The Orthodox Pages

 

ΟΚΤΩΗΧΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΕΜΠΤΗ ΗΧΟΣ ΠΛ.Β΄

Στιχηρὰ Προσόμοια Ἀποστολικὰ

Ἦχος πλ. β'

Ὅλην ἀποθέμενοι

Δύναμιν οὐράνιον, τοῦ Παρακλήτου λαβόντες, τῶν ἐχθρῶν τὰς φάλαγγας, οἱ Χριστοῦ Ἀπόστολοι, ἐτροπώσαντο. Βασιλεῖς ἤλεγξαν, καὶ σοφοὺς ἤσχυναν, ἰδιῶται καὶ ἀγράμματοι, γυμνοῖ καὶ ἄοπλοι, εὐαγγελικῶς παρετάξαντο, τῶ λόγῳ δὲ τῆς χάριτος, τὰς τερατουργίας εἰργάσαντο, καὶ οὕτω τὰ ἔθνη, ὑπήκοα ποιούμενοι Χριστῷ, ἐν παρρησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Σὲ ἐπιποθήσαντες, οἱ εὐκλεεῖς Μαθηταί σου, καὶ ἀπαρνησάμενοι, ἑαυτοὺς προθύμως σοί, ἠκολούθησαν, καὶ Σταυρὸν ἄραντες, σοῦ αὐτοῦ ὀπίσω, πειθαρχοῦντες τὴ προστάξει σου, τὴν γὴν κατέλιπον, καὶ τοὺς οὐρανοὺς ἐκληρώσαντο, τὰ ἔθνη ἐπιστρέφοντες, εἰς τὴν ἀληθῆ σου ἐπίγνωσιν, καὶ νὺν διὰ πάντων, ὑπήκοοι γενόμενοι ἀεί, ἐν παρρησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

παντα τὸν βίον μου, ἐν ἀμελείᾳ διάγων, πρὸς τὸ τέλος ἔφθασα, ἄκαρπος ὁ δείλαιος, Ὑπεράγαθε, πονηρῶν πράξεων, ἐπιφέρων μόνον, νὺν φορτία τὰ δυσβάστακτα, ἅπερ φιλάνθρωπε, σκόρπισον ῥοπὴ τοῦ ἐλέους σου, καὶ δίδου μοὶ κατάνυξιν, καὶ ἐπιστροφὴν τὴν σωτήριον, θείαις Ἀποστόλων, πρεσβείαις εὐπροσδέκτοις ὁ Θεός, οὓς εἰς πρεσβείαν προσάγω σοί, καὶ τὴν σὲ κυήσασαν.

Ἔτερα τοῦ Ἁγίου Νικολάου

Τριήμερος ἀνέστης Χριστὲ

Νικόλαε μακάριε, προσπίπτοντά με οἴκτειρον, δέομαί σου, καὶ τὰ ὄμματα σοφέ, φώτισον τῆς ψυχῆς μου, ἵνα καθαρῶς βλέψω, τὸν φωτοδότην καὶ οἰκτίρμονα.

χθρῶν ἐπιζητούντων με, κακοποιῆσαι Ἅγιε, λύτρωσαί με, παρρησίαν πρὸς Θεόν, ὡς ἔχων Ἱεράρχα, καὶ σώσόν με ἐκ βλάβης, καὶ ἐξ ἀνδρῶν αἱμάτων ῥύσαί με.

Λιμένα σὲ ἀχείμαστον, καὶ τεῖχος ἀπροσμάχητον, Ἱεράρχα, νὺν κεκτήμεθα πιστῶς, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, καὶ ὁδηγὸν πιστόν, καὶ πρόμαχον.

Δόξα... καὶ νύν... Θεοτοκίον  ὅμοιον

Μεγίστων δωρημάτων ἡμῖν, ὁ τόκος ὁ ἀλόχευτος, τῆς Παρθένου, πᾶσι γέγονε σαφῶς, Θεὸς γὰρ τὴν φθαρεῖσαν, καινίζει πάλιν φύσιν, καὶ ἀναπλάττει τὸ ἀνθρώπινον.

Ἀπόστιχα Ἀποστολικὰ

Ποτὲ οἱ Μαθηταί σου Χριστέ, ἐν πλοίῳ χειμαζόμενοι, ἀνεβόων, Διδάσκαλε, σῶσον ἡμᾶς, ἀπολλύμεθα, καὶ νὺν ἡμεῖς κραυγάζομεν, Φιλάνθρωπε Σωτὴρ ἡμῶν, ῥύσαι ἡμᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν δεόμεθα.

Κύριε, οἱ Ἀπόστολοι κατέλαβον, ποτὲ μὲν τὸ βάθος τῆς θαλάσσης διὰ δικτύων, ποτὲ δὲ τὸ ὕψος τῆς Βασιλείας διὰ δογμάτων, καὶ τὴ μὲν τέχνη, τὸν ἀκατάληπτον βυθὸν ἠρεύνησαν, τὴ δὲ πίστει, τὸν ἀπερίγραπτόν σου κόλπον ἔφθασαν, καὶ τῶ κόσμω ἐκήρυξαν τὸν ἄχρονον Υἱόνσου, ὧν ταὶς πρεσβείαις, καὶ πάντων τῶν Ἁγίων, ἐλέησον ἡμᾶς.

Μαρτυρικὸν

Σταυρός σου Κύριε, τοὶς Μάρτυσι γέγονεν, ὅπλον ἀήττητον, ἔβλεπον γὰρ τὸν προκείμενον θάνατον, καὶ προβλέποντες τὴν μέλλουσαν ζωήν, τὴ ἐλπίδι τὴ εἰς σὲ ἐνεδυναμοῦντο. Αὐτῶν ταὶς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.

Δόξα... καὶ νύν... Θεοτοκίον

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Ἀποστολικὰ

Ἦχος πλ. β'

ς ἐν μέσῳ τῶν Μαθητῶν σου, παρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθ' ἡμῶν καὶ σῶσον ἡμᾶς.

Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ

ς φῶς σταλέντες ἐπὶ γῆς, ἐφωτίσατε πάντας, σοφοὶς διδάγμασιν ὑμῶν, καὶ ἐν δόγμασι θείοις διώξαντες, πολυθεϊας σκοτασμόν, καὶ λάμψαντες τὸν τῆς Τριάδος φωτισμόν, καὶ σώσαντες λαοὺς πολλούς, ἐκ πλάνης ἀφεγγούς, Ἀπόστολοι τοῦ Σωτῆρος.

Δόξα... καὶ νύν... Θεοτοκίον

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ εἶ ἡ σωτηρία, τοῦ γένους τῶν Χριστιανῶν.

Μετὰ τὴν β' Στιχολογίαν

Καθίσματα Ἀποστολικὰ

Τῶν Ἀποστόλων σου ἡ μνήμη Κύριε, ἀνεδείχθη ὡς Παράδεισος ὁ ἐν Ἐδέμ, ἐν αὐτῇ γὰρ ἀγάλλεται ἡ Οἰκουμένη, διὸ δίδου ἡμῖν ταὶς αὐτῶν ἱκεσίαις, εἰρήνην καὶ τὸ μέγα ἔλεος.

δωδεκὰς τῶν Ἀποστόλων Κύριε, δωδεκάπυρσος ὡς ἥλιος, ὤφθη τὴ γῆ, δι' αὐτῶν γὰρ ἐμάρανας, πλάνης τὴν βλάβην, δι' αὐτῶν καταυγάζεις ψυχάς, τῶν σῶν δούλων, δι' ὧν καὶ ἡμᾶς, σῶσον εὔσπλαγχνε.

Δόξα... καὶ νύν... Θεοτοκίον

Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ

γία Δέσποινα Ἁγνή, τοῦ Θεοῦ ἡμῶν Μήτηρ, ἡ τῶν ἁπάντων ποιητήν, ἀπορρήτως τεκοῦσα, ἱκέτευε σὺν Ἀποστόλοις ἱεροῖς, ἑκάστοτε τὴν ἀγαθότητα αὐτοῦ, παθῶν ἡμᾶς λυτρώσασθαι, καὶ ἄφεσιν ἡμῖν, δοῦναι ἁμαρτημάτων.

Μετὰ τὴν γ' Στιχολογίαν

Καθίσματα ἕτερα

Τὴ σαγήνη τῆς ἐνθέου πίστεως, τὰς διπλόας ἀνατρέψαντες οἱ ἁλιεῖς, ἐκ βυθοῦ ματαιότητος εἵλκυσαν πάντας, καὶ παρέσχον αὐτοὺς τῶ Θεῷ εὐσεβοῦντας, καὶ τοῦτον ἀεὶ μεγαλύνοντας.

Μαρτυρικὸν

Τῶν Ἁγίων σου ἡ μνήμη Κύριε, ἀνεδείχθη ὡς παράδεισος ὁ ἐν Ἐδέμ, ἐν αὐτῇ γὰρ ἀγάλλεται πᾶσα ἡ κτίσις. Διὸ παράσχου ἡμῖν, τὴ αὐτῶν παρακλήσει, εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Δόξα... καὶ νύν... Θεοτοκίον

ν τῷ Ναῶ ἐστῶτες τῆς δόξης σου, ἐν οὐρανῷ ἐστάναι νομίζομεν, Θεοτόκε, πύλη ἐπουράνιε, ἄνοιξον ἡμῖν τὴν θύραν τοῦ ἐλέους σου.

Κανὼν τῶν Ἁγίων Ἀποστόλων

Ὠδὴ α'  Ἦχος πλ. β'

Ὁ Εἱρμὸς

ς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Θεῷ Φαραώ, καθορῶν ποντούμενον, ἐπινίκιον ὠδήν, ἐβόα ἄσωμεν.

Φῶς πεφυκότες τοῦ κόσμου φωτιστικαίς, θεηγόροι λάμψεσι, καταυγάσατε ἡμᾶς, καὶ παθῶν λυτρώσατε νυκτός, καὶ ὁμίχλης πειρασμῶν, θεομακάριστοι.

ρχοντας γὴν ἐπὶ πᾶσαν Πνεῦμα ὑμᾶς, τὸ σεπτὸν κατέστησε, τοῦ Κυρίου Μαθηταί, τοῦ ἀέρος ἄρχοντας διό, ἐτροπώσασθε πιστούς, ἐκλυτρωσάμενοι.

κ τοῦ πυρὸς τοῦ ἀϋλου ὡς φωταυγεῖς, ἀναφθέντες ἄνθρακες, τὰ ὑλώδη μου σοφοί, πάθη καταφλέξατε πρὸς φῶς, ἀπαθείας καὶ ζωῆς, καθοδηγούντές με.

Θεοτοκίον

Τῶν Ἀποστόλων πρεσβείαις καὶ Προφητῶν, καὶ Μαρτύρων Κύριε, Ἰησοῦ παμβασιλεῦ, καὶ τῆς κυησάσης σὲ Ἁγνῆς, κατοικτείρησον λαόν, ἡμαρτηκότα σοί.

Κανὼν τοῦ Ἁγίου Νικολάου. οὗ ἡ Ἀκροστιχίς.

Ἕκτον μέλισμα, Νικόλαε, προσδέχου. Ἰωσήφ.

Ὁ Εἱρμὸς

αἰσθητὸς Φαραώ, κατεποντίσθη πανστρατί, Ἰσραὴλ δὲ διελθῶν, ἐν μέσῳ τῆς θαλάσσης ἀνεβόα, Κυρίω τῶ Θεῷ ἡμῶν ἄσωμεν, ὅτι δεδόξασται.

ν οὐρανοῖς κατοικῶν, χαρμονικῶς Πάτερ σοφέ, ἐπὶ γῆς τῶν ἐν πίστει, συμφώνως ἀνυμνούντων σε, πᾶσαν λύπην καρδίας, πονηρὰν διασκέδασον, τὴ μεσιτεία σου.

Κατὰ παθῶν βλαβερῶν, κατὰ ἐχθρῶν φθοροποιῶν, κατὰ πάσης τοῦ πλάνου, κακίας νὺν ἐνίσχυσον, τοὺς τὴ σκέπη σου Πάτερ τὴ ἁγία Νικόλαε, πίστει προστρέχοντας.

Τραυματισθέντας ἡμᾶς, ὑπ' ἀοράτων τοξευτῶν, τὴ μοτώσει τῆς σῆς Νικόλαε πρεσβείας, περιποίησαι, ὅπως ὑγιῶς βηματίζωμεν, τὰς τοῦ Κυρίου ὁδούς.

Θεοτοκίον

συνυπάρχων Πατρί, ὁ συναϊδιος Υἱός, ἐπ' ἐσχάτων βουληθείς, κατώκησε τὴν μήτραν σου, εἰς ἡμῶν Θεοτόκε, τῶν πιστῶν ἀναγέννησιν, ὅθεν ὑμνούμέν σε.

Ὠδὴ γ'  Ὁ Εἱρμὸς

Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας αὐτούς, ἐν τῇ πέτρα τῆς ὁμολογίας σου.

Τὸ θεῖον Πνεῦμα ταὶς ὑμῶν, γλώσσαις ἀναχωνεύσαν, ἐπελεύσει φρικώδει, συντριβέντας πρὸς ζωήν, καινοποιεῖ δι' ὑμῶν, τοὺς ἀνθρώπους ἔνδοξοι Ἀπόστολοι.

ν γνώσει Λόγε πλημμελῶν, ποίαν ἔξω συγγνώμην, ἐν ἡμέρα τῆς δίκης; διὰ τούτό σοὶ βοῶ. Διὰ τῶν σῶν Μαθητῶν, οἴκτειρόν με τὸν αὐτοκατάκρι τον.

Οἱ μιμησάμενοι Χριστοῦ, τὰ σωτήρια πάθη, τῆς ψυχῆς μου τὰ πάθη, τὰ χρόνια καὶ δεινά, ἰάσασθε ἰατροί, πεφυκότες ἔνδοξοι Ἀπόστολοι.

Θεοτοκίον

μαρτηκότα μὲ Χριστέ, διὰ τῶν Ἀποστόλων, καὶ τῆς σὲ κυησάσης, ἐπιστρέψας ὡς Θεός, ἐλέησον καὶ πυρός, αἰωνίου Σῶτερ ἐλευθέρωσον.

Κανὼν τοῦ Ἁγίου Νικολάου

Ὁ Εἱρμὸς

ν τῇ στερρά, τῆς πίστεώς σου πέτρα, τὸν λογισμὸν ἑδράσας τῆς ψυχῆς μου, στερέωσον Κύριε, σὲ γὰρ ἔχω Ἀγαθέ, καταφυγὴν καὶ στερέωμα.

Νίκη σαφῶς, κατὰ τῶν ψυχοφθόρων παθῶν, Νικόλαε παμμάκαρ πέλεις, ὑφ' ὧν ἡμᾶς πάντοτε, πορθουμένους χαλεπῶς, σαὶς προσευχαὶς ἀπολύτρωσαι.

Μέλη σαρκός, νεκρώσας ἐγκρατεία, πρὸς τὴν ζωήν, μετέβης τὴν ἀγήρω, ἣν καὶ ἡμᾶς πρέσβευε, ἀπολήψεσθαι σοφέ, χαρμονικῶς εὐφημούντάς σε.

πισκοπῶν, ἡμᾶς ἐξ οὐρανίου περιωπῆς, μὴ παύση Ἱεράρχα, ἀποσοβῶν ἅπαντα, τὰ τοῦ βίου δυσχερῆ, σαὶς πρὸς Θεὸν παρακλήσεσι.

Θεοτοκίον

Λύσιν ἡμῖν, Ἁγνὴ ἁμαρτημάτων, τὸν Λυτρωτήν, δοθῆναι ἐκδυσώπει, τὸν σκοτασμὸν Ἄχραντε, τῶν ψυχῶν ἡμῶν ἀεί, ταὶς σαὶς πρεσβείαις σκεδάζουσα.

Ὠδὴ δ'  Ὁ Εἱρμὸς

Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαράς, ἐν Κυρίῳ ἑορτάζουσα.

Λιμένες εὔδιοι, λιμένες ἄκλυστοι, γαληνὸν με, πρὸς ὅρμον ἀληθινῆς, μετανοίας σώσατε, ἁμαρτημάτων χαλεπῶν, τρικυμία χειμαζόμενον.

Ψυχή μου στέναξον, ψυχή μου δάκρυσον, ταπεινή μου καρδία, τῶ Ἀγαθῶ, ὁλικῶς κολλήθητι, ὅπως μελλούσης σὲ φλογός, καὶ κολάσεως λυτρώσηται.

Σωτήρα Κύριον, σωτῆρες πέλοντες, τῶν βροτῶν, δυσωπεῖτε, ὅπως ἡμᾶς, σώση ὡς φιλάνθρωπος, πειρατηρίων χαλεπῶν, παμμακάριστοι Ἀπόστολοι.

Θεοτοκίον

Παρθένε ἄχραντε, Παρθένε ἄμωμε, μετὰ τῶν Ἀποστόλων ὑπὲρ ἡμῶν, ἱκεσίαν ποίησον, ὅπως ῥυσθείη μὲν δεινῶν, πειρασμῶν καὶ περιστάσεων.

Κανὼν τοῦ Ἁγίου Νικολάου

Ὁ Εἱρμὸς

κήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην, δόξα τὴ δυνάμει σου Κύριε.

άτρευσον Ἅγιε, τὴν πληγωθεῖσαν ὑπὸ τοῦ πλάνου, ἀδιόρθωτον καρδίαν μου, ἱκετεύων, τὸν ἀγαθοδότην Θεὸν ἡμῶν.

Συνέτριψας ξόανα, τῆς ἀπωλείας, Χριστοῦ θεράπον, ὅθεν πίστει ἱκετεύω σε, τοῦ νοός μου κάκιστα, ἰνδάλματα μείωσον.

Μυρίπνοος γέγονας, δικαιοσύνης ἔργοις θεόφρον, καὶ τῶν Μύρων κατεκόσμησας, τὴν καθέδραν, Πάτερ Ἱεράρχα Νικόλαε.

Θεοτοκίον

νύμφευτε Δέσποινα, εὐλογημένη Θεοκυῆτορ, τοὺς ὑμνούντάς σε περίσωζε, πάσης βλάβης, μόνη τῶν ἀνθρώπων βοήθεια.

Ὠδὴ ε'  Ὁ Εἱρμὸς

Τῶ θείω φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοὶ ψυχάς, πόθω καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον.

δὸν τὴν φέρουσαν εἰς ζωήν, διὰ στενωτάτης ἀγωγῆς, καὶ πειρασμῶν τε καὶ θλίψεων, Μαθηταὶ τοῦ Λόγου, σαφῶς ὁδεύσαντες, τὰς τρίβους τῆς ψυχῆς μου ἐξομαλίσατε.

Λύχνοι τῆς θείας ἀνατολῆς, ῥύσασθε ἐκ σκότους μὲ παθῶν, καὶ ἡδονῶν ἀμαυρότητος, καὶ πειρατηρίων καὶ περιστάσεων, καὶ ζάλης καὶ κινδύνων, Χριστοῦ Ἀπόστολοι.

Τόμοι τοῦ Λόγου θοειδεῖς, βίβλω μὲ γραφῆναι τῆς ζωῆς, ἐκδυσώπείτε Ἀπόστολοι, τῶν ἁμαρτιῶν μου τὸ χαλεπώτατον, ῥηγνύντες γραμματεῖον, ταὶς προσευχαὶς ὑμῶν.

Θεοτοκίον

σωτηρία μου καὶ ἐλπίς, σώσόν με ἐλπίζοντα εἰς σέ, πάντων ἐλπὶς ἀκαταίσχυντε, ταὶς πρὸς τὸν Δεσπότην σου παρακλήσεσι, τῶν θείων Μαθητῶν τε, μόνη Πανύμνητε.

Κανὼν τοῦ Ἁγίου Νικολάου

Ὁ Εἱρμὸς

τὸ φῶς ἀνατέλλων τῷ κόσμῳ Χριστέ, φώτισον τὴν καρδίαν μου, ἐκ νυκτὸς σοὶ κραυγάζοντος, καὶ σώσόν με.

Νυσταγμῶ ἀμελείας κρατούμενον, πρόθυμόν με ἀπέργασαι, ἱεραῖς μεσιτείαις σου Νικόλαε.

ησοῦν τὸν Σωτήρα ἱκέτευε, Ἱεράρχα Νικόλαε, αἰωνίου κολάσεώς με ῥύσασθαι.

Κοσμικῶν μὲ σκανδάλων διάσωσον, καὶ δαιμόνων κακώσεως, Ἱεράρχα Νικόλαε πρεσβείαις σου.

Θεοτοκίον

τὸ εἶναι ἡμῖν παρεχόμενος, σου τὴν μήτραν κατώκησε Θεοτόκε, ὃν αἴτησαι σωθῆναι ἡμᾶς.

Ὠδὴ ς'  Ὁ Εἱρμὸς

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῶ κλύδωνι, τῶ εὐδίω λιμένι σου προσδραμῶν, βοῶ σοί. Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου, πολυέλεε.

ς πλάκες θεόγραφοι, τὰς τοῦ Πνεύματος σαφῶς, νομοθεσίας ἔνδοξοι, ἐν ταῖς ψυχαὶς ἐσχήκατε ἀψευδῶς, δι' ὧν τὸν ἐν γράμματι, κατηργήσατε νόμον, κόσμον σώσαντες.

Ψυχὴ ἁμαρτάνουσα, συνηθεία τε κακή, φρενοβλαβῶς δουλεύουσα, ἐπιστροφὴ ἐπίστρεψον καὶ Θεῷ, οἰκτίρμονι βόησον. Διὰ τῶν Ἀποστόλων, Λόγε σώσόν με.

Προβάτοις μὲ σύνταξον, δεξιοῖς ἐν τῇ φρικτή, καὶ φοβερὰ ἐλεύσει σου, τῶν ἐκλεκτῶν προβάτων σου προσευχαίς, τῶν θείων Κηρύκων σου, ὁ τυθείς, ὑπὲρ πάντων Ἀμνὸς ἄκακος.

Θεοτοκίον

Χορὸς ἱκετεύει σε, Ἀσωμάτων λειτουργῶν, Υἱὲ Θεοῦ προάναρχε, ἐκδυσωπεῖ σὲ δῆμος τῶν Μαθητῶν, διὰ τῆς Τεκούσης σε, τῶ λαῶ σου παράσχου, τὰ ἐλέησου.

Κανὼν τοῦ Ἁγίου Νικολάου

Ὁ Εἱρμὸς

Τῶ κήτει καταποθεῖς, τῶ τῆς ἁμαρτίας, κραυγάζω σοὶ Χριστέ, Ὡς τὸν προφήτην, ἐκ φθορᾶς μὲ ἐλευθέρωσον.

Λαμπτήρά σε νοητόν, ἔχουσα ἡ κτίσις Νικόλαε, φωτίζεται ἀκτίσι, τῶν ἀπείρων θαυμασίων σου.

νύστακτε πρεσβευτά, τῶν σοὶ προστρεχόντων Νικόλαε, ὕπνου χαλεπωτάτου, ῥαθυμίας μὲ ἀπάλλαξον.

ρρύσω πάλαι σοφέ, μέλλοντας ἀδίκως τεθνήξεσθαι, ὡσαύτως οὖν μὲ ῥύσαι, συμβαινουσῶν παραπτώσεων.

Θεοτοκίον

Παρθένε μόνη ἁγνή, κεχαριτωμένη βοήθει μοί, ἀεὶ χειμαζομένω, ταὶς τοῦ βίου περιστάσεσι.

Ὠδὴ ζ'  Ὁ Εἱρμὸς

Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοὶς ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον, πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Τῶ ἀγκίστρω τῶ τοῦ λόγου ἀνελκύσαντες, βυθοῦ τῆς πλάνης ἅπαντας, προσηγάγετε τῶ τυθέντι, Λόγῳ δι' ἡμᾶς, Ἀπόστολοι μέλποντες αὐτῷ. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Τῶ φανέντι ὕλη σώματος Ἀπόστολοι, ἀμέσως ὁμιλήσαντες, ἐφωτίσθητε φωτοδότοις, λάμψεσιν αὐτοῦ, διὸ μὲ φωτίσατε βοᾶν. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Τὸν ποιμένα τὸν καλὸν ἐκδυσωπήσατε, εἰς ὄρη μὲ πλανώμενον, παραβάσεως ἐκζητῆσαι, θεῖοι Μαθηταί, καὶ σῶσαι βοῶντα ἐμμελῶς. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Θεοτοκίον

Σὺν Προφήταις Ἀποστόλοις τε καὶ Μάρτυσι, Παρθένε, ὃν ἐκύησας, καθικέτευε λυτρωθῆναι, πάντας τῶν δεινῶν, τοὺς φόβω κραυγάζοντας αὐτῷ. Εὐλογητὸς εἶ ὁ θεος, ὁ τῶν πατέρων ἡμῶν.

Κανὼν τοῦ Ἁγίου Νικολάου

Ὁ Εἱρμὸς

τῶν ὁσίων σου Παίδων, τὸν ὕμνον ἐπακούσας, καὶ τὴν κάμινον καιομένην δροσίσας, εὐλογητὸς εἶ Κύριε.

ώμη τοῦ Θεοῦ παμμάκαρ, αἱρετιζόντων στῖφος, κατεπάτησας, καὶ τῆς τούτων ἀπάτης, τὸ ποίμνιον διέσωσας.

ἐποφθεὶς τοὶς πλωτήρσι, καὶ τὴν πόλιν σου θρέψας, κινδυνεύουσαν, ψυχοφθόρου λιμοῦ με, εὐχαίς σου Πάτερ λύτρωσαι.

Στήριξον Πάτερ εὐχαίς σου, τοὺς σὲ προσκαλουμένους εἰς βοήθειαν, κατευνάζων δαιμόνων, τὸ πονηρὸν κλυδώνιον.

Θεοτοκίον

Δέσποινα πάντων ἀνθρώπων, ἁγία Θεοτόκε, τῆς δουλείας μὲ τῶν παθῶν, σαὶς πρεσβείαις, τελείως ἐλευθέρωσον.

Ὠδὴ η'  Ὁ Εἱρμὸς

κ φλογὸς τοὶς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας, ἅπαντα γὰρ δρὰς Χριστέ, μόνω τῶ βούλεσθαι, σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Χερσωθείσας καρδίας κατενεώσατε, τῶ ἀρότρω τοῦ λόγου, ἐγκατασπείραντες, δόγμα τὸ σεπτόν, στάχυν ἑκατοστεύοντα, τοὺς διασωθέντας, ἑδρέψασθε θεόπται.

Πρεσβειῶν τὴ δρεπάνη ἐπικαθάρατε, τὰ ζιζάνια πάντα τῆς διανοίας μου, θεῖοι γεωργοί, τοῦ Σωτῆρος Ἀπόστολοι, ὅπως σωτηρίας, καρποφορήσω στάχυν.

Τοῦ ἐχθροῦ τὴν κακίαν κατακοιμίσαντες, ἐκοιμήθητε ὕπνον δικαίοις πρέποντα, ἄγρυπνοι ἡμῶν, πρεσβευταὶ χρηματίσαντες, Μαθηταὶ τοῦ Λόγου, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Τοῦ πυρὸς τοῦ ἀσβέστου ῥύσαί με Κύριε, Προφητῶν καὶ Μαρτύρων καὶ Ἀποστόλων σου, καὶ τῆς ἐν γαστρί, χωρησάσης ἀρρήτως σε, Κόρης ἀπειράνδρου, πρεσβείαις εὐπροσδέκτοις.

Κανὼν τοῦ Ἁγίου Νικολάου

Ὁ Εἱρμὸς

Οἱ ὅσιοί σου Παῖδες ἐν τῇ καμίνω, τὰ Χερουβεὶμ ἐμιμήσαντο, τὸν τρισάγιον ὕμνον ἀναβοῶντες. Εὐλογεῖτε ὑμνεῖτε, καὶ ὑπερυψοῦτε τὸν Κύριον.

ν ὕψει πολιτείας φαεινοτάτης, ἀναδραμῶν ὥσπερ γνώριμος, πάση τὴ οἰκουμένη θαυματουργίαις, θεοφόρε ποικίλαις, φωτίζεις τοὺς ἐν σκότει Νικόλαε.

Χαρίτωσον ἐνθέως ἐπαγρυπνοῦντας, τοὺς σὲ τιμῶντας Νικόλαε, κατακοίμισον τὴν κακίαν, ἐχθραινόντων ἀνθρώπων, ἡμῖν ἐπεμβαινόντων Νικόλαε.

πάσας τὰς παγίδας τοῦ διαβόλου, σθένει συντρίψας τοῦ Πνεύματος, ἐκ τούτων ῥύσαί με σαὶς πρεσβείαις, κυβερνῶν τὴν ζωήν μου, θεόφρον Ἱεράρχα Νικόλαε.

Θεοτοκίον

μνούμέν σε Παρθένε Θεοκυῆτορ, δι' ἦς ἀρὰ ἀπεστείρωται, καὶ εὐλογία πάσιν ἐπῆλθε, τοὶς εἰδόσι σὲ μόνην, Μητέρα τοῦ Θεοῦ ἡμῶν ἄνανδρον.

Ὠδὴ θ'  Ὁ Εἱρμὸς

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δέ, Πάναγνε, ὠράθη βροτοίς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταίς οὐρανίαις Στρατιαῖς, σὲ μακαρίζομεν.

Θεὸν ἀνθρώποις προσομιλήσαντα, καὶ τὸ θνητὸν ἑνώσει ἀσυγκρίτω Θεώσαντα, εἰς τὸν σύμπαντα κόσμον κηρύξαντες, πάντας ἀθέου πλάνης, ἠλευθερώσατε, ὅθεν μακαρίζεσθε ἀεί, θεῖοι Ἀπόστολοι.

Χριστοῦ τὸ πάθος ἐξεικονίζοντες, διὰ παθῶν τοῦ σώματος ποικίλων Ἀπόστολοι, τῆς σαρκός μου τὰ πάθη νεκρώσατε, καὶ τὴν ἐξασθενοῦσαν, καὶ κινδυνεύουσαν, καὶ νενεκρωμένην μου ψυχὴν ζωοποιήσατε.

δὸς γενοῦ μοὶ καθοδηγούσά με, πρὸς ἀπλανῆ ὁδὸν τῶν ἐντολῶν σου Φιλάνθρωπε, ἁμαρτίας πεσόντι εἰς βάραθρα, καὶ περιπλανωμένω, καὶ ἀποκλίναντι, ἐπὶ τὰς ὁδούς τὰς πονηράς, καὶ κινδυνεύοντι.

Θεοτοκίον

Χοροὶ Ἀγγέλων καὶ Ἀρχαγγέλων τε, Ἐξουσιών, Δυνάμεις, καὶ Ἀρχαί, Κυριότητες, Χερουβεὶμ καὶ Σεραφείμ, καὶ θρόνοι Χριστέ, δῆμος τῶν Ἀποστόλων, σὺν τὴ Τεκούση σε, μόνε δυσωποῦσι Βασιλεῦ. Σῶσον τοὺς δούλους σου.

Κανὼν τοῦ Ἁγίου Νικολάου

Ὁ Εἱρμὸς

τὸ Χαῖρε δι' Ἀγγέλου δεξαμένη, καὶ τεκοῦσα τὸν Κτίστην τὸν ἴδιον, Παρθένε σῶζε τοὺς σὲ μεγαλύνοντας.

ερέων, καλλονὴ θαυμάτων βρύσις, ἐκδυσώπει, Θεὸν τὸν φιλάνθρωπον, ἁμαρτημάτων, εὐρεῖν ἡμᾶς ἄφεσιν.

σπερ πάλαι, τοὺς δεσμώτας ἐλυτρώσω, τοῦ θανάτου, ἡμᾶς οὕτω λύτρωσαι, πειρατηρίων, τοῦ βίου Νικόλαε.

Σὺ ἐν Μύροις, τῆς Λυκίας τεθαμμένος, μύρα βρύεις, πάντοτε Νικόλαε, τὴν δυσωδίαν, τῶν παθῶν διώκοντα.

τοῦ Κτίστου, παρουσία ἐπὶ θύραις, μὴ ἀμέλει, ψυχὴ ἀλλὰ βόησον. Ταὶς Νικολάου, Χριστὲ εὐχαὶς σώσόν με.

Θεοτοκίον

Φῶς τεκοῦσα, τῆς καρδίας μου τὰς κόρας, ἀβλεπτούσας, Πανύμνητε φώτισον, ἵνα ὑμνῷ σε, διὰ σοῦ σωζόμενος.

Ἀπόστιχα τῶν Αἴνων Ἀποστολικὰ

Ποτὲ οἱ Μαθηταί σου Χριστέ, ἐν πλοίῳ χειμαζόμενοι, ἀνεβόων, Διδάσκαλε, σῶσον ἡμᾶς, ἀπολλύμεθα, καὶ νὺν ἡμεῖς κραυγάζομεν, Φιλάνθρωπε Σωτὴρ ἡμῶν, ῥύσαι ἡμᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν δεόμεθα.

Κύριε, οἱ Ἀπόστολοι κατέλαβον, ποτὲ μὲν τὸ βάθος τῆς θαλάσσης διὰ δικτύων, ποτὲ δὲ τὸ ὕψος τῆς Βασιλείας διὰ Δογμάτων, καὶ τὴ μὲν τέχνη, τὸν ἀκατάληπτον βυθὸν ἠρεύνησαν, τὴ δὲ πίστει, τὸν ἀπερίγραπτόν σου κόλπον ἔφθασαν, καὶ τῶ κόσμω ἐκήρυξαν τὸν ἄχρονον Υἱόν σου, ὧν ταὶς πρεσβείαις, καὶ πάντων τῶν Ἁγίων, ἐλέησον ἡμᾶς.

Μαρτυρικὸν

Τοὺς Ἁγίους ἐθαυμάστωσε, καὶ Ἁγίας ὁ Θεὸς ἡμῶν, ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε, πάντες οἱ δοῦλοι αὐτοῦ, ὑμῖν γὰρ ἡτοίμασε τὸν στέφανον, καὶ τὴν Βασιλείαν αὐτοῦ, ἀλλ' αἰτοῦμεν, καὶ ἡμῶν μὴ ἐπιλάθησθε.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Τριήμερος ἀνέστης Χριστὲ

Μεγάλων χαρισμάτων ἁγνή, Παρθένε Θεομῆτορ σεμνή, ἠξιώθης, ὅτι ἔτεκες σαρκί, τὸν ἕνα τῆς Τριάδος, Χριστὸν τὸν ζωοδότην, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Οἱ Μακαρισμοὶ

Μνήσθητί μου, ὁ Θεὸς ὁ Σωτήρ μου, ὅταν ἔλθης ἐν τῇ Βασιλεία σου, καὶ σώσόν με, ὡς μόνος φιλάνθρωπος.

ς νεφέλαι, ἐπωμβρίσατε τὸ ὕδωρ, ἐν τῷ κόσμω, τῆς ἐνθέου γνώσεως, πεφωτισμένοι, Κυρίου Ἀπόστολοι.

ς ἀκτῖνες, μυστικαὶ διαδραμόντες, εἰς τὸν κόσμον Ἀπόστολοι ἔνδοξοι, ἀνθρώπων γένος, πίστει ἐφωτίσατε.

Μαρτυρικὸν

Τῶν βασάνων, τῶ πυρὶ προσομιλοῦντες, θείαν δρόσον ὑμᾶς ἀναψύχουσαν, παρὰ Κυρίου, ἐδέξασθε Μάρτυρες.

Δόξα...

Τὴν ἁγίαν, καὶ σεπτὴν πιστοὶ Τριάδα, προσκυνοῦντες συμφώνως βοήσωμεν. Τῶν Ἀποστόλων, λιταὶς σῶσον πάντας ἡμᾶς.

Καὶ νύν... Θεοτοκίον

τεκοῦσα, διὰ λόγου ὑπὲρ λόγον, Θεοτόκε Πατρὶ τὸν συνάναρχον, αὐτὸν δυσώπει, σῶσαι τὰς ψυχὰς ἡμῶν.