The Orthodox Pages

 

ΟΚΤΩΗΧΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΡΙΤΗ ΗΧΟΣ ΠΛ.Β΄

Στιχηρὰ Προσόμοια Δεσποτικὰ

Ἦχος πλ. β'

Ὅλην ἀποθέμενοι

λος ἐκ νεότητος, ταὶς ἡδοναὶς ἐδουλώθην, τῆς σαρκὸς καὶ γέγονα, παθῶν καταγώγιον τυραννούντων με, τῆς ψυχῆς ὅλως δέ, ἀλογήσας Σῶτερ, ἐντολῶν σου κατεφρόνησα, ἀλλὰ ὁ πλάσας με, καὶ εἰδὼς ἡμῶν τὴν ἀσθένειαν, ὁ μόνος ἀναμάρτητος, δὸς μοὶ τὴν συγχώρησιν εὔσπλαγχνε, ὧν πὲρ ἐν ἀγνοίᾳ καὶ γνώσει, αἰσθητῶς καὶ νοητῶς, ἀπὸ νεότητος ἥμαρτον, μόνε εὐσυμπάθητε.

Τὶς ἐκ τοῦ θανάτου με, τῆς ταλαιπώρου σαρκός μου, ῥύσεται, καὶ σώσει μου, τὴν ψυχὴν ἀπήμονα καὶ ἀπείραστον; τυραννεῖ βία γάρ, εὐπαθοῦσα αὕτη, καὶ ψυχῆς κατεξανίσταται, καὶ θλίβει πάλιν δέ, ἀσθενοῦσα, οἴμοι τῶ τάλανι! Ἀντέχειν οὖν οὐ δύναμαι, πρὸς τὴν ταύτης Σῶτερ ἀσθένειαν, ἀλλ' ὧ Ποιητά μου, μὴ δώσης νικηθῆναι τῶ χοϊ, τὸ πνεῦμα, ὃ μοὶ ἐνέπνευσας, ὡς αὐτὸς εὐδόκησας.

ταν τὴ προστάξει σου, ἐκ τῶν δεσμῶν τοῦ σαρκίου, βουληθὴς χωρίσαι μου, τὴν ψυχὴν Ἀθάνατε, τότε φείσαί μου, προσηνῆ Ἄγγελον, χαροποιῶς βλέποντα, ἀποστείλας παραλήψεσθαι, καὶ διασώσεσθαι, ἀπὸ τῶν ἀρχόντων τοῦ σκότους με, εὐκόλως δυναμούντά με, τοῦ εὐθυπορῆσαι τὴν ἄνοδον, τὴν ἐν τῷ ἀέρι, καὶ φθᾶσαι εἰς προσκύνησιν τοῦ σοῦ, θρόνου φρικτοῦ ἀκατάκριτον, Θεὲ ὑπεράγαθε.

Ἔτερα τοῦ Προδρόμου

Ἡ ἀπεγνωσμένη

κατεγνωσμένος ἐν ἀσωτίᾳ, σοὶ τῶ ὑπὲρ λόγον δεδοξασμένω, προσπίπτω, καὶ δέομαι ἐκ βάθους τῆς καρδίας, ἴδε τὴν θλίψιν τῆς ψυχῆς μου, τῆς χαρᾶς ὁ προλάμψας, ἴδε τὰ ἕλκη τῆς καρδίας, μετανοίας ὁ κῆρυξ, καὶ παράσχου μοὶ τὴν σωτηρίαν, διὰ τῆς θείας πρεσβείας σου Πρόδρομε, καθικετεύων τὸν Κύριον.

λος ἐν κακίᾳ κατεγνωσμένος, ὅλος ἀπογνώσει βεβυθισμένος, αὐτὸς πονηρότατος, καὶ ζοφερὸς ὑπάρχω, ὅλως κατεστιγμένος ὅλος, ἐξ ἡδονῶν ἀτόπων, ὅλως δεινῶς κατεφθαρμένος, καὶ κατηχρειωμένος, σοῦ τοὶς ἴχνεσι προσπίπτω Μάκαρ, μὴ ἀπορρίψης, ἀλλὰ σῶσον Ἰωάννη με, φίλε Κυρίου καὶ Πρόδρομε.

ύσαι τὴν ψυχήν μου πικροῦ θανάτου, τοῦ τῆς ἁμαρτίας καὶ τῶν πταισμάτων, πανεύφημε Πρόδρομε, καὶ ζώωσον ἐν ἔργοις θείοις, Χριστοῦ τῶν προσταγμάτων, πρεσβειῶν σου δυνάμει, παῦσον πολέμους ἀοράτως, τοὺς ἐμὲ πολεμοῦντας, καὶ ὁδήγησον ὁδοὶς εὐθείαις, τῆς αἰωνίου καὶ σωτηρίου καταπαύσεως, ταὶς πρὸς Θεὸν ἱκεσίαις σου.

Δόξα... καὶ νύν... Θεοτοκίον

Ὅλην ἀποθέμενοι

Σύμβολον ὀργῆς ἐστι, μνησικακία, θυμός τε, τῆς ὀργῆς ἐμφάνεια, δι' ὧν καὶ τῶν ὕβρεων τὰ ἀλλόκοτα, ἀναιδῶς ἄλλονται, τοῦ οἰκτροῦ στόματος, τὸν ἐν τούτοις ἐνεργούμενον, ποιοῦντες ἔνοχον, πυρὸς τῆς γεέννης, ὡς γέγραπται, διὸ ψυχὴ γρηγόρησον, φεῦγε τὸν θυμὸν τὸν πικρόν, τὴν ὀργήν, μήνιν καὶ τὴν ὕβριν, καὶ πᾶσαν τὴν δυσώδη ἐκδρομήν, τὴ Θεοτόκω κραυγάζουσα. Δέσποινά μου σώσόν με.

Ἀπόστιχα Κατανυκτικὰ

Μετάνοιαν οὐ κέκτημαι, ἀλλ' οὐδὲ πάλιν δάκρυα, διὰ τοῦτο, ἱκετεύω σὲ Σωτήρ, πρὸ τέλους ἐπιστρέψαι, καὶ δούναί μοὶ κατάνυξιν, ὅπως ῥυσθήσωμαι τῆς κολάσεως.

ν τῇ φρικτὴ παρουσία σου Χριστέ, μὴ ἀκούσωμεν, οὐκ οἶδα ὑμᾶς, τὴν γὰρ ἐλπίδα ἐπὶ σοὶ τῶ Σωτήρι ἐθέμεθα, εἰ καὶ τὰ σὰ προστάγματα οὐ πράττομεν, διὰ τήν ἀμέλειαν ἡμῶν, ἀλλὰ φεῖσαι τῶν ψυχῶν ἡμῶν δεόμεθα.

Μαρτυρικὸν

Οἱ μαρτυρήσαντες διὰ σὲ Χριστέ, πολλὰς βασάνους ὑπέμειναν, καὶ τέλειον ἀπέλαβον, τὸν στέφανον ἐν οὐρανοῖς, ἵνα πρεσβεύωσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... καὶ νύν... Θεοτοκίον

Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῶζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Κατανυκτικὰ

Ἦχος πλ. β'

ννοῶ τὴν ἡμέραν τὴν φοβεράν, καὶ θρηνῶ μου τὰς πράξεις τὰς πονηράς, πῶς ἀπολογήσομαι, τῶ ἀθανάτω Βασιλεῖ; ποία δὲ παρρησία ἀτενίσω τῶ Κριτή, ὁ ἄσωτος ἐγώ; Εὔσπλαγχνε Πάτερ, Υἵέ μονογενές, τὸ Πνεῦμα τὸ ἅγιον, ἐλέησόν με.

Εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον ὃν διέθου, ὅταν καθίσης Ἐλεῆμον, κρίσιν δικαίαν ποιῆσαι, μὴ δημοσιεύσης μου τὰ κεκρυμμένα, μηδὲ καταισχύνης μὲ ἐνώπιον τῶν Ἀγγέλων, ἀλλὰ φείσαί μου ὁ Θεός, καὶ ἐλέησόν με.

Δόξα... καὶ νύν... Θεοτοκίον

Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ

Τὸν πρὸ αἰώνων ἐκ Πατρός, ἄνευ μητρὸς γεννηθέντα, Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, ἐπ' ἐσχάτων τῶν χρόνων, ἐκύησας σεσαρκωμένον, ἐξ ἀγνῶν αἱμάτων σου Θεοκυῆτορ ἄνευ ἀνδρός, ὃν αἴτησαι δωρήσασθαι ἡμῖν, ἁμαρτιῶν ἄφεσιν πρὸ τοῦ τέλους.

Μετὰ τὴν β' Στιχολογίαν

Καθίσματα Κατανυκτικὰ

λέησον ἡμᾶς Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοὶ τὴν ἱκεσίαν ὡς Δεσπότη, οἱ ἁμαρτωλοὶ προσφέρομεν. Ἐλέησον ἡμᾶς.

Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθὴς ἡμῖν σφόδρα, μηδὲ μνησθὴς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νὺν ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Δόξα... καὶ νύν... Θεοτοκίον

λπὶς τοῦ κόσμου ἀγαθή, Θεοτόκε Παρθένε, τὴν σὴν καὶ μόνην φοβερὰν προστασίαν αἰτοῦμεν, σπλαγχνίσθητι εἰς ἀπροστάτευτον λαόν, δυσώπησον τὸν ἐλεήμονα Θεόν, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης ἀπειλῆς, μόνη εὐλογημένη.

Μετὰ τὴν γ' Στιχολογίαν

Καθίσματα Κατανυκτικὰ

Ἐλπὶς τοῦ κόσμου

Ζωῆς ὡς ἔδειξας ὁδούς, τοὶς λαοὶς Ἰωάννη, βοῶν. Εὐθύνατε ὑμῶν τὰς καρδίας Κυρίω, διάσωσον πολυαμάρτητον ψυχήν, κατάνυξον πεπωρωμένον λογισμόν, καὶ ῥύσαι κολάσεως μελλούσης σαὶς εὐχαίς, Πρόδρομε τοῦ Σωτῆρος.

Μαρτυρικὸν

Ἀγγελικαὶ δυνάμεις

θλητικαὶ ἐνστάσεις ἐπὶ τῶ σκάμματι, τυραννικαὶ αἰκίσεις ἐπὶ τοὺς Μάρτυρας, καὶ ἵσταντο χοροὶ τῶν Ἀσωμάτων, βραβεῖα κατέχοντες τῆς νίκης, ἐξέστησαν τυράννους, καὶ Βασιλεῖς οἱ σοφοί, καθεῖλον τὸν Βελίαρ, ὁμολογία Χριστοῦ, ὁ ἐνισχύσας αὐτούς, Κύριε δόξα σοί.

Δόξα... καὶ νύν... Θεοτοκίον

Πολλὰ τὰ πλήθη τῶν ἐμῶν Θεοτόκε πταισμάτων, πρὸς σὲ κατέφυγον Ἁγνή, σωτηρίας δεόμενος. Ἐπίσκεψαι τὴν ἀσθενούσάν μου ψυχήν, καὶ αἴτησαι τῶ Υἱῶ σου καὶ Θεῷ ἡμῶν, δοθήναί μοὶ τὴν ἄφεσιν, ὧν ἔπραξα δεινῶν, μόνη εὐλογημένη.

Κανὼν Κατανυκτικός, οὗ ἡ Ἀκροστιχὶς Λυτρωτὰ Χριστέ,

κούφισόν με πταισμάτων, Ἰωσήφ.

Ὠδὴ α'  Ἦχος πλ. β'

Ὁ Εἱρμὸς

Βοηθὸς καὶ σκεπαστῆς, ἐγένετό μοὶ εἰς σωτηρίαν, οὔτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ πατρός μου, καὶ ὑψώσω αὐτόν, ἐνδόξως γὰρ δεδόξασται.

Λυτρωτά μου Ἰησοῦ, ὡς ἐλυτρώσω πολλῶν πταισμάτων, Πόρνην τὴν ποτέ, μεταγνοῦσαν καλῶς, καμὲ δυσωπῶ σε, τῶν ἀμέτρων μου κακῶν, ὡς ἐλεήμων λύτρωσαι.

ποπλέων Ἰησοῦ, ἐν ματαιότητι διανοίας, βίου τὸ δεινόν, τοῦτο πέλαγος, φεῦ! πολλοὶς ναυαγίοις, περιέπεσα, ἐξ ὧν, ἀπολυτρώσας σώσόν με.

Μαρτυρικὰ 

Τοὺς γενναίους Ἀθλητάς, τοῦ ἀλλοτρίου τοὺς καθαιρέτας, τοὺς καρτερικῶς ἐναθλήσαντας, καὶ στέφος λαβόντας, ἐκ Θεοῦ νικητικόν, περιχαρῶς δοξάσωμεν.

ητορεύοντες σοφῶς, ἐν παρρησίᾳ Θεοῦ τὸν λόγον, ῥήτορας δεινοὺς ἑνικήσατε, καὶ πᾶσαν ἰδέαν, ἐνεγκόντες ἀλγεινῶν, μεγάλως ἐδοξάσθητε.

Θεοτοκίον

φθης πύλη τῆς ζωῆς, θανάτου πύλας τῶ τοκετῶ σου, λύσασα Ἁγνή, ὤφθης γῆ ἐκλεκτή, δι' ἦς ἀνυψώθη, ἀπὸ γὴς εἰς οὐρανούς, τὸ τῶν ἀνθρώπων φύραμα.

Κανὼν τοῦ Τιμίου Προδρόμου, οὗ ἡ Ἀκροστιχὶς

κατ' Ἀλφάβητον ἡ δὲ η' καὶ θ Ὠδή. Ἔπος Ἰωσήφ.

Ὁ Εἱρμὸς

αἰσθητὸς Φαραώ, κατεποντίσθη πανστρατί, Ἰσραὴλ δὲ διελθῶν, ἐν μέσῳ τῆς θαλάσσης ἀνεβόα, Κυρίω τῶ Θεῷ ἡμῶν ἄσωμεν, ὅτι δεδόξασται.

γγελος θεῖος τὴν σήν, γέννησιν Ἄγγελε Θεοῦ, προμηνύει τῶ Πατρί, μεθ' οὗ ἡμῶν μνημόνευε, ἐν ἡμέρα τῆς δίκης, τοῦ εὐρεῖν ἡμᾶς ἔλεος, ἅγιε Πρόδρομε.

Βλαστὸς ὑπάρχων τερπνός, ἐρήμου Πρόδρομε Χριστοῦ, ἐν ἐμοὶ τὴν ἀπαύστως, βλαστάνουσαν ἀμέλειαν, ἐκ ῥιζῶν ἀνασπάσας, μετανοίας προσφέρειν με, καρποὺς εὐόδωσον.

Γαστὴρ στειρεύουσά σε, καρπογονεῖ πανευκλεῶς, γονίμους καρδίας, τὰς πρὶν ἀκάρπους δείξαντα, ἀλλὰ πίστει βοῶ σοί, Βαπτιστὰ τοὺς ἀκάρπους μου, λογισμοὺς ἔκτιλον.

Θεοτοκίον

Δόλω ἀπαύστως ὁ ἐχθρός, θηρεύει μὲ ὁ πονηρός, τῆς αὐτοῦ μὲ ἐνέδρας, Πανάμωμε ἐξάρπασον, καὶ ποιεῖν τοῦ Δεσπότου, Θεοτόκε εὐόδωσον, μόνον τὸ θέλημα.

Ὠδὴ γ'  Ὁ Εἱρμὸς

Στερέωσον Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, σαλευθεῖσαν τὴν καρδίαν μου, ὅτι μόνος ἅγιος, ὑπάρχεις καὶ Κύριος.

λέω σου ὄμματι, ἡνίκα μέλλω ἐνώπιόν σου, παραστήναί τε καὶ κρίνεσθαι, πρόσβλεψόν μοὶ μόνε, εὐδιάλλακτε Κύριε.

Στενάζοντα δέξαι με, ὡς τὸν Τελώνην ψυχῆς ἐκ βάθους, καὶ μετάνοιάν μοὶ δώρησαι, ἁμαρτίας πάσης με, Σωτὴρ ἀπαλλάττουσαν.

Μαρτυρικὰ

Τοὶς ῥεύμασιν Ἅγιοι, τῶν παναγίων ὑμῶν αἱμάτων, ἐναγῶς λύθρον φερόμενον, ἀπεπαύσατε δαίμοσι, ποτὲ ἐπιβώμιον.

ν Πνεύματι Ἅγιοι, ἐρριζωμένοι τῶ παναγίω, κατεστρέψατε σεβάσματα ἀπωλείας, πάντας πρὸς τὴν πίστιν στηρίζοντες.

Θεοτοκίον

Συνέλαβες Ἄχραντε, τὸν συνοχέα παντὸς τοῦ κόσμου, διὰ τοῦτο ἱκετεύω σε, Λύτρωσαί με πάσης, συνεχούσης κολάσεως.

Κανὼν τοῦ Προδρόμου

Ὁ Εἱρμὸς

ν τῇ στερρὰ τῆς πίστεώς σου πέτρα, τὸν λογισμὸν ἑδράσας τῆς ψυχῆς μου, στερέωσον, Κύριε, σὲ γὰρ ἔχω Ἀγαθέ, καταφυγὴν καὶ στερέωμα.

πιστροφὴν ὁδοῦ πεπλανημένης, δίδου μοὶ νύν, καὶ ἔκτεινόν μοὶ χείρα, μακάριε Πρόδρομε, ἐν πελάγει τῶν δεινῶν, διηνεκῶς θαλαττεύοντι.

Ζῶ ἀμελῶς καὶ ἡ τομὴ ἐγγίζει, ταὶς σαὶς προσευχαίς, ἀνάνευσίν μοὶ δίδου, ἀοίδιμε Πρόδρομε, μὴ ὡς ἄκαρπος εἰς πύρ, ἀποπεμφθήσωμαι ἄσβεστον.

φοβερὰ ἡμέρα ἐπὶ θύραις, καὶ χαλεπά, περίκειμαι φορτία, ἐξ ὧν με ἐλάφρωσον, τοῦ Κυρίου Βαπτιστά, ταὶς καθαραῖς σου δεήσεσι.

Θεοτοκίον

Θρόνος Θεοῦ, ἐδείχθης Θεοτόκε, ἐν ὧ σαρκὶ καθίσας, τοῦ ἀρχαίου ἐξήγειρε πτώματος, τοὺς ἀνθρώπους ἐν φωναῖς, χαριστηρίοις ὑμνούντάς σε.

Ὠδὴ δ'  Ὁ Εἱρμὸς

κήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι, καὶ ἔλεγεν. Ἀκήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην, δόξα τὴ δυνάμει σου Κύριε.

Κρουνοὺς μοὶ δακρύων δίδου, ξηραίνοντας τῶν παθῶν μου τὰς ἀναβλύσεις, καὶ τῆς ἁμαρτίας πάντα βόρβορον, ἀποπλύνοντας Οἰκτίρμον Κύριε, καὶ παύοντας πυρός γεέννης, αἰωνιζούσης, φλόγα μοὶ τὴν ἄσβεστον.

Οὐ παύομαι ἐπιξέων, τὰ τραύματα τῆς ψυχῆς μου φιληδονίαις, μόνος δὲ ἀναίσθητος εἰς αἴσθησιν, ἐμαυτοῦ ἐλθεῖν μὴ προαιρούμενος, τὶς γένωμαι, καὶ τὶ ποιήσω; Χριστέ, Οἰκτίρμον, ἴασαι καὶ σώσόν με.

Μαρτυρικὰ

δάτων τῆς ἀπωλείας, καὶ κλύδωνος τῆς κακίας, τὴ κυβερνήσει, τὴ ἐνθέω Μάρτυρες ἀοίδιμοι, πίστει ὑποπλέοντες τὸ πέλαγος, τὸ ἄστατον, τῆς Βασιλείας τῆς οὐρανίου, ὅρμον κατελάβετε.

Φωστῆρες τῆς εὐσεβείας, λαμπτῆρες τῆς ἀληθείας γεγενημένοι, φέγγει τῶν ἀγώνων ἐμειώσατε, σκότος ἀθεϊας πολυώδυνον, θαυμάτων δὲ ταὶς φρυκτωρίαις, παθῶν ὁμίχλην, Μάρτυρες σκεδάζετε.

Θεοτοκίον

πτάφωτόν σε λυχνίαν, τὸ πὺρ τῆς θεογνωσίας, φέρουσαν Κόρη, ὁ Προφήτης πάλαι προεώρακε, φαῖνον τοὶς ἐν σκότει κινδυνεύουσι, Πανάμωμε τῆς ἀγνωσίας, διὸ βοῶ σοί, Φώτισον μὲ δέομαι.

Κανὼν τοῦ Προδρόμου

Ὁ Εἱρμὸς

κήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην, δόξα τὴ δυνάμει σου Κύριε.

άτρευσον Πρόδρομε, τὴν πληγωθεῖσαν ληστῶν ἐφόδοις, ἱκετεύω σὲ καρδίαν μου, δραστηρίω θείας σου φαρμάκω δεήσεως.

Κατάβαλε Πρόδρομε, τὴν ἔτι ζώσαν ἐν τῇ ψυχή μου, ἁμαρτίαν καὶ ἀνάνευσιν, νὺν μοὶ δίδου, πρὸς τὰς ἡδονὰς ὀλισθαίνοντι.

Λιμὴν ἡμῖν φάνηθι, χειμαζομένοις ἐν τῷ πελάγει, τῶ τοῦ βίου τὸ κλυδώνιον, μεταβάλλων, ὅλον εἰς γαλήνην Πανόλβιε.

Θεοτοκίον

Μὴ κρίνης μὲ Κύριε, κατὰ τὰ ἔργα μου δυσωπῶ σε, ἀλλὰ ἴλεώς μοὶ φάνηθι, δυσωπεῖ σε, σὺν τῶ Βαπτιστὴ ἡ Τεκούσά σε.

Ὠδὴ ε'  Ὁ Εἱρμὸς

κ νυκτὸς ὀρθρίζοντα, Φιλάνθρωπε, φώτισον δέομαι, καὶ ὁδήγησον καμέ, ἐν τοῖς προστάγμασί σου, καὶ δίδαξόν με Σωτήρ, ποιεῖν τὸ θέλημά σου.

δοὺ ὁ τὸ τάλαντόν σου κρύψας Χριστέ, ὀκνηρὸς δούλός σου, καὶ σχολάσας πονηραῖς, τῶν παθῶν ἐργασίαις, ἐγὼ ὑπάρχω, διό, μὴ μὲ εἰς πὺρ ἐκπέμψης.

Σὸς υἱὸς γενόμενος ἐν χάριτι, εὔσπλαγχνε Κύριε, ἐδουλώθην τῶ ἐχθρῶ, καὶ σοῦ ἀπεμακρύνθην, ζήσας ἀσώτως, διό, ἐπιστρέψας μὲ σῶσον.

Μαρτυρικὰ

Οἱ Μάρτυρες ἵσταντο πρὸ βήματος, θώρακα πίστεως, περιφέροντες, διό, τοὶς βέλεσι τῆς πλάνης, τρῶσαι αὐτοὺς ὁ δεινός, οὐκ ἴσχυσε Βελίαρ.

Νεκρούμενοι σώμασιν οἱ Μάρτυρες, πάσας ἐνέκρωσαν, μεθοδείας τοῦ ἐχθροῦ, καὶ πρὸς ζωὴν ἀγήρω, μετέβησαν ἐν χαρᾷ, στέφος λαβόντες δόξης.

Θεοτοκίον

Πύλη ἀδιόδευτε διάνοιξον, πύλας μοὶ δέομαι, μετανοίας ἀληθοῦς, καὶ δείξόν μοὶ τὴν τρίβον, τῆς σωτηρίας Ἁγνή, ἡ πάντων ὁδηγία.

Κανὼν τοῦ Προδρόμου

Ὁ Εἱρμὸς

Πρὸς σὲ ὀρθρίζω, τὸν δι' εὐσπλαγχνίαν, σεαυτὸν τῶ πεσόντι, κενώσαντα ἀτρέπτως, καὶ μέχρι παθῶν, ἀπαθῶς ὑποκύψαντα, Λόγε Θεοῦ. Τὴν εἰρήνην παράσχου μοὶ φιλάνθρωπε.

Ναὸς ἐγένου, μάκαρ τῆς Τριάδος, καὶ ναῶ σου ἁγίω, ἰδοὺ συνηθροισμένοι, ἐν πίστει θερμή, δυσωπούμέν σε Πρόδρομε, ῥύσαι ἡμᾶς, πειρασμῶν τε, καὶ θλίψεων μακάριε.

Ξενώσας πάσης, ἀρετῆς τὸν νοῦν μου, σὲ τὸν ξένην τεμόντα ὁδόν, ἐν βίῳ μάκαρ, νὺν ἐκδυσωπῶ, τῶ τῶν ὅλων Θεῷ μὲ οἰκείωσον, βελτιῶν μὲ ἀρίσταις ἐπιδόσεσιν.

καταδύσας, ταὶς τοῦ Ἰορδάνου, προχοαὶς τοῦ ἐλέους, τὴν ἄβυσσον Προφήτα, τὰς βρύσεις τῶν κακῶν μου, πρεσβείαις σου ξήρανον, Ὀχετοὺς μοὶ δακρύων παρεχόμενος.

Θεοτοκίον

Πεποικιλμένη, θείαις ἀγλαϊαις, τὸν ὡραῖον ἐν κάλλει, ἐκύησας Παρθένε, αὐτόν, οὖν ἀεὶ ἐκδυσώπει, σωθῆναι ἡμᾶς ἐκ φθορᾶς, τοὺς ἐν πίστει καὶ πόθω σὲ δοξάζοντας.

Ὠδὴ ς'  Ὁ Εἱρμὸς

βόησα ἐν ὅλη καρδία μου, πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἐπήκουσέ μου, ἐξ ἄδου κατωτάτου, καὶ ἀνήγαγεν ἐκ φθορᾶς τὴν ζωήν μου.

Μὴ δείξης μὲ δαιμόνων ἐπίχαρμα, ἐν τῇ ἡμέρα τὴ φρικτή, μὴ ἀκούσω τότε, φωνῆς παραπεμπούσης, εἰς τὸ πὺρ Χριστέ, Ἰησοῦ τὸ τῆς γεέννης.

βύθισε βυθῶ παραπτώσεων, ὀτῶν δικαίων μὲ ἐχθρός, καὶ τῶν οἰκτιρμῶν σου, προστρέχω τῶ πελάγει, Ἰησοῦ πρὸς ὅρμον, ζωῆς νὺν ἴθυνόν με.

Μαρτυρικὰ

Πόνων πολλῶν ἀρότρω νεώσαντες, ψυχῆς τὴν αὔλακα Σοφοί, τῶ ἐνθέω σπόρω, τῆς πίστεως πολύχουν, μαρτυρίου στάχυν, σαφῶς ἐγεωργεῖτε.

Τοὶς τραύμασι κατετραυματίσατε, τὸν τραυματίσαντα ὑμᾶς, εὐσεβῶς Ὁπλῖται, διὸ μετατεθέντες πρὸς ζωήν, τὰ πάθη, βροτῶν καὶ νὺν ἰᾶσθε.

Θεοτοκίον

Ναὸς Θεοῦ ἐδείχθης Πανάμωμε, ἐν ὧ οἰκήσας ἱερῶς, τὴν βροτῶν οὐσίαν, ἐθέωσε ποιήσας, τοὺς πιστούς, ναοὺς ἑαυτοῦ παραδόξως.

Κανὼν τοῦ Προδρόμου

Ὁ Εἱρμὸς

βυσσος ἐσχάτη, ἁμαρτημάτων ἐκύκλωσέ με, καὶ τὸν κλύδωνα μηκέτι φέρων, ὡς Ἰωνὰς τῶ Δεσπότη βοῶ σοί, ἐκ φθορᾶς μὲ ἀνάγαγε.

άδαμνος Προφήτα, ῥίζης ἀκάρπου ἐβλάστησας, καὶ καρδίας στειρευούσας πάσης, θεογνωσίας ἐγκάρπους, εἰς αἴνεσιν Κυρίου ἀπέδειξας,

Σύντριψον ἐν τάχει, τὸν πονηρὸν ἐν τοῖς ποσὶν ἡμῶν, καὶ κατεύθυνον ἡμῶν τοὺς πόδας, τοὺς νοητοὺς εἰς εἰρήνης ὁδόν, ταὶς προστασίαις σου Πρόδρομε.

Τείχισον Προφήτα, δικαιοσύνης τὴν ποίμνην σου, ἐκλυτρούμενος ἡμᾶς παντοίας, ἐπιβουλῆς τῶν δαιμόνων, καὶ τῆς αἰωνιζούσης κολάσεως.

Θεοτοκίον

μνον σοὶ Παρθένε, εὐχαριστίας προσάγομεν, διὰ σοῦ Ἁγνὴ οἱ σεσωσμένοι, ἐκ τῆς ἀρχαίας κατάρας, καὶ πᾶσαν εὐλογίαν καρπούμενοι.

Ὠδὴ ζ'  Ὁ Εἱρμὸς

μάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν σου, οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν, καθὼς ἐνετείλω ἡμῖν, ἀλλὰ μὴ παραδώης ἡμᾶς εἰς τέλος, ὁ τῶν Πατέρων Θεός.

ποσκοπῶ εἰς τὸ ἔλεος, σοῦ τὸ ἄμετρον ἄμετρα πταίσας, οἴδά σου τὴν συμπάθειαν, οἶδα τὸ μακρόθυμον, καὶ τὸ ἀνεξίκακον, μετανοίας μοὶ δῶ καὶ σώρησαι οἰκτίρμον, καρποὺς σὸν με.

άτρευσον τῆς καρδίας μου, τὰ ἀνίατα πάθη Οἰκτίρμον δίδου ἀποκοπὴν τῶν χρεῶν μου, τὸ βαρύτατον φορτίον ἐλάφρυνον, ἵνα ἐν κατανύξει σὲ δοξάζω ἀεί, τὸν τῶν Πατέρων Θεόν.

Μαρτυρικὰ

Στρεβλούμενοι, συγκοπτόμενοι, δαπανώμενοι πυρὶ ἐνύλω, λέουσιν ἐκδιδόμενοι βρώμα, καὶ τεινόμενοι τροχοίς, οὐκ ἠρνήσαντό σε, τὸν ζώντα Θεὸν ἡμῶν οἱ θεῖοι, καὶ ἱεροὶ Ἀθληταί.

Μερίζεσθε ἐκ τοῦ, σώματος, ἀλλ' ἀμέριστοι Θεοῦ ὁρᾶσθε, Μάρτυρες δι' ἑνώσεως, θείας τοῦ ἑνώσαντος, ἑαυτὸν ἀρρεύστως ἡμῖν, ὃν ἀεὶ δυσωπήσατε σωθῆναι, πάσης ἀνάγκης ἡμᾶς.

Θεοτοκίον

βλάστησας ἄνευ σπέρματος, ὃν ἐγέννησε Πατὴρ ἀρρεύστως, ἔμεινας μετὰ τόκον, παρθένος ὡς πρὸ τοῦ τόκου, διὸ μεμακάρισαι, καὶ δεδόξασαι Ἄχραντε ἀπαύστως, ὡς Μήτηρ οὖσα Θεοῦ.

Κανὼν τοῦ Προδρόμου

Ὁ Εἱρμὸς

Οἱ Παῖδες ἐν Βαβυλώνι, καμίνου φλόγα οὐκ ἔπτηξαν, ἀλλ' ἐν μέσῳ φλογὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Φωνὴ τοῦ Λόγου ὑπάρχων, νὺν τὰς φωνὰς ἡμῶν πρόσδεξαι, Βαπτιστά, καὶ παθῶν καὶ κινδύνων, καὶ πολλῶν περιστάσεων, καὶ αἰωνίου λύτρωσαι, τὸν λαόν σου κολάσεως.

Χειρὶ δεικνύεις Προφήτα, Ἀμνὸν Θεοῦ κόσμου αἴροντα, ἁμαρτίας ἀεί, ὃν δυσώπει ἀφαιρεῖν μου, τὰ πταίσματα τὰ χαλεπὰ καὶ χρόνια, καὶ ζωῆς ἀξιώσαί με.

Ψυχή μου σπεῦσον καὶ κράξον, τὸν σκοτασμὸν καταλείψασα, τῶν ἀλόγων πράξεων. Οἴκτειρόν με Ἰησοῦ, παρακλήσεσι τοῦ Βαπτιστοῦ καὶ ῥύσαί με, τοῦ βορβόρου τῶν ἔργων μου.

Θεοτοκίον

παρειστήκεισαν τρόμω, τὰ ἐπουράνια Τάγματα, τοῦτον τίκτεις Ἁγνὴ ἑνωθέντα, τοὶς βροτοὶς ἀγαθότητι, ὃν ἐκτενῶς ἱκέτευε, οἰκτειρῆσαι τοὺς δούλους σου.

Ὠδὴ η'  Ὁ Εἱρμὸς

ν Στρατιαί, οὐρανῶν δοξάζουσι, καὶ φρίττει τὰ Χερουβείμ, καὶ τὰ Σεραφείμ, πᾶσα πνοὴ καὶ κτίσις, ὑμνεῖτε εὔλογείτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ποσκοπῶ εἰς τὸ μέγα ἔλεος, τῶν οἰκτιρμῶν σου, Χριστέ, ὥσπερ ὁ Δαυϊδ, πταίσας ὑπὲρ ἒ κεῖνον, καὶ κράζω σὺν ἐκείνω. Μόνε ἐλεῆμον, ἐλέησόν με διὰ τάχους.

Τέλος χρηστόν, γενέσθαι μοὶ εὔχομαι, καὶ θέσθαι ταὶς πονηραῖς, πράξεσί ποτε, τέλος οὐ προθυμοῦμαι, πεπωρωμένην ἔχων, τὴν ἐμὴν καρδίαν, οἰκτείρησόν με Θεοῦ Λόγε.

Μαρτυρικὰ

ς ἐκλεκτά, καὶ ἄμωμα θύματα, τυθέντι ὑπὲρ ὑμῶν, τῶ μονογενεῖ, Λόγῳ ἐθελουσίως, προσήχθητε θυσίας, πάσας καταργοῦντες, τὰς τῶν δαιμόνων Ἀθλοφόροι.

Νευρὼν τομάς, ὀδόντων ἐκρίζωσιν, ἀφαίρεσίν τε χειρῶν, ξέσεις τε μελῶν, πᾶσαν ποινήν τε ἄλλην, ἠνέγκατε γενναίως, Μάρτυρες, ὑμνοῦντες, Χριστὸν τὸν μόνον ἀθλοθέτην.

Θεοτοκίον

Νέον ἡμῖν, βρέφος ἀπεκύησας, τὸν παλαιὸν ἡμερῶν, νέας ἐπὶ γῆς, τρίβους ὑποδεικνύντα, καὶ τὴν παλαιωθεῖσαν φύσιν καινουργοῦντα, Ἀνύμφευτε εὐλογημένη.

Κανὼν τοῦ Προδρόμου

Ὁ Εἱρμὸς

Νόμων πατρώων οἱ μακαριστοί, ἐν Βαβυλώνι Νέοι προκινδυνεύοντες, Βασιλεύοντος κατέπτυσαν, προταγῆς ἀλογίστου, καὶ συνημμένοι, ὧ οὐκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν ὕμνον, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

πὶ τὸν Λόγον, βαπτιζόμενον, περιστερὰς ἐν εἴδει Πνεῦμα τὸ ἅγιον, ἐθεάσω κατερχόμενον, καὶ φωνῆς ἐπακοῦσαι, κατηξιώθης, μάκαρ τοῦ Πατρός. Οὔτός ἐστιν, ὁ Υἱός μου ὁ σύνθρονος, ὧ μέλπει πᾶσα κτίσις.

Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Πυρὶ Προφήτα, σῶν δεήσεων, τὰ φρυγανώδη πάθη τῆς διανοίας μου, καταφλέξας ἐσβεσμένον μου, τὸν λύχνον τῆς καρδίας, ἄναψον πάλιν, ὅπως τηλαυγῶς κατανοῶν, ἀναμέλπω τοῦ Κτίσαντος, τὸ φῶς τῶν προσταγμάτων. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

κατακρύψας, δοῦλος τάλαντον, ὅπερ εἰς ἐργασίαν ἐκ Θεοῦ εἴληφα, ἐγὼ πέφυκα ὁ ἄθλιος, καὶ τὶ ποιήσω, ὅταν εἰς κρίσιν ἔλθης, ἑκάστου τὸ ἔργον ἐκζητῶν, Πρόφθασον τοίνυν Προφήτα, κραυγάζοντά με πίστει. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Συντήρησόν μου, τὴν διάνοιαν, ἓν ταπεινώσει Κόρη θεοχαρίτωτε, ἢ τῶ τόκω σου συντρίψασα, ἐπάρσεις τῶν δαιμόνων, καὶ ὕψωσόν με, ἀπὸ τῆς κοπρίας τῶν παθῶν, καὶ πεινώντατήν χάριν σου, κόρεσον μελωδοῦντα. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'  Ὁ Εἱρμὸς

σπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις, Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις, διὸ σὲ πᾶσαι αἳ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν.

ησοῦ φιλάνθρωπε, ὁ μόνος τὴν ἀσθένειαν, ἡμῶν γινώσκων, ταύτην γὰρ ἐφόρεσας, δι' οἶκτον βουλόμενος, αὐτὴν ἀποκαθάραι, διὸ τοὺς σπίλους τοὺς πονηρούς, καὶ τὰ ἕλκη τῶν παθῶν μου, ἀποκάθαρον, καὶ σώσόν με.

ς Πόρνη τὰ δάκρυα, προσφέρω σοὶ φιλάνθρωπε, ὡς ὁ Τελώνης, στενάζων κραυγάζω σοί, Ἱλάσθητι σώσόν με, ὥσπερ ἡ Χαναναία, Ἐλέησόν με, ἐκβοῶ, ὡς τὸν Πέτρον μεταγνόντα, συγχωρήσεως ἀξίωσον.

Μαρτυρικὰ

Σαρκὶ συμπλεκόμενοι, ἀσάρκω κοσμοκράτορι, πυγμαὶς τῶν ἄθλων, τοῦτον κατεβάλετε, καὶ νίκης τὸν στέφανον, ἐδέξασθε ἀξίως, διὸ πρεσβεύσατε ἐκτενῶς, ὑπὲρ πάντων τῶν ἐν πίστει, εὐφημούντων ὑμᾶς Ἅγιοι.

γίασας Κύριε, τὴν γὴν ἁγίοις αἵμασι, τῶν σῶν Ἁγίων, καὶ τούτων Πανάγιε, τὰ πνεύματα πνεύμασι, Δυνάμεων ἁγίων, συνάπτεις πάντοτε, δι' αὐτῶν, ἁγιάζων τούς ἐν πίστει, ἀληθεῖ σὲ ἁγιάζοντας.

Θεοτοκίον

Φωνὴν σοὶ προσάγομεν, τὴν τοῦ Ἄγγέλου Πάναγνε, εὐλογημένη. Χαῖρε ἡ χωρήσασα, Θεὸν τὸν ἀχώρητον, χαῖρε κατάρας λύσις, καὶ εὐλογίας εἰσαγωγή, χαῖρε μόνη Παραδείσου, ἡ τὴν θύραν ἀνεώξασα.

Κανὼν τοῦ Προδρόμου

Ὁ Εἱρμὸς

Ξενίας δεσποτικῆς, καὶ ἀθανάτου τραπέζης, ἐν ὑπερώῳ τόπω, ταὶς ὑψηλαὶς φρεσί, πιστοὶ δεῦτε ἀπολαύσωμεν, ἐπαναβεβηκότι λόγον, ἐκ σοῦ μαθόντες, ὃν μεγαλύνομεν.

άτρευσόν μου τὸν νοῦν, φιληδονίαις τοῦ βίου, δεινῶς τραυματισθέντα, καὶ παῦσον τὸ σφοδρῶς, συνταράσσον μὲ κλυδώνιον, καὶ δείξόν μοὶ τῆς μετανοίας, τάς ὁδοὺς τὰς εὐθείας, Κυρίου Πρόδρομε.

ράθης μέσον ἐστῶς, τῆς Παλαιᾶς τε καὶ Νέας, τὴν μὲν Προφήτα παύων, τῆς δὲ τὸ φῶς δηλῶν, ὁ πορεύεσθαι εὐόδωσον, ἡμᾶς ἐν συνειδότι θείω, ὅπως σκότους ῥυσθῶμεν, διαιωνίζοντος.

Συνήφθης ταὶς Στρατιαῖς, ταῖς οὐρανίαις θεόφρον, μεθ' ὧν Χριστὸν δυσώπει, τοὺς ἐπὶ γῆς ἡμᾶς, διασώζεσθαι τιμώντάς σε, ἐν τῷ σεπτῶ σου τούτω οἴκω, Βαπτιστὰ Ἰωάννη, Κυρίου Πρόδρομε.

μέρα πλήρης θυμοῦ, ἡμέρα σκότους ὑπάρχει, τοὶς ἔργα σχοῦσι σκότους, ἡ δίκη ἡ φρικτή, Βαπτιστὰ Χριστοῦ καὶ Πρόδρομε, ἱκεσίαις σου τότε ῥύσαι, κατακρίσεως πάσης, τοὺς σὲ γεραίροντας.

Θεοτοκίον

Φανεῖσα τῶν Χερουβείμ, ἁγιωτέρα Παρθένε, ὡς τὸν Θεὸν τεκοῦσα τὸν ὑπεράγιον, πάντας ἡμᾶς καθαγίασον, τοὺς ἐν φωναῖς ἁγίαις πίστει, ἐν νυκτὶ καὶ ἡμέρα, σὲ ἁγιάζοντας.

Ἀπόστιχα τῶν Αἴνων Κατανυκτικὰ

Τὰ τῆς καρδίας μου τραύματα, ἐκ πολλῶν ἁμαρτημάτων φυέντα μοί, ἰάτρευσον Σωτήρ, ὁ τῶν ψυχῶν καὶ σωμάτων ἰατρός, καὶ παρέχων τοὶς αἰτοῦσι, πταισμάτων τήν συγχώρησιν ἀεί, παράσχου μοὶ δάκρυα μετανοίας, διδοὺς μοὶ τὴν λύσιν τῶν ἐγκλημάτων Κύριε, καὶ ἐλέησόν με.

Γυμνὸν μὲ εὑρῶν τῶν ἀρετῶν ὁ ἐχθρός, τῶ βέλει τῆς ἁμαρτίας ἔτρωσεν, ἀλλὰ σὺ ὡς ἰατρὸς ψυχῶν τε καὶ σωμάτων, τὰ τραύματα τῆς ψυχῆς μου θεράπευσον, Κύριε καὶ ἐλέησόν με.

Μαρτυρικὸν

Κύριε, εἰμὴ τοὺς Ἁγίους σου εἴχομεν πρεσβευτάς, καὶ τὴν ἀγαθότητά σου συμπαθοῦσαν ἡμῖν, πῶς ἐτολμῶμεν Σωτὴρ ὑμνήσαί σε, ὃν εὐλογοῦσιν ἀπαύστως Ἄγγελοι; Καρδιογνώστα, φεῖσαι τῶν ψυχῶν ἡμῶν.

Δόξα... καὶ νύν... Θεοτοκίον

Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατησχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ' αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Οἱ Μακαρισμοὶ

Μνήσθητί μου, ὁ Θεὸς ὁ Σωτήρ μου, ὅταν ἔλθης ἐν τῇ Βασιλεία σου, καὶ σώσόν με, ὡς μόνος φιλάνθρωπος.

τοῦ Πέτρου, προσδεξάμενος τὸν θρῆνον, πρόσδεξαί μου Χριστὲ τὴν μετάνοιαν, καὶ σωζομένων, τὴ τάξει μὲ σύνταξον.

κηρύξας, τὴν μετάνοιαν ἀνθρώποις, τοῦ Κυρίου Βαπτιστὰ καὶ Πρόδρομε, μετανοεῖν με ἐκ ψυχῆς ἱκέτευε.

Μαρτυρικὸν

Τρικυμίας, ἐνεγκόντες παθημάτων, Ἀθλοφόροι βροτῶν τὰ νοσήματα, νὺν ἐξιᾶσθε, ὅθεν μακαρίζεσθε.

Δόξα...

Προφήταις, δοξαζόμενος Θεός, ὁ ἐν Τριάδι ἁπλὴ ἀσυγχύτω τε, ταὶς τοῦ Προδρόμου, σῶσον ἱκεσίαις με.

Καὶ νύν... Θεοτοκίον

Προστασία, τῶν ἐν θλίψεσι βεβαία, πρόστηθί μοὶ τοῦ βίου τοὶς πάθεσι, προσομιλούντι, καὶ σώσόν με δέομαι.