The Orthodox Pages

 

ΟΚΤΩΗΧΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΚΥΡΙΑΚΗ ΗΧΟΣ ΠΛ.Β΄

TΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ

 

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου

 

Ἦχος πλ. β'

Νίκην ἔχων Χριστέ, τὴν κατὰ τοῦ Ἄδου, ἐν τῷ Σταυρῶ ἀνῆλθες, ἵνα τοὺς ἐν σκοτει θανάτου καθημένους, συναναστήσης σεαυτῶ, ὁ ἐν νεκροῖς ἐλεύθερος, ὁ πηγάζων ζωὴν ἐξ οἰκείου φωτός, Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς. (Δίς) 

Σήμερον ὁ Χριστός, θάνατον πατήσας, καθὼς εἶπεν ἀνέστη, καὶ τὴν ἀγαλλίασιν τῶ κόσμω ἐδωρήσατο, ἵνα πάντες κραυγάζοντες τὸν ὕμνον οὕτως εἴπωμεν. Ἡ πηγὴ τῆς ζωῆς, τὸ ἀπρόσιτον φῶς, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

Σὲ Κύριε τὸν ὄντα ἐν πάσῃ τὴ κτίσει, ἁμαρτωλοὶ ποῦ φύγωμεν; ἐν τῷ οὐρανῶ; αὐτὸς κατοικεῖς, ἐν τῷ Ἅδη; ἐπάτησας θάνατον, εἰς τὰ βάθη τὰ τῆς θαλάσσης; ἐκεῖ ἡ χείρ σου Δέσποτα. Πρὸς σὲ καταφεύγομεν, σοὶ προσπίπτοντες ἱκετεύομεν. Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐλέησον ἡμᾶς.

Δόξα... καὶ νύν... Θεοτοκίον Δογματικὸν

Ἦχος πλ. β'

ξιὸν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν σὴν γὰρ ἄχραντον ὑποδὺς γαστέρα, ὁ πάντων Δημιουργός, ἐγένετο σάρξ, οὐ τραπεὶς τὴν φύσιν, οὐδὲ φαντάσας τὴν οἰκονομίαν, ἀλλὰ τὴ ἐκ σοῦ ληφθείση λογικῶς ἐμψυχωμένη σαρκί, καὶ ἐν αὐτῷ τὸ εἶναι λαβούση, ἑνωθεὶς καθ' ὑπόστασιν, ὅθεν εὐσεβῶς ἐν δύο φύσεσιν ἐπιδηλουμέναις, τὴν διαφορὰν ποιούμεθα. Αὐτὸν ἱκέτευε, σεμνὴ Παναγία, καταπέμψαι ἡμῖν εἰρήνην, καὶ μέγα ἔλεος.  

Ἀπόστιχα Προσόμοια τῆς Θεοτόκου

Ὅλην ἀποθέμενοι

Τὴν Ἀνάστασίν σου Χριστὲ Σωτήρ, Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς, καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς καταξίωσον, ἐν καθαρᾷ καρδία σὲ δοξάζειν.

ρκω ὡς ὑπέσχετο, τῶ σῶ προπάτορι πάλαι, Θεὸς ὑπερχρόνιος, ἐπ' ἐσχάτων τῶν χρόνων τετελείωκε, προελθῶν Ἄχραντε, ἐκ γαστρός σου θείας, καὶ γὰρ ὄντως ἐξανέτειλεν, ἐκ σοῦ ὁ Κύριος, ὁ δρακὶ συνέχων τὰ πέρατα, ὄνπερ καμοὶ εὐϊλατον, ποίησον ἐν ὥρα τῆς κρίσεως, Παρθένε Μαρία, αὐτοῦ τῆς Βασιλείας μὲ τυχεῖν, δι' ἀρετῶν ἀνυψώσεως, καὶ παθῶν νεκρώσεως.

Νοὸς καθαρότητι, ὁ Ἡσαϊας Παρθένε, πόρρωθεν προέφησε, ποιητὴν τῆς κτίσεως τεξομένην σε, ὧ σεμνὴ Πάναγνε, σὺ γὰρ ὤφθης μόνη, ἐξ αἰῶνος παναμώμητος, διὸ σου δέομαι, τὴν μεμολυσμένην καρδίαν μου, καθάρισον καὶ λάμψεως, θείας κοινωνὸν μὲ ἀνάδειξον, Κόρη τοῦ Υἱοῦ σου, καὶ στάσεως αὐτοῦ τῆς δεξιᾶς, ὀταν καθίση ὡς γέγραπται, κρίναι κόσμον ἅπαντα.

Θανάτου κατάλυσις, διὰ τοῦ τόκου σου ὤφθη, σὺ γὰρ Κόρη πέφηκας, τῆς ζωῆς ἀφθάρτου ἐνδιαίτημα, διό σου δέομαι, ἐν πυθμένι τοῦ Ἄδου, τῶν παθῶν μου κατακείμενον, σὺ ἐξανάστησον, καὶ πρὸς εὐφροσύνην καὶ ζώωσιν, Παρθένε χειραγώγησον, πρὸς τὴν μακαρίαν ἀντίδοσιν, καὶ τῆς ἀνωλέθρου, καὶ θείας καταξίωσον χαράς, ἔνθα τρυφὴ ἡ ἀϊδιος, ἔνθα φῶς ἀνέσπερον.

Δόξα... καὶ νύν... Θεοτοκίον Δογματικὸν

Ἦχος πλ. β'

Δεῦτε πάντα τὰ ἔθνη, ἐν φωνῇ ἀγαλλιάσεως, τὴν Παναγίαν Παρθένον, καὶ Θεοτόκον ἀνευφημήσωμεν, τῆς ἀνθρωπίνης οὐσίας τὸ χωνευτήριον, τῶν ἀπορρήτων θαυμάτων τὸ ἐργαστήριον, ἐν αὐτῇ γὰρ γέγονε καινά, ὁ Ἄναρχος ἄρχεται, ὁ Λόγος παχύνεται, ὁ Θεὸς ἄνθρωπος γίνεται, ἵνα Θεὸν τὸν ἄνθρωπον ἀπεργάσηται, οὐ τροπὴ τῶν φύσεων, ἀλλ' ἑνώσει τὴ καθ' ὑπόστασιν, προέρχεται γὰρ εἷς ἐκ δύο τῶν ἐναντίων, ἐν δυσὶ τελείαις ταὶς φύσεσιν, ἀδιαιρέτως γνωριζόμενος, θεληματικῶς τε καὶ ἐνεργητικῶς, καθ' ἑκατέραν οὐσίαν, ὁ αὐτὸς τὸ ἀληθὲς πιστούμενος, τῆς σωτηρίου οἰκονομίας, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ παρέχων τῶ κόσμω ἱλασμόν, εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον  Ἦχος πλ. β'

γγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνήμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καλὶ ἵστατο οἱ Μαρία ἐν τῷ τάφω, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν Ἅδην, μὴ πειρασθεὶς ὑπ' αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ των νεκρῶν, Κύριε δόξα σοί.

Θεοτοκίον

τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσία βουλή, λάμψας ἐν τῷ Σταυρῶ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοὶς Ἀγγέλοις. Συγχάρητέ μοί, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοί.

 

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Στιχηρὰ  Ἦχος πλ. β'

Νίκην ἔχων Χριστέ, τὴν κατὰ τοῦ Ἄδου, ἐν τῷ Σταυρῶ ἀνῆλθες, ἵνα τοὺς ἐν σκοτει θανάτου καθημένους, συναναστήσης σεαυτῶ, ὁ ἐν νεκροῖς ἐλεύθερος, ὁ πηγάζων ζωὴν ἐξ οἰκείου φωτός, Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

Σήμερον ὁ Χριστός, θάνατον πατήσας, καθὼς εἶπεν ἀνέστη, καὶ τὴν ἀγαλλίασιν τῶ κόσμω ἐδωρήσατο, ἵνα πάντες κραυγάζοντες τὸν ὕμνον οὕτως εἴπωμεν. Ἡ πηγὴ τῆς ζωῆς, τὸ ἀπρόσιτον φῶς, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

Σὲ Κύριε τὸν ὄντα ἐν πάσῃ τὴ κτίσει, ἁμαρτωλοὶ ποῦ φύγωμεν; ἐν τῷ οὐρανῶ; αὐτὸς κατοικεῖς, ἐν τῷ Ἅδη; ἐπάτησας θάνατον, εἰς τὰ βάθη τὰ τῆς θαλάσσης; ἐκεῖ ἡ χείρ σου Δέσποτα. Πρὸς σὲ καταφεύγομεν, σοὶ προσπίπτοντες ἱκετεύομεν. Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐλέησον ἡμᾶς.

ν τῷ Σταυρῶ σου Χριστὲ καυχώμεθα, καὶ τὴν Ἀνάστασίν σου, ὑμνοῦμεν καὶ δοξάζομεν, σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.

Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ, σταυρὸν γὰρ ὑπομεῖνας, θανάτω θάνατον ὤλεσε.

Δόξα τὴ δυνάμει σου Κύριε, ὅτι κατήργησας τὸν τὸ κράτος ἔχοντα τοῦ θάνατου, ἀνεκαίνισας ἡμᾶς διὰ τοῦ Σταυροῦ σου, δωρούμενος ἡμῖν ζωὴν καὶ ἀφθαρσίαν.

ταφή σου Κύριε, τὰ δεσμὰ τοῦ Ἄδου συντρίψασα διέρρηξεν, ἡ ἐκ νεκρῶν ἀνάστασις τὸν κόσμον ἐφώτισε. Κύριε δόξα σοί.

Θεοτοκίον

Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπόστικα  Ἦχος πλ. β'

Τὴν Ἀνάστασίν σου Χριστὲ Σωτήρ, Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς, καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς καταξίωσον, ἐν καθαρᾷ καρδία σὲ δοξάζειν.

Πύλας συντρίψας χαλκᾶς, καὶ μοχλοῦς τοῦ Ἄδου συνθλάσας, ὡς Θεὸς παντοδύναμος, γένος ἀνθρώπων πεπτωκὸς ἀνέστησας. Διὰ τοῦτο καὶ ἡμεῖς συμφώνως βοῶμεν. Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοί.

εύσεως ἡμᾶς τῆς πάλαι Χριστὸς ἐπανορθῶσαι θέλων, σταυρῶ προσπήγνυται καὶ τάφω τέθειται, ὃν Μυροφόροι Γυναῖκες, μετὰ δακρύων ζητοῦσαι, θρηνοῦσαι ἔλεγον. Οἴμοι Σωτὴρ τῶν ἁπάντων , πῶς κατεδέξω τάφω οἰκῆσαι; οἰκήσας δὲ θέλων, πῶς ἐκλάπης; πῶς μετετέθης; ποῖος δὲ τόπος τὸ σὸν ζωηφόρον κατέκρυψε σῶμα; Ἀλλὰ Δέσποτα, ὡς ὑπέσχου, ἡμῖν ἐμφάνηθι, καὶ παῦσον ἀφ' ἡμῶν, τὸν ὀδυρμὸν τῶν δακρύων, θρηνούσαις δὲ αὐταῖς, Ἄγγελος πρὸς αὐτὰς ἀπεβόησε. Τὸν θρῆνον παυσάμεναι, τοίς Ἀποστόλοις εἴπατε, Ὅτι ἀνέστη ὁ Κύριος, τῶ κόσμω δωρούμενος ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

Σταυρωθεὶς ὡς ἠβουλήθης Χριστέ, καὶ τὸν θάνατον τὴ ταφή σου σκυλεύσας, τριήμερος ἀνέστης, ὡς Θεὸς μετὰ δόξης, τῶ κόσμω δωρούμενος ἀτελεύτητον ζωήν, καὶ τὸ μέγα ἔλεος.

Θεοτοκίον

ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθῶν, ἐμὲ ἐνδυσάμενος, τῆς πρώην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε, διὸ σοὶ Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένω ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον  Ἦχος πλ. β'

γγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνήμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καλὶ ἵστατο οἱ Μαρία ἐν τῷ τάφω, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν Ἅδην, μὴ πειρασθεὶς ὑπ' αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ των νεκρῶν, Κύριε δόξα σοί.

Θεοτοκίον

τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσία βουλή, λάμψας ἐν τῷ Σταυρῶ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοὶς Ἀγγέλοις. Συγχάρητέ μοί, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοί.

 

ΕΙΣ ΤΟ ΜΕΣΟΝΥΚΤΙΚΟΝ 

Κανὼν Τριαδικός, οὗ ἡ Ἀκροστιχίς.

Τὸν ἕκτον ὕμνον προσφέρω σοί, θειότης.

Ὠδὴ α'  Ἦχος πλ. β'  Ὁ Εἱρμὸς

Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραὴλ

Τρεῖς ὑποστάσεις ὑμνοῦμεν θεαρχικάς, ἑνιαίας φύσεως, ἀπαράλλακτον μορφήν, ἀγαθὸν φιλανθρωπον Θεόν, τῶν πταισμάτων ἱλασμὸν ἡμῖν δωρούμενον.

Οὐπερούσιος μόνος καὶ τριλαμπής, χαρακτήρσι Κύριος, ἐν θεότητι μιά, πεφυκῶς συνέτισον ἡμᾶς, καὶ ἀξίωσον τῆς σῆς θείας ἑλλάμψεως.

Νυμφοστολήσας ὁ Παῦλος τὴν ἐξ ἐθνῶν, Ἐκκλησίαν ἕνα σε, τρισυπόστατον Θεόν, προσκυνεῖν ἐδίδαξεν, ἐξ οὗ καὶ δι' οὗ πέρ, καὶ ἐν ὧ τᾷ πάντα γέγονεν.

Θεοτοκίον

κ τῆς γαστρός σου προῆλθεν ὁ νοητός, Θεοτόκε Ἡλιος, καὶ κατηύγασεν ἡμᾶς, τριφαοὺς θεότητος αὐγαίς, ὃν ὑμνοῦντες εὐσεβῶς σὲ μακαρίζομεν.

Ὠδὴ γ'  Οὐκ ἔστιν ἅγιος

Κοσμήσας τρίφωτε Θεέ, Τάξεις τὰς οὐρανίους, κατεσκεύασας μέλπειν, τρισαγίαις σὲ φωναίg, δέξαι μεθ' ὧν καὶ ἡμᾶς, ἀνυμνούντάς σου τὴν ἀγαθότητα.

Τὴν μόνην ἄτρεπτον τριττήν, σύμμορφον ἑνιαίαν, θεαρχίαν ὑμνοῦντες, λιτάζομέν σε θερμῶς, ἁμαρτημάτων πολλῶν, καταπέμψαι νὺν ἡμῖν συγχώρησιν.

Νοὺς ὁ ἄναρχος Πατήρ, σύμμορφε Θεοῦ Λόγε, καὶ τὸ Πνεῦμα τὸ θεῖον, τὸ ἀγαθὸν καὶ εὐθές, τοὺς ἀνυμνοῦντας πιστῶς, τὸ σὸν κράτος φρούρησον ὡς εὔσπλαγχνος.

Θεοτοκίον

Νομὴν ἀνέστειλε φθοράς, ἄνθρωπος κατ' οὐσίαν, γεγονῶς ὁ Θεός μου, ἐν τῇ μήτρα σου Ἁγνή, καὶ τοὺς γενάρχας τῆς πρίν, καταδίκης μόνος ἠλευθέρωσε.

Κάθισμα  Τὴν ὑπὲρ ἡμῶν

Δέσποτα Θεέ, ἐπίβλεψον οὐρανόθεν, ἴδε τὴν ἡμῶν ταπείνωσιν ὡς οἰκτίρμων, καὶ σπλαγχνίσθητι φιλάνθρωπε πανάγαθε, οὐδαμόθεν γὰρ ἐλπίζομεν, συγχωρήσεως τεύξασθαι, τῶν κακῶν ὧν ἡμάρτομεν, διὸ γενοῦ μεθ' ἡμῶν, καὶ οὐδεὶς καθ' ἡμῶν.

Δόξα... καὶ νύν... Θεοτοκίον  ὅμοιον

Δέσποινα ἁγνή, ἐπίβλεψον οὐρανόθεν, ἴδε τῶν ἡμῶν τραυμάτων τὰς ἀλγηδόνας, καὶ σπλαγχνίσθητι πανάχραντε, καὶ ἴασαι τοῦ συνειδότος τὸν καύσωνα, τῶ σῶ ἐλέει δροσίζουσα, καὶ βοῶσα τοὶς δούλοις σου. Ἐγὼ εἰμι μεθ' ὑμῶν, καὶ οὐδεὶς καθ' ὑμῶν.

Ὠδὴ δ'  Χριστός μου δύναμις

ψοῦ διάνοιαν, Μονὰς ἡ τρίφωτος, καὶ ψυχὴν καὶ καρδίαν σῶν ὑμνητῶν, θᾶττον ἀναβίβασον, καὶ τῆς ἑλλάμψεως τῆς σῆς, καὶ λαμπρότητος ἀξίωσον.

Μετασχημάτισον, καὶ μεταμόρφωσον, ἐκ κακίας μὲ πάσης πρὸς ἀρετήν, μόνη ἀσχημάτιστε, καὶ ἀναλλοίωτε Τριάς, ταὶς σαὶς αἴγλαις καταλάμπρυνον.

Νοήσας πρότερον, σοφῶς ὑπέστησας, τῶν Ἀγγέλων τὰς τάξεις λειτουργικάς, σοῦ τῆς ἀγαθότητος, ἡ τρισυπόστατος Μονάς, μεθ' ὧν δέξαι μου τὴν αἴνεσιν.

Θεοτοκίον

φύσει ἄκτιστος, Θεὸς ἀϊδιος, τὴν κτιστὴν τῶν ἀνθρώπων προσειληφως, φύσιν ἀνεμόρφωσεν, ἐν τῇ ἁγία σου γαστρί, Θεοτόκε ἀειπάρθενε.

Ὠδὴ ε'  Τῶ θείω φέγγει σου

Νοοῦντες φύσιν θεαρχικήν, προνοητικὴν καὶ σωστικήν, πάντων ὑπάρχουσαν Δέσποτα, τρίφωτόν τε μίαν πρὸς σὲ ὀρθρίζομεν, συγχώρησιν αἰτοῦντες τῶν παραπτώσεων.

Πατὴρ ὁ ἄναρχος καὶ Θεός, καὶ ὁ συναϊδιος Υἱός, Πνεῦμα τὸ ἅγιον στήριξον, μοναρχικωτάτη Τριάς, τοὺς σοὺς ὑμνητάς, καὶ πάσης ἐπηρείας ῥύσαι καὶ θλίψεως.

υθμίζων λάμψεσι θεουργοίς, καὶ πρὸς εὐαρέστησιν τῆς σῆς, τρισυποστάτου θεότητος, Ἤλιε τῆς δόξης καθοδηγῶν με ἀεί, τῆς ἄνω Βασιλείας μέτοχον ποίησον.

Θεοτοκίον

πάντα φέρων καὶ συντηρῶν, τὴ παντοδυνάμω σου χειρί, Λόγε Θεοῦ ἀναλλοίωτε, φρούρει, καὶ συντήρει, τοὺς σὲ δοξάζοντας, πρεσβείαις τῆς τεκούσης σὲ Θεομήτορος.

Ὠδὴ ς'  Τοῦ βίου τὴν θάλασσαν

Σοφίαν καὶ σύνεσιν, θεαρχία τριφαής, τοὶς ὑμνηταῖς σου δώρησαι, καὶ τοῦ κάλλους ἀκτίσι τοῦ φωτουργοῦ, τῆς σῆς ἀγαθότητος, καταλάμπεσθαι πάντας καταξίωσον.

Φῶς τὸ ἀδιαίρετον, κατ' οὐσίαν τριλαμπές, παντοκρατὲς ἀπρόσιτον, τὰς καρδίας καταύγασον τῶν πιστῶς, αἰνούντων τὸ κράτος σου, καὶ πρὸς θείαν ἀγάπην ἀναπτέρωσον.

Θεοτοκίον

ν σοὶ κατεσκήνωσεν, Ἀειπάρθενε σαφῶς, ὁ συνοχεὺς καὶ Κύριος, τῶν ἁπάντων, καὶ μίαν τρισσολαμπή, μορφὴν τῆς θεότητος, προσκυνεῖν τοὺς ἀνθρώπους εἰσηγήσατο.

Κάθισμα  Τὴν ὑπὲρ ἡμῶν

Πάτερ καὶ Υἱέ, σὺν Πνεύματι τῶ ἁγίω, βλέψον εἰς ἡμᾶς, τοὺς πίστει σὲ προσκυνοῦντας, καὶ δοξάζοντας τὸ κράτος σου Εὔσπλαγχνε, σὺν τοὶς πυρίνοις οἱ πήλινοι, ἄλλον γὰρ πλήν σου οὐκ οἴδαμεν, καὶ βόησον τοὶς ὑμνούσί σε. Ἐγὼ εἰμι μεθ' ὑμῶν, καὶ οὐδεὶς καθ' ὑμῶν.

Δόξα... καὶ νύν... Θεοτοκίον  ὅμοιον

Βλέψον εἰς ἡμᾶς, πανύμνητε Θεοτόκε, λάμψον φωτισμόν, καρδίαις ἐσκοτισμέναις, καὶ καταύγασον τὴν ποίμνην σου Πανάχραντε, ὅσα γὰρ θέλεις καὶ δύνασαι, ὡς Μήτηρ οὖσα τοῦ κτίστου σου, καὶ βόησον τοὶς αἰτούσί σε. Ἐγὼ εἰμι μεθ' ὑμῶν, καὶ οὐδεὶς καθ' ὑμῶν.

Ὠδὴ ζ'  Δροσοβόλον μὲν τὴν κάμινον

ωμαλέαν μοὶ διάνοιαν πρυτάνευσον, τρίφωτε χαρακτήρσι Μονάς, τοῦ φυλάττειν σου, καὶ τηρεῖν τὰς θείας ἐντολάς, καὶ πάντοτε ψάλλειν σοὶ πιστῶς. Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ς ταυτότητι τῆς φύσεως ὑμνούμενος, ἀφράστως ἑνιαῖος Θεός, τοὶς προσώποις δέ, τῆς τριάδος φέρων ἀριθμόν, συντήρησον ἅπαντας ἡμᾶς, ἀπὸ ποικίλων πειρασμῶν, καὶ περιστάσεων.

Συμφυῆ καὶ συναϊδιον δοξάζομεν, ἕνα σὲ κατ' οὐσίαν Θεόν, ἰδιότησιν ἀσυγχύτως ὑποστατικαίς, Τριὰς τὸ διάφορον ἁπλῶς, προβαλλομένη ἐν μορφῇ, ἀπαραλλάκτω σαφῶς.

Θεοτοκίον

Θεὸς ὁ ὑπερούσιος προσείληφεν, Ἄχραντε, ἐκ γαστρός σου ἁγνῆς, τὸ ἡμέτερον φιλανθρώπως, φύραμα σαφῶς, καὶ πάντας ἐδίδαξε βοᾶν. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὠδὴ η'  Ἐκ φλογὸς τοὶς ὁσίοις

λασμὸν τῶν πταισμάτων θᾶττον παράσχου μοί, καὶ παθῶν πολυτρόπων τὴν ἀπολύτρωσιν, σύμμορφε Τριάς, καὶ Μονὰς τρισυπόστατε, ἵνα σὲ δοξάζω, εἰς πάντας τούς αἰῶνας.

Θελητὴς τοῦ ἐλέους καταγγελλόμενος, ὡς Θεὸς ἐλεήμων πάντας ἐλέησον, τρίφωτε Μονάς, καὶ Τριὰς ὁμοούσιε, τοὺς δοξολογοῦντας, τὴν σὴν μεγαλωσύνην.

κ φωτὸς ἀϊδίου, φῶς συναϊδιον, τοῦ Πατρὸς γεννηθέντα Λόγον σὺν Πνεύματι, τῶ ἐκπορευτῶ φωτὶ πίστει δοξάζομεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

ατρὸν τοὶς ἀνθρώποις Ἄχραντε τέτοκας, παντοδύναμον Λόγον Χριστὸν τὸν Κύριον, τῆς προγονικῆς πληγῆς, πάντας ἰώμενον, τοὺς ὑπερυψοῦντας, αὐτὸν εἰς τούς αἰῶνας.

Ὠδὴ θ'  Θεὸς ἀνθρώποις ἰδεῖν

ρᾶν αἱ τάξεις Χερουβεὶμ Δέσποτα, κάλλους τοῦ σοῦ τὴν δόξαν οὐ δυνάμεναι πτέρυξι, κατακαλυπτόμεναι, ἀπαύστως τριττόν, ὕμνον ἀναβοῶσι, τὸ τρισυπόστατον, τῆς σῆς θεαρχίας ἑνικῆς κράτος δοξάζουσι.

Τὰς σᾶς ἑλλάμψεις ἄδυτε Ἤλιε, σῶν οἰκετῶν παράσχου ταὶς καρδίαις, καὶ φώτισον τὰς ψυχάς, καὶ λύτρωσαι πταισμάτων πολλῶν, μόνε παντελεῆμον, καὶ τρισυπόστατε, καὶ τῆς ἀκηράτου σου ζωῆς, ἡμᾶς ἀξίωσον.

φῶς ὁμότιμον καὶ τρισήλιον, καὶ φωτουργὸν θεότης πεφυκυία καταύγασον, τοὺς πιστῶς σὲ μέλποντας, καὶ τῆς ζοφερᾶς, ῥύσαι κακοπραγίας, καταξίωσον, τῶν φωτεινοτάτων σου σκηνῶν, ὡς ὑπεράγαθος.

Θεοτοκίον

Σοφῶς τὸν ἄνθρωπον πρὶν διέπλασεν, ὁ σὸς Υἱὸς Παρθένε, καὶ φθαρέντα ἀνέπλασε, διὰ σοῦ Πανυμνητε, καὶ θείου φωτός, αἴγλης τῆς ἀνεσπέρου, πάντας ἐπλήρωσε, τοὺς σὲ Θεοτόκον ἀληθῆ, ἀεὶ δοξάζοντας.

Ἡ Ὑπακοὴ  Ἦχος πλ. β'

Τῶ ἑκουσίω καὶ ζωοποιῶ σου θανάτω Χριστέ, πύλας τοῦ Ἄδου συντρίψας ὡς Θεός, ἤνοιξας ἡμῖν τὸν πάλαι Παράδεισον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐρρύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.

 

ΕΝ ΤΩ ΟΡΘΡΩ

Ἀπολυτίκιον  Ἦχος πλ. β'

γγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνήμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καλὶ ἵστατο οἱ Μαρία ἐν τῷ τάφω, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν Ἅδην, μὴ πειρασθεὶς ὑπ' αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ των νεκρῶν, Κύριε δόξα σοί.

Θεοτοκίον

τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσία βουλή, λάμψας ἐν τῷ Σταυρῶ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοὶς Ἀγγέλοις. Συγχάρητέ μοί, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοί.

Καθίσματα  Ἦχος πλ. β'

Τοῦ τάφου ἀνεωγμένου, τοῦ Ἄδου ὀδυρομένου, ἡ Μαρία ἐβόα πρὸς τοὺς κεκρυμμένους Ἀποστόλους. Ἐξέλθετε οἱ τοῦ ἀμπελῶνος ἐργάται, κηρύξατε τὸν τῆς Ἀναστάσεως λόγον. Ἀνέστη ὁ Κύριος, παρέχων τῶ κόσμω τὸ μέγα ἔλεος.

Δόξα...

Κύριε, παρίστατο τῶ τάφω σου Μαρία ἡ Μαγδαληνή, καὶ ἔκλαιε βοῶσα, καὶ κηπουρὸν σὲ νομίζουσα ἔλεγε. Ποῦ ἔκρυψας τὴν αἰώνιον Ζωήν; ποῦ ἔθηκας τὸν ἐπὶ θρόνου Χερουβίμ; οἱ γὰρ τοῦτον φυλάσσοντες, ἀπὸ τοῦ φόβου ἀπενεκρώθησαν, ἢ τὸν Κύριόν μου δότε μοί, ἢ σὺν ἐμοὶ κραυγάσατε, ὁ ἐν νεκροῖς καὶ τοὺς νεκροὺς ἀναστήσας δόξα σοί.

Καὶ νύν... Θεοτοκίον

Προϊστορεῖ ὁ Γεδεὼν τὴν σύλληψιν, καὶ ἑρμηνεύει ὁ Δαυϊδ τὸν τόκον σου Θεοτόκε, κατέβη γὰρ ὡς ὑετὸς ἐπὶ πόκον, ὁ Λόγος ἐν τῇ γαστρί σου, καὶ ἐβλάστησας ἄνευ σπορᾶς Γῆ ἁγία, τοῦ κόσμου τὴν σωτηρίαν, Χριστὸν τὸν Θεὸν ἡμῶν ἡ Κεχαριτωμένη.

Ζωή, ἐν τῷ τάφω ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθω ἐπέκειτο, ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν, καὶ τοὺς ἐχθροὺς αὐτοῦ ἀορασία πατάξας, ἀνέστη ὁ Κύριος.

Δόξα...

Προϊστορεῖ ὁ Ἰωνὰς τὸν τάφον σου, καὶ ἑρμηνεύει Συμεὼν τὴν Ἔγερσιν τὴν ἔνθεον, ἀθάνατε Κύριε, κατέβης γὰρ ὡσεὶ νεκρὸς ἐν τῷ τάφω, ὁ λύσας Ἄδου τὰς πύλας, ἀνέστης δὲ ἄνευ φθορᾶς ὡς Δεσπότης, τοῦ κόσμου εἷς σωτηρίαν, Χριστὲ ὁ Θεὸς ἡμῶν, φωτίσας τοὺς ἐν σκότει.

Καὶ νύν... Θεοτοκίον

Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν σταυρῷ, καὶ ἀναστάντα ἐκ νεκρῶν, Χριστὸν τὸν Θεὸν ἡμῶν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἡ Ὑπακοὴ  Ἦχος πλ. β'

Τῶ ἑκουσίω καὶ ζωοποιῶ σου θανάτω Χριστέ, πύλας τοῦ Ἄδου συντρίψας ὡς Θεός, ἤνοιξας ἡμῖν τὸν πάλαι Παράδεισον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐρρύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.

Οἱ Ἀναβαθμοί

Ἀντίφωνον Α'

ν τῷ οὐρανῶ τοὺς ὀφθαλμούς μου αἴρω, πρὸς σὲ Λόγε, οἰκτιρὸν με, ἵνα ζῷ σοί.

λέησον ἡμᾶς τοὺς ἐξουθενουμένους, καταρτίζων εὔχρηστα, σκεύη σου Λόγε.

Δόξα... Καὶ νύν...

γίω Πνεύματι, πανσωστικὴ αἰτία, εἶ τινι τούτων κατ' ἀξίαν πνεύσει, τάχει ἐξαίρει τῶν τῆς γῆς, πτεροῖ, αὔξει, τάττει ἄνω.

Ἀντίφωνον Β'

Εἰ μὴ ὅτι Κύριος ἣν ἐν ἡμῖν, οὐδεὶς ἡμῶν ἀντισχεῖν ἠδύνατο, ἐχθροῦ πάλαισμα, οἱ νικῶντες γὰρ ἔνθεν ὑψοῦνται.

Τοὶς ὁδοῦσιν αὐτῶν, μή μου ληφθήτω ἡ ψυχή, ὡς στρουθίον Λόγε, οἴμοι! πῶς μέλλω τῶν ἐχθρῶν ῥυσθῆναι, φιλαμαρτήμων ὑπάρχων.

Δόξα... Καὶ νύν...

γίω Πνεύματι, ἐνθέωσις τοὶς πάσιν, εὐδοκία, σύνεσις, εἰρήνη καὶ ἡ εὐλογία, ἰσουργὸν γὰρ τῶ Πατρὶ ἐστι καὶ Λόγῳ.

Ἀντίφωνον Γ'

Οἱ πεποιθότες ἐπὶ Κύριον ἐχθροῖς φοβεροί, καὶ πᾶσι θαυμαστικοί, ἄνω γὰρ ὁρῶσιν.

ν ἀνομίαις χείρας αὐτῶν, ὁ τῶν δικαίων κλῆρος, ἐπίκουρόν σε ἔχων, Σῶτερ οὐκ ἐκτείνει.

Δόξα... Καὶ νύν...

γίω Πνεύματι, τὸ κράτος ἐπὶ πάντων ὅπερ αἱ ἄνω Στρατηγίαι προσκυνοῦσι, σὺν πάση πνοὴ τῶν κάτω.

Προκείμενον

Κύριε, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.

Στίχ. ποιμαίνων τὸν Ἰσραὴλ πρόσχες.

Κανὼν Ἀναστάσιμος

Ὠδὴ α'  Ἦχος πλ. β'  Ὁ Εἱρμὸς

ς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ, ἐπινίκιον ὠδήν, ἐβόα ἄσωμεν.

κτεταμέναις παλάμαις ἐπὶ Σταυροῦ, πατρικῆς ἐπλήρωσας, εὐδόκίας ἀγαθέ, Ἰησοῦ τὰ σύμπαντα, διό, ἐπινίκιον ὠδήν, σοὶ πάντες ἄσωμεν.

Φόβω σοὶ ὡς θεραπαινὶς ἡ τελευτή, προσταχθεῖσα πρόσεισι, τῶ Δεσπότη τῆς ζωῆς, δι' αὐτῆς βραβεύοντι ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὴν Ἀνάστασιν.

Θεοτοκίον

Τὸν ἑαυτῆς δεξαμένη Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον Ἁγνή, τῶν κτισμάτων ἀληθῶς, ἐδείχθης Δέσποινα.

Κανὼν Σταυροαναστάσιμος

Κύματι θαλάσσης

Βήματι Πιλάτου, παρίσταται θέλων ἀνόμω κρίματι, ὥσπερ κριτὸς ὁ κριτής, καὶ ἐκ χειρὸς ἀδικίας, εἰς τὸ πρόσωπον ῥαπίζεται, ὁ Θεὸς ὃν φρίττουσιν, ἡ γῆ καὶ τὰ οὐράνια.

πλωσας τὰς θείας, παλάμας σου Σῶτερ, ἐν τῷ ἀχράντω σου, καὶ ζωηφόρω Σταυρῶ, καὶ συνηγάγου τὰ ἔθνη, εἰς ἐπὶ γνωσίν σου Δέσποτα, προσκυνοῦντα Κύριε, τήν ἔνδοξον σου Σταύρωσιν.

Σταυροθεοτοκίον

στατο δακρύων, πηγὰς ἀφιεῖσα ἡ Ὑπεράμωμος, ἐν τῷ Σταυρῶ σου Σωτήρ, τὰς ἐκ πλευρᾶς σου ῥανίδας, τῶν αἱμάτων καθορῶσα Χριστέ, καὶ τὴν σὴν ἀνείκαστον, συμπάθειαν δοξάζουσα.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς.

Μῆτερ Θεοῦ, τὴν ἄφθονόν μοὶ δὸς χάριν. 

Ὡς ἐν ἠπείρῳ πεζεύσας

Μεταλαβοῦσα ἡ Εὔα τῆς τοῦ φυτοῦ, παρηκόου βρώσεως, ἐπεισάγει τὴν ἀράν, ἀλλ' αὐτὴν διέλυσας Ἁγνή, εὐλογίας ἀπαρχὴν Χριστὸν κυήσασα.

μαργαρίτην τῆς θείας ἐξαστραπής, τὸν Χριστὸν κυήσασα, τῶν παθῶν μου τὴν ἀχλύν, καὶ πταισμάτων τάραχον, Ἁγνή, διασκέδασον φωτὶ τῆς σῆς λαμπρότητος.

Τὴν τῶν ἐθνῶν προσδοκίαν ὁ Ἰακώβ, τὸν ἐκ σοῦ σαρκούμενον, προεώρα μυστικῶς, νοεροῖς τοὶς ὄμμασι Θεόν, τὸν ῥυσάμενον ἡμᾶς τὴ μεσιτεία σου.

κλελοιπότων ἀρχόντων ἐκ τῆς φυλῆς, τοῦ Ἰούδα Πάναγνε, ὁ Υἱός σου καὶ Θεός, προελθῶν ἡγούμενος τῆς γῆς, τῶν περάτων ἀληθῶς νὺν ἐβασίλευσεν.

Ὠδὴ γ'  Ὁ Εἱρμὸς

Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε, ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρα τῆς ὁμολογίας σου.

Θεὸν σταυρούμενον σαρκί, καθορῶσα ἡ κτίσις, διελύετο φόβω, ἀλλὰ τὴ συνεκτική, παλάμη τοῦ δι' ἡμᾶς, σταυρωθέντος, κραταιῶς συνείχετο.

Θανάτω θάνατος λυθείς, κεῖται δείλαιος ἄπνους, τῆς ζωῆς γὰρ μὴ φέρων, τὴν ἔνθεον προσβολήν, νεκροῦται ὁ ἰσχυρός, καὶ δωρεῖται, πάσιν ἡ Ἀνάστασις.

Θεοτοκίον

Τοῦ θείου τόκου σου Ἁγνή, πᾶσαν φύσεως τάξιν, ὑπερβαίνει τὸ θαῦμα, Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος.

Κανὼν Σταυροαναστάσιμος

Σὲ τὸν ἐπὶ ὑδάτων

Τάφω τριημερεύσας, ἀνέστησας ζωοποιῶ ἐγέρσει, τοὺς πρὶν θανατωθέντας, οἳ καταδίκης λυόμενοι, χαρμονικῶς ἠγάλλοντο, Ἰδοὺ ἡ λύτρωσις, ἦλθες, Κύριε, κραυγάζοντες.

Δόξα τὴ σὴ ἐγέρσει, Σωτὴρ ἡμῶν, ὅτι ἡμᾶς ἐξ Ἄδου, φθορὰς καὶ τοῦ θανάτου, ἐρρύσω ὡς παντοδύναμος, καὶ μελωδοῦντες λέγομεν, οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε φιλάνθρωπε.

Θεοτοκίον

Σὺ τὸν ἐκ σοῦ τεχθέντα, ὡς ἔβλεψας τιτρωσκόμενον λόγχη, ἐτρώθης τὴν καρδίαν Ὑπεραγία πανάμωμε, καὶ θαμβουμένη ἔλεγες. Τὶ σοὶ ἀπέδωκε, τέκνον, δῆμος ὁ παράνομος;

Τῆς Θεοτόκου

Οὐκ ἔστιν ἅγιος

ευστήν μου σάρκα καὶ θνητήν, πάναγνε Θεομῆτορ, ἐκ γαστρός σου ἀφράστως, προσλαβῶν ὁ ἀγαθός, καὶ ἀφθαρτίσας αὐτήν, αἰωνίως ἑαυτῶ συνέδησε.

Θεὸν σαρκούμενον ἐκ σοῦ, καθορῶντες Παρθένε, ἐξεπλήττοντο φόβω, τῶν Ἀγγέλων οἱ χοροί, καὶ ὡς Μητέρα Θεοῦ, ἀσιγήτοις ὕμνοις σὲ γεραίρουσιν.

ξέστη ὄρος νοητόν, βλέπων σὲ ὁ Προφήτης, Δανιὴλ ἐξ οὗ λίθος, ἐτμήθη ἄνευ χειρῶν, καὶ τῶν δαιμόνων βωμούς, Θεομῆτορ κραταιῶς συνέτριψεν.

Οὐ σθένει λόγος σὲ βροτῶν, οὔτε γλῶσσα Παρθένε, εὐφημῆσαι ἀξίως, ἐκ σοῦ γὰρ ἄνευ σπορᾶς, ὁ ζωοδότης Χριστός, σαρκωθῆναι Πάναγνε ηὐδόκησε.

Ὠδὴ δ'  Ὁ Εἱρμὸς

Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαράς, ἐν Κυρίῳ ἑορτάζουσα.

Τὸ ξύλον ἤνθησε, Χριστὲ τῆς ὄντως ζωῆς, ὁ Σταυρὸς γὰρ ἐπάγη καὶ ἀρδευθείς, αἵματι καὶ ὕδατι, ἐξ ἀκηράτου σου πλευράς, τὴν ζωὴν ἡμῖν ἐβλάστησεν.

Οὐκ ἔτι ὄφις μοὶ ψευδῶς, τὴν θέωσιν ὑποβάλλει. Χριστὸς γὰρ ὁ θεουργός, τῆς ἀνθρώπων φύσεως, νὺν ἀκωλύτως τὴν τρίβον, τῆς ζωῆς μοὶ ἀνεπέτασεν.

Θεοτοκίον

ς ὄντως ἄφθεγκτα, καὶ ἀκατάληπτα, τὰ τῆς σῆς Θεοτόκε θεοπρεποῦς, πέφυκε κυήσεως, τοὶς ἐπὶ γῆς καὶ οὐρανοῦ, Ἀειπάρθενε μυστήρια.

Κανὼν Σταυροαναστάσιμος

Τὴν ἐν Σταυρῷ σου

Τὸν τίμιον Σταυρόν σου σέβομεν, καὶ τοὺς ἤλους Χριστέ, καὶ τὴν ἁγίαν λόγχην, σὺν τῶ καλάμω, στέφανοντόνεξ ἀκανθών, διώνεκτής τοῦ Ἄδου φθορὰς ἐρρύσθημεν.

Τάφος Σωτὴρ σε ὑπεδέξατο, ἑκουσίως νεκρόν, ὑπὲρ ἡμῶν ὀφθέντα, ἀλλ' οὐδαμῶς δεδύνηται Λόγε κατασχεῖν, ὡς Θεὸς γὰρ ἀνέστης, σώζων τὸ γένος ἡμῶν.

Θεοτοκίον

Θεοκυῆτορ ἀειπάρθενε, ἡ Σωτήρα Χριστόν, βροτοὶς ἀποτεκοῦσα, κινδύνων, καὶ κολάσεων, λύτρωσαι ἡμᾶς, τοὺς προσφεύγοντας πίστει, τὴ θεία σκέπη σου.

Τῆς Θεοτόκου

Χριστός μου δύναμις

μνοῦμεν Ἄχραντε, σὲ τὴν πανάμωμον, διὰ σοῦ οἱ σωθέντες καὶ εὐσεβῶς, μέλποντες κραυγάζομεν. Εὐλογημένη ἡ Θεόν, Ἀειπάρθενε κυήσασα.

Τὸ φῶς τὸ ἄδυτον, Παρθένε τέτοκας, τοὶς ἐν σκότει τοῦ βίου διὰ σαρκός, φαῖνον Παμμακάριστε, καὶ τοὶς ὑμνούσί σε χαράν, Ἀειπάρθενε ἐπήγασας.

χάρις ἤνθησεν, ὁ νόμος πέπαυται, διὰ σοῦ Παναγία, σὺ γὰρ Ἁγνή, τέτοκας τὸν Κύριον, τὸν παρεχόμενον ἡμῖν, Ἀειπάρθενε τὴν ἄφεσιν.

Νεκρὸν μὲ ἔδειξε, φυτοῦ ἀπόγευσις, τῆς ζωῆς δὲ τὸ ξύλον ἐκ σοῦ φανέν, Πάναγνε ἀνέστησε, καὶ Παραδείσου τῆς τρυφῆς, κληρονόμον μὲ κατέστησε.

Ὠδὴ ε'  Ὁ Εἱρμὸς

Τῶ θείω φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοὶ ψυχάς, πόθω εἰδέναι καταύγασον δέομαι, σὲ Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον.

ποχωρεῖ μοὶ τὰ Χερουβείμ, νὺν καὶ ἡ φλογίνη ῥομφαία, Δέσποτα νώτά μοὶ δίδωσι, σὲ ἰδόντα Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, Ληστὴ ὁδοποιήσαντα τὸν Παράδεισον.

Οὐκ ἔτι δέδοικα τὴν εἰς γήν, Δέσποτα Χριστὲ ἐπιστροφήν, σὺ γὰρ ἐκ γῆς μὲ ἀνήγαγες, ἐπιλελησμένον διευσπλαγχνίαν πολλήν, πρὸς ὕψος ἀφθαρσίας τὴ Ἀναστάσει σου.

Θεοτοκίον

Τοὺς Θεοτόκον σὲ ἐκ ψυχῆς, Δέσποινα τοῦ κόσμου ἀγαθή, ὁμολογοῦντας διάσωσον, σὲ γὰρ προστασίαν ἀκαταμάχητον, κεκτήμεθα τὴν ὄντως Θεογεννήτριαν.

Κανὼν Σταυροαναστάσιμος

Θεοφανείας σου Χριστέ

Βρώσει τοῦ ξύλου ἐν Ἐδέμ, ἀπατηθεὶς εἰς φθορὰν κατώλισθεν, ὁ γενάρχης παρακούσας Κύριε, ἐντολῆς τῆς σῆς Ὑπεράγαθε, ἀλλὰ τοῦτον διὰ Σταυροῦ, πάλιν ἀνήγαγες εἰς τὸ πρῶτον κάλλος, ὑπήκοος τῶ Πατρὶ Σῶτερ γενόμενος.

Τῶ σῶ θανάτω ἀγαθέ, τὸ τοῦ θανάτου ἠφάνισται κράτος, καὶ πηγὴ ζωῆς ἡμῖν ἀνέβλυσε, καὶ ἀθανασία δεδώρηται, διὰ τούτό σου τὴν Ταφήν, καὶ τὴν Ἀνάστασιν πίστει προσκυνοῦμεν, δι' ἦς ὡς Θεός, κόσμον πάντα κατεφώτισας.

Θεοτοκίον

κατοικὼν ἐν οὐρανοῖς, καὶ ποιητὴς τῶν ἁπάντων Κύριος, ἐν τῇ σὴ Πανάμωμε, κατώκησεν, ἀπορρήτως μήτρα δοξάσας σε, ὑπερτέραν τῶν οὐρανῶν, ἁγιωτέραν τε ταγμάτων ἀϋλων, διὸ νὺν οἱ ἐπὶ γῆς σὲ μακαρίζομεν.

Τῆς Θεοτόκου

Τῶ θείω φέγγει σου

γνεία λάμψασα τηλαυγῶς, θεῖον ἐνδιαίτημα τοῦ Δεσπότου Πανύμνητε γέγονας, σὺ γὰρ μόνη μήτηρ ὄντως ἐδείχθης Θεοῦ, ἀγκάλαις ὥσπερ βρέφος, τοῦτον βαστάσασα.

Φοροῦσα κάλλος τὸ νοητόν, τῆς ὡραιοτάτης σου ψυχῆς, Νύμφη Θεοῦ ἐχρημάτισας, κατεσφραγισμένη τὴ παρθενία σεμνή, καὶ φέγγει τῆς ἁγνείας, κόσμον φαιδρύνουσα.

Θρηνείτω σύστημα δυσσεβῶν, τῶν μὴ κηρυττόντων σε, διαρρήδην ἁγνὴν Θεομήτορα, σὺ γὰρ πύλη θείου φωτὸς ἐδείχθης ἡμῖν, τὸν ζόφον τῶν πταισμάτων διασκεδάζουσα.

Ὠδὴ ς'  Ὁ Εἱρμὸς

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῶ κλύδωνι, τῶ εὐδίω λιμένι σου προσδραμῶν, βοῶ σοί, ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου, Πολυέλεε.

Σταυρούμενος Δέσποτα, τοὶς μὲν ἤλοις τὴν ἀράν, τὴν καθ' ἡμῶν ἐξήλειψας, τὴ δὲ λόγχη νυττόμενος τὴν πλευράν, Ἀδὰμ τὸ χειρόγραφον, διαρρήξας, τὸν κόσμον ἠλευθέρωσας.

δὰμ κατενήνεκται, δι' ἀπάτης πτερνισθείς, πρὸς τὸ τοῦ Ἄδου βάραθρον, ἀλλ' ὁ φύσει Θεός τε καὶ συμπαθής, κατῆλθες πρὸς ἔρευναν, καὶ ἐπ' ὤμων βαστάσας, συνανέστησας.

Θεοτοκίον

πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοὶς βροτοίς, τὸν κυβερνήτην Κύριον, τῶν παθῶν μου τὸν ἄστατον καὶ δεινόν, κατεύνασον τάραχον, καὶ γαλήνην, παράσχου τὴ καρδία μου.

Κανὼν Σταυροαναστάσιμος

Συνεσχέθη, ἀλλ' οὐ κατεσχέθη

Χριστοκτόνος, καὶ προφητοκτόνος, ἔφυ Ἑβραίων ἡ πληθύς, ὡς γὰρ προφήτας πάλαι, ἀληθείας ὄντας μυστικὰς ἀκτῖνας, κτεῖναι οὐκ ἐδεδοίκει, οὕτω καὶ νὺν τὸν Κύριον, ὃν ἐκήρυττον ἐκεῖνοι τότε, φθόνω βαλλόμενοι ἔκτειναν, ἀλλ' ἡμῖν, γέγονε ζωή, αὐτοῦ ἡ νέκρωσις.

Συνεσχέθης, ἀλλ' οὐ κατεσχέθης, Σῶτερ, ἐν τῷ μνήματι, εἰ γὰρ καὶ ἑκουσίως, ἀπεγεύσω τοῦ θανάτου Λόγε, ἀλλ' ἀνέστης ὡς Θεὸς ἀθάνατος, συνεγείρας τοὺς δεσμίους τοὺς ἐν Ἅδη, καὶ χαρὰν γυναιξὶν ἀντὶ τῆς λύπης, τῆς πρὶν ἀνταλλαξάμενος.

Θεοτοκίον

τιμόν σου, καὶ ἐκλεῖπον ὤφθη, εἶδος σαρκὸς παρὰ βροτούς, ἐν τῷ καιρῶ τοῦ πάθους, τῆς θεότητος καὶ γὰρ οὐσία, ὡραῖος κάλλει, τῶ Δαυϊδ ἐδείκνυσο, ἀλλὰ ῥάβδω σου τῆς Βασιλείας, ἐχθρῶν συντρίψας ἰσχύν, ἔλεγεν ἡ Ἁγνή, ὧ Υἱέ μου, καὶ Θεέ, τάφου ἀνάστηθι.

Κανὼν τῆς Θεοτόκου

Τοῦ βίου τὴν θάλασσαν

μέγας προέγραψεν, ἐν Προφήταις Μωϋσῆς, σὲ κιβωτὸν καὶ τράπεζαν, καὶ λυχνίαν καὶ στάμνον συμβολικῶς, σημαίνων τὴν σάρκωσιν, τὴν ἐκ σοῦ τοῦ ὑψίστου Μητροπάρθενε.

Νεκροῦται ὁ θάνατος, καταργεῖται καὶ φθορά, τὸ τοῦ Ἀδὰμ κατάκριμα, τῶ καρπῶ σου, ὧ Δέσποινα προσβαλων, ζωὴν γὰρ ἐγέννησας, ἐκ φθορᾶς λυτρουμένην τοὺς ὑμνούντάς σε.

νόμος ἠσθένησε, καὶ παρῆλθεν ἡ σκιά, τῆς ὑπὲρ νοῦν καὶ ἔννοιαν, ἐκφανθείσης μοὶ χάριτος τῆς ἐκ σοῦ Παρθένε κυήσεως, τοῦ Θεοῦ, καὶ Σωτῆρος πολυϋμνητε.

Κοντάκιον  Ἦχος πλ. β'

Τὴν ὑπὲρ ἡμῶν Τὴ ζωαρχικὴ παλάμη τοὺς τεθνεώτας, ἐκ τῶν ζοφερῶν κευθμώνων ὁ Ζωοδότης, ἀναστήσας ἅπαντας Χριστὸς ὁ Θεός, τὴν ἀνάστασιν ἑβράβευσε, τῶ βροτείω φυράματι, ὑπάρχει γὰρ πάντων Σωτήρ, ἀνάστασις καὶ ζωή, καὶ Θεὸς τοῦ παντός.

Ὁ Οἶκος

Τὸν Σταυρὸν καὶ τὴν Ταφήν σου Ζωοδότα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμεν, ὅτι τὸν Ἅδην ἔδησας Ἀθάνατε, ὡς Θεὸς παντοδύναμος, καὶ νεκροὺς συνανέστησας, καὶ πύλας τοῦ Ἄδου συνέτριψας, καὶ κράτος τοῦ θανάτου καθεῖλες ὡς Θεός. Διὸ οἱ γηγενεῖς δοξολογούμέν σε πόθω τὸν ἀναστάντα, καὶ καθελόντα ἐχθροῦ τὸ κράτος τοῦ πανώλους, καὶ πάντας ἀναστήσαντα τοὺς ἐπὶ σοὶ πιστεύσαντας, καὶ κόσμον λυτρωσάμενον ἐκ τῶν βελῶν τοῦ ὄφεως, καὶ ὡς μόνον δυνατόν, ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ λυτρωσάμενον ἡμᾶς, ὅθεν ἀνυμνοῦμεν εὐσεβῶς τὴν Ἀνάστασίν σου, δι' ἦς ἔσωσας ἡμᾶς, ὡς Θεὸς τοῦ παντός.

Ὠδὴ ζ'  Ὁ Εἱρμὸς

Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοὶς ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον, πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

δυρόμενος τῶ πάθει σου ὁ ἥλιος, ζόφον περιεβάλετο, καὶ ἐν ἡμέρα ἐπὶ πᾶσαν Δέσποτα τὴν γήν, τὸ φῶς συνεσκότασε βοᾶν. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

μφιάσαντο Χριστὲ τὴ καταβάσει σου, φέγγος τὰ καταχθόνια, ὁ προπάτωρ δέ, θυμηδίας ἔμπλεως ὀφθείς, χορεύων ἐσκίρτησε βοῶν. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Διὰ σοῦ μήτηρ Παρθένε φῶς ἀνέτειλε, πάση τὴ οἰκουμένη φαιδρόν, τὸν γὰρ Κτίστην σὺ τῶν ἁπάντων τέτοκας Θεόν, ὃν αἴτησαι Πάναγνε ἡμῖν, καταπεμφθῆναι τοῖς πιστοῖς τὸ μέγα ἔλεος.

Κανὼν Σταυροαναστάσιμος

Ἄφραστον θαῦμα

ξένου τρόπου! τὸν Ἰσραὴλ ὁ ῥυσάμενος, ἐκ δουλείας τῆς τοῦ Φαραώ, σταυροῦται ἑκὼν ὑπ' αὐτοῦ, καὶ λύει σειρὰς ἀμπλακημάτων, ὧ πίστει μελωδοῦμεν. Λυτρωτὰ ὁ Θεὸς εὐλογητὸς εἶ.

Σὲ τὸν Σωτήρα, ἐν τῷ Κρανίω ἐσταύρωσαν, παρανόμων παῖδες ἀσεβεῖς, τὸν πύλας χαλκᾶς, καὶ μοχλοῦς συνθλάσαντα, εἰς σωτηρίαν ἡμῶν τῶν μελωδούντων. Λυτρωτὰ ὁ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον

Εὔας τῆς πάλαι, ἐλευθερίαν κυήσασα, τῆς κατάρας λύεις τὸν Ἀδάμ, Παρθένε ἁγνή, διὸ μέτ' Ἀγγέλων σε, σὺν τῶ Υἱῶ σου ὑμνοῦμεν καὶ βοῶμεν. Λυτρωτὰ ὁ Θεὸς εὐλογητός εἶ.

Τῆς Θεοτόκου

Δροσοβόλον μὲν τὴν κάμινον

Νεανίας τρεῖς ἡ κάμινος οὐκ ἔφλεξε, γέννησιν προτυποῦσα τὴν σήν, τὸ γὰρ θεῖον πύρ, σὲ μὴ φλέξαν ὤκησεν ἐν σοί, καὶ πάντας ἐδίδαξε βοᾶν. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Μακαρίζουσι τὰ πέρατα σὲ Πάναγνε, μῆτερ ὡς προεφήτευσας, φωτιζόμενα, φωτοβόλοις λάμψεσι ταὶς σαίς, καὶ χάριτι μέλποντα βοᾶν. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

λεθρίους μὲν ὀδόντας μοὶ ἐνέπειρεν, ὄφις ὁ πονηρότατος, ἀλλ' αὐτοὺς ὁ σὸς Θεομῆτορ ἔθλασεν Υἱός, ἰσχὺν δὲ μοὶ δέδωκε βοᾶν. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

λαστήριον τῆς φύσεως σὺ πέφυκας, μόνη θεομακάριστε, τὸν ἐπ' ὤμων γάρ, Χερουβείμ, καθήμενον Θεόν, ἀγκάλαις βαστάζουσα βοᾷς. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὠδὴ η'  Ὁ Εἱρμὸς

κ φλογὸς τοὶς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας, ἅπαντα γὰρ δρὰς Χριστέ, μόνω τῶ βούλεσθαι, σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ουδαίων τὸν πάλαι προφητοκτόνον λαόν, θεοκτόνον ὁ φθόνος νὺν ἀπειργάσατο, σὲ ἐπὶ Σταυροῦ ἀναρτήσαντα, Λόγε Θεοῦ, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Οὐρανίους ἁψῖδας οὐ καταλέλοιπας, καὶ εἰς Ἅδην φοιτήσας, ὅλον συνήγειρας, κείμενον Χριστέ, ἓν σαπρία τὸν ἄνθρωπον, σὲ ὑπερυψοῦντα, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

κ φωτὸς φωτοδότην Λόγον συνέλαβες, καὶ τεκοῦσα ἀφράστως τοῦτον δεδόξασαι, Πνεῦμα γὰρ ἐν σοί, Κόρη, θεῖον ἐσκήνωσεν, ὅθεν σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν Σταυροαναστάσιμος

Ἔκστηθι φρίττων οὐρανέ

φριξε πᾶσα ἀκοή, ὅπως ὁ Ὕψιστος ἑκών, ἦλθεν ἐπὶ γῆς, τοῦ Ἄδου τὴν ἰσχὺν χειρώσασθαι, διὰ Σταυροῦ καὶ ταφῆς, καὶ πάντας διεγεῖραι κραυγάζειν. Οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Πέπαυται Ἄδου τυραννίς, καὶ τὸ βασίλειον ἐξουδένωται λοιπόν. Σταυρῶ γὰρ ἐπί, γῆς πηγνύμενος, ὁ ἐπὶ πάντων Θεός, τὴν τούτου δυναστείαν καθεῖλεν, ὃν παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

τῆς ἀφράστου σου Χριστέ, φιλανθρωπότητος, καὶ ἀρρήτων ἀγαθῶν! ἐμὲ γὰρ καθορῶν ὀλλύμενον, ἐν τῇ τοῦ Ἄδου φρουρά, τὰ πάθη ὑπομεῖνας ἐρρύσω, διὸ σὲ εὐλογοῦμεν, τὸν τῶν ὅλων Δεσπότην, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Τῆς Θεοτόκου

Ἐκ φλογὸς τοὶς Ὁσίοις

Διαχρύσω ἐσθήτι ὥσπερ βασίλισσαν, ὁ Υἱός σου λαμπρύνας, αἴγλη τοῦ Πνεύματος, σὲ ἐκ δεξιῶν, αὐτοῦ ἔστησε Πάναγνε, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

θελήματι μόνω κόσμον πηξάμενος, ἐξ ἀχράντου σου μήτρας σάρκα δανείζεται, ἄνωθεν αὐτήν, ἀναπλᾶσαι βουλόμενος, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Συναφείας τοῦ Λόγου πρὸς μὲ τὸν ἄνθρωπον, ἐνδιαίτημα θεῖον Πάναγνε πέφυκας, λάμψασα σαφῶς, παρθενίας λαμπρότησιν, ὅθεν σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Χρυσαυγὴς σὲ λυχνία προδιετύπωσε, δεξαμένην ἀφράστως Φῶς τὸ ἀπρόσιτον, γνώσει τὴ αὐτοῦ καταυγάζον τὰ σύμπαντα, ὅθεν σὲ ὑμνοῦμεν, Ἁγνὴ εἰς τοὺς αἰῶνας.

Ὠδὴ θ'  Ὁ Εἱρμὸς

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε, ὠράθη βροτοίς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταίς οὐρανίαις στρατιαῖς, σὲ μακαρίζομεν.

Παθῶν ἀμέτοχος σὺ διέμεινας, Λόγε Θεοῦ σαρκί, προσομιλήσας τοὶς πάθεσιν, ἀλλὰ λύεις τῶν παθῶν τὸν ἄνθρωπον, πάθεσι χρηματίσας πάθος, Σωτὴρ ἡμῶν, μόνος γάρ ὑπάρχεις ἀπαθής, καὶ παντοδύναμος.

Φθορὰν θανάτου καταδεξάμενος, διαφθορὰς ἐτήρησας τὸ σώμά σου ἄγευστον, ἡ δὲ σὴ ζωοποιὸς καὶ θεία ψυχή, Δέσποτα ἐν τῷ Ἅδη οὐ καταλέλειπται, ἀλλ' ὥσπερ ἐξ ὕπνου ἀναστάς, ἡμᾶς συνήγειρας.

Τριαδικὸν

Θεὸν Πατέρα Υἱὸν συνάναρχον, πάντες βροτοὶ ἐν χείλεσιν, ἁγνοὶς μὲν δοξάζομεν, τὴν δὲ ἄρρητον καὶ ὑπερένδοξον, Πνεύματος Παναγίου, δύναμιν σέβομεν, μόνη γὰρ ὑπάρχεις πανσθενής, Τριὰς ἀχώριστος.

Κανὼν Σταυροαναστάσιμος

Μὴ ἐποδύρου μου Μῆτερ

Εἰ καὶ ἐν τάφῳ κατῆλθες, ὡς θνητὸς ζωοδότα, ἀλλάτού ἄδου τὴν ἰσχύν, διέλυσας Χριστέ, συνεγείρας νεκρούς, οὓς καὶ συγκατέπιε, καὶ ἀνάστασιν πᾶσι, παρέσχες ὡς Θεός, τοὶς ἐν πίστει καὶ πόθω, σὲ μεγαλύνουσιν.

γαλλιάσθω ἡ κτίσις, καὶ ἀνθείτω ὡς κρίνον, ὁ γὰρ Χριστὸς ἐκ τῶν νεκρῶν ἡγέρθη ὡς Θεός. Ποῦ σου θάνατε, νὺν τὸ κέντρον; κράζομεν. Ποῦ σοῦ ἅδη τὸ νῖκος; καθείλέ σε εἰς γήν, ὁ ὑψώσας τὸ κέρας ἡμῶν, ὡς εὔσπλαγχνος.

Σταυροθεοτοκίον

Φέρεις τὸν φέροντα πάντα, καὶ κατέχεις ὡς βρέφος, ἐν ταῖς χερσὶ τὸν ἐκ χειρὸς ῥυόμενον ἡμᾶς, πολεμίου ἐχθροῦ ἄχραντε Δέσποινα, καὶ ὁρᾷς ἐπὶ ξύλου ὑψούμενον Σταυροῦ, τὸν ἐκ βόθρου κακίας ἡμᾶς ὑψώσαντα.

Τῆς Θεοτόκου

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον

στὴρ ἐκλάμπων αὐγαὶς θεότητος, ἐξ Ἰακὼβ τοὶς ζόφω κρατουμένοις ἀνέτειλε, διὰ σοῦ νὺν Πάναγνε, Χριστὸς ὁ Θεός, Λόγος σεσαρκωμένος, ὧ φωτιζόμενοι, σὺν ταίς οὐρανίαις στρατιαῖς, σὲ μακαρίζομεν.

ωσθεὶς δυνάμει τὴ σὴ καὶ χάριτι, σοὶ τὴν ὠδὴν προθύμως, ἐκ καρδίας ἀνέθηκα, ἀλλὰ ταύτην πρόσδεξαι Παρθένε ἁγνή, χάριν ἀντιδιδοῦσα, σοῦ τὴν πολύφωτον, ἐκ τῶν ἀκηράτων θησαυρῶν, θεομακάριστε.

στὸς ἐδείχθης σαφῶς θεότητος, ἐν ὧ στολὴν τοῦ σώματος, ὁ Λόγος ἐξύφανε, θεουργήσας τὴν ἐμὴν Παρθένε μορφήν, ἣν πὲρ ἐνδεδυμένος, πάντας διέσωσε, τοὺς ἐκ διανοίας καθαράς, σὲ μεγαλύνοντας.

Νεκροῖς ἀνάστασις νὺν δεδώρηται, διὰ τῆς σῆς ἀφράστου καὶ ἀρρήτου κυήσεως, Θεοτόκε πάναγνε, ζωὴ γὰρ ἐκ σοῦ, σάρκα περικειμένη, πάσιν ἐξέλαμψε, καὶ τὸ τοῦ θανάτου ἀμειδές, σαφῶς διέλυσε.

Αἶνοι  Ἦχος πλ. β'

Σταυρός σου Κύριε, ζωὴ καὶ ἀνάστασις ὑπάρχει τῶ λαῶ σου, καὶ ἐπ' αὐτῷ πεποιθότες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.

ταφή σου Δέσποτα, Παράδεισον ἤνοιξε τῶ γένει τῶν ἀνθρώπων, καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.

Σὺν Πατρὶ καὶ Πνεύματι, Χριστὸν ἀνυμνήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ πρὸς αὐτὸν ἐκβοῶμεν. Σὺ ζωὴ ὑπάρχεις, ἡμῶν καὶ ἀνάστασις, ἐλέησον ἡμᾶς.

Τριήμερος ἀνέστης Χριστέ, ἐκ τάφου καθὼς γέγραπται, συνεγείρας τὸν Προπάτορα ἡμῶν, διὸ σὲ καὶ δοξάζει, τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖ σου τὴν Ἀνάστασιν.

Κύριε, μέγα καὶ φοβερὸν ὑπάρχει, τῆς σῆς Ἀναστάσεως τὸ μυστήριον, οὕτω γὰρ προῆλθες ἐκ τοῦ τάφου, ὡς νυμφίος ἐκ παστάδος, θανάτω θάνατον λύσας, ἵνα τόν Ἀδὰμ ἐλευθερώσης, ὅθεν ἐν οὐρανοῖς, Ἄγγελοι χορεύουσι, καὶ ἐπὶ γῆς ἄνθρωποι δοξάζουσι, τὴν εἰς ἡμᾶς γενομένην, εὐσπλαγχνίαν σου φιλάνθρωπε.

παράνομοι, Ἰουδαῖοι, ποῦ εἰσιν αἱ σφραγῖδες, καὶ τὰ ἀργύρια, ἃ ἐδώκατε τοὶς στρατιώταις; οὐκ ἐκλάπη ὁ θησαυρός, ἀλλὰ ἀνέστη ὡς δυνατός, αὐτοὶ δὲ κατησχύνθητε, ἀρνησάμενοι Χριστόν, τὸν Κύριον τῆς δόξης, τὸν παθόντα καὶ ταφέντα, καὶ ἀναστάντα ἐκ νεκρῶν, αὐτὸν προσκυνήσωμεν.

Σφραγισθέντος τοῦ μνήματος, πῶς ἐσυλήθητε Ἰουδαῖοι, φύλακας καταστήσαντες, καὶ σημεῖα θέντες, τῶν θυρῶν κεκλεισμένων, προῆλθεν ὁ Βασιλεύς, ἢ ὡς νεκρόν παραστήσατε, ἢ ὡς Θεὸν προσκυνήσατε, σὺν ἡμῖν μελωδοῦντες. Δόξα Κύριε τῶ Σταυρῶ σόυ, καὶ τὴ Ἀναστάσει σου.

Τὸ ζωοδόχον σου μνῆμα, αἱ μυροφόροι Γυναῖκες, ὀδυρόμεναι κατέλαβον Κύριε, καὶ μύρα βαστάζουσαι, τὸ Σώμά σου τὸ ἄχραντον μυρίσαι ἐπεζήτουν, εὗρον δὲ φωτοφόρον Ἄγγελον, ἐν τῷ λίθω καθήμενον, καὶ πρός, αὐτὰς φθεγγόμενον καὶ λέγοντα. Τὶ δακρύετε τὸν ἐκ πλευρᾶς πηγάσαντα τῶ κόσμω τὴν ζωήν; τὶ ἐπιζητεῖτε ὥσπερ θνητόν ἐν μνήματι τὸν Ἀθάνατον; δραμοῦσαι δὲ μᾶλλον, ἀπαγγείλατε τοὶς αὐτοῦ Μαθηταῖς, τῆς αὐτοῦ ἐνδόξου Ἀναστάσεως τὴν παγκόσμιον χαρμονήν, ἐν ἢ καὶ ἡμᾶς Σωτήρ φωτίσας, δώρησαι ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ 

ΟΙ ΜΑΚΑΡΙΣΜΟΙ

Μνήσθητί μου, ὁ Θεὸς ὁ Σωτήρ μου, ὅταν ἔλθης ἐν τῇ Βασιλεία σου, καὶ σώσόν με, ὡς μόνος φιλάνθρωπος.

Διὰ ξύλου, τὸν Ἀδὰμ ἀπατηθέντα, διὰ ξύλου Σταυροῦ πάλιν ἔσωσας, Ληστὴν βοῶντα. Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλεία σου.

δου πύλας, καὶ μοχλοῦς συντρίψας Ζωοδότα, νεκροὺς ἀνέστησας ἅπαντας, Σωτὴρ βοῶντας. Δόξα τὴ ἐγέρσει σου.

Μνήσθητί μου, ὁ τὸν θάνατον σκυλεύσας, τὴ ταφή σου καὶ τὴ Ἀναστάσει σου, χαρὰς τὰ πάντα, πληρώσας ὡς εὔσπλαγχνος.

Μυροφόροι, ἐν τῷ μνήματι ἐλθοῦσαι, τοῦ Ἀγγέλου κραυγάζοντος ἤκουον. Χριστὸς ἀνέστη, φωτίσας τὰ σύμπαντα.

Τὸν ἐν ξύλῳ, τοῦ Σταυροῦ προσηλωθέντα, καὶ τὸν κόσμον ἐκ πλάνης ῥυσάμενον, συμφώνως πάντες, Χριστὸν ἀνυμνήσωμεν.

Δόξα...

Τὸν Πατέρα, καὶ Υἱὸν δοξολογοῦμεν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, λέγοντες. Τριὰς ἁγία, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νύν... Θεοτοκίον

ἀρρήτως, ἐπ' ἐσχάτων συλλαβοῦσα, καὶ τεκοῦσα τὸν Κτίστην τὸν ἴδιον, Παρθένε σῶζε, τοὺς σὲ μεγαλύνοντας.