The Orthodox Pages

 

ΟΚΤΩΗΧΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΡΙΤΗ ΗΧΟΣ Β΄

Στιχηρὰ προσόμοια Δεσποτικὰ

Ἦχος β'

Ὅτε ἐκ τοῦ ξύλου

Μόνε ἀναμάρτητε Χριστέ, μόνε ἀνεξίκακε μόνε, πηγὴ χρηστότητος, ἴδε μου τὴν στένωσιν, ἴδε τήν θλίψίν μου, καὶ οὐλὰς τῶν τραυμάτων μου, ἐξάλειψον πάσας, καὶ ἐν τῷ ἐλέει σου, σῶσον τὸν δούλόν σου, ὅπως ἀθυμίας τὰ νέφη, πόρρω ἐκδιώξας δοξάζω, σὲ τὸν ὑπεράγαθον Σωτήρά μου.

Βλέψον, ὧ ψυχή μου ταπεινή, ἴδε σου τὰ ἔργα ὁποία, εἰσὶ παμβέβηλα, ἴδε σου τὴν γύμνωσιν, φεῦ καὶ τὴν μόνωσιν, καὶ γὰρ μέλλεις χωρίζεσθαι, Θεοῦ καὶ Ἀγγέλων, καὶ πρὸς ἀτελεύτητον, ῥίπτεσθαι βάσανον. Νῆψον, διεγέρθητι, σπεῦσον, βόησον. Ἡμάρτηκα Σῶτερ, δὸς μοὶ τὴν συγχώρησιν καὶ σώσόν με.

Σῶμα κατεμόλυνα δεινῶς, ἔφθειρα ψυχὴν καὶ καρδίαν, καὶ λογισμοὶς ῥυπαροῖς, πάσας τὰς αἰσθήσεις μου, κατετραυμάτισα, ὀφθαλμοὺς ἐβεβήλωσα, ἐσπίλωσα ὦτα, λόγοις γλῶσσαν ἔχρανα, καὶ πάντα ἔχω αἰσχρά, ὅθεν σοὶ προσπίπτων κραυγάζω. Δέσποτα Χριστὲ ἥμαρτόν σοί, ἥμαρτον συγχώρησον καὶ σώσόν με.

Ἔτερα Στιχηρὰ τοῦ Προδρόμου, ὅμοια

Σπεῦσον ἐξελοῦ μὲ πειρασμῶν, ἔνδοξε Κυρίου Προφήτα, καθικετεύω σε, μάτην γὰρ κεκίνηνται οἱ πολεμούντές με, κατ' ἐμοῦ πικροὶ δαίμονες, ζητοῦντες ἁρπᾶσαι, τὴν ψυχὴν τοῦ δούλου σου, ὥσπερ στρουθίον οἰκτρόν, μὴ μὲ καταλίπης εἰς τέλος, γνώτωσαν δὲ μᾶλλον Παμμάκαρ, ὅτι σύ μου πέλεις καταφύγιον.

Στεῖρας ὁ πανάγιος βλαστός, βλάστημα τερπνὸν τῆς ἐρήμου, ἡ χελιδὼν ἡ τερπνή, ἀηδῶν ἡ εὔλαλος, περιστερὰ ἡ χρυσή, τὴν στειρεύουσαν πάντοτε, ἀθλίαν ψυχήν μου, εὔκαρπον ἀνάδειξον, ἀγαθῶν πράξεων, ὅπως ἐκβλαστάνουσα στάχυν, τὸν ἑκατοστεύοντα Μάκαρ, ἔνθεον προσάξη σοὶ τὴν αἴνεσιν.

ύσαι αἰωνίου μὲ πυρός, σκότους ἀφεγγοὺς καὶ ἀνάγκης, καὶ πάσης θλίψεως, πάσης κακουχίας τε, πάσης στενώσεως, ἱκετεύω σὲ Πρόδρομε, καὶ δεῖξον μερίδος, τόν αὐτοκατάκριτον, ὄντα τοὶς πταίσμασι, Μάκαρ, σωζομένων εὐχαίς σου, ἔνθα τῶν Ἁγίων χορεῖαι, καὶ χαρὰ ὑπάρχει ἡ ἀνέκφραστος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Θλίψεις καὶ δεινῶν ἐπαγωγαί, πάθη τε ποικίλα χειμάζει, τὴν ταπεινήν μου ψυχήν, Κόρη ἀπειρόγαμε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, κυβερνὴ τὶς μοὶ φάνηθι, θαλάσση τοῦ βίου, καὶ τὸν ἐπικείμενον πράϋνον κλύδωνα, ὅρμω, γαληνῶ μετανοίας, καὶ ἀναψυχῆς ὁδηγοῦσα, τὸν τὴ θεία σκέπη σου προστρέχοντα.  

Ἀπόστιχα

μαρτον εἰς σὲ Σωτήρ, ὡς ὁ ἄσωτος υἱός, δέξαι με, Πάτερ, μετανοοῦντα, καὶ ἐλέησόν με ὁ Θεός.

Κράζω σοὶ Χριστὲ Σωτήρ, τοῦ Τελώνου τὴν φωνήν, ἱλάσθητί μοί, ὥσπερ ἐκείνω, καὶ ἐλέησόν με ὁ Θεός.

Μαρτυρικὸν

Τῶν ἁγίων Μαρτύρων, πρεσβευόντων ὑπὲρ ἡμῶν, καὶ τὸν Χριστὸν ὑμνούντων, πᾶσα πλάνη πέπαυται, καὶ τῶν ἀνθρώπων τὸ γένος, πίστει διασώζεται.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μήτηρ τῆς ζωῆς, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Κατανυκτικὰ

Ἦχος β'

ννοοῦσα ψυχή μου, τῆς φρικτῆς ἡμέρας τὴν ἔτασιν, τρόμαξον τὴν ἀνταπόδοσιν τῆς αἰωνίου κολάσεως, καὶ ἐν μετανοίᾳ βόησον δακρύουσα, ὁ Θεός, ἥμαρτον ἐλέησόν με.

ρευνῶν μου τὸ συνειδὸς τὸ κατάκριτον, δειλιῶ σου τὸ φοβερὸν δικαστήριον Κύριε, ὅτι οὐκ ἔστιν ἐξ ἔργων σωτηρία, ἀλλ' ὡς ἔχων τὸν πλοῦτον τῆς εὐσπλαγχνίας, οἰκτείρησόν με Χριστέ, ὁ Θεός, καὶ σώσόν με.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Σὲ μεγαλύνομεν, Θεοτόκε βοῶντες. Χαῖρε ἡ ῥάβδος, ἐξ ἦς ἀσπόρως Θεὸς βλαστήσας, ἀνεῖλεν ἐν ξύλῳ τὸν θάνατον.

Μετὰ τὴν β' Στιχολογίαν

Καθίσματα Κατανυκτικὰ

λέησόν με, εἶπεν ὁ Δαυϊδ, καγῶ σοὶ κράζω. Ἥμαρτον Σωτήρ, τὰς ἐμᾶς ἁμαρτίας, διὰ τῆς μετανοίας ἐξαλείψας, ἐλέησόν με.

λέησόν με ὁ Θεός, ἐλέησόν με, ἐπὶ δυσὶν ἁμαρτήμασιν ὁ Δαυϊδ ἐθρήνει, ἐπὶ μυρίοις ἐγὼ πλημμελήμασι βοῶ σοί, ἐκεῖνος τὴν στρωμνὴν τοὶς δάκρυσιν ἔβρεχεν, ἐγὼ δὲ ῥανίδα μίαν οὐ κέκτημαι, ἀπέγνωσμαι καὶ δέομαι. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Θεοτόκε, μὴ παρίδης μὲ δεόμενον, ἀντιλήψεως τῆς παρὰ σοῦ, ἐπὶ σοὶ γὰρ πέποιθεν ἡ ψυχή μου, ἐλέησόν με.

Μετὰ τὴν γ' Στιχολογίαν

Καθίσματα

Εὐσπλαγχνίας ὑπάρχουσα

Εὐσπλαγχνίας τὴν ἄφθονον πηγήν, Ἰορδάνου κατέδυσας ῥοαὶς Ἰωάννη, ὅθεν ἐκτενῶς καθικετεύω σε, πάθεσι πολλοὶς καταποντούμενον, πελάγει μὲ τοῦ βίου καθ ἑκάστην χαλεπῶς, εὐπροσδέκτοις σου εὐχαίς, ζωῆς πρὸς λιμένα χειραγώγησον.

Μαρτυρικὸν

φαιδρύνας τοὺς Ἁγίους σου ὑπὲρ χρυσόν, καὶ δοξάσας τοὺς ὁσίους σου ὡς ἀγαθός, ὑπ' αὐτῶν δυσωπούμενος Χριστὲ ὁ Θεός, τὴν ζωὴν ἡμῶν κυβέρνησον ὡς φιλάνθρωπος, καὶ τὴν εὐχὴν κατεύθυνον ὡς θυμίαμα, ὁ μόνος ἐν Ἁγίοις ἀναπαυόμενος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Τὶς εἶδε, τὶς ἤκουσε Μητέρα τίκτουσαν, τὸν ἑαυτῆς Δημιουργόν, ἀπειράνδρως θηλάζουσαν τὸν διδόντα τροφὴν πάση σαρκὶ; ὧ τοῦ θαύματος! θρόνος Χερουβικός, ἐδείχθη ἡ γαστήρ σου, Θεοτόκε κεχαριτωμένη, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Κανὼν Κατανυκτικὸς

Ὠδὴ α'  Ἦχος β'  Ὁ Εἱρμὸς

Τὴν Μωσέως ὠδήν, ἀναλαβοῦσα βόησον ψυχή, βοηθὸς καὶ σκεπαστῆς, ἐγένετό μοὶ εἰς σωτηρίαν, οὔτός μου Θεός, καὶ δοξάσω αὐτόν.

αυτοὺς ἀδελφοί, πρὸ τῆς ἐξόδου κλαύσωμεν πικρῶς, ὅπως δάκρυσι καλοίς, φύγωμεν δάκρυα τιμωρίας, ἔχοντα οὐδὲν τότε ὄφελος.

Μυριάκις Χριστέ, ἐπηγγειλάμην τοῦ μετανοεῖν, καὶ ἀναίσθητον ψυχήν, ἔχων τοὶς σφάλμασι περιπίπτω, οἴκτειρον Σωτὴρ τὴν ἀσθένειάν μου.

Μαρτυρικὰ

Οἱ βασάνων πυράν, ὑπενεγκόντες θείω δροσισμῶ, ἀθλοφόροι τοῦ Χριστοῦ, πυρὸς γεέννης λυτρώσασθέ με, πάθη χαλεπὰ περικείμενον.

σχυροὶ κατ' ἐχθρῶν, ἀναδειχθέντες σθένει θεϊκῶ, τὴν ἀνίσχυρον αὐτῶν, κατεπαλαίσατε δυναστείαν, Μάρτυρες Χριστοῦ ἀξιάγαστοι.

Θεοτοκίον

Φλογοφόρε λαβίς, ἣν Ἡσαϊας ἔβλεψε ποτέ, τὰ ὑλώδη τῆς ἐμῆς καρδίας πάθη, Θεογεννῆτορ φλέξον, καὶ εἰς τέλος ἀφάνισον.

Κανὼν τοῦ Προδρόμου. οὗ ἡ Ἀκροστιχίς.

Βαπτιστὰ τὴν δὲ τὴν δέησιν προσδέχου. Ἰωσήφ.

Ὁ Εἱρμὸς

ν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος, ἐνδόξως γὰρ δεδόξασται.

Βαπτιστὰ καὶ Πρόδρομε Χριστοῦ, καταβαπτιζόμενον, διηνεκῶς ταὶς ἡδοναὶς τοῦ σώματος, τὸν νοῦν μου κυβέρνησον, καὶ τὰ κύματα τῶν παθῶν καταπράϋνον, ὅπως ἐν γαλήνῃ, θεία γεγονῶς ὑμνολογήσω σε.

πορρήτω λάμψας φωτισμῶ, ἄστρον ὡς πολύφωτον, τῆς νοητῆς ἀνατολῆς προέδραμες, ὑφ' ἦς καταυγάζεσθαι, τὴν καρδίαν μου Βαπτιστὰ καθικέτευε, τὴν ἐσκοτισμένην, πάσαις τῶν δαιμόνων ἐπιθέσεσι.

Ποταμῶ τὴν ἄβυσσόν ποτέ, Πάνσοφε κατέδυσας, κατακλυσμὸν ἐργαζομένην χάριτι, πάσης παραβάσεως, ἀλλὰ δέομαι τοὺς χειμάρρους μακάριε, τῶν ἐμῶν πταισμάτων, ξήρανον ἐνθέω μεσιτεία σου.

Θεοτοκίον

Τῆς ἁγνῆς Παρθένου συγγενής, μάκαρ ἐχρημάτισας, τῆς τὸν Θεὸν σωματωσάσης Πρόδρομε, μεθ'  Ἧς σὲ γεραίρομεν, καὶ δεόμεθα, οἱ τῶ θείω τεμένει σου, νὺν περιπολοῦντες, οἴκους ἡμᾶς ποίησον τοῦ Πνεύματος.

Ὠδὴ γ'  Ὁ Εἱρμὸς

Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον ὁ Θεὸς ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν, φυτουργὲ τῶν ἀγαθῶν, τὴ εὐσπλαγχνία σου.

αθυμίας νυσταγμῶ, ἐβαρύνθην τὴν ψυχήν, διέγειρόν με, πρὸς ἐγρήγορσιν Χριστέ, μετανοίας τοῦ ποιεῖν, τὰ σὰ προστάγματα.

Μὴ μὲ δείξης Ἰησοῦ, ἐν ἡμέρα φοβερά, κατεγνωσμένον, ἀλλὰ πρὸ τῆς τελευτῆς, ἐπιστρέψας χαλεπῆς, ῥύσαι κολάσεως.

Μαρτυρικὰ

Οἱ τὰ πάθη τοῦ Χριστοῦ, μιμησάμενοι καλῶς, ἐνθέοις τρόποις, ἀθλοφόροι Χριστοῦ, τῆς ψυχῆς μου τὰ δεινά, πάθη ἰάσασθε.

να τῶν ἐν οὐρανοῖς, ἀϊδίων ἀγαθῶν, ἀξιωθῆτε, πᾶσαν πείραν δεινῶν, ἀθλοφόροι ἐπὶ γῆς, στερρῶς ἠνέγκατε.

Θεοτοκίον

Γαλουχεῖς μητροπρεπῶς, τὸν τροφέα τοῦ παντός, καὶ φέρεις τοῦτον, ἐν ἀγκάλαις Ἁγνή, τὸν τὰ σύμπαντα, χειρὶ φέροντα πάντοτε.

Κανὼν τοῦ Προδρόμου

Ὁ Εἱρμὸς

ν πέτρᾳ μὲ τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου, ηὐφράνθη γὰρ τὸ πνεῦμα μου ἐν τῷ μου ἐν τῷ ψάλλειν, οὐκ ἔστιν Ἅγιος ὡς ὁ Θεός ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

άτρευσον τὰ τραύματα τῆς ψυχῆς μου, τὸν νοῦν μου σκοτιζόμενον ἀμελεία, καταύγασον ἐνθέω σου μεσιτεία, Κυρίου Πρόδρομε, καὶ πάσης ῥύσαί με, ἐναντίας δέομαι περιστάσεως.

Στειρώσεως ἀπέλυσας τὴν τεκοῦσαν, τεχθεὶς Θεοῦ προνοία, σοφὲ Προφήτα, στειρεύουσαν οὖν ἔργασαι καρποφόρον, νὺν τὴν καρδίαν μου, Κυρίου Πρόδρομε, ἀρετῶν ἐκφέρουσαν τὰ βλαστήματα.

Τὸν πόθω σοὶ δειμάμενον θεῖον οἶκον, τῆς ἄνω κληρουχίας τυχεῖν δυσώπει, τοὺς πίστει τῶ τεμένει σου λειτουργοῦντας, ναοὺς τοῦ Πνεύματος, τοῦ θείου ποίησον, Βαπτιστὰ καὶ Πρόδρομε μεσιτείαις σου.

Θεοτοκίον

γάλλεται ὁ Πρόδρομος ἐν νηδύϊ, φερόμενος μητρῷα, καὶ προσεκύνει, τὸν Κύριον φερόμενον σὴ νηδύϊ, θεοχαρίτωτε, ὃν καθικέτευε, ἀπὸ πάσης θλίψεως λυτρωθήναί με.

Ὠδὴ δ'  Ὁ Εἱρμὸς

Τὴν ἐκ παρθένου σου γέννησιν, ὁ Προφήτης προβλέπων, ἀνεκήρυττε βοῶν. Τὴν ἀκοήν σου ἀκήκοα, καὶ ἐφοβήθην, ὅτι ἀπὸ θαιμάν, καὶ ἐξ ὅρους ἁγίου κατασκίου, ἐπεδήμησας Χριστέ.

Σεσυλημένον μὲ πάντοθεν, καὶ πτωχεύοντα Λόγε, καθορῶν ὁ δυσμενής, τὴ ἀπωλεία μου τέρπεται ὁ δολιόφρων. Κύριε τῆς δόξης, πλουτιστὰ τῶν ἀπόρων, τῆς αὐτοῦ με, κακουργίας ἐξελοῦ.

Χείρας καὶ ὄμματα Κύριε, κατερρύπωσα πράττων, ἃ οὐκ ἔξεστι ποιεῖν, καὶ εἰς ὀργὴν συνεκίνησα τοὺς οἰκτιρμούς, σου, καταδαπανήσας τὴν σὴν μακροθυμίαν, ἐπιβλέψας, οἴκτειρόν με, ἀγαθέ.

Μαρτυρικὰ

ς θαυμαστὸς ὁ Θεὸς ἡμῶν, ἐν ἁγίοις ὑπάρχει, πειθαρχήσασιν αὐτῷ, καὶ καθελοῦσι τὰ ξόανα τῆς ἀπωλείας, καὶ κληρωσαμένοις Παραδείσου τὸ πλάτος, οὗ πὲρ πάλαι ἐξεβλήθη ὁ Ἀδάμ.

είθροις αἱμάτων μακάριοι, ἀνεστείλατε λύθρον, προσαγόμενόν ποτε, δαίμοσι πράσιν ὀλέθριον, ἐπ' ἀπωλεία καὶ φθορά, τῶν αὐτοῖς προσαγόντων ἀνθρώπων, διὰ τοῦτο, μακαρίζεσθε ἀεί.

Θεοτοκίον

Μεμυημένος ἐν Πνεύματι, Προφητῶν Θεοτόκε, ὁ περίδοξος χορός, τὸ ὑπὲρ νοῦν σου μυστήριον ποικιλοτρόπως, τοῦτο προχαράττει, ἱεροῖς ἐν συμβόλοις, ὧν τὸ πέρας καθορῶμεν τηλαυγῶς.

Κανὼν τοῦ Προδρόμου

Ὁ Εἱρμὸς

λήλυθας, ἐκ Παρθένου οὗ πρέσβυς, οὐκ Ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος, σεσαρκωμένος, καὶ ἔσωσας, ὅλον μὲ τὸν ἄνθρωπον, διὸ κραυγάζω σοί, Δόξα τὴ δυνάμει σου Κύριε.

Τοῦ κλίναντος οὐρανούς, καὶ βροτοὶς ὁμιλήσαντος, τὴν κάραν ὑπέκλινας, τὴ δεξιά σου, πανόλβιε, ἢ μὲ περιφρούρησον, ἐν ταπεινώσει φυλάττων τὴν καρδίαν μου.

ἔρημος σὲ πολίτην, ἡ ἄβατος ἔσχηκε, μακάριε Πρόδρομε, ὅθεν βοῶ σοί. Τὴν ἔρημον πάσης θείας πράξεως, γεγενημένην ψυχήν μου περιποίησον.

Νόμον θεῖον ἐκδικῶν, παρανόμως ἀνήρησαι, διὸ ἱκετεύω σε, παρανομούντά με πάντοτε, καὶ δελεαζόμενον, ταὶς τῶν δαιμόνων, ἀπάταις ἐπανόρθωσον.

Δειμάμενος σεαυτόν, τοῦ Δεσπότου ἀνάκτορον, πρὸς θεία σκηνώματα, νὺν μεταβέβηκας Πρόδρομε, ὧν τυχεῖν ἱκέτευε, τὸν σοὶ πανάγιον οἶκον ἀνεγείραντα.

Θεοτοκίον

πίβλεψον ἐπ' ἐμέ, τὸν νοσοῦντα Πανάμωμε, καὶ λύσον τὰ πάθη μου, τὰ χαλεπὰ καὶ δυσίατα, ὅπως μεγαλύνω σε, τὴν μεγαλύνασαν ἄπαν τὸ ἀνθρώπινον.

Ὠδὴ ε'  Ὁ Εἱρμὸς

Τὴν ἀχλὺν τῆς ψυχῆς μου, Σωτήρ μου διασκεδάσας, τῶ φωτὶ τῶν ἐντολῶν σου καταύγασόν με, ὡς μόνος τῆς εἰρήνης Βασιλεύς.

μαρτίας συνάπτω, ἀφρόνως ταὶς ἁμαρτίαις, καὶ ἀνάνευσις οὐκ ἔστιν ἐν τῷ θανάτω μου, οἴμοι! πῶς ὀφθήσομαι Χριστῷ.

Ναυαγήσας ὡς πλοῖον, ἀπώλεσά μου τὸν φόρτον, ὃν μοὶ δέδωκας Οἰκτίρμον, καὶ νὺν πενόμενος κράζω. Μὴ παρίδης μὲ Χριστέ.

Μαρτυρικὰ 

ς τὴν δόξαν παριδόντες, τὴν κάτω καὶ πατουμένην, οὐρανίου ἀθλοφόροι, κατηξιώθητε δόξης, συνυπάρχοντες Χριστῷ.

Συμπαθείας τῆς πρὸς σάρκα, τὸν νοῦν χωρίσαντες πίστει, τὰς βασάνους οἰκειοῦσθε ἐρωτικῶς, ἀθλοφόροι, οἰκειούμενοι Χριστῷ.

Θεοτοκίον

Δανιὴλ σὲ ὄρος μέγα, ἐν πνεύματι ἐΘεώρει, Θεοτόκε, ἐξ οὗ λίθος ἀποτμηθείς, ἐκλεπτύνει τῶν δαιμόνων τὰ γλυπτά.

Κανὼν τοῦ Προδρόμου

Ὁ Εἱρμὸς

φωτισμός, τῶν ἐν σκότει κειμένων, ἡ σωτηρία, τῶν ἀπεγνωσμένων Χριστὲ Σωτήρ μου πρὸς σὲ ὀρθρίζω, Βασιλεῦ τῆς εἰρήνης, φώτισόν με τὴ ἐπιλάμψει σου, ἄλλον γὰρ ἐκτός σου Θεὸν οὐκ ἐπίσταμαι.

Ταὶς προχοαίς, Ἰορδάνου τοὶς ῥείθροις, τῆς ἀφθαρσίας, Πρόδρομε βαπτίσας Χριστὸν δυσώπει, τὰς ἀναβλύσεις τῶν παθῶν μου ξηράναι, καὶ χειμάρρουντρυφής κληρώσασθαι, καὶ τὴν τῶν δικαίων τερπνὴν ἀγαλλίασιν.

δη θρηνῶ, καὶ συστέλλομαι φόβω, καὶ ἀπορία πάντοτε συνέχομαι, ἐννοῶν μου τὰ πεπραγμένα, καὶ τὴν μέλλουσαν δίκην τὴν φρικώδη, εὔσπλαγχνε Κύριε, φείσαί μου, τοῦ σοῦ Βαπτιστοῦ παρακλήσεσιν.

Νομοθετῶν, τοὶς λαοὶς σωτηρίαν, ἐν μεταγνώσει Πρόδρομε, πταισμάτων γενησομένην, μέσον τοῦ νόμου καὶ τῆς χάριτος ἔστης, διὰ τοῦτο ἐκδυσωπούμέν σε, τρόποις μετανοίας ἡμᾶς καταφαίδρυνον.

Δὸς μοὶ καιρόν, μετανοίας ῥαθύμως, τὸν παρελθόντα ὅλον δαπανήσαντι, Εὐεργέτα, ἔχων εἰς τοῦτο δυσωπούντά σε Λόγε, Ἰωάννην τὸν μέγαν Πρόδρομον, καὶ τῆς μετανοίας παγκόσμιον κήρυκα.

Θεοτοκίον

πιβουλαίς, καὶ ἐνέδραις τοῦ πλάνου, ἐθανατώθην. Δέσποινα Πανάμωμε, ζώωσόν με ἡ τετοκυία, τὴν ζωὴν τῶν ἁπάντων, Θεοτόκε τὴν ἐνυπόστατον, ἵνα σὲ ὑμνῷ εὐσεβῶς τὴν Πανάμωμον.

Ὠδὴ ς'  Ὁ Εἱρμὸς

Βυθῶ ἁμαρτημάτων συνέχομαι ἀεί, καὶ ἐν πελάγει τοῦ βίου χειμάζομαι, ἀλλ' ὥσπερ τὸν Ἰωνὰν ἐκ τοῦ θηρός, καμὲ τῶν παθῶν ἀνάγαγε, καὶ διάσωσον Σωτήρ.

ς πάλαι Χαναναία κραυγάζω σοὶ Σωτήρ, Υἱὲ Θεοῦ ἐλεήσας μὲ οἴκτειρον, ψυχὴν γὰρ πάσχουσαν ἔχω ἐν δεινοῖς, καὶ μὴ ἑαυτῆς εἰς αἴσθησιν, βουλομένην νὺν ἐλθεῖν.

Ταράσσει μὲ ἀμέτρων κλυδώνιον παθῶν, ὡς τὴ θαλάσση ποτὲ ἐπετίμησας, καὶ ἔσωσας τοὺς ἁγίους μαθητάς, καμὲ Ἰησοῦ ἀνάγαγε, καὶ διάσωσον Χριστέ.

Μαρτυρικὰ

ξέστησαν Ἀγγέλων ἀσώματοι χοροί, τὴν καρτερίαν ὑμῶν τὴν ἐν σώματι, καὶ ἤνεσαν τὸν παρέχοντα ὑμῖν, σεπτοὶ ἀθληταὶ καὶ δύναμιν, καὶ καμάτων ἀμοιβήν.

αινόμενοι αἱμάτων οἰκείων ταὶς ῥοαίς, καὶ ὀφθαλμοὺς ἐκκεντούμενοι Μάρτυρες, πηγνύμενοι ὑπὸ κρύους χαλεποῦ, πρὸς θάλψιν ζωῆς μετέβητε, ἀνυμνοῦντες τὸν Χριστόν.

Θεοτοκίον

ς τράπεζα τὸν ἄρτον χωρεὶς τὸν μυστικόν, ἐξ οὗ φαγόντες, οὐκέτι λιμώττομεν Πανύμνητε, οἱ εἰδότες σὲ Χριστοῦ, τοῦ πάντων Θεοῦ γεννήτριαν, καὶ τροφὸν ὡς ἀληθῶς.

Κανὼν τοῦ Προδρόμου

Ὁ Εἱρμὸς

ν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον, Ἐκ φθορᾶς ὁ Θεὸς μὲ ἀνάγαγε.

φωνὴ ἡ τὸν λόγον κηρύξασα, πάντων τὰς φωνὰς προσδεξάμενος αἴτησαι, ἁμαρτιῶν συγχώρησιν, δωρηθῆναι τοὶς πίστει ὑμνούσί σε.

Συντριβὴν τῆς ψυχῆς μου θεράπευσον, τῶν ἁμαρτιῶν τὸ φορτίον διάλυσον, καὶ παρ' ἐλπίδα σώσόν με, ταὶς εὐχαίς σου μακάριε Πρόδρομε.

ησοῦν ὃν χειρί σου ἐβάπτισας, Πρόδρομε ἱκέτευε χειρὸς μὲ ῥύσασθαι, τῆς ἁμαρτίας αἴροντα, πρὸς αὐτὸν ἀεὶ χείρας πανένδοξε.

Θεοτοκίον

Νυσταγμῶ ἀμελείας συνέχομαι, ὕπνος ἁμαρτίας βαρεῖ τὴν καρδίαν μου, τὴ σὴ ἀγρύπνω Πάναγνε, μεσιτεία ἐξέγειρον σῶσον με.

Ὠδὴ ζ'  Ὁ Εἱρμὸς

Τὰ Χερουβεὶμ μιμούμενοι, Παῖδες ἐν τῇ καμίνω ἐχόρευον βοῶντες. Εὐλογητὸς εἶ ὁ Θεός, ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες, ταῦτα πάντα διὰ τὰς ἁμαρτίας ἡμῶν, ὁ ὑπερύμνητος, καὶ δεδοξασμένος, εἰς πάντας τοὺς αἰῶνας.

Νόμους τοὺς σοὺς ἠθέτησα, ὑπήχθην τε ταὶς ἀλόγοις ἐπιθυμίαις, πράττων τὰ μὴ ἀνήκοντα Χριστέ, ὅτι ἐματαιώθην ἐν τῇ ἀπονοία μου, ὥσπερ ἄλλος οὐδεὶς ἀνθρώπων ἐπὶ γῆς, μὴ οὖν ἐάσης με, Σῶτερ, ἀπολέσθαι, διὰ φιλανθρωπίαν.

ν ἀνομίαις Κύριε, ἰδοὺ ἐγὼ συνελήφθην, ὡς ὁ Δαυϊδ κραυγάζω, καὶ ὡς ἡ Πόρνη δακρύω, καὶ ὡς παραπικραίνων δοῦλος παρεπίκρανα, σὲ τὸν μόνον ὑπάρχοντα Θεόν ἀγαθόν, μὴ οὖν ἐάσης με, Σῶτερ, ἀπολέσθαι, διὰ φιλανθρωπίαν.

Μαρτυρικὰ

Μαρτυρικῶς ἠγώνισται, δῆμος τῶν ἀθλοφόρων, μαρτυρικῶς ἐστέφθη τὴ ζωηφόρω δεξιά, ὅτι ἐν ἀληθείᾳ τὸν Θεὸν ἠγάπησε, τὸν τὰ πάντα πεποιηκότα λόγῳ, καὶ νὺν ἐν οὐρανοῖς, χαίρων ἀπολαύει, τῆς θείας κληρουχίας.

φθαλμοὺς ἐκκεντούμενοι, καὶ ἀφαιρούμενοι χείρας, καὶ πόδας εὐθυδρόμως, πρὸς οὐράνιον οἱ εὐκλεεῖς, ἐστέλλοντο πορείαν, καθυποσκελίζοντες τὰς πορείας τοῦ μόνου πολεμήτορος. Αὐτῶν ταὶς προσευχαίς, σῶσον πάντας Λόγε, τοὺς σὲ δοξολογοῦντας.

Θεοτοκίον

Τὰ Χερουβεὶμ δοξάζουσι, τὰ Σεραφεὶμ ἀνυμνοῦσι, θρόνοι καὶ Ἐξουσίαι, καὶ Κυριότητες ἀεί, τὸν ὑπὲρ νοῦν σου τόκον, Μαρία Πανύμνητε, ὅτι μόνη Θεὸν κυοφορεῖς ἐν σαρκί, ὃν αἴτησαι Ἁγνή, πάντας ἡμᾶς σωθῆναι, τοὺς πόθω σὲ τιμῶντας.

Κανὼν τοῦ Προδρόμου

Ὁ Εἱρμὸς

ντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὧν εὐλογημένος, καὶ ὑπερένδοξος.

Προρρίζους ἀξίνη σου τῆς μετανοίας, ἐκτίλας τοὺς μώλωπας, τῆς ἐμπαθοῦς καρδίας μου, ἐμφύτευσον Πρόδρομε, θείαν ἀπάθειαν, φόβον τε ἁγνότατον Θεοῦ, πάσης κακίας ἀλλοτριούντά με.

οαὶς ὡς ἐβάπτισας τοῦ Ἰορδάνου, στεγάζοντα ὕδασι, τὰ ὑπερῷα Κύριον, αὐτὸν καθικέτευε, ὕδωρ δωρήσασθαι, θείας κατανύξεως, ἀεὶ τοὶς ὀφθαλμοίς μου ἔνδοξε Πρόδρομε.

κόσμου τὸν αἴροντα τὴν ἁμαρτίαν, Ἀμνὸν Θεοῦ Πρόδρομε, κηρύξας, τοῦτον αἴτησαι, ἐρίφων τῆς μοίρας με, δεῖξαι ἀλλότριον, καὶ τοὶς δεξιοῖς αὐτοῦ, καμὲ συναριθμῆσαι, προβάτοις ἔνδοξε.

Θεοτοκίον

Στερεύουσα φέρει σὲ νηδὺς Παρθένε, ἐγγάστριον φέρουσαν, τὸν Λόγον σωματούμενον, ὃν θείοις σκιρτήμασιν, ὁ μέγας Πρόδρομος, στεῖρας ὁ πανάγιος καρπός, ἐπέγνω χαίρων, καὶ προσεκύνησε.

Ὠδὴ η'  Ὁ Εἱρμὸς

Τὸν ἐν τῇ βάτω Μωσή, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῶ ὄρει, προτυπώσαντά ποτε, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

να Θεώσης ἡμᾶς, ἐσαρκώθης δι' οἶκτον, οὐ συνήκα δὲ ὅλως, δουλωθεὶς ταὶς ἡδοναίς, τὴ σὴ ἀγαθωσύνη, ἐπίστρεψόν με Χριστέ, ἡ πάντων σωτηρία.

Σὺ ὁ ποιμὴν ὁ καλός, πλανηθεῖσαν εἰς ὄρη, παραβάσεως Λόγε, τὴν ἀθλίαν μου ψυχήν, ἐπίστρεψον καὶ σῶσον, μὴ μὲ τελείως ἐχθρός, ὁ πλάνος καταπίη.

Μαρτυρικὰ

Στῶμεν ἀνδρείως ὁμοῦ, ἀνεβόων ἀλλήλοις, οἱ τερπνοὶ ἀθλοφόροι, αἰκιζόμενοι δεινῶς. Χριστὸς ἰδοὺ προτείνει, τῆς νίκης τοὺς στεφάνους, εἰς πάντας τοὺς αἰῶνας.

σχυροτάταις νευραῖς, τῶν στερρῶν ὑμῶν πόνων, ἀπεπνίξατε ὄφιν, τὸν βουλόμενον ὑμᾶς, δελεᾶσαι κακούργως, καὶ παραδείσου τρυφῆς, ὤφθητε, κληρονόμοι.

Θεοτοκίον

να Θεώσῃ ἡμᾶς, ὁ Θεὸς ἐσαρκώθη, ἐξ ἀγνῶν σου αἱμάτων, καὶ ἐγένετο βροτός, Παρθένε Θεοτόκε, ὃν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν σὲ τιμώντων.

Κανὼν τοῦ Προδρόμου

Ὁ Εἱρμὸς

Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλώνι, τὰς ἐνεργείας διεμέριζε, τῶ θείω προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας, Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Δίδου δεξιάν, ἐμοὶ χαμαὶ κειμένω, ὁ δεξιὰν ἐκτεῖνας Πρόδρομε, καὶ λούσας τοὶς ὕδασι τὸν ἀμόλυντον, καὶ ῥύσαί με τοῦ μολυσμοῦ τοῦ σώματος, ὅλον ἀποκαθαίρων, τὴ μετανοία καὶ σώσόν με.

χουσα ψυχή, καιρὸν τοῦ μεταγνῶναι, τῆς ἀμελείας τὸν βαθύτατον, ὕπνον ἀποτίναξον, καὶ σπουδαίως ἐπαγρύπνησον, βοῶσα τῶ Δεσπότη σου. Εὔσπλαγχνε οἴκτειρόν με, τοῦ Βαπτιστοῦ παρακλήσεσιν.

Χείμαρροι παθῶν, καὶ ὕδατα κακίας, ἕως ψυχῆς μου ἐπεισήλθοσαν, μακάριε Πρόδρομε, σπεῦσον τάχος ἐξελέσθαι με, ὁ ποταμοῦ τοὶς ῥεύμασι, λούσας τῆς ἀπαθείας, τὸ γαληνότατον πέλαγος.

Οἴμοι τῶ πολλά, κακὰ πεποι ἠκότι! οἴμοι τῶ μόνω παροργίσαντι, Θεὸν τὸν πανάγαθον! Βαπτιστὰ Χριστοῦ βοήθει μοί, καὶ βράβευσον πταισμάτων μου λύσιν, καὶ τῶν χρεῶν μου, ἀποκοπὴν μεσιτείαις σου.

Θεοτοκίον

ψιστον Θεόν, σαρκὶ ἀποτεκοῦσα, ἀπὸ κοπρίας μὲ ἀνάστησον, παθῶν τῶν θλιβόντων με, καὶ δεινῶν ὅλον πτωχεύσαντα, ταὶς θείαις καταπλούτισον, Πάναγνε ἀρεταίς με, ὅπως ὑμνῶ σὲ σωζόμενος.

Ὠδὴ θ'  Ὁ Εἱρμὸς

Τῶν γηγενῶν τὶς ἤκουσε τοιοῦτον; ἢ τὶς ἑώρακέ ποτε, ὅτι Παρθένος εὑρέθη ἐν γαστρὶ ἔχουσα, καὶ ἀνωδίνως τὸ βρέφος ἀποτεκοῦσα; τοιούτόν σου τὸ θαῦμα, καὶ σὲ ἁγνὴ Θεοτόκε μεγαλύνομεν.

πῶς φρικτὸν ὑπάρχει σου τὸ βῆμα, ἐν ὧ κριθῆναι προσδοκῶ, καὶ οὐκ αἰσθάνομαι ὅλως τούτου τὸ ἔμφοβον, ἐν ἀμελείᾳ τὸν πάντα διάγων χρόνον! ἐπίστρεψόν με, μόνε δημιουργέ, ὁ Μανασσὴν ἐπιστρέψας πλημμελήσαντα.

Στῆσον Χριστέ, τὰ ῥεύματα βοῶ σοί, τῶν ἀμετρήτων μου κακῶν, ὄμβρους διδοὺς μοὶ δακρύων, ἐναποπλύνοντας τὸν μολυσμόν, ὃν ὑπέστην ἐξ ἀφροσύνης, καὶ σώσόν με ὁ σώσας, τὴν ἐκ ψυχῆς μετανοήσασαν, Πόρνην τῶ ἐλέει σου.

Μαρτυρικὰ

φωταυγὴς τῶν θείων ἀθλοφόρων μνήμη, ὡς ἥλιος ἡμῖν, ἐξανατείλασα πᾶσι, τῆς γῆς τοὶς πέρασι φωταγωγεῖ, καὶ τὸ σκότος ἀποδιώκει τῆς εἰδωλομανίας, καὶ τῶν παθῶν τῶν ψυχοφθόρων τὸν ζόφον, θείω Πνεύματι.

Φάλαγξ σεπτή, στρατὸς τροπαιοφόρος, καὶ ἐκλεκτὴ παρεμβολ ἤ, δῆμος ἁγίων Μαρτύρων, χορὸς μακάριος χοροστασίαις συνήφθη τῶν Ἀσωμάτων. Αὐτῶν Χριστὲ πρεσβείαις, πάντας ἡμᾶς τῆς σῆς Βασιλείας, μετόχους ποίησον.

Θεοτοκίον

Φωτιστικαὶς αὐγαίς, τοῦ ἐκ γαστρός σου ἐξανατείλαντος ἡμῖν, καὶ ἀθεϊας τὴν νύκτα ἐξαφανίσαντος, Παρθενομῆτορ Μαρία, φώτισον πάντας τοὺς πίστει σὲ τιμῶντας, καὶ ἀφεγγοὺς λύτρωσαι σκότους, ἐν ὥρα κατακρίσεως.

Κανὼν τοῦ Προδρόμου

Ὁ Εἱρμὸς

νάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα, διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν.

λύος μὲ λύτρωσαι, τῆς ἁμαρτίας Κύριε, ἀναμάρτητε μόνε καὶ πολυέλεε, ταὶς τοῦ Βαπτιστοῦ ἱκεσίαις, τοῦ σὲ παντὶ κηρύξαντος κόσμω, Ἀμνὸν Θεοῦ αἴροντα, τῶν ἀνθρώπων ἁμαρτήματα.

ς ῥόδον ἡδύπνοον, ὡς εὔοσμον κυπάρισσον, ὡς ἀμάραντον κρίνον, ὡς μύρον τίμιον, ἔχων σὲ Κυρίου Προφήτα, τῆς τῶν ἐμῶν ἔργων δυσωδίας, εὐχαίς σου ῥυσθήσομαι, ὁ προστρέχων ἐν τῇ σκέπη σου.

Στειρεύειν ἀκάρπων με, παμμάκαρ ἔργων ποίησον, ἀρετῶν εὐτεκνίαν ἀεὶ προσφέροντα, τέκνον μὲ Κυρίου ποιοῦντα, καὶ κοινωνὸν θείας βασιλείας, καὶ τῆς ὁμηγύρεως, τῶν Ἁγίων ὁμοδίαιτον.

μῖν τοὶς ποθούσί σε, καὶ πόθω σὲ γεραίρουσι, καὶ τῶ θείω ναῶ σου περιχορεύουσι, δίδου οὐρανόθεν τὴν λύσιν τῶν δυσχερῶν, Πρόδρομε Κυρίου, καὶ βίου διόρθωσιν, καὶ πταισμάτων ἀπολύτρωσιν.

Θεοτοκίον

Φερόμενον ἅπαντα, τὸν φέροντα τῶ νεύματι, ἐν γαστρὶ προσεκύνεις τῆς θεομήτορος, μεθ'  Ἧς ἐκδυσώπει Προφήτα, τὴν ταπεινὴν σώζεσθαι ψυχήν μου, πολλοὶς περιπίπτουσαν, καθ' ἡμέραν πλημμελήμασιν.

Ἀπόστιχα τῶν Αἴνων Κατανυκτικὰ

Πάντας ὑπερβάλλω τὴ ἁμαρτία, τίνι μαθητεύσω τὴ μετανοία; ἐὰν στενάξω ὡς ὁ Τελώνης, νομίζω βαρεῖν τοὺς οὐρανούς, ἐὰν δακρύσω καθὼς ἡ Πόρνη, μιαίνω τοὶς δάκρυσι τὴν γήν, ἀλλὰ δὸς μοὶ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, ὁ Θεὸς καὶ ἐλέησόν με.

Τὰς ἀνομίας μου πάριδε Κύριε, ὁ ἐκ Παρθένου τεχθείς, καὶ τὴν καρδίαν μου καθάρισον, ναὸν αὐτὴν ποιῶν τοῦ Ἁγίου σου Πνεύματος, μὴ ἐξουδενώσης, ἀπὸ τοῦ σοῦ προσῶμε πού, ὁ ἀμέτρητον ἔχων τὸ μέγα ἔλεος.

Μαρτυρικὸν

Τὸν σταυρὸν τοῦ Χριστοῦ, λαβόντες οἱ ἅγιοι Μάρτυρες, ὅπλον ἀκαταγώνιστον, πᾶσαν τοῦ διαβόλου τὴν ἰσχὺν κατήργησαν, καὶ λαβόντες στέφος οὐράνιον, τεῖχος ἡμῖν γεγόνασιν, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύοντες.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Χαῖρε Μαρία Θεοτόκε, ὁ ναὸς ὁ ἀκατάλυτος, μᾶλλον δὲ ὁ Ἅγιος, καθὼς βοᾷ ὁ Προφήτης, Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Οἱ Μακαρισμοὶ

Τὴν φωνὴν σοὶ προσάγομεν, τοῦ Ληστοῦ καὶ βοῶμεν σοί. Μνήσθητι ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλεία σου.

Τὸν Ληστὴν ὑπερβέβηκα, καὶ τὴν πόρνην τοὶς πάθεσιν, οἰκτείρησόν με Σωτήρ, τὸν αὐτοκατάκριτον.  

Καταδύσας τὴν ἄβυσσον, εὐσπλαγχνίας ἐν ὕδατι, Πρόδρομε ταὶς σαὶς εὐχαίς, τὰ πάθη μου μείωσον.

Μαρτυρικὸν

Οἱ τῆς πλάνης τὰ ῥήματα, τῶν αἱμάτων τοὶς ῥεύμασι, ψύξαντες Χριστοῦ Ἀθληταί, ἀξίως δοξάζεσθε.

Δόξα...

ητορεύων ὡς γέγραπται, νοὺς ἀνθρώπων οὐ δύναται, θεότητος μίαν ἀρχήν, ὑμνεῖν τρισυπόστατον.

Καὶ νύν... Θεοτοκίον

Τὴν ἀφλέκτως κυήσασαν, τὸν Θεὸν τὸν προάναρχον, ἐγκωμίων πάντες ὠδαίς, ἀπαύστως ὑμνήσωμεν.