴν οὐσίαν, ἀλλ' αὐτὸν αἴτησαι, ἠπορημένον με, καὶ ἐξασθενήσαντα, ταὶς τοῦ ἐχθροῦ μεθοδείαις, θείας παρακλήσεως καταξιῶσαι ἁγνή.

Ὠδὴ γ'

Ὁ Εἱρμὸς

ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῶ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι, παντοκράτορ Δέσποτα, ἓν τὴ ἀγάπη τὴ σὴ στερέωσόν με.

Σὲ τὸν τὴ φύσει θεότητος ἀπαθῆ, παθητὸν γενόμενον, σαρκὶ δι' ἀγαθότητα, ξύλω ἐθανάτωσεν, Ἑβραίων δῆμος, ἡμᾶς ἀθανατοῦντα.

πὶ ὑδάτων κρεμάσας Λόγε τὴν γήν, ἐν ξύλῳ θελήματι, ἐκρεμάσθης, ἀνάγων μὲ εἰς τὰ ἐπουράνια, πρὸς τῆς κακίας τὰ βάραθρα πεσόντα.

Μαρτυρικὰ

Πεποικιλμένοι τοὶς στίγμασι τοῦ Χριστοῦ, πανεύφημοι Μάρτυρες, τῶ Κυρίω παρίστασθε, παρ αὐτοῦ δεχόμενοι, πλουσιωτάτη χειρὶ τὰς ἀντιδόσεις.

γαλλομένη ψυχὴ πρὸς τοὺς αἰκισμούς, ἐχώρουν οἱ Ἅγιοι, τὴν ἐσχάτην τῶ δράκοντι, λύπην ἐμποιούμενοι, καὶ τοὺς Ἀγγέλων χοροὺς χαρὰς πληροῦντες.

Σταυροθεοτοκίον

ναρτηθέντα ὁρῶσα ἐν τῷ Σταυρῶ, Χριστὸν ἀπειρόγαμε, ὀδυρομένη ἔλεγες. Ἔδυς δόξης Ἤλιε, ἓξ ὀφθαλμῶν μου, φωτίζων τοὺς ἓν σκότει.

Κανὼν τῆς Θεοτόκου

Εἱρμὸς ὁ αὐτὸς

Τὸν ἐν ἐλέει ἀφάτω καὶ οἰκτιρμοίς, ὑπάρχοντα πλούσιον, ἔλεήμων ὑπάρχουσα, Παναγία αἴτησαι, τοῦ οἰκτειρῆσαι ἡμᾶς κεκακωμένους.

Οἶκος τοῦ πάντων ὑπάρχουσα ποιητοῦ, οἰκῆσαι δυσώπησον, ἓν ἐμοὶ τὸν Παράκλητον, γεγονότι σπήλαιον, τῶν ψυχοφθόρων ληστῶν ἁγνὴ Παρθένε.

Νεύματι πάντα τὸν φέροντα θεϊκῶ, ἀγκάλαις ὡς φέρουσα, Θεοτόκε ἐπίνευσον, ἐπ' ἐμέ, καὶ ῥύσαί με, τῆς πρὸς τὰ πάθη συννεύσεως ἀτόπου.

Ὠδὴ δ'

Ὁ Εἱρμὸς

θου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε, τὸν μονογενὴ γάρ σου Υἱόν, ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας. Διὸ σοὶ κραυγάζομεν εὐχαριστοῦντες. Δόξα τὴ δυνάμει σου Κύριε.

βριν ἀληθῶς, ὁ τιμῆς ἀπάσης ἐπέκεινα, Δέσποτα ὑπέμεινας Χριστέ, τὴν κεφαλὴν καλάμω τυπτόμενος, ὅπως παραβάσει μὲ ἀτιμασθέντα, τιμήσης φιλάνθρωπε.

Στέφος ἀκανθών, ἀνεδήσω θέλων μακρόθυμε, οἵα βασιλεὺς ἀληθινός, καὶ τὴν ἀκανθηφόρον προθέλυμνον, ἁμαρτίαν ἔπαυσας, ὑμνολογῶ σου Σῶτερ τὰ παθήματα.

Μαρτυρικὰ

θραυστοι ποιναίς, αἰκισμῶν ἐμείνατε Μάρτυρες, θραύοντες τὴν πλάνην τοῦ ἐχθροῦ, καὶ τοὶς ποσὶν ὑμῶν ὑποτάττοντες, ἄμετρα καυχώμενον, καὶ ἀπονοία ὅλον μαραινόμενον.

Σώμασι φθαρτοίς, ἀφθαρσίαν θείαν ἐκτήσασθε, πάθεσι τὸ πάθος τὸ σεπτόν, τοῦ ἀπαθοῦς στερρῶς μιμησάμενοι, πανεύφημοι Μάρτυρες, τῶν Ἀσωμάτων πάντων συνάριθμοι.

Σταυροθεοτοκίον

Τόμον σὲ ποτέ, ὁ Προφήτης Κόρη τεθέαται, ἐν ὧ τῷ δακτύλω τοῦ Πατρός, ἐναπεγράφη Λόγος σαρκούμενος, καὶ τὸ τοῦ προπάτορος, λόγχη ῥηγνύει, ἄχραντε χειρόγραφον.

Κανὼν τῆς Θεοτόκου

Εἱρμὸς ὁ αὐτὸς

Μώλωπας Χριστέ, καὶ σφαγὴν ἑκὼν ὡς ὑπέμεινας, τὴν μωλωπισθείσάν μου ψυχήν, ταὶς ληστρικαὶς δαιμόνων κακώσεσι, πρεσβείαις θεράπευσον, τῆς σὲ Τεκούσης, μόνε πολυέλεε.

ργον σῶν χειρῶν, πλαστουργὲ ὑπάρχω καὶ ποίημα, κακία δὲ ὄφεως Χριστέ, ὑφηδονῶν τοῦ βίου συντέτριμμαι, διὸ μὲ ἀνάπλασον, τῆς σὲ Τεκούσης, θείαις παρακλήσεσιν.

Λόγον τοῦ Πατρός, ὑπὲρ λόγον τέτοκας, λύσαντα πάσης ἀλογίας τοὺς βροτούς, ὃν ἐκτενῶς δυσώπει, ἀλόγοις μὲ πάθεσι δουλούμενον, ἐλευθερῶσαι, μόνη ἀειπάρθενε.

αμα ἡμῖν, ἐκ παλάμης βρύεις ἑκάστοτε, ὅλη ἁγιάσματος σκηνή, ὅλη φωτὸς ὑπάρχουσα ἔμπλεως, ὅλη ἀποστάζουσα, μύρον εὐωδίας, Πάναγνε Θεόνυμφε.

Ὠδὴ ε'

Εἱρμὸς

πὶ τῆς γῆς ὁ ἀόρατος ὤφθης, καὶ τοὶς βροτοὶς ἑκὼν συνανεστράφης, ὁ ἀκατάληπτος, διὸ πρὸς σὲ ὀρθρίζοντες, ἀνυμνούμέν σε φιλάνθρωπε.

σπερ ἀμνὸς ἀνηρτήθης ἐν ξύλῳ, καὶ τῶ Πατρὶ θυσία προσηνέχθης, ὑπὲρ ἡμῶν ἀγαθέ, καὶ θυσίας ἔπαυσας, τῶν εἰδώλων παντοδύναμε.

Νυγεὶς πλευρὰν ζωοδότα τὴ λόγχη, δύο κρουνοὺς σωτηρίας προχέεις, τοὶς τῆς Τριάδος, σὲ ἕνα καταγγέλουσιν, ἐνεργείας δύο φέροντα.

Μαρτυρικὰ

Βάσιν στερρὰν καὶ ἀσάλευτον πέτραν, σὲ Ἰησοῦ οἱ στερροὶ Ἀθλοφόροι, πίστει εὐράμενοι, ὥσπερ λίθοι τίμιοι, ἑαυτοὺς ἐπω κοδόμησαν.

ώμη Θεοῦ δυναμούμενοι πίστει, πᾶσαν δεινήν, δυναστείαν τοῦ πλάνου κατεπαλαίσατε, ἀθλοφόροι Μάρτυρες, καὶ λαμπρῶς ἐστεφανώθητε.

Σταυροθεοτοκίον

εύσασαν πρὶν παραβάσει, τὴν φύσιν τὴν καθ' ἡμᾶς, ὡς ἀρρεύστως τεκοῦσα Χριστόν, ἀνέπλασας, Παναγία Δέσποινα, προστασία τῶν ψυχῶν ἡμῶν.

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

ς εἶδεν Ἡσαϊας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένω Θεόν, ὑπ' Ἀγγέλων δόξης δορυφορούμενον, ὧ τάλας, ἐβόα ἐγώ! πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

Σαρκός μου τὰς ὀδύνας καὶ τῆς ψυχῆς, τὸν πόνον μεταποίησον, καὶ τῆς ῥαθυμίας τὰ νέφη δίωξον Παρθένε, φωτὸς νεφέλη, καὶ ὑγείαν, καὶ δεινῶν ἀπαλλαγήν, δίδου μοὶ αἰτοῦντι, καὶ πόθω σὲ δοξάζοντι.

Μεσίτίν σε καὶ πρέσβιν, πρὸς τὸν ἐκ σοῦ τεχθέντα, νὺν προβάλλομαι, πάσης ἁμαρτίας ὑπάρχων ἔμπλεως. Παρθένε ἐγγυητὴς μοί, καὶ βίου ἐπανόρθωσις γενοῦ, καὶ χειραγωγία, πρὸς τρίβους θείας γνώσεως.

γίασον τὸν νοῦν μου, καὶ τὴν ψυχήν, Παρθένε φωταγώγησον, καὶ τῆς θείας δόξης μέτοχον ποίησον, ἰδοὺ γὰρ κακῶν ἐπλήσθην, καὶ παντοίαις ἐδουλώθην ἡδοναίς, καὶ μεμολυσμένην, προσφέρω τὴν συνείδησιν.

 

Ὠδὴ ς'

Ὁ Εἱρμὸς

βυσσος ἐσχάτη ἁμαρτιῶν, ἐκύκλωσέ με, καὶ ἐκλείπει τὸ πνεύμά μου, ἀλλ' ἐκτεῖνας Δέσποτα, σὸν ὑψηλὸν βραχίονα, ὡς τὸν Πέτρον με, κυβερνήτα διάσωσον.

φις μὲ ἐξήγαγε τῆς Ἐδέμ, δολία βρώσει δελεάσας ὁ δόλιος, ὁ Χριστὸς ἐν ξύλῳ δέ, ἀναρτηθεὶς θελήματι, τὴν ἀρχαίαν μοί, πάλιν δίδωσιν εἴσοδον.

Τέτρωται τρωθείσης σου τῆς πλευρᾶς, ἡμᾶς ὁ τρώσας, καὶ ἀνίατος ἔμεινεν, εὐεργέτα Κύριε, οἱ δὲ πιστοὶ ἰάθημεν, σοῦ τοὶς μώλωψιν, οἷς ἑκὼν τετραυμάτισαι.

Μαρτυρικὰ

φθητε πυρὸς ἐν μέσῳ, σοφοὶ Χριστοῦ Ὁπλῖται, ὥσπερ ἄρνες Ὀπτώμενοι, καὶ Θεοῦ παντάνακτος, τραπέζη προσαγόμενοι, καὶ τὴν ἄφραστον, εὐφροσύνην κληρούμενοι.

Νέμετε ἰάσεων ποταμούς, ἐξ ἀκενώτων θησαυρῶν ἀρυόμενοι, καὶ παθῶν ἐπήρειαν, Ἀθλοφόροι ξηραίνετε, καὶ ἀρδεύετε, τῶν πιστῶν τὰ συστήματα.

Σταυροθεοτοκίον

Νέκρωσιν ὁρῶσα τοῦ ἐκ τῶν σῶν, αἱμάτων Λόγου σαρκωθέντος Πανάμωμε, μητρικῶς ἠλάλαζες, καὶ ζωῆς ὄντα αἴτιον, ἐμεγάλυνες, Μητροπάρθενε Δέσποινα.

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

Τοὺς εἰς τὰ τέλη τῶν αἰώνων, καταντήσαντας φιλάνθρωπε, καὶ τρικυμίαις πειρασμῶν, ἀπολέσθαι κινδυνεύοντας, βοῶντας, μὴ παρίδης. Σῶσον Σωτὴρ ὡς ἔσωσας, τοῦ θηρὸς τὸν προφήτην.

Τὸν Φαρισαῖον ἐπηρμένη, διανοία ὑπερβέβηκα, σοβαρευόμενος ἀεί, καὶ βαράθροις συνωθούμενος, ἀμέτρων συμπτωμάτων, μόνη ἁγνή, ταπεινωθέντα δεινῶς οἴκτειρόν με.

ὑπερθαύμαστον τὴν σύλληψιν, ἐσχηκυία καὶ τὴν γέννησιν, τὰ σὰ ἐλέη ἐπ' ἐμοί, τῶ ἀθλίω νὺν θαυμάστωσον, καὶ γὰρ ἐν ἀνομίαις, καὶ συλληφθεὶς καὶ γεννηθείς, ἡδοναὶς ἐδουλώθην.

Θρηνῶ καὶ κλαίω καὶ ὀδύρομαι, ὀπηνίκα τὸ κριτήριον, τὸ φοβερὸν ἐνθυμηθῶ, πονηρὰ γὰρ ἔργα κέκτημαι, ἀπείρανδρε Παρθένε Μήτηρ Θεοῦ, ἐν ὥρα τῇ φοβερὰ πρόστηθί μοί.

Ὠδὴ ζ'

Ὁ Εἱρμὸς

Τὸ πρὶν εἰκόνι τὴ χρυσή, Περσικῶ σεβάσματι, Παῖδες οὐ προσεκύνησαν τρεῖς, ὑμνοῦντες ἐν μέσῳ τῆς καμίνου. Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Πόνοις σου ἔπαυσας ἡμῶν, τοὺς πόνους φιλάνθρωπε, καὶ νὺν ζωὴν πρὸς ἄπονον μετηγάγου, τοὺς τὰ σεπτά σου Πάθη, προσκυνοῦντας εὐσεβῶς, Θεὲ τῶν ὅλων.

τε σὲ ἔβλεψε Χριστέ, ἡ κτίσις σταυρούμενον, ἡλλοιοῦτο καὶ ἔτρεμε, γῆ ἐσείσθη, ἐρράγησαν δὲ πέτραι, καὶ περιέστειλε, τὸ φῶς ἠλίου δρόμος.

Μαρτυρικὰ

Νόμοις πειθόμενοι Χριστοῦ, ἀνόμων ἐξέκλιναν, τὰς θωπείας οἱ Μάρτυρες, καὶ νομίμως ἐν μέσῳ, τοῦ σταδίου ἐναθλοῦντες, εὐκλεῶς ἐστεφανοῦντο.

Οὐ καταφλέχθητε φλογί, πυρὸς τὴν προαίρεσιν, θερμοτέραν κτησάμενοι, Ἀθλοφόροι Χριστοῦ στεφανηφόροι, ἐκβοῶντες, ὁ Θεὸς εὐλογητὸς εἶ.

Σταυροθεοτοκίον

στασο βλέπουσα Χριστόν, Σταυρῶ ἀνυψούμενον, ὃν ἐκύησας ἄχραντε, καὶ ἐβόας. Μὴ ἄτεκνόν με δείξης, ἣν ἐτήρησας, ἁγνὴν καὶ μετὰ τόκον

Θεοτοκίον

πὶ τοῦ βήματος Χριστοῦ, ὅταν μέλλω κρίνεσθαι, ὡς ὑπεύθυνος ἄχραντε, φάνηθί μοί, ἐκ πάσης με βασάνου, ῥυομένη τὴ θερμή σου προστασία.

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

Τρεῖς Παῖδες ἐν καμίνῳ, τὴν Τριάδα τυπώσαντες, τοῦ πυρὸς τὴν ἀπειλὴν κατεπάτησαν, καὶ ὑμνοῦντες ἐβόων. Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ξ ἔργων σωτηρία, οὐχ ὑπάρχει μοὶ Δέσποινα, ἁμαρτίας γὰρ ἁμαρτίαις προστίθημι, καὶ κακίαν κακία, τὴ οὖν πρεσβεία σου ἁγνή, οἴκτειρον σώσόν με.

κρίσις ἐπὶ θύραις, τὸ κριτήριον ἕτοιμον, ἑτοιμάζου ὧ ψυχή μου, καὶ βόησον. Ἐν τῷ κρίνειν σὲ Λόγε, μὴ κατακρίνης με, εὐχαὶς τῆς κυησάσης σε.

Τρυγήσας ἁμαρτίας, τοὺς καρποὺς τεθανάτωμαι, καὶ προσφέρων τὴν ψυχὴν ἄκαρπον, κράζω σοί. Καρποφόρον μὲ δεῖξον, ἡ τῶ καρπῶ σου, τὴν φθορὰν ἐξαφανίσασα.

Ὠδὴ η'

Ὁ Εἱρμὸς

Βαβυλωνία κάμινος, τοὺς παίδας οὐκ ἔφλεξεν, οὐδὲ τῆς θεότητος τὸ πύρ, τὴν Παρθένον διέφθειρε, διὸ μετὰ τῶν Παίδων πιστοὶ βοήσωμεν. Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Σοῦ σταυρωθέντος ἤνοικται, πάλιν ὁ Παράδεισος, καὶ ἡ στρεφομένη καθ' ἡμῶν, ῥομφαία νῶτα δίδωσι, τὴν λόγχην αἰδεσθεῖσα, τὴν ἐκκεντήσασαν, τὴν ἁγίαν πλευράν σου, Χριστὲ πολυέλεε.

Λόγχη σου ὁ πολέμιος, τέτρωται καὶ πέπτωκεν, ὁ παραπεσὼν δὲ πρὸς ζωήν, Ἀδὰμ ἀνακομίζεται, βοῶν σοὶ τῶ τυθέντι, ἐθελουσίως Χριστέ. Εὐλογῶν σὲ δοξάζω, Θεὲ πολυέλεε.

Μαρτυρικὰ

κόσμος τοὶς παλαίσμασιν, ὑμῶν καταλάμπεται, καὶ ταὶς ἀριστείαις Ἀθληταί, καὶ τοὶς ἀπείροις θαύμασι, καὶ σκότους νοσημάτων λυτροῦται πίστει, βοῶν. Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Γέλως ὁρᾶται κείμενος, ποσὶν ὑμῶν Ἅγιοι, ὁ πρὶν ἐγκαυχώμενος τὴν γήν, ἐξαλείφειν καὶ θάλασσαν, Χριστὸς δὲ ζωηφόρω, κατακοσμεῖ δεξιά, ἀμαράντοις στεφάνοις, ὑμᾶς παναοίδιμοι.

Θεοτοκίον

ν χρόνῳ ἀπεκύησας, τὸν χρόνων ἐπέκεινα, λύοντα τὰ χρόνια δεσμά, τοὶς δεσμοὶς αὐτοῦ Ἄχραντε, Ἀδὰμ τοῦ πρωτοπλάστου, καὶ συνδεσμοῦντα αὐτόν, τοὶς δεσμοίς τῆς γλυκείας αὐτοῦ ἀγαπήσεως.

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

στέκτω πυρὶ ἑνωθέντες, οἱ θεοσεβεία προεστῶτες Νεανίαι, τὴ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον. Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

λη ὡς καλὴ καὶ πλησίον, τοῦ παμβασιλέως, γεγονυία Θεοτόκε, πλήρωσόν με ἀγαθῶν ἔργων, κακία συζήσαντα, καὶ ῥαθύμως πάντα τὸν βίον τελέσαντα, ὅπως σὲ δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

Κητώας γαστρὸς ὡς ἐρρύσω, πάλαι τὸν Προφήτην, Θεοῦ Λόγε παραδόξως, οὕτω ῥύσαι μου τὴν ψυχήν, βυθῶ ὀλισθήσασαν ἀπωλείας, ἔχων Σῶτερ δυσωπούσάν σε, τὴν ἀπειρογάμως, τεκούσάν σε Παρθένον.

ραίαν στολὴν ἐνδυθέντα, θεογενεσία, εὐρηκότες Θεοτόκε, οἱ κακίαν δημιουργοῦντες, ταύτης ἀπεγύμνωσαν, ἀλλ' αὐτὴ μὲ θείαις στολαὶς καταφαίδρυνον, διὰ μετανοίας, πρεσβείαις σου Παρθένε.

Ὠδὴ θ'

Ὁ Εἱρμὸς

Τὴν ἐν βάτῳ καὶ πυρί, προγραφεῖσαν ἐν Σινᾷ, τῶ νομοθέτη Μωσή, καὶ τὸ θεῖον ἐν γαστρί, ἀφλέκτως συλλαβοῦσαν πύρ, τὴν ὁλόφωτον καὶ ἄσβεστον λαμπάδα, τὴν ὄντως Θεοτόκον, ἐν ὕμνοις τιμῶντες σὲ μεγαλύνομεν.

να εὔρης τὴν δραχμήν, ἣν ἀπώλεσας Χριστέ, ἀνήψας ἐν τῷ Σταυρῶ σου τὴν σάρκα Ἀγαθέ, καὶ κοινωνοὺς ποιεῖς τῆς χαρᾶς, τὰς Δυνάμεις σου, τὰς ἄνω ζωοδότα, μεθ' ὧν σὲ εὐεργέτα, ὑμνοῦντες ἐν ἄσμασι μεγαλύνομεν.

ς ἀνύψωσας Χριστέ, σοῦ τὰς χείρας ἐν Σταυρῷ, τὰς παρειμένας μου πρίν, χείρας πάθεσι πολλοίς, ἐκίνησας δυνάμει τὴ σή, καὶ τὰ γόνατα πρὸς θεῖον δρόμον ὄντως, τὰ παραλελυμένα ἐνίσχυσας, ὅθεν σὲ μεγαλύνομεν.

Μαρτυρικὰ

Συγκαιόμενοι φλογμῶ, τῶν ἀπείρων αἰκισμῶν, δρόσον σὲ εὗρον Χριστέ, ἀναψύξεως οἱ σοί, στερροὶ καὶ θαυμαστοὶ Ἀθληταί, ὅθεν χαίροντες δι'  Ἤνυον τὸν δρόμον, ἐφέσει τῶν βραβείων, ἐν ὕμνοις ἀπαύστως σὲ μεγαλύνοντες.

πληθὺς τῶν ἀθλητῶν, τῶν ἁγίων ὁ χορός, ἐκδυσωπεῖ σὲ Χριστέ, ὑπὲρ δήμου καὶ λαοῦ, πολλὰ παραπικραινοντος, ἐν τῷ πλήθει σου, οἰκτίρμον τοῦ ἐλέους, ἐξαλεῖψαι τὰ πλήθη, τῶν ἀνομιῶν ἡμῶν, ὡς φιλάνθρωπος.

Σταυροθεοτοκίον

Φέρον βρότειον μορφήν, τὸ ἀπαύγασμα Πατρός, Παρθένε τέτοκας, ὃν ὑψούμενον Σταυρῶ, ὁ ἥλιος μὴ φέρων ὁρᾶν ἐμελαίνετο, καὶ ζόφος ἐμειοῦτο τῆς εἰδωλομανίας, διὸ σὺν ἐκείνω σὲ μεγαλύνομεν.

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

ν νόμῳ σκιὰ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοὶ πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον Ἅγιον Θεῷ διὸ πρωτότοκον Λόγον, πατρὸς ἀνάρχον Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρως μεγαλύνομεν.

Φθαρέντα τὸν νοῦν, φθαρέντα τὴν ψυχὴν καὶ τὴν συνείδησιν, κακία μολυνθέντα, καὶ γυμνὸν παντοίων ἀγαθῶν ἀποδειχθέντα, Παρθένε ἄφθορε ἄμωμε, μὴ μὲ παρίδης, ἀλλ' ἔργοις, εὐσεβείας κατακόσμησον.

πλήσθην κακῶν, ἐπλήσθην λογισμῶν ἀλλοτριούντων με, ἐκ σοῦ τοῦ φιλανθρώπου, διὰ τοῦτο καὶ στένω καὶ βοῶ. Μετανοούντά με δέξαι, καὶ μὴ ἀπώση μὲ τῆς σὲ τεκούσης πρεσβείαις, εὐεργέτα πολυέλεε.

υσθείην ταὶς σαίς, Πανάμωμε Κόρη πρεσβείαις πάσης ὀργῆς, παθῶν θανατηφόρων, χαλεπῆς γεέννης καὶ πυρός, ἀπὸ ἀνθρώπων ἀδίκων, ἀπὸ ἐχθρῶν πονηρῶν, ὁ προσφυγῶν σου τὴ σκέπη, καὶ καλῶν σὲ εἰς βοήθειαν.

ς μήτηρ Θεοῦ δυσώπει, τὸν ἐκ σοῦ τεχθέντα Κύριον, Θεὸν καὶ Βασιλέα, τοῦ ῥυσθῆναι πάσης ἀπειλῆς, καὶ πονηρὰς συνηθείας, τὸν σὸν ἱκέτην Ἁγνή, τὸν ἐπὶ σοὶ πεποιθότα, ἐκ γαστρὸς μητρός μου, Δέσποινα.

Ἀποστίχα τῶν Αἴνων Σταυρώσιμα

Φθόνω τρυφῆς ἐκβέβλημαι, πτῶμα πεσῶν χαλεπόν, ἀλλ' οὐ παρεῖδες Δέσποτα, ἀναλαβῶν δι' ἐμὲ τὸ κατ' ἐμέ, σταυροῦσαι, καὶ σώζεις με, εἰς δόξαν εἰσάγεις με. Λυτρωτά μου, δόξα σοί.  

Σταυροφανῶς Μωϋσῆς, ἐν τῷ ὄρει, χείρας ἐκτεῖνας πρὸς ὕψος, τὸν Ἀμαλὴκ ἐτροποῦτο, σὺ δὲ Σωτὴρ τὰς παλάμας ἁπλώσας, ἐν τῷ Σταυρῶ τῶ τιμίω, ἐνηγκαλίσω μὲ σώσας, τῆς δουλείας τοῦ ἐχθροῦ, καὶ ἔδωκάς μοὶ σημείωσιν ζωῆς, ἀπὸ τόξου φυγεῖν τῶν ἐναντίων μου. Διὰ τοῦτο, Λόγε, προσκυνῶ τὸν Σταυρόν σου τὸν τίμιον.

Μαρτυρικὸν

ς φωστῆρες ἐν κόσμῳ λάμπετε, καὶ μετὰ θάνατον ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενοι, διὸ ἔχοντες παρρησίαν, Χριστὸν ἱκετεύσατε, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

ρώσά σε κρεμάμενον, ἐν ξύλῳ ἡ Πανάμωμος, Χριστέ μου ὑπεράγαθε, ὀδυρομένη ἐβόα μητρικῶς. Υἱέ μου παμφίλτατε, πῶς δῆμος ὁ ἄνομος, ξύλω σὲ κατέκρινε;

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Οἱ Μακαρισμοὶ 

θετήσαντα Χριστέ, τὴν ἐντολήν σου, τὸν προπάτορα Ἀδάμ, τοῦ Παραδείσου ἐξώρισας, τὸν δὲ ληστὴν οἰκτίρμον, ὁμολογήσαντα σὲ ἐν Σταυρῷ, ἐν αὐτῷ εἰσώκισας κράζοντα. Μνήσθητί μου Σωτήρ, ἐν τῇ Βασιλεία σου.

σταυρώθης δι' ἐμέ, καὶ ἑλογχεύθης Ἰησοῦ μου τὴν πλευράν, δύο κρουνοὺς ἀναβλύσας μοί, σωτηριώδεις, ὅθεν, διασωθεὶς τῶ πάθει σου Χριστέ, ἀνυμνῶ τὴν εὐσπλαγχνίαν τὴν σήν, Μνήσθητί μου βοῶν, ἐν τῇ Βασιλεία σου.

Μέτ' ἀνόμων λογισθείς, τὰς ἀνομίας πάντων ἤρας Ἰησοῦ, καὶ ταὶς ἀκάνθαις στεφόμενος, ὡς Βασιλεὺς τῶν ὅλων, τῆς ἁμαρτίας πρόρριζον Χριστέ, τέμνεις ἄκανθαν τοῦ Προπάτορος, ὅθεν πίστει τὸ σόν, Πάθος νὺν δοξάζομεν.

Μαρτυρικὸν

Οἱ τὰ παθήματα Χριστοῦ, ἐκμιμησάμενοι, γενναῖοι Ἀθληταί, πανευκλεέστατοι Μάρτυρες, καὶ τοῦ ἐχθροῦ τὴν πλάνην, καταβαλόντες σθένει θεϊκῶ, οὐρανίου δόξης ἐτύχετε, ὑπὲρ πάντων ἡμῶν, Ἅγιοι πρεσβεύοντες.

Δόξα...

Τρισυπόστατε Μονάς, καὶ ἀδιαίρετε Τριάς, ἡ παντουργὸς οὐσία, μία καὶ δύναμις, τοὺς ὑμνητάς σου σκέπε, ἀπὸ παντοίας βλάβης τοῦ ἐχθροῦ, καὶ τῆς Βασιλείας σου ἀξίωσον, ἢς καὶ ἐπέτυ χόν, οἱ καλῶς βιώσαντες.

Καὶ νύν... Σταυροθεοτοκίον

Καθορῶσα ἐν Σταυρῷ, ὃν ἐξ αἱμάτων, ἐσωμάτωσας ἀγνῶν, ὀδυρομένη ἐκραύγαζες, Θεογεννῆτορ Κόρη. Τὶ ταῦτα Τέκνον, δῆμος πονηρός, ἀνταπέδωκέ σοί, θανατώσας σε, τὴν ζωὴν τῶν πιστῶν, πάντων καὶ ἀνάστασιν.