The Orthodox Pages

 

ΟΚΤΩΗΧΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΕΜΠΤΗ ΗΧΟΣ Δ΄

Στιχηρὰ Προσόμοια τῶν Ἀποστόλων

Ἦχος δ'

Ὡς γενναῖον ἐν μάρτυσιν

Στερροτάτω φρονήματι, στρατευσάμενοι ἔνδοξοι, κατὰ τοῦ ἀλάστορος παρετάξασθε, τὴ πανοπλία τοῦ Πνεύματος, γενναίως φραξάμενοι, καὶ τὴν ἅπασαν ἰσχύν, τῶν δαιμόνων ὀλέσαντες, ἀφηρπάσατε, τὰς ψυχὰς τῶν ἀνθρώπων, ὥσπερ σκύλα, διὰ τοῦτο εἰς αἰῶνας, ὑμᾶς τιμῶμεν Ἀπόστολοι.

Σταυροτύπως ἁπλώσασα, τὴν σαγήνην τῆς Πίστεως, δωδεκὰς ἡ θεία τῶν Ἀποστόλων σου, πάντα τὰ ἔθνη ἐζώγρησε, Χριστὲ πρὸς ἐπίγνωσιν, καὶ θαλάσσας ἁλμυράς, τῶν παθῶν ἀπεξήρανε, διὰ τούτό σε, δυσωπῶ, τοῦ βυθοῦ μὲ τῶν πταισμάτων, ἀνακάλεσαι ταὶς τούτων, πανευπροσδέκτοις δεήσεσι.

Δωδεκὰς ἡ θεόλεκτος, Ἀποστόλων καὶ πάντιμος, εὐφημείσθω σήμερον θείοις ἄσμασι, Πέτρος καὶ Παῦλος Ἰάκωβος, Λουκᾶς Ἰωάννης τε, καὶ Ματθα ἰος καὶ θωμάς, Μᾶρκος Σίμων καὶ Φίλιππος, καὶ ὁ ἔνδοξος, νὺν Ἀνδρέας τιμάσθω, σὺν τῶ θείω, καὶ σοφῶ Βαρθολομαίω, καὶ τοὶς λοιποὶς ἑβδομήκοντα.

Ἔτερα τοῦ Ἁγίου Νικολάου  ὅμοια

Μύρω θείω σὲ ἔχρισε, θεία χάρις τοῦ Πνεύματος, Μύρων προεδρεύσαντα καὶ μυρίσαντα, ταὶς ἀρεταὶς ἱερώτατε, τοῦ κόσμου τὰ πέρατα, ἡδυπνόοις σου εὐχαίς, τὰ δυσώδη διώκοντα, πάθη πάντοτε, διὰ τούτό σε πίστει εὐφημοῦμεν, καὶ τὴν μνήμην σου τελοῦμεν, τὴν παναγίαν Νικόλαε.

ς λαμπτήρά σε ἄδυτον, ὡς φωστήρα παγκόσμιον, ἐν τῷ στερεώματι ἀναλάμψαντα, τῆς Ἐκκλησίας Νικόλαε, καὶ κόσμον φωτίσαντα, καὶ κινδύνων χαλεπῶν, τὴν ἀχλύν ἀπελαύνοντα, καὶ ἐξαίροντα, ἀθυμίας χειμῶνα, καὶ γαλήνην, ἐργασάμενον βαθεῖαν, χρεωστικῶς μακαρίζομεν.

Καὶ παρὼν καὶ φαινόμενος, ἐν Ὀνείροις Νικόλαε, τοὺς ἀδίκως μέλλοντας θνήσκειν ἔσωσας, ὡς συμπαθής, ὡς φιλάγαθος, ὡς ῥύστης θερμότατος, ὡς προστάτης ἀληθής, τῶν πιστῶς ἐξαιτούντων σου, τὴν ἀντίληψιν, ἱερώτατε Πάτερ, τῶν Ἀγγέλων, συμπολῖτα τῶν ὁσίων, καὶ Προφητῶν ἰσοστάσιε.

Δόξα... Καὶ νύν... Θεοτοκίον  ὅμοιον

Θεὸν τὸν ἀχώρητον, ἐν γαστρί σου χωρήσασα, φιλανθρώπως ἄνθρωπον χρηματίσαντα, καὶ τὸ ἡμέτερον φύραμα, ἐκ σοῦ προσλαβόμενον, καὶ Θεώσαντα σαφῶς, μὴ παρίδης μὲ Πάναγνε, νὺν θλιβόμενον, ἀλλ' οἰκτείρησον τάχει, καὶ παντοίας, δυσμενείας τεκαὶ βλάβης, τοῦ πονηροῦ ἐλευθέρωσον.

Ἀπόστιχα Ἀποστολικὰ

Τῶν Ἀποστόλων τὸν χορόν, Πνεύματι ἁγίω ἐφώτισας Χριστέ, καὶ ἡμῶν τὸν ῥύπον τῆς ἁμαρτίας, δι' αὐτῶν ἀπόπλυνον ὁ Θεός, καὶ ἐλέησον ἡμᾶς.

Τοὺς ἀγραμμάτους Μαθητάς, τὸ Πνεῦμα τὸ Ἅγιον παιδευτὰς ἀνέδειξε, Χριστὲ ὁ Θεός, καὶ τὴ πολυφθόγγω ἁρμονία τῶν γλωσσῶν, τὴν πλάνην κατήργησεν, ὡς παντοδύναμος.

Μαρτυρικὸν

ερεῖα ἔμψυχα, ὁλοκαυτώματα λογικά, Μάρτυρες Κυρίου, θύματα τέλεια Θεοῦ, Θεὸν γινώσκοντα, καὶ Θεῷ γινωσκόμενα, πρόβατα, ὧν ἡ μάνδρα, λύκοις ἀνεπίβατος, πρεσβεύσατε καὶ ἡμᾶς, συμποιμανθῆναι ὑμῖν, ἐπὶ ὕδατος ἀναπαύσεως.

Δόξα... Καὶ νύν... Θεοτοκίον

ύσαι ἡμᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ἡ τεκοῦσα τὸν τῶν ὅλων Ποιητήν, ἵνα πάντες κράζωμέν σοί, Χαῖρε ἡ μόνη προστασία τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Ἀποστολικὰ

Ἦχος δ'

Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς οἰκουμένης διδάσκαλοι, τῶ Δεσπότη τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τὴ οἰκουμένη δωρήσασθαι, καὶ ταὶς ψυχαὶς ἡμῶν τὸ μέγα ἔλεος.

Ταχὺ προκατάλαβε

Φωστήρας εἰς τὰ πέρατα, τοὺς Μαθητάς σου Χριστέ, ἀνέδειξας ἐκλάμποντας, ἐν τῷ κηρύγματι, ψυχὰς καταυγάζοντας, πλάνην τὴν τῶν εἰδώλων, δι' αὐτῶν ἀμαυρώσας, δόγμασιν εὐσεβείας, καταλάμψας τὸν κόσμον. Αὐτῶν ταὶς ἱκεσίαις, σῶσον τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νύν... Θεοτοκίον  ὅμοιον

Ταχὺ δέξαι Δέσποινα, τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε, τῶ σῶ Υἱῶ καὶ Θεῷ, Κυρία Πανάχραντε, λύσον τὰς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων, σκέδασον τὰς ἐνέδρας, καὶ τὰ θράση Παρθένε, τῶν νὺν ἐφοπλιζομένων, κατὰ τῶν δούλων σου.

Μετὰ τὴν β' Στιχολογίαν

Καθίσματα Ἀποστολικὰ

Ταχὺ προκατάλαβε

Εἰς πᾶσαν διέδραμεν, ὑμῶν ὁ φθόγγος τὴν γήν, καὶ πλάνης ἐμώρανε, σοφίαν ἄσοφον, Ἀπόστολοι ἔνδοξοι, εἵλκυσε τοὺς ἀνθρώπους, ἐκ βυθοῦ τῆς ἀπάτης, ἔδειξε δὲ τοὶς πᾶσι, σωτηρίας τὴν τρίβον, διὸ νὺν ἐπαξίως, ὑμᾶς μακαρίζομεν.

Τῆς πίστεως κήρυκας, τοὺς μαθητάς σου Σωτήρ, τῶ κόσμω ἀνέδειξας, καθοδηγῶν δι' αὐτῶν, τὰ ἔθνη πρὸς γνώσίν σου, λόγων γὰρ ταὶς ἀκτίσι, κατεφώτισαν πάντας, σπόρον τῆς εὐσεβείας, κατασπείραντες ὄντως. Αὐτῶν ταὶς ἱκεσίαις, σῶσον τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νύν... Θεοτοκίον  ὅμοιον

πάκουσον Δέσποινα, ἐκ κατωδύνου ψυχῆς, βοῶντος τοῦ δούλου σου, καὶ τῶν πολλῶν μου κακῶν, παράσχου μοὶ ἄφεσιν, σὲ γὰρ ἔχω προστάτιν, ἐν νυκτὶ καὶ ἡμέρα, λύτρωσαι Θεοτόκε, τοῦ πυρὸς τῆς γεέννης, καὶ στῆσον ἐκ δεξιῶν με, τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ.

Μετὰ τὴν γ' Στιχολογίαν

Καθίσματα

Ταχὺ προκατάλαβε

Ταχὺ προκατάλαβε, πάτερ Νικόλαε, καὶ σῶσον τοὺς δούλους σου, ἐπερχομένων ἡμῖν, κινδύνων καὶ θλίψεων, ἔχεις γὰρ πρὸς τὸν Κτίστην, καὶ Θεὸν παρρησίαν, πάρεσο οὖν ἐν τάχει, τοὶς πιστῶς σὲ καλοῦσι, τὴν σὴν νὺν προστασίαν, καὶ σκέπην δωρούμενος.

Μαρτυρικὸν

Οἱ μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν, σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση, αὐτῶν ταὶς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νύν... Θεοτοκίον

τι πάντων ὑπάρχεις τῶν ποιημάτων ὑπερτέρα, ἀνυμνεῖν σὲ ἀξίως, μὴ εὐποροῦντες Θεοτόκε, δωρεὰν αἰτούμέν σε, ἐλέησον ἡμᾶς.

Κανὼν τῶν Ἁγίων Ἀποστόλων

Ὠδὴ α'  Ἦχος δ'

Ὁ Εἱρμὸς

Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμω ἐτροπώσατο.

Τὰ θεία, τοῦ Παρακλήτου ὄργανα, καθυφηγούμενα, τούτου ταὶς θείαις πάντοτε πνοαίς, ἐμελώδησαν μέλος ἡμῖν, ὡς ἀληθῶς σωτήριον, οἱ εὐκλεεῖς Χριστοῦ Ἀπόστολοι.

ν κλίνῃ, τῆς ῥαθυμίας κείμενον, καὶ τὴ πρὸς θάνατον, τῆς ἁμαρτίας νόσω τὴν ψυχήν, χαλεπῶς ἐκτηκόμενον, ἐπισκοπῆς μὲ ἔνδοξοι, Χριστοῦ αὐτόπται ἀξιώσατε.

Οἱ λόγῳ, τὴν ἀλογίαν λύσαντες, ἐθνῶν Ἀπόστολοι, τὴν ἐξ ἀλόγων πράξεων δεινῶς, σκοτισθεῖσαν καρδίαν μου, τοῦ Παρακλήτου χάριτι, φωταγωγήσατε Ἀπόστολοι.

Θεοτοκίον

Παρθένος, μετὰ τὸν τόκον ἄφθορος, διαμεμένηκας, τὸν δι' ἡμᾶς ὀφθέντα ἐπὶ γῆς, ὑπὲρ λόγον κυήσασα, ὃν ἐκτενῶς ἱκέτευε, φωταγωγῆσαι τὰς ψυχὰς ἡμῶν.

Κανὼν τοῦ Ἁγίου Νικολάου, οὗ ἡ Ἀκροστιχὶς

Τέταρτος οὗτος εἰς Νικόλαον κρότος. Ἰωσήφ.

Ὁ Εἱρμὸς

Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ παρθένου, ἀπαθείας ἐν βυθῷ, ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι, ὅπως σοὶ ὡς ἐν τυμπάνῳ τὴ νεκρώσει τοῦ σώματος, ἐπινίκιον ἄσω μελώδημα.

Τὴν ἄλυπον ζωήν, κληρωσάμενος μάκαρ, καὶ χαρὰς πνευματικῆς, πληρούμενος ἀεί, πᾶσαν λύπην ἀπέλασον, δέομαι ἐκ τῆς ψυχῆς μου, ὅπως χαίρων δοξάζω σε, ἱερώτατε Πάτερ Νικόλαε.

τέθης ἀρετῶν, ὑψηλῶν ἐν λυχνίᾳ, ὥσπερ λύχνος δαδουχῶν, καρδίας τῶν πιστῶν, Ἱεράρχα Νικόλαε, ὅθεν πίστει δυσωπῶ σε, φωτοβόλοις πρεσβείαις σου, τῆς ψυχῆς μου τὸ σκότος ἀπέλασον.

Τοῦ βίου τοῦ φθαρτοῦ, νὺν τὸ πέλαγος πλέων, πειρασμῶν παντοδαπῶν, πληρούμενον σοφέ, ἐπὶ σὲ καταφεύγω βοῶν. Εὔροιμί σε κυβερνήτην, εἰςγαλήνην μετάγοντα, τὸ κλυδώνιον θείαις πρεσβείαις σου.

Θεοτοκίον

κοίμητον ἁγνή, κεκτημένη πρεσβείαν, κατακοίμησον ἡμῶν, τὰ πάθη τῆς ψυχῆς, ἱεραῖς μεσιτείαις σου, θείαν καὶ σωτηριώδη, δωρουμένη ἐγρήγορσιν, πρὸς Θεοῦ θελημάτων ἐκπλήρωσιν.

Ὠδὴ γ'

Ὁ Εἱρμὸς

Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα. Σὺ μοὶ ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.

Τὴν πόλιν σου ὁ Θεός, τῶν λογικῶν σου ποταμῶν ῥεύματα, τῶν μαθητῶν Δέσποτα, ἁγιαστικῶς κατευφραίνουσι.

Πολῖται τῶν οὐρανῶν, συλλειτουργοὶ τῶν νοερῶν Τάξεων, πανευκλεεὶς Ἀπόστολοι, πάσης ἡμᾶς θλίψεως ῥύσασθε.

στερεώσας Χριστέ, τοὺς λογικούς σου οὐρανοὺς στήριξον, τούτων εὐχαὶς ἐν πέτρᾳ με, σοῦ τῶν θελημάτων, ὡς εὔσπλαγχνος.

Θεοτοκίον

ς μήτηρ σὲ δυσωπεῖ, σὺν τῶ χορῶ τῶν Μαθητῶν Κύριε, ἡ σὲ ἀγνῶς τέξασα, δώρησαι ἡμῖν τὰ ἐλέησου.

Κανὼν τοῦ Ἁγίου Νικολάου

Ὁ Εἱρμὸς

Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτω καυχώμεθα, ἀλλ' ἐν σοὶ τὴ τοῦ Πατρός, ἐνυποστάτω σοφία Χριστέ, οὐ γὰρ ἐστιν Ἅγιος, πλήν σου φιλάνθρωπε.

ομφαία ὤφθης, πολεμίους ἐχθροὺς κατασφάττουσα, ὧν συντήρησον ἡμᾶς, τῆς ἐπηρείας ἀπήμονας, πράττοντας Νικόλαε, τὸ θεῖον βούλημα.

Τὴν συντριβήν μου, τῆς ψυχης Ἱεράρχα θεράπευσον, ὁ συντρίψας τοῦ ἐχθροῦ, τὰς πανουργίας καὶ ἔνεδρα, ὅπως ὡς προστάτην μου, πίστει γεραίρω σε.

καταλύσας, τῆς Ἀρτέμιδος ἄψυχα ξόανα, τοῦ νοός μου ἐμπαθῆ, ἰνδάλματα ἐξαφάνισον, θείαις μεσιτείαις σου, Πάτερ Νικόλαε.

Θεοτοκίον

Σὲ προστασίαν, Παναγία Παρθένε κεκτήμεθα, μεταποίησον ἡμῶν, εἰς χαρμονὴν τὴν κατήφειαν, καὶ θλίψεως λύτρωσαι, γεννώσης θάνατον.

Ὠδὴ δ'

Ὁ Εἱρμὸς

παρθέντα σὲ ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα. Δόξα τὴ δυνάμει σου Κύριε.

πεβίβασας εἰς θάλασσαν σοῦ τοὺς ἵππους, τοὺς ἐκλεκτοὺς φιλάνθρωπε, τῆς κακοπιστίας, ὕδατα ταράσσοντας, καὶ πᾶσι τὴν γνώσίν σου, τὴν ἀληθινὴν καταγγέλλοντας.

Οἱ ἀστέρες οἱ φαιδρύναντες εὐσεβεία, τὸ νοητὸν στερέωμα, τὸ τῆς Ἐκκλησίας, ἔνδοξοι Ἀπόστολοι, νυκτὸς ἐξ ἀγνοίας με, καὶ παραπτωμάτων λυτρώσατε.

ναδειχθέντες ὡς βέλη ἠκονημένα, τοῦ δυσμενοῦς Ἀπόστολοι τὰ πεπυρωμένα, βέλη τῆς κακίας αὐτοῦ, νυνὶ κατασβέσατε, καὶ τὸν λογισμόν μου στηρίξατε.

Θεοτοκίον

Τὴν ψυχήν μου φαρμαχθεῖσαν τοὶς ἰοβόλοις, τῶν ἐναντίων δήγμασι, δραστικῶ φαρμάκω, πρεσβειῶν θεράπευσον, Χριστὲ τῆς τεκούσης σε, καὶ τῶν ἱερῶν Ἀποστόλων σου.

Κανὼν τοῦ Ἁγίου Νικολάου

Ὁ Εἱρμὸς

καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφη, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τὴ ἀκηράτω παλάμη καὶ διέσωσε, τοὺς κραυγάζοντας, δόξα Χριστὲ τὴ δυνάμει σου.

περίδοξός σου βίος, πανταχοῦ σὲ περίδοξον, θαυμασίοις θείοις, κατακλεϊζόμενον ἔδειξεν, Ἱεραρχῶν ὡραιότης, πάντων καύχημα, τῶν τιμώντων σε, χαρμονικοίς μελωδήμασιν.

ψηλῆς ἐπὶ καθέδρας, τὸν Θεὸν μάκαρ ἤνεσας, ταπεινοφροσύνης, θείαις ἐξαστράπτων φαιδρότησιν, ἢς ἐν μεθέξει γενέσθαι ἡμᾶς ποίησον, εὐπροσδέκτοις σου, Πάτερ σοφὲ παρακλήσεσι.

Τοὺς ἀδίκως ἀγομένους, ἐλυτρώσω εἰς θάνατον, ζήλω θείω Πάτερ, ἱεροπρεπῶς πυρακτούμενος, διὸ βοῶμεν, Ὡσαύτως ἐξελοῦ ἡμᾶς, πειρασμῶν θανατούντων, δεινῶς τήν διάνοιαν.

Οὐρανὸν περιπολεύων, χαρμοσύνως Νικόλαε, ἀοράτως Πάτερ, πάντων τῶν καλούντων σὲ πάρεσο, ἐπικουφίζων τὰς νόσους τῶν ψυχῶν ἡμῶν, καὶ ἀνάψυξιν θεοπρεπῶς παρεχόμενος.

Θεοτοκίον

Στρατηγίαι τῶν ἀγγέλων, καταπλήττονται Πάναγνε, ἀνυμνολογοῦσαι, μέγεθος τῆς θείας λοχείας σου, μεθ' ὧν δυσώπει Παρθένε, πάντας σώζεσθαι, τοὺς ἐν πίστει σε, εἰλικρινεῖ μακαρίζοντας.

Ὠδὴ ε'

Ὁ Εἱρμὸς

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνούντάς σε.

μπέλου τῆς ζωῆς, οἱ κυπρίζοντες βότρυες, ἐπότισαν πάντας οἶνον, νοητῆς εὐφροσύνης, οἱ ἔνδοξοι Ἀπόστολοι.

Πρὸς φῶς τῶν ἐντολῶν, τοῦ Θεοῦ ὁδηγήσατε, Ἀπόστολοι τούς, ἐν ἐν σκότει, ψυχικῆς ῥαθυμίας, ἀφρόνως ἐνυπάρχοντας.

Λυτρώσασθε ἡμᾶς, ψυχικῶν παραπτώσεων, καὶ κρίσεως τῆς μελλούσης, καὶ φθορὰς καὶ κινδύνων, Ἀπόστολοι μακάριοι.

Θεοτοκίον

Σώσόν με ὁ Θεός, ὡς φιλάνθρωπος σώσόν με, δεήσεσι τῆς ἀφράστως, σὲ τεκούσης καὶ πάντων, τῶν θείων Ἀποστόλων σου.

Κανὼν τοῦ Ἁγίου Νικολάου

Ὁ Εἱρμὸς

σεβεῖς οὐκ ὄψονται, τὴν δόξαν σου Χριστέ, ἀλλ' ἡμεῖς σὲ μονογενές, πατρικῆς ἀπαύγασμα, δόξης θεότητος, ἐκ νυκτὸς ὀρθρίζοντες, ἀνυμνούμέν σε φιλάνθρωπε.

δυσας ὡς ἥλιος, θανῶν Πάτερ σοφέ, καὶ ἀνέτειλας εἰς Χριστόν, σελασφόροις λάμψεσι τῶν θαυμασίων σου, καταυγάζων ἅπασαν, τὴν ὑφήλιον Νικόλαε.

ερὲ Νικόλαε, ἐπάκουσον ἡμῶν, ἐν ἡμέρα ἐπαγωγῆς, πειρασμῶν καὶ θλίψεων, πᾶσαν δυσχέρειαν, κατευνάζων χάριτι, τοῦ ἐν σοὶ οἰκοῦντος Πνεύματος.

Συντριβεὶς τοὶς πάθεσι, τοῦ βίου τὴν ψυχήν, εἰς βοήθειάν σε καλῶ, ἱερὲ Νικόλαε, σπεῦσον καὶ δίδου μοί, τὴν τελείαν ἴασιν, δυσωπῶν τὸν Ὑπεράγαθον.

Θεοτοκίον

Νοεροῖς τοὶς ὄμμασι, Παρθένε σὲ ὁρῶν, Ἡσαϊας ἀναβοᾷ. Ἰδοὺ μέλλει τίκτεσθαι, Κόρης θεόπαιδος, Ἰησοῦς ὁ Κύριος, εἰς ἀνθρώπων ἀναγέννησιν.

Ὠδὴ ς'

Ὁ Εἱρμὸς

Θύσω σοί, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοί, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῶ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

Ποιμένος, τοῦ καλοῦ τὰ θεόλεκτα πρόβατα, διασπαρέντα ἐν κόσμῳ, τὴν τῶν λύκων πᾶσαν θηριωδίαν, εἰς προβάτων, ἡμερότητα πίστει μετέβαλον.

Τοῦ θείου, παραδείσου τὰ δένδρα τὰ εὔκαρπα, τῆς παναθλίας ψυχῆς μου, πᾶσαν ἀκαρπίαν εἰς εὐκαρπίαν, ἐναρέτου, μεταγάγετε γνώμης Ἀπόστολοι.

τρώθην, ἡδονῆς τὴ ῥομφαία καὶ τέθνηκα, οἱ πρὸς Χριστοῦ δεδεγμένοι, ἀνιστὰν νεκροὺς χάριν ἔνδοξοι, νεκρωθεῖσαν, τὴν ἀθλίαν ψυχήν μου ζωώσατε.

Θεοτοκίον

Κόπασον, τῆς ψυχῆς μου τὸν ἄγριον κλύδωνα, Θεὲ τῶν ὅλων οἰκτίρμον, ἱκεσίαις τῆς κυησάσης σε, Ἀποστόλων, τῶν σεπτῶν τε καὶ θείων Μαρτύρων σου.

Κανὼν τοῦ Ἁγίου Νικολάου

Ὁ Εἱρμὸς

λθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ' ὁ Θεός, ἐκ φθορᾶς ἀνάγαγε, τὴν ζωήν μου ὡς φιλάνθρωπος.

σχυσας τῶ σθένει τοῦ Σωτῆρος, δυναμωθεὶς θεόφρον, τὸν ἀόρατον ἐχθρὸν ὀλέσαι, οὗ τῆς δεινῆς, βλάβης ἡμᾶς λύτρωσαι, ἱκεσίαις σου Νικόλαε.

Κολάσεως τῆς ἐν τῇ γεέννη, καὶ πονηρῶν ἀνθρώπων, ἐνοχλήσεως βλαβερωτάτης, ῥύσαι ἡμᾶς, ἱεραῖς πρεσβείαις σου, παναοίδιμε Νικόλαε.

Οἱ πάλαι τεθνήξεσθαι ἀδίκως, μέλλοντες στρατηλᾶται, ἐλυτρώθησαν σαὶς προστασίαις, ὥσπερ αὐτούς, καὶ ἡμᾶς ἐξάρπασον, πασης βλάβης ἀξιάγαστε.

Θεοτοκίον

Ναός σου καὶ πόλις δυσωπεῖ σε, τὴν τοῦ Θεοῦ Μητέρα, ἐξελοῦ ἡμᾶς πάσης ἀνάγκης, καὶ τῆς ἐκεῖ, Παναγία Δέσποινα, αἰωνίου κατακρίσεως.

Ὠδὴ ζ'

Ὁ Εἱρμὸς

ν τῇ καμίνω, Ἀβραμιαῖοι Παῖδες τὴ Περσική, πόθω εὐσεβείας μᾶλλον, ἢ τὴ φλογί, πυρπολούμενοι ἐκραύγαζον. Εὐλογημένος εἶ, ἐν τῷ ναῶ τῆς δόξης σου Κύριε.

Τὴ συντονία, τοῦ ἁγίου καὶ θείου κηρύγματος, πλάνης ἀπλανεῖς, Ἀπόστολοι τοῦ Χριστοῦ, τὸν χειμῶνα διελύσατε, καὶ κατελάμψατε, θεογνωσία πιστῶν τὸ φρόνημα.

Μύρον εὐῶδες, ἀναπηγάζοντες πάντοτε, θεῖοι μαθηταί, τοῦ μύρου τοῦ νοητοῦ, εὐωδίας τοὺς προστρέχοντας ὑμῖν πληρώσατε, καὶ τὰ δυσώδη πάθη μειώσατε.

Διαφθαρέντα, τοὶς σαρκικοὶς μὲ ἀτοπήμασι, Λόγου τοῦ ἀφθάρτου ἔνδοξοι Μαθηταί, διασώσατέ με ψάλλοντα. Εὐλογημένος εἶ, ἐν τῷ ναῶ τῆς δόξης σου Κύριε.

Θεοτοκίον

Χορὸς Ἀγγέλων, χορὸς Μαρτύρων καὶ Ἀποστόλων σου, Λόγε δυσωποῦσι πάντοτε τὴν πολλήν, εὐσπλαγχνίαν σου φιλάνθρωπε, πάντας οἰκτείρησον, διὰ τῆς Θεοτόκου ὡς εὔσπλαγχνος.

Κανὼν τοῦ Ἁγίου Νικολάου

Ὁ Εἱρμὸς

Νέοι τρεῖς ἐν Βαβυλώνι, πρόσταγμα τυραννικόν, εἰς φλήναφον θέμενοι, ἐν μέσῳ φλογὸς ἀνεβόων, Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

γιε τὸν ἐν Ἁγίοις, μόνον, πάντων ποιητήν, ἐπαναπαυόμενον, αἴτησαι ἡμᾶς ἁγιᾶσαι, καὶ καταπέμψαι πλούσια, ἐφ' ἡμᾶς τὰ ἐλέη αὐτοῦ.

σιος εὐθὺς καὶ πρᾶος, μέτριος καὶ ταπεινός, γενόμενος ἔνδοξε, ὕψος πρὸς περίδοξον ἤρθης, ἱερωσύνης θαύματα, ἐκτελῶν καὶ τεράστια.

Νόμους θείους συντηρήσας Ὅσιε, τοὺς τοῦ Θεοῦ, ναὸς καθαρώτατος ὤφθης, ὅθεν σοὶ βοῶμεν παμμάκαρ, Παρανομίας λύτρωσαι, ἀπὸ πάσης τοὺς δούλους σου.

Θεοτοκίον

Κοίμησον ἐπαναστάσεις παθῶν, ἐμῆς ψυχῆς, τὴ ἀγρύπνω δεήτης σει σου, δίδου μοὶ ἐγρήγορσιν Κόρη, τῆς ῥαθυμίας πόρρω, τὸν νυσταγμὸν ἀπελαύνουσα.

Ὠδὴ η'

Ὁ Εἱρμὸς

Χείρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Στόματα πυρίπνοα Χριστοῦ, οἱ τὰ ἀπύλωτα στόματα φράξαντες, καὶ τὸ σωτήριον κήρυγμα, πανταχοῦ νὺν κατασπείραντες, στόματος λύκου νοητοῦ, ἀπολυτρώσασθε τούς βοῶντας. Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Σαλπίσατε κύκλῳ τῆς ἐμῆς, νενεκρωμένης ψυχῆς, εὔηχοι σάλπιγγες, Χριστοῦ Ἀπόστολοι ἔνδοξοι, καὶ ἐκ τάφου ἀπογνώσεως, καὶ ῥαθυμίας χαλεπῆς ταύτην ἐγείρατε, εἰς τὸ μέλπειν. Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

μὲ τὸν τοὺς νόμους σου Χριστέ, καταπατήσαντα νοὸς στρεβλότητι, ἐμὲ τὸν ἄσωτον Δέσποτα, τὸν εἰς βάθη ὀλισθήσαντα, καὶ συνηθεία πονηρὰ ἀεὶ δουλεύοντα, μὴ παρίδης, τῶν μαθητῶν σου Χριστὲ ταὶς δεήσεσι.

Θεοτοκίον

Μαρία κυρία τοῦ παντός, κυριευθέντα μὲ ὑπὸ τοῦ ὄφεως, καὶ ἁμαρτάνοντα πάντοτε, ἐλευθέρωσον πρεσβείαις σου, καὶ καταδούλωσον Χριστῷ, ἐν πολι τεία σεμνή, ἀναμέλπειν. Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Κανὼν τοῦ Ἁγίου Νικολάου

Ὁ Εἱρμὸς

Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἑδρόσισας, καὶ ἐδίδαξας μέλπειν, Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

ητορεύων τὰ θεία Νικόλαε, ἀνομούντων ἀπύλωτα στόματα, περιφανῶς ἐνέφραξας, καὶ Ἀρείου τῆς λύμης πολλοὺς ἐρρύσω, ὀρθοδόξως ὑμνοῦντας τὸν Κύριον.

τῆς νίκης ἐπώνυμος Ἅγιε, νικητὰς ἡμᾶς δεῖξον πρεσβείαις σου, παθῶν γεννώντων θάνατον, παρανόμων ἀνθρώπων, γλώσσης δολίας, τοὺς πιστῶς σὲ ἀεὶ λιτανεύοντας.

Τὴν σὴν βοήθειαν τὴν σωτήριον, καταπέμψαι ἡμῖν παρακλήθητι, θαυματουργὲ Νικόλαε, ἐν ἡμέρα ἀνάγκης, ἡνίκα ταύτης, οἱ πιστῶς σὲ αἰτοῦντες δεόμεθα.

Τριαδικὸν

ρθοδόξως πιστοὶ προσκυνήσωμεν, τὴν ἁγίαν Τριάδα δοξάζοντες, Πατέρα τὸν Πανάγιον, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, ἀναβοῶντες. Εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον

Συμπαθείας τῆς σῆς μὲ ἀξίωσον, συμπαθέστατον Λόγον κυήσασα, εὐλογημένη Πάναγνε, καὶ ἐν ὥρα τῆς δίκης πρόστηθι, ῥύσαι, τῆς ἐκεῖ μὲ Ἁγνὴ κατακρίσεως.

Ὠδὴ θ'

Ὁ Εἱρμὸς

Λίθος ἀχειρότμητος ὅρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη Χριστός, συνάψας τὰς διεστώσας φύσεις, διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.

Λίθοι ἐκλεκτοὶ τοῦ τεθέντος, εἰς κεφαλὴν γωνίας λίθου, ἐπωκοδομήσατε πάντων, πιστῶν καρδίας πέτρα τῆς Πίστεως, τοῦ δυσμενοῦς Ἀπόστολοι, οἰκοδομὰς καταστρεψάμενοι.

Λύειν καὶ δεσμεύειν λαβόντες, παρὰ Χριστοῦ τὴν ἐξουσίαν, λύσατε κακῶν μου τὴν δέησιν, καὶ τὴ ἀγάπη Χριστοῦ συνδήσατε, καὶ Βασιλείας μέτοχον, Θεοῦ ἐργάσασθε Ἀπόστολοι.

Θεῖαι τοῦ Δεσπότου νεφέλαι, τὴν ξηρανθείσάν μου καρδίαν, πάση πονηρὰ ἐργασία, ἐνθέοις ὄμβροις νὺν καταρδεύσατε, καὶ καρποφόρον δείξατε, θεομακάριστοι Ἀπόστολοι.

Θεοτοκίον

Μετὰ τῶν Ἁγίων Ἀγγέλων, μετὰ τῶν θείων Ἀποστόλων, μετὰ τῶν ἐνδόξων Μαρτύρων, τὸν σὸν δυσώπει Υἱὸν καὶ Κύριον, Θεογεννῆτορ Πάναγνε, κινδύνων σῶσαι τὰς ψυχάς ἡμῶν.

Κανὼν τοῦ Ἁγίου Νικολάου

Ὁ Εἱρμὸς

Εὔα μὲν τῶ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσωκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῶ τῆς κυοφορίας βλαστήματι, τῶ κόσμω τὴν εὐλογίαν ἐξήνθησας, ὅθεν σὲ πάντες μεγαλύνομεν.

άσεις ἀεὶ ἐπὶ τελῶν ὁ τάφος σου, εὐωδίας μύρον Ὅσιε, ἀναπηγάζει τοὶς ἐν πίστει, καὶ πόθω προσιοῦσι Νικόλαε, ἐνθάπτων νοσημάτων ἐπήρειαν, ὅθεν σὲ πάντες μακαρίζομεν.

ς ἥλιος πᾶσαν φρυκτωρεὶς Νικόλαε, θεομάκαρ τὴν ὑφήλιον, θείων θαυμάτων φρυκτωρίαις, τὸ σκότος τῶν δεινῶν περιστάσεων, διώκων ἱεραῖς μεσιτείαις σου, Ἀρχιερέων ἐγκαλλώπισμα.

Συνήθως οἰκτείρησον ἡμᾶς Νικόλαε, ταὶς τοῦ βίου περιστάσεσι, καὶ τῶν δαιμόνων ταὶς ἀπάταις, ἀνθρώπων πονηρῶν ἐπηρείαις τε, δεινῶς χειμαζομένους ἑκάστοτε, ὅπως σὲ πάντες μακαρίζωμεν.

μέρας καὶ ὥρας φοβερὰς μνημόνευε, ὧ ψυχή μου, ὅτι μέλλει σὲ ἄγειν εἰς κρίσιν ὁ Δεσπότης, καὶ κρίναί σου τὰ ἔργα τὰ κρύφια, καὶ βόησον αὐτῷ. Σῶτερ σώσόν με, ταὶς Νικολάου παρακλήσεσι.

Θεοτοκίον

Φωνὴν σοὶ τοῦ θείου Γαβριὴλ προσάγομεν, χαρμοσύνως, καὶ κραυγάζομεν. Χαῖρε Παράδεισε, τὸ ξύλον ἐν μέσῳ τῆς ζωῆς ἔχων πάντοτε, περίδοξον τοῦ Λόγου παλάτιον, χαῖρε Παρθένε Παναμώμητε.

Ἀπόστιχα τῶν Αἴνων Ἀποστολικὰ

Τῶν Ἀποστόλων τὸν χορόν, Πνεύματι ἁγίω ἐφώτισας Χριστέ, καὶ ἡμῶν τὸν ῥύπον τῆς ἁμαρτίας, δι' αὐτῶν ἀπόπλυνον ὁ Θεός, καὶ ἐλέησον ἡμᾶς.

Τοὺς ἀγραμμάτους Μαθητάς, τὸ Πνεύμά σου τὸ Ἅγιον παιδευτὰς ἀνέδειξε, Χριστὲ ὁ Θεός, καὶ τὴ πολυφθόγγω ἁρμονία τῶν γλωσσῶν, τὴν πλάνην κατήργησεν, ὡς παντοδύναμος.

Μαρτυρικὸν

Τίμιος ὁ θάνατος, τῶν Ἁγίων σου Κύριε, ξίφεσι γὰρ καὶ πυρί, καὶ ψύχει συντετριμμένοι, ἐξέχεαν τὸ αἷμα αὐτῶν, ἐλπίδα ἔχοντες εἰς σέ, ἀπολαβεῖν τοῦ καμάτου τὸν μισθόν, ὑπέμειναν καὶ ἔλαβον, παρὰ σοῦ Σωτὴρ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεὸν ἀφράστως κυήσασα, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Οἱ Μακαρισμοὶ

Διὰ ξύλου ὁ Ἀδάμ, Παραδείσου γέγονεν ἄποικος, διὰ ξύλου δὲ Σταυροῦ ὁ Ληστὴς Παράδεισον ὤκησεν, ὁ μὲν γὰρ γευσάμενος, ἐντολὴν ἠθέτησε τοῦ ποιήσαντος, ὁ δὲ συσταυρούμενος, Θεὸν ὡμολόγησε τὸν κρυπτόμενον. Μνήσθητί μου βοῶν, ἐν τῇ Βασιλεία σου.

Τοῦ Ποιμένος καὶ Ἀμνοῦ, λογικὰ ὑπάρχοντες θρέμματα, μέσον λύκων παρ' αὐτοῦ, ὡς ἀμνοὶ σοφοὶ ἀπεστάλητε, τῶ θείω κηρύγματι, τὴν αὐτῶν μετάγοντες ἀγριότητα, πρὸς τὴν ἡμερότητα, τῆς Πίστεως κράζοντες, ἀκλινεῖ λογισμῶ. Μνήσθητι καὶ ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλεία σου.

Διελθόντες τὰ τῆς γῆς, Μαθηταὶ Κυρίου πληρώματα, ὡς ἀστέρες φαεινοί, τὸν σκοτασμὸν τῆς πλάνης ἐλύσατε, καὶ φέγγος σωτήριον, τοὶς πεπλανημένοις ἐναπηστράψατε, διὸ μακαρίζομεν, ὑμᾶς Χριστοκὴ ῥυκες ἐξαιτούμενοι, πρεσβεύειν ὑπὲρ ἡμῶν, πάντοτε πρὸς Κύριον.

Μαρτυρικὸν

Θανατούμενοι Σοφοί, καὶ πυρὶ ἐνύλω φλεγόμενοι, κατεφλέξατε πικρὰς πολυθεϊας ὕλην μακάριοι, καὶ νὺν ἀναβλύζετε, ἰαμάτων ῥεῖθρα τοὶς προσπελάζουσιν, ἡμῖν μετὰ πίστεως, θερμῶς ἀνακράζουσι καὶ βοῶσι Χριστῷ. Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλεία σου.

Δόξα...

ποσκοποῦντες λογισμῶ, καὶ διανοίας νήφοντες εἴπωμεν, τῶ ἐν Ὑψίστοις σὺν Πατρί, καθεζομένω ἅμα καὶ Πνεύματι. Τριὰς ἡ ἀχώριστος, ἡ τὸ πᾶν τῶ λόγῳ πρὶν ὑποστήσασα, καὶ πάντας φωτίζουσα, τοὺς εὐλαβεία καὶ πίστει σοὶ κράζοντας. Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλεία σου.

Καὶ νύν... Θεοτοκίον

ποστόλων χαρμονή, καὶ Ἀθλοφόρων στέφος ἀμάραντον, χρηματίζεις ἀληθῶς, Θεογεννῆτορ Κόρη πανάμωμε, μεθ' ὧν ἡμῖν αἴτησαι, τῶν πταισμάτων Δέσποινα ἀπολύτρωσιν, καὶ βίου διόρθωσιν, τοὶς πίστει αἰτούσί σε καὶ βοώσί σοί. Χαίροις παναληθῶς ἀγαθῶν θησαύρισμα.