The Orthodox Pages

 

ΟΚΤΩΗΧΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΕΤΑΡΤΗ ΗΧΟΣ Α΄

Στιχηρὰ Προσόμοια Σταυρώσιμα 

Ἦχος α'

Πανεύφημοι μάρτυρες ὑμᾶς.

Παλάμας ἀχράντους σου Χριστέ, ξύλου ἥπλωσας, καὶ τοὺς δακτύλους ἠμάτωσας, θέλων λυτρώσασθαι, τῶν θείων χειρῶν σου, τὸ ἔργον φιλάνθρωπε, Ἀδὰμ τὸν παραβάσει κρατούμενον, εἰς τὰ βασίλεια, τοῦ θανάτου, ὃν καὶ ἥγειρας, ἐξουσία τὴ παντοδυνάμω σου.

Σταυρῶ προσηλούμενος Χριστέ, ὁ Θεὸς ὡς ἄνθρωπος, ἀνθρώπων φύσιν ἐθέωσας, καὶ τὸν ἀρχέκακον, θανατώσας ὄφιν, ἡμᾶς ἠλευθέρωσας, ἀρὰς τῆς ἐκ τοῦ ξύλου ὡς εὔσπλαγχνος, ἀρὰ γενόμενος, καὶ τῶ Κόσμω παρεχόμενος, εὐλογίαν, καὶ τὸ μέγα ἔλεος.

πάσης ἐπέκεινα τιμῆς, χρηματίζων Δέσποτα, ἀτιμασθῆναι ηὐδόκησας, τὸν ἐπονείδιστον, ὑποστὰς Οἰκτίρμον, ἐν τῷ ξύλω θάνατον, δι' οὗ ἀθανασίαν ἐτρύγησε, γένος ἀνθρώπινον, καὶ ζωὴν τὴν πρὶν ἀπείληφε, σοῦ θανόντος, σαρκὶ παντοδύναμε.

δύνης μὲ λύτρωσαι πικράς, τῶν ποδῶν μου Πάναγνε, καὶ τῶν γονάτων παρέσεως, ἄρθρων τε θραύσεως, καὶ ἀρμῶν χειρῶν τε, καὶ ποδῶν ἐκλύσεως, καὶ βλάβης διαφόρων ῥευμάτων δέ, ἐν πᾶσι τούτοις με, ἀκηλίδωτον φυλάττουσα, ἐν ἀγάπῃ, τοῦ Θεοῦ καὶ πλάστου μου.

πέκυψα πάθεσι δεινοῖς, ὁ δεινὸς καὶ πέπραχα, αἰσχύνης ἔργα πανάσωτα, ἐξ ὧν καὶ ἔτι νύν, φαντασία τούτων, καὶ αἰσχρὰ μὲ εἴδωλα, κλονοῦσιν, ἀλλοιοῦσι, καὶ τρέπουσι, πρὸς ἡδυπάθειαν, τῶν αὐτῶν ἐν τῇ αἰσθήσει μου, τῆς καρδίας, ἀλλὰ σὺ μὲ σῶσον, Ἁγνή.

βίος μου, Πάναγνε, πολλῶν, πειρασμῶν ἀνάπλεως, ἐκ τῶν πολλῶν κακῶν γέγονεν, ὧν ἐπλημμέλησα, ἀλλὰ σὺ κακείνων, καὶ τούτων μὲ λύτρωσαι, καὶ δὸς μοὶ νύν καὶ βίον ἀπρόσκοπον, καὶ λόγον σώφρονα, ἵνα πίστει μακαρίζω σε, καὶ δοξάζω τὸ θείόν σου ὄνομα.

Δόξα... Καὶ νύν...

Σταυροθεοτοκίον, ὅμοιον

Σφαγήν σου τὴν ἄδικον, Χριστέ, ἡ Παρθένος βλέπουσα, ὀδυρομένη ἐβόα σοί. Τέκνον γλυκύτατον, πῶς ἀδίκως πάσχεις; Πῶς τῶ ξύλω κρέμασαι, ὁ πᾶσαν γὴν κρεμάσας τοὶς ὕδασι; Μὴ λίπης μόνην με, εὐεργέτα πολυέλεε, τὴν Μητέρα καὶ δούλην σου δέομαι.

Ἀπόστιχα Σταυρώσιμα

Σταυρὸς κατεπάγη ἐν Κρανίῳ, καὶ ἤνθησεν ἡμῖν ἀθανασίαν, ἐκ πηγῆς ἀενάου, τῆς πλευρᾶς τοῦ Σωτῆρος.

ρρηκτον τεῖχος ἡμῖν ἐστιν, ὁ τίμιος Σταυρὸς ὁ τοῦ Σωτῆρος, ἐν αὐτῷ γὰρ πεποιθότες, σωζόμεθα πάντες.

Μαρτυρικὸν

τῆς καλὴς ὑμῶν πραγματείας Ἅγιοι! ὅτι αἵματα ἐδώκατε καὶ οὐρανοὺς ἐκληρονομήσατε, καὶ πρὸς καιρὸν πειρασθέντες, αἰωνίως ἀγάλλεσθε, ὄντως καλὸν ὑμῶν τὸ ἐμπόρευμα! φθαρτᾷ γὰρ καταλιπόντες, τὰ ἄφθαρτα ἀπελάβετε, καὶ σὺν Ἀγγέλοις χορεύοντες, ὑμνεῖτε ἀπαύστως Τριάδα ὁμοούσιον.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Πανεύφημοι Μάρτυρες

ομφαία δι' ἦλθεν ὧ Υἱέ, (ἡ Παρθένος ἔλεγεν, ἐπὶ τοῦ ξύλου ὡς ἔβλεψε, Χριστὸν κρεμάμενον), τὴν ἐμὴν καρδίαν, καὶ σπαράττει Δέσποτα, ὡς πάλαι Συμεὼν μοὶ προέφησεν, ἀλλὰ ἀνάστηθι, καὶ συνδόξασον, Ἀθάνατε, τὴν Μητέρα, καὶ δούλην σου δέομαι.

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα  Ἦχος α'

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοὶς Βασιλεύσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Σταυρωθέντος σου Χριστέ, ἀνηρέθη ἡ τυραννίς, ἐπατήθη ἡ δύναμις τοῦ ἐχθροῦ, οὔτε γὰρ Ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσας ἡμᾶς. Δόξα σοί.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Οἱ τὴν σὴν προστασίαν κεκτημένοι, Ἄχραντε, καὶ ταὶς σαὶς ἱκεσίαις τῶν δεινῶν ἐκλυτρούμενοι, τῶ Σταυρῶ τοῦ Υἱοῦ σου, ἐν παντὶ φρουρούμενοι, καταχρέως σὲ πάντες, εὐσεβῶς μεγαλύνομεν.

Μετα τὴν β' Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

Τοῦ λίθου σφραγισθέντος

Τοῦ Σταυροῦ σου τὸ ξύλον προσκυνοῦμεν φιλάνθρωπε, ὅτι ἐν αὐτῷ προσηλώθης, ἡ ζωὴ τῶν ἁπάντων. Παράδεισον ἠνέωξας Σωτήρ, τῶ πίστει προσελθόντι σοὶ Ληστή, καὶ τρυφῆς κατηξιώθη, ὁμολογῶν σοί, Μνήσθητί μου, Κύριε. Δέξαι ὥσπερ ἐκεῖνον καὶ ἡμᾶς, κραυγάζοντας. Ἡμάρτομεν πάντες, τὴ εὐσπλαχγνία σου, μὴ ὑπερίδης ἡμᾶς.

Τὸν τάφον σου Σωτὴρ

Τὸ ὅπλον τοῦ Σταυροῦ, ἐν πολέμοις ἐδείχθη, ποτὲ τῶ εὐσεβεῖ, Βασιλεῖ Κωνσταντίνω, ἀήττητον τρόπαιον, κατ ἐχθρῶν διὰ πίστεως. Τοῦτο τρέμουσιν, αἱ ἐναντίαι δυνάμεις. Τοῦτο γέγονε, καὶ τῶν πιστῶν σωτηρία, καὶ Παύλου τὸ καύχημα.

Δόξα... Καὶ νύν... Σταυροθετοκίον

θαύματος καινοῦ! ὧ φρικτοῦ μυστηρίου! (ἐβόα ἡ Ἀμνάς, καὶ πανάμωμος Κόρη, ἐν ξύλῳ ὡς ἑώρακεν, ἁπλωθέντα τὸν Κύριον), ὁ τὰ σύμπαντα, ἐν τῇ δρακὶ περιφέρων, πῶς κατάκριτος, ὑπὸ κριτῶν παρανόμων, σταυρῶ κατακρίνεται;

Μετὰ τὴν γ' Στιχολογίαν Καθίσματα

Τὸν τάφον σου Σωτὴρ

πλώσας ἐν Σταυρῷ, τὰς παλάμας Οἰκτίρμον, τὰ ἔθνη τὰ μακρὰν ἀπὸ σοῦ γεγονότα, συνήγαγες δοξάζειν σου, τὴν πολλὴν ἀγαθότητα, ἀλλ' ἐπίβλεψον, ἐπὶ τὴν σήν κληρουχίαν, καὶ κατάβαλε, τοὺς καθ ἡμῶν πολεμίους, Σταυρῶ τῶ τιμίω σου.

Μαρτυρικὸν

Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι, Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι, Φιλάνθρωπε, δεόμεθα.

Δόξα... Καὶ νύν... Σταυροθετοκίον

Τὸν τάφον σου, Σωτὴρ

ἄσπιλος Ἀμνάς, τὸν Ἀμνὸν καὶ Ποιμένα, κρεμάμενον νεκρόν, ἐπὶ ξύλου ὁρῶσα, ἐν δάκρυσιν ἐκραύγαζε, μητρικῶς ἀλαλάζουσα. Πῶς ὑμνήσω σου, τὴν ὑπὲρ λόγον, Υἱέ μου, συγκατάβασιν, καὶ τὰ ἑκούσια πάθη, Θεὲ ὑπεράγαθε;

Κανὼν Σταυρώσιμος, οὗ ἡ ἀκροστιχίς. 

Σταυρῶ σέσωσμαι τοῦ παθόντος Δεσπότου. ὁ Ἰωσήφ. 

Ὠδὴ α'  Ἦχος α'

Ὁ Εἱρμὸς  Χριστὸς γεννᾶται

Πικρὰς δουλείας ῥυσθεὶς Ἰσραήλ, τὴν ἄβατον διῆλθεν ὡς ἤπειρον, ἐχθρὸν δὲ ὁρῶν ποντούμενον, ὕμνον τῶ εὐεργέτη ἄδει Θεῷ, τῶ τερατουργούντι, βραχίονι ὑψηλῶ, ὅτι δεδόξάσται.

Σταυρῶ Χριστὲ ἀναρτώμενος, ἀνύψωσας πεσόντα τὸν ἄνθρωπον, καὶ πᾶσαν ἐχθροῦ κατέρραξας, Λόγε τὴν δυναστείαν, ὅθεν τὸ σὸν πάθος ἀναμέλπω, τοῦ παθόντος καὶ παθῶν, λυτρωσαμένου με.

Τῆς δόξης Κύριος πέφυκας, ὁ δόξη στεφανώσας τὸν ἄνθρωπον, ἀκάνθαις, διὸ κατέστεψαι, τὴν ἀκανθοφοροῦσαν φύσιν ἡμῶν, ὅπως ἀπεργάση, καρποφόρον φυτουργέ, ἐνθέων πράξεων.

Μαρτυρικὰ

γίων δῆμος, πανάγιος, νομίμως ἐναθλήσας τὴν σύμπασαν, αἱμάτων ἁγίοις ῥεύμασι, κτίσιν καθαγιάσας τὰς ἐναγεῖς, δαίμοσι θυσίας, φερομένας ἐν Θεῷ Πατρί, ἠφάνισαν.

μῶν πανάγιοι Μάρτυρες, τὰ νέφη τῶν βασάνων οὐκ ἔκρυψαν, τὰ καρτερικὰ παλαίσματα, ὅθεν ὑπὲρ Ἠλίου μαρμαρυγάς, ἔνδοξοι ὁρᾶσθε, ἀπαστράπτοντες σαφῶς, αἴγλην σωτήριον.

Σταυροθεοτοκίον

ομφαία Πάναγνε τέτρωσαι, τὸ πάθος τοῦ Υἱοῦ σου ὡς ἔβλεψας, αὐτὸν τὴ λόγχη νυττόμενον, καὶ τὴν ἐν Παραδείσῳ κωλυτικήν, εἵργοντα ῥομφαίαν, μὴ διδοῦσαν τοίς πιστοίς, τὴν θείαν εἴσοδον.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, ἔχων Ἀκροστιχίδα, κατ' Ἀλφάβητον.

Ὁ Εἱρμὸς

Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχὺϊ δεδόξασται, αὕτη γάρ, Ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοὶς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα.

γιὸν σὲ τέμενος εὑρῶν, ὁ ὑπεράγιος Λόγος ἐσκήνωσεν, Ἄχραντε, ἐν μήτρᾳ σου, ἁγιασμὸν καὶ φωτισμὸν καὶ λύτρωσιν, τῶν ἁμαρτημάτων, τοὶς σὲ τιμῶσι δωρούμενος.

Βότρυν ἡ τεκοῦσα τῆς ζωῆς, ἀναπηγάζοντα οἶνον σωτήριον, μέθη σκοτισθέντα με, ἁμαρτιῶν, ὡς συμπαθὴς σωφρόνισον, καὶ πρὸς μετανοίας, ὁδοὺς εὐθείας εἰσάγαγε.

Γνώμη ὀλισθαίνοντα ἀεί, καὶ λογισμοὶς πονηροῖς ἐξελκόμενον, καὶ δελεαζόμενον φρενοβλαβῶς, καὶ τοὶς ἐχθροῖς εὐχείρωτον, ὅλον γεγονότα, μὴ ὑπερίδης με, Δέσποινα.

Ὠδὴ γ'  Ὁ Εἱρμὸς

Τῶ πρὸ τῶν αἰώνων

Μὴ ἐν τῇ σοφία, καὶ τῶ πλούτω καυχάσθω θνητὸς τῶ αὐτοῦ, ἀλλὰ τὴ πίστει τοῦ Κυρίου, ὀρθοδόξως κραυγάζων, Χριστῷ τῶ Θεῷ, καὶ μέλπων ἀεί. Ἐπὶ τὴν πέτραν τῶν σῶν ἐντολῶν, στήριξόν με Δέσποτα.

ῥυξάν σου χείρας, Ἰησοῦ μου, καὶ πόδας οἱ ἄνομοι, τοῦ τῆ παλάμη ἀπορρήτως, διαπλάσαντος πρώην, Χριστὲ ὁ Θεός, τὸν ἄνθρωπον, καὶ διὰ πάθους, παθῶν καὶ φθοράς, πάντας ἀπαλλάξαντος.

Στήτω ἀνεβόα, Ἰησοῦς ἡ σελήνη καὶ ἥλιος, τὴν ἐν Σταυρῷ προδιαγράφων, τοῦ παθόντος Δεσπότου, σαρκὶ τῶν φωστήρων ἔκλειψιν, διοῦ τοῦ σκότους ἀρχαὶ πονηραί, παρεδειγματίσθησαν.

Μαρτυρικὰ

φερον προθύμως, ἀλγηδόνας οἱ ἅγιοι μάρτυρες, τῶ τραυματοῦσθαι τὸν Βελίαρ, τραυματίζοντες ὄφιν στερρῶς, ὅθεν τῶν ψυχῶν ἡμῶν, τὰς ἀλγηδόνας ἰῶνται ἀεί, θείαις ἐπινεύσεσι.

Στήλας τῶν Δαιμόνων, καὶ ναοὺς ἐδαφίσαντες μάρτυρες, ὑπομονή τε καὶ ἀνδρείαν, ἑαυτοὺς παραδόξως, ναοὺς ἠγείρατε ἅγιοι, χωρητικοὺς τοῦ Πατρός, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος.

Σταυροθεοτοκίον

ρα τὴ τοῦ Πάθους, τὸν ὡραῖον ἐν κάλλει εἰσβλέψασα, εἶδος, Παρθένε, οὐδὲ κάλλος κεκτημένον, ἐβόας πικρῶς, Ἁγνή, ἀλαλάζουσα. Οἴμοι! πῶς πάσχεις Υἱέ, ἐκ παθῶν, πάντας θέλων ῥύσασθαι.

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοί, Ἅγιος ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε.

Δεσπότην τεκοῦσα τοῦ παντός, καὶ πάντων οὖσα Δέσποινα, τῆς δεσποτείας νὺν μὲ ἐξάρπασον, τῶν ἀκαθάρτων παθῶν πανάμωμε, ἐμαυτὸν ἀθλίως γάρ, τούτοις κατεδούλωσα, ῥαθυμία καὶ γνώμης στρεβλότητι.

χουσα ἀεὶ τὸ συμπαθές, ὡς μόνη συμπαθέστατον, καὶ ἀγαθὸν κυήσασα Κύριον, ἀσυμπαθῆ μὲ ὄντα καὶ ἄσπλαγχνον, μοχθηρία φύσεως, μὴ παρίδης, Ἄχραντε, ἀλλ' ἐπίστρεψον σαὶς παρακλήσεσι.

Ζάλης μὲ ἀτόπων λογισμῶν, κινδύνων τε καὶ θλίψεων, καὶ πειρασμῶν, Παρθένε, ἐξάρπασον, καὶ πρὸς λιμένας, ἐνθέους ἴθυνον, καὶ γαλήνης πλήρωσον, τὴν ἐμὴν διάνοιαν, ἱκετεύω σε, μόνη Πανύμνητε.

Ὠδὴ δ'  Ὁ Εἱρμὸς

Ῥάβδος ἐκ τῆς ῥίζης Ἱεσσαὶ

κήκοε πάλαι Ἀββακούμ, Χριστέ, σοῦ ὁ θαυμάσιος, τὴν ἀκοὴν καὶ φόβω ἔκραζεν. Ἀπὸ θαιμὰν ὁ Θεός, καὶ ὁ Ἁγιος ἤξεις, ὅρους ἐκ δασέος κατασκίου, τοῦ σῶσαι σοῦ τοὺς χριστούς, δόξα τὴ δυνάμει σου Κύριε.

Στίγματα καὶ μώλωπας Χριστέ, ὑπήνεγκας σταυρούμενος, τοὺς τῆς καρδίας μου ἰώμενος, χολῆς ἐγεύσω πικράς, ἐνηδόνου γεύσεως, τὴν φθοροποιὸν ἐξαίρων βλάβην, ἐν ξύλῳ δὲ προσπαγείς, ξύλου τὴν κατάραν ἠφάνισας.

Μακρὰν ἀπωσθέντα ἀπὸ σοῦ, τὰ ἔθνη ἀνυψούμενος, ἐπὶ Σταυροῦ πλησίον εἵλκυσας, κατήλλαξας δὲ ἡμᾶς τῶ Πατρί, Μακρόθυμε, μέσον ἐμβαλῶν, οἵα Μεσί της σαυτόν, καὶ μέσον τῆς γῆς, πάθος ἐνεγκῶν ἐπονείδιστον.

Μαρτυρικὰ

Αἱμάτων θαλάσση μυστική, ὑμῶν θεομακάριστοι, σὺν τοὶς αὐτοῦ πᾶσι στρατεύμασιν, ὁ νοητὸς Φαραὼ ἐμπεσῶν ἀπώλετο, ὅθεν ἐν χαρᾷ ὑμεῖς σωθέντες, ἐπαγγελίας πρός γήν, οὐρανοπολῖται γεγόνατε.

σχὺϊ νευρούμενοι Χριστοῦ, τὸ πάθος τὸ μακάριον, πάθη ποικίλα ἀνεδέξαντο, ἐν τῇ τιμία σαρκί, διὰ τοῦτο παύουσι πάθη τῶν ψυχῶν καὶ τῶν σωμάτων, τῶν εὐφημούντων αὐτούς, καὶ μακαριζόντων ἑκάστοτε.

Σταυροθεοτοκίον

Τὴν ἄδικον βλέπουσα σφαγήν, Χριστέ, ἡ σὲ Κυήσασα, ὀδυρομένη ἀνεβόα σοί. Δικαιοκρῖτα Υἱέ, πῶς ἀδίκως κέκρισαι, θέλων δικαιοῦν τοὺς παραβάσει, κατακριθέντας τὸ πρίν, καὶ πρὸς τὴν φθορὰν ὀλισθήσαντας;

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

ρος σὲ τὴ χάριτι, τὴ θεία κατάσκιον, προβλεπτικοὶς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοίς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν Ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

λιον ὁλόφωτε, νεφέλη κυήσασα, δικαιοσύνης Ἰησοῦν, τὸν φωτοδότην καὶ Θεόν, ψυχήν μου καταύγασον, τὴν ἐν νυκτὶ τῆς ἁμαρτίας ὑπάρχουσαν, καὶ ἡδονῶν ἀμαυρώσει τυφλώττουσαν.

Θήράς με δαιμόνων, καὶ φθορὰς ἐξάρπασον, ἐπιζητούντων μὲ ἀεί, κακοποιῆσαι δολερῶς, ἑτοίμη βοήθεια Χριστιανῶν, τῶν θλιβομένων ἀνάψυξις, Θεοκυῆτορ πανάμωμε Δέσποινα.

σχύς μου καὶ ὕμνησις, ὑπάρχει ὁ Κύριος, ὃν ἐξ αἱμάτων σου ἀγνῶν ἐκυοφόρησας, Ἁγνή, αὐτὸν οὖν ἱκέτευε διὰ παντός, ἁγνὸν ψυχή τε καὶ σώματι, συντηρηθῆναι, Παρθένε, τὸν δούλόν σου.

Ὠδὴ ε'  Ὁ Εἱρμὸς

Θεὸς ὧν εἰρήνης

Τὸ φῶς σου τὸ ἄδυτον, λάμψον Χριστέ, ταὶς καρδίαις τῶν πίστει ὑμνούντων σε, εἰρήνην παρεχόμενος, ἡμῖν τὴν ὑπὲρ νοῦν, ὅπως ἐξ ἀγνωσίας, νυκτὸς πρὸς τὴν ἡμέραν, ἐντολῶν σου τρέχοντες, δοξολογώμέν σε Φιλάνθρωπε.

ἥλιος Σῶτερ, γυμνοῦται φωτός, ἐπὶ ξύλου γυμνὸν σὲ θεωμενος, κρεμάμενον τὸν ὕδασι κρεμάσαντα τὴν γήν, πέτραι δὲ ἐπὶ πέτραν, ὡς ἤσθοντο ἀρθέντα, διερράγησαν φόβω, καὶ τὰ θεμέλια σεσάλευται.

Ὑψώθης ἐν ξύλῳ, καὶ ἤλοις παγείς, ἠματώθης δακτύλους, μακρόθυμε, καὶ λόγχης διατρήσεσιν ἐνύγης τὴν πλευράν, ἰώμενος τὸ τραῦμα Ἀδάμ, ὅπερ ὑπέστη, τὴ πλευρὰ ὑπακούσας, καὶ παρακούσας τοῦ ποιήσαντος.

Μαρτυρικὰ

Παράδεισος ὤφθη, μαρτύρων πληθύς, τῆς ζωῆς μέσον ἔχων τὸ ξύλον Χριστόν, δι' ὃν τὸν ἐπονείδιστον γενναίω λογισμῶ, θάνατον ὑποστάντες, τὸν βρώσει τοὺς Γενάρχας θανάτωσαντα ὄφιν, θεία δυνάμει ἐθανάτωσαν.

Αἱμάτων σταγόσι, Χριστοῦ ἀθληταί, ἀθεϊας βυθὸν ἐξηράνατε, καὶ θείαις ἀναβλύσεσι θαυμάτων ἱερῶν, παθῶν τὰς ἀναβλύσεις, ψυχῶν τε καὶ σωμάτων ἀποπαύετε, ὅθεν ἀξιοχρέως μακαρίζεσθε.

Σταυροθεοτοκίον

Φαμβεῖται ἐν ξύλῳ, ὁρῶσα Χριστόν, ὑψωθέντα βουλήσει ἡ ἄμεμπτος, καὶ κλαίουσα ἐκραύγαζεν. Υἱέ μου καὶ Θεέ, ὠδῖνας ἐν τῷ τίκτειν λαθοῦσα, νὺν ὀδύνας ὑπομένω ἀδίκως, ὑπὸ ἀνόμων σταυρουμένου σου.

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

φωτίσας τὴ ἑλλάμψει, τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῶ Σταυρῶ σου, τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον φωτί, τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε.

Καρποφόρον ἀρετῶν, τὴν ψυχήν μου ἀνάδειξον, τοὺς ἀκάρπους λογισμούς μου, Παρθένε, διώκουσα, καὶ τὰς συμπνιγούσας με, προρρίζους τέμνουσα ἀκάνθας, τῆς ἁμαρτίας, πανάχραντε.

Λόγον θεῖον δι' Ἀγγέλου, ἐν μήτρᾳ ἐχώρησας, ὑπὲρ λόγον Θεοτόκε, αὐτὸν οὖν δυσώπησον, ἐξ ἀλόγων πράξεων, καὶ ἡδονῶν θανατηφόρων, ἐλευθερῶσαι τοὺς δούλους σου.

Μαράνασα τῶ βλαστῶ σου, τὴν ξύλω βλαστήσασαν ἁμαρτίαν, τῆς καὶ σαρκός μου φρονήματα μάρανον, παθῶν ὁρμήματα, καὶ τρικυμίας ἐναντίας, ὅπως ὑμνῶ σε, Πανύμνητε.

Ὠδὴ ς'  Ὁ Εἱρμὸς

Σπλάγχνων Ἰωνὰν

λος ἐκ παθῶν, ἀμέτρων συνέχομαι, καὶ κήτει κακῶν συγκαταπέπτωκα, ἀλλ' ἀνάγαγε, ἐκ φθορᾶς ὁ Θεὸς με, ὡς πρὶν Ἰωνάν, καὶ ἐν πίστει τὴν ἀπάθειάν μοὶ δώρησαι, ὅπως ἐν φωνῇ αἰνέσεως, ἀληθείας τε πνεύματι θύσω σοί.

τε Μωϋσῆς, τὰς χείρας ἐπέτασεν, εἰς ὕψος τὸ σὸν πάθος εἰκόνιζε, τοῦ τανύσαντος ἐπὶ ξύλου παλάμας, καὶ τοῦ πονηροῦ, διολέσαντος τὸ κράτος τὸ ὀλέθριον, ὅθεν Λυτρωτὴν εἰδότες σε, καὶ Σωτήρα ὑμνοῦμεν, φιλάνθρωπε.

Νέκρωσιν ἀρθείς, ἐν ξύλῳ ὑπέμεινας, καὶ τὸν νεκρωτὴν ἡμῶν ἐνέκρωσας, καὶ ἐζώωσας, τῶν χειρῶν σου, Χριστὲ τὸ πλαστούργημα, τὴν πλευρὰν δὲ ὀρυττόμενος ἐξέβλυσας, δύο ποταμοὺς ἀφέσεως, τοὶς θελήσεσι δύο ὑμνούσί σε.

Μαρτυρικὰ

Τίμιος ὑμῶν, ὁ θάνατος Ἅγιοι, ἐνώπιον νὺν Κυρίου γέγονε, τοῦ τιμήσαντος, τοὶς τιμίοις αὐτοῦ πάντας πάθεσι, καὶ τὸν ἄτιμον Βελίαρ καταισχύναντος, πάσαις προσβολαὶς κολάσεων, κατεάξαι ἡμᾶς μηχανώμενον.

λη τὴ ψυχή, πρὸς ὅλα χωρήσαντες, τὰ εἴδη σοφοί, τὰ τῶν κολάσεων, ὅλην εὔρατε, συμμαχοῦσαν ὑμῖν τὴν βοήθειαν, τοῦ δι' ὅλου τὸ ἀνθρώπινον φορέσαντος, ὅθεν μεληδὸν τεμνόμενοι, καὶ πυρὶ ὁμιλοῦντες ἠγάλλεσθε.

Σταυροθεοτοκίον

Σταύρωσιν τὴν σήν, ἡ Πάναγνος βλέπουσα, ἐβόα, Υἱέ, τὶ τὸ ὁρώμενον, ξένον θέαμα; ὁ τὰ πάθη νοσούντων ἰώμενος, πῶς τὸ πάθος ὑπομένεις τὸ καινότατον, τὶ σοὶ οἱ ἐχθροὶ ἀπέδωκαν, εὐεργέτα, ἀνθ' ὧν εὐηργέτηνται;

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

κύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος, ἑλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν, σὺ γὰρ ἰσχύς, τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις.

Νενέκρωται ἐχθρός, τῶ ζωηφόρω σου, καρπῶ, θεοχαρίτωτε, καὶ πεπάτηται ὁ ἅδης προφανῶς, καὶ οἱ ἐν δεσμοῖς ἠλευθερώθημεν, διὸ βοῶ. Τὰ πάθη λύσον, τὰ τῆς καρδίας μου.

Ξενούμενον Θεοῦ, διὰ φαυλότητα, καὶ πόρρω καθιστάμενον, Παναμώμητε, οἰκείωσον αὐτῷ, ξένη μεσιτεία σου, Θεόνυμφε, ὅπως ὑμνῶ, τὰ μεγαλεῖα τῆς δυναστείας σου.

ἄχρονος Υἱός, ἐν χρόνῳ γέγονεν, ἐκ σοῦ ἀποτικτόμενος, ὃν ἱκέτευε τὰ χρόνια, Ἁγνή, πάθη θεραπεῦσαι τῆς καρδίας μου, καὶ πρὸς ζωήν, τὴν αἰωνίαν καθοδηγήσαί με.

Ὠδὴ ζ'  Ὁ Εἱρμὸς

Οἱ Παῖδες εὐσεβεία

πῆλθον ὡς νυμφῶνα, τῆς καμίνου τὴν φλόγα τὴν ἄστεκτον, οἱ δι' εὐσέβειαν ποτέ, Παῖδες ἅγιοι δειχθέντες Θεοῦ, καὶ συμφώνως ἀνυμνοῦντες, ὕμνον ἔμελπον, ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.

Δεσπότης ὧν ἐκ δούλου, κατεδέξω Ἰησοῦ μου ῥάπισμα ἐλευθερῶ σαὶ μὲ ζητῶν, δουλωθέντα τῶ ἀλάστορι, τῶ Σταυρῶ δὲ προσπαγείς, σώζεις μὲ μέλποντα, ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.

σείσθη πᾶσα κτίσις, σταυρουμένου σου, εὔσπλαγχνε Κύριε, λόγχη τρωθέντος σου ἐχθρός, ὁλοσώματον ἐδέξατο πληγήν, ὁ δὲ πληγεῖς Ἀδὰμ ὑγίωται, ἀναβοῶν, ὁ Θεός, εὐλογητὸς εἶ.

Μαρτυρικὰ

Σταυρῶ τετειχισμένος, Ἀθλοφόρων ὁ στρατὸς ὁ ἔνθεος, τὰς παρατάξεις τοῦ ἐχθροῦ ἐξηφάνισεν ἐν χάριτι, καὶ τῆς νίκης ἐκβοῶν, στεφάνους εἴληφεν, ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.

Πυρὸς δυνατωτέραν, κεκτημένοι Ἀθληταὶ προαίρεσιν, οὐ κατεφλέχθητε πυρὶ ὁμιλοῦντες, ἀλλ' ἐφλέξατε δυσσεβείας πονηρὰν ὕλην, κραυγάζοντες, ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.

Σταυροθεοτοκίον

Τόκος σου Παρθένε, τοὺς αἰῶνας παραδόξως ἔτεκε, καὶ ὑψωθεὶς ἐν τῷ Σταυρῶ, τοὺς πεσόντας συνανύψωσε, καὶ βοῶντας οὐρανοῦ πολίτας ἔδειξεν, ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

Σὲ νοητὴν Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοί, ὡς γὰρ Παίδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, κόσμον ἀνεκαίνισεν ἐν τῇ ὁ γαστρί σου ὁλόκληρον, αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Πύλη φωτός, πύλας μοὶ διάνοιξον, τῆς μετανοίας φωταυγεῖς, τὰς εἰσόδους τῶν ἡδονῶν, εἵργουσα πρεσβείαις σου, καὶ ἀποδιώκουσα τὰς πονηρὰς ἐνθυμήσεις μου, ὅπως ὑμνῶ καὶ δοξάζω, τὴν σὴν ἄμαχον δύναμιν.

ύπον ψυχῆς, ἐξ ἀπροσεξίας μου, τὸν προστριβέντα μοὶ δεινῶς, ταὶς ῥανίσι σῶν οἰκτιρμῶν, Πάναγνε, ἀπόπλυνον, καὶ τῆς διανοίας μου τὸ ὀπτικὸν ἀποκάθαρον, ἵνα φωναὶς ἀσιγήτοις, ὑμνῶ τὰ μεγαλεῖα σου.

Σὺ τὴν Πηγήν, τῆς ζωῆς κυήσασα, θανατωθέντα μὲ δεινῶς, ταὶς δαιμόνων ἐπαγωγαίς, Ἄχραντε Πανάμωμε, ζώωσον πρεσβείαις σου, τῶ σῶ Υἱῶ ἀναμέλποντα. Ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Ὠδὴ η'  Ὁ Εἱρμὸς

Θαύματος ὑπερφυοῦς

Τέρατος ὑπερφυοῦς ἔδειξε τύπον, ἡ πυρένδροσος κάμινος, πάλαι, τὸ γὰρ πὺρ οὐκ ἔφλεξε νέους Παίδας, Χριστοῦ δηλοῦν, τὴν ἀσπόρως ἐκ Παρθένου θείαν Γέννησιν, διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Τέταται ἐπὶ σταυροῦ ἐθελουσίως, ὁ ἐν πνεύματι οὐρανὸν τεῖνας, ἤλοις προσηλοῦται δέ, ἐξηλῶσαι ἐπιποθῶν, διαθέσεις ἐμπαθεῖς τοῦ πρωτοπλάστου Ἀδάμ, διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

τε σὲ ζωῆς τὴν πέτραν ἐπὶ πέτραν, λιθοκάρδιος ὕψωσε δῆμος, ὄρη ἐκλονίσθησαν, γῆ ἐσείσθη, Λόγε Θεοῦ, καὶ ψυχαὶ σεσαλευμέναι, ἐστηρίχθησαν πρὸς θείαν ζωήν, μέλπουσαι πάντοτε. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Μαρτυρικὰ

φαναν καταστολὴν σωτηριώδη, ἑαυτοὶς σοφῶς οἱ Ἀθλοφόροι, ἐν γυμνώσει σώματος ἐναθλοῦντες καρτερικῶς, καὶ νιφάδας αἰκισμῶν ὑποδεχόμενοι, διὸ ἀνυμνοῦντες ἀναμέλπουσιν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

νυξιν ἀνηλεῶς οἱ Ἀθλοφόροι, σπαραττόμενοι, καὶ ἀνενδότως μεληδὸν κοπτόμενοι, καὶ αἰκίαις παντοδαπαὶς ὁμιλοῦντες, τοὶς ξοάνοις οὐκ ἐπέθυσαν, ἀνδρείας πιστοίς στῆλαι δὲ ὤφθησαν, Εὐλογεῖτε Χριστὸν τὰ ἔργα κραυγάζοντες, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Σταυροθεοτοκίον

να σὲ παραπικραίνων ἄφρων δῆμος, ὡς ὑπέλαβεν ἐκ γῆς ἐξάρη, ἄτεκνος γεγένημαι καὶ δονοῦμαι, καὶ μητρικῶς τὴν καρδίαν ὀδυνῶμαι, ἡ Ἀπείρανδρος ἐβόα ποτέ, σταυρῶ Ὁρώσά σε ὑψωθέντα, μεθ' ἦς ἡ κτίσις δοξάζει σε, πάντων λυτρωτά, Ἰησοῦ εἰς τοὺς αἰῶνας.

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

ν καμίνῳ παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῶ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες, Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τυραννεῖ μὲ πρόσληψις παθῶν, δαιμόνων ἐπήρειαι, ἀλλ' ἔχων καταφυγὴν σὲ διασώζομαι, τῶ σῶ Υἱῶ μέλπων, Ἄχραντε. Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

περτέρα οὖσα οὐρανῶν, ὑπέρτερον τὸν νοῦν μου τῆς ὕλης, καὶ τῶν ἐν βίο παραπτώσεων, Ἁγνή, ἀνάδειξον μέλποντα. Εὐλογείτω ἡ κτίσις πᾶσα, τὸν Κύριον ὑμνείτω, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Φωτοδότην τέξασα Θεόν, ὁλόφωτε Παρθένε, τὰ ὄμματα τῆς καρδίας μου, καταύγασον φωτὶ Θεοῦ ἐπὶ γνώσεως, ὅπως ψάλλω. Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'  Ὁ Εἱρμὸς

Μυστήριον ξένον

πόρρητον τὸ τῆς Παρθένου μυστήριον, οὐρανὸς γὰρ αὕτη, καὶ θρόνος χερουβικός, καὶ φωσφόρος παστὰς ἀνεδείχθη, Χριστοῦ τοῦ Θεοῦ τοῦ παντοκράτορος, αὐτὴν εὐσεβῶς, ὡς Θεοτόκον μεγαλύνομεν.

ς εἴδέ σε πάλαι, ἐν ξύλῳ κρεμάμενον, τὸν τὴν γὴν κρεμάσαντα, Σῶτερ ἐπὶ ὑδάτων ἀπείρων, Ληστὴς ὁ εὐγνώμων, πιστῶς ἀνεβόα σοὶ τό, Μνήσθητι, μεθ' οὗ εὐσεβῶς, σοῦ τὰ παθήματα δοξάζομεν.

Σταυρούμενος ἔσεισας γὴς τὰ θεμέλια, λόγχη ἐκκεντούμενος, βλύζεις ἀθανασίας σταγόνας, αἴμά τε ὕδωρ, δι' ὧν τὸ ἄνθρώπινον ἐκάθηρας, παθῶν Ἰησοῦ, ὃν ἐπαξίως μεγαλύνομεν

Μαρτυρικὰ

γάλλοντο ἐν ταῖς βασάνοις οἱ Ἅγιοι, ἑαυτοὺς προτρέποντες, ὥσπερ ἐπὶ τρυφὴν οἱ γενναῖοι, Στῶμεν ἐκβοῶντες, ἰδοὺ ὡς ἀνέωγε τὸ στάδιον, Χριστὸς τοὺς στεφάνους νὺν προτείνει, οἷς ἠγάπησε.

Φαιδρύνεται πᾶσα, πιστῶν ἡ ὁμήγυρις, τοὺς ἄθλους γεραίρουσα πάντων τῶν ἀηττήτων Μαρτύρων, τοὺς μυρίους πόνους, δι' ὧν τῆς ἀπόνου ἠξιώθησαν, τρυφῆς καὶ ζωῆς, καὶ ἀϊδίου ἀπολαύσεως.

Σταυροθεοτοκίον

Φιλάνθρωπον Λόγον, ἀρρήτως κυήσασα, ὃν ὁρῶσα πάσχοντα, Κόρη, ὑπὲρ ἄνθρωπον βουλήσει. Τὶ τοῦτο; ἐβόας, Θεὸς ἀπαθής, πάθος ὑφίσταται, παθῶν ὅπως ῥύσηται, τοὺς πίστει προσκυνοῦντας αὐτόν.

Κανὼν τῆς Θεοτόκου

Ὁ Εἱρμὸς

Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βᾶτος ἔδειξεν ἄφλεκτος, καὶ νὺν καθ' ἡμῶν τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σὲ Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν.

Χαίροις ἡ χαρὰν κυήσασα. Χαῖρε τὴν λύπην μόνη ἐξαφανίσασα. Χαῖρε ἡ τὰ νέφη τῶν ψυχῶν, ἐκδιώκουσα, καὶ φωτὶ νοητῶ καταυγάζουσα, τοὺς πίστει σὲ καὶ πόθω, Θεοκυῆτορ μεγαλύνοντας.

Ψῦξον τῶν παθῶν μου, Πάναγνε, τὰς διεκχύσεις πάσας, καὶ ἀποξήρανον τῶν ἁμαρτιῶν μου, τὸν βυθὸν τὸν ἀμέτρητον, ἡ σωτήριον ὄμβρον γεννήσασα, καὶ ποταμὸν εἰρήνης, καὶ εὐσπλαγχνίας μέγα πέλαγος.

φθης ἰατρεῖον ἄμισθον, τραυματισθείσι πᾶσι καὶ τὴν ἀπόγνωσιν, Ἄχραντε, νοσοῦσι, καὶ λιμὴν θαλαττεύουσιν, ἐν πελάγει τοῦ βίου σωτήριος, ἐν ὧ πᾷς καταφεύγων, πίστει σωζόμενος δοξάζει σε.

Ἀπόστιχα τῶν Αἴνων, Σταυρώσιμα

Ἦχος α'

Σὲ τὸν ἐν ξύλῳ προσπαγέντα, καὶ ζωὴν ἡμῖν παρεσχηκότα, ὡς Σωτήρα καὶ Δεσπότην, ὑμνοῦμεν ἀπαύστως.

Διὰ τοῦ Σταυροῦ σου Χριστέ, μία ποίμνη γέγονεν, Ἀγγέλων καὶ ἀνθρώπων, καὶ μία Ἐκκλησία, οὐρανὸς καὶ ἡ γῆ ἀγάλλεται, Κύριε δόξα σοί.

Μαρτυρικὸν

μᾶς πανεύφημοι μάρτυρες, οὐ θλίψις, οὐ στενοχωρια, οὐ λιμός, οὐ διωγμός, οὐδὲ μάστιγες, οὐ θυμὸς θηρῶν, οὐ ξίφος, οὐδὲ πὺρ ἀπειλοῦν, χωρίσαι Θεοῦ δεδύνηνται, πόθω δὲ μᾶλλον τῶ πρὸς αὐτόν, ὡς ἐν ἀλλοτρίοις ἀγωνισάμενοι σώμασι, τὴν φύσιν ἐλάθετε, θανάτου καταφρονήσαντες, ὅθεν καὶ ἐπαξίως τῶν πόνων ὑμῶν, μισθόν ἐκομίσασθε, οὐρανῶν Βασιλείας κληρονόμοι γεγόνατε, ἀπαύστως πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Καὶ νύν... Σταυροθεοτοκίον

Τῶν οὐρανίων ταγμάτων

Τῶ σῶ Σταυρῶ παρεστώσα, Λόγε Θεοῦ ἡ ἀμνάς, καὶ ἄμωμός σου Μήτηρ, θρηνωδοῦσα ἐβόα. Πῶς θνήσκεις, ὧ Υἱέ μου, ἐπὶ σταυροῦ; οἴμοι φῶς μου γλυκύτατον!. ποῦ σου τὸ κάλλος νὺν ἔδυ τὸ τῆς μορφῆς, τὸ ὡραῖον παρὰ πάντας βροτούς;

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Οἱ Μακαρισμοὶ

Διὰ βρώσεως ἐξήγαγε, τοῦ Παραδείσου ὁ ἐχθρὸς τὸν Ἀδάμ, διὰ Σταυροῦ δὲ τὸν Ληστήν, ἀντεισήγαγε Χριστὸς ἐν αὐτῷ, Μνήσθητί μου κράζοντα, ὅταν ἔλθης ἐν τῇ Βασιλεία σου.

πονείδιστον ὑπέμει νας, πάθος, Χριστέ, καὶ τὰ ὀνείδη ἡμῶν, πάντα ἀφείλω ἀγαθέ, καὶ τῆς ἄνω Βασιλείας ἡμᾶς, κοι νωνοὺς ἀνέδειξας, προσκυνοῦντας τὴν σήν συγκατάβασιν.

Τοῦ Ἀδὰμ Χριστὲ τὴν γύμνωσιν, σὺ περιστέλλων ἐγυμνώθης σαρκί, καὶ ἀνυψώθης ἐν σταυρῷ, ἀνυψῶν ἡμᾶς ἐκ βάθους κακῶν, ὅθεν σου δοξάζομεν, τὴν ἁγίαν, Λόγε, συγκατάβασιν.

Μαρτυρικὸν

Τοὶς ἁγίοις ὑμῶν τραύμασι, πληθὺν δαιμόνων τραυματίσαντες, πάντων ἀνθρώπων τὰς πληγάς, καὶ τὰ τραύματα πανεύφημοι μάρτυρες, ἐν χάριτι, καθ' ἑκάστην ἀεὶ θεραπεύετε.

Δόξα...

Τὸν Πατέρα προσκυνήσωμεν, καὶ τὸν Υἱὸν δοξολογήσωμεν, καὶ τὸ πανάγιον πιστοί, πάντες Πνεῦμα ἀνυμνήσωμεν, κράζοντες καὶ λέγοντες. Τριὰς ἁγία, σῶσον τὰς ψυχάς ἡμῶν.

Καὶ νύν... Σταυροθεοτοκίον

Παρεστώσα Παναμώμητε, ἐν τῷ Σταυρῶ καὶ καθορῶσα Χριστόν, προσηλωμένον σαρκικῶς, ἀλαλάζουσα ἐκραύγαζες. Ποῦ σου ἔδυ, εὔσπλαγχνε, νὺν τὸ κάλλος ὄντως τὸ ἀνέκφραστον.