The Orthodox Pages

 

ΟΚΤΩΗΧΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΚΥΡΙΑΚΗ ΗΧΟΣ Δ΄

TΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ

 

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου

Ἠχος δ'

Τὸν ζωοποιόν σου Σταυρόν, ἀπαύστως προσκυνοῦντες Χριστὲ ὁ Θεός, τὴν τριήμερόν σου Ἀνάστασιν δοξάζομεν, δι' αὐτῆς γὰρ ἀνεκαίνισας, τὴν καταφθαρεῖσαν τῶν ἀνθρώπων φύσιν Παντοδύναμε, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, καθυπέδειξας ἡμῖν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. (Δίς) 

Τοῦ ξύλου τῆς παρακοῆς, τὸ ἐπιτόμον ἔλυσας Σωτήρ, τῶ ξύλω τοῦ Σταυροῦ ἑκουσίως προσηλωθείς, καὶ εἰς Ἄδου κατελθῶν Δυνατέ, τοῦ θανάτου τὰ δεσμά, ὡς Θεός, διέρρηξας, διὸ προσκυνοῦμεν την ἐκ νεκρῶν σου Ἀνάστασιν, ἐν ἀγαλλιάσει βοῶντες, Παντοδύναμε Κύριε δόξα σοί.

Πύλας Ἄδου συνέτριψας Κύριε, καὶ τῶ σῶ θανάτω, τοῦ θανάτου τὸ βασίλειον ἔλυσας, γένος δὲ τὸ ἀνθρώπινον, ἐκ φθορᾶς ἠλευθέρωσας, ζωὴν καὶ ἀφθαρσίαν τῶ κόσμω δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νύν...

Θεοτοκίον Δογματικὸν

Ἦχος δ'

Aσπόρως συνέλαβες, καὶ ἐκύησας ἀφράστως, τὸν καθελόντα δυνάστας ἀπὸ θρόνου, καὶ ὑψοῦντα ταπεινούς, καὶ ἐγείροντα κέρας πιστῶν αὐτοῦ, τοὺς δοξάζοντας Χριστοῦ, τὸν Σταυρὸν καὶ τὴν Ταφήν, καὶ τὴν ἔνδοξον Ἀνάστασιν, διὸ σὲ Θεοτόκε, τὴν πρόξενον τῶν τοσούτων ἀγαθῶν, ἀσιγήτοις ἐν ὠδαῖς μακαρίζομεν, ὡς πρεσβεύουσαν ἀεί, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπόστιχα Προσόμοια τῆς Θεοτόκου

Ὁ ἐξ Ὑψίστου κληθεὶς

Κύριε ἀνελθῶν ἐν τῷ σταυρῶ, τὴν προγονικὴν ἡμῶν κατάραν ἐξήλειψας, καὶ κατελθῶν ἐν τῷ ἅδη, τοὺς ἀπ' αἰῶνος δεσμίους ἠλευθέρωσας, ἀφθαρσίαν δωρούμενος τῶν ἀνθρώπων τῶ γένει, διὰ τοῦτο ὑμνοῦντες δοξάζομεν, τὴν ζωοποιὸν καὶ σωτήριόν σου Ἔγερσιν.  

ἐξ ἀνάρχου Πατρὸς Υἱὸς ἀχρόνως, διὰ συγκατάβασιν καὶ σωτηρίαν βροτῶν, Θεὸς ὧν ἄνθρωπος γέγονεν, ἵνα παράσχῃ, τῶ πρωτοπλάστω νὺν τὸν Παράδεισον, ἅμα καὶ τὴν ἅπασαν, φύσιν λυτρώσηται, ἐκ τῆς ἀπάτης τοῦ ὄφεως, καὶ τὴν εἰκόνα, πεσοῦσαν σώση ὡς εὐδιάλλακτος, ὅθεν Μητέρα ἀπειργάσατο, νυμφοτόκον Ἁγνὴν τὴν ἀμόλυντον, ἣν ὡς ἄγκυραν πάντες, τῶν ψυχῶν ἡμῶν κεκτήμεθα.

Σωματωθέντα τὸν κτίστην τῶν ἁπάντων, ἔσχες ἐν τῇ μήτρα σου θεομακάριστε, ἀναμορφοῦντα τὸν ἄνθρωπον, τὸν πρὶν πεσόντα, τὴ παραβάσει διὰ τοῦ ὄφεως, Θεὸν γάρ γεγέννηκας, σαρκὶ ἀφράστως ἡμῶν, καὶ τῆς φθορᾶς ἠλευθέρωσας, τὴν φύσιν πᾶσαν, παλαιωθεῖσαν, διὰ τοῦ τόκου σου, διὸ ὑμνοῦμεν καὶ δοξάζομεν, σοῦ τὴν χάριν Παρθένε ἀνύμφευτε, δυσωποῦντες ῥυσθῆναι, διὰ σοῦ πάσης κολάσεως.

να σου πᾶσι τὸ πλῆθος τοῦ ἐλέους, καὶ τῆς ἀγαθότητος ἀνακαλύψης ἡμῖν, τὸ ἀδιόριστον πέλαγος, τὰς ἁμαρτίας, τῶν οἰκετῶν σου πάσας ἐξάλειψον, ἔχεις γάρ Πανάμωμε, ὡς Μήτηρ οὖσα Θεοῦ, τὴν ἐξουσίαν τῆς κτίσεως, καὶ διεξάγεις, πάντα ὡς θέλεις τὴ δυναστεία σου, καὶ γὰρ ἡ χάρις ἡ τοῦ Πνεύματος, τοῦ Ἁγίου σαφῶς ἐνοικούσά σοί, συνεργεῖ σοὶ ἐν πάσιν, ἀενάως Παμμακάριστε.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Ἦχος δ'

σὺν Πατρὶ καὶ Πνεύματι δοξολογούμενος Υἱός, ἐν ὑψίστοις ὑπὸ τῶν Σεραφείμ, τὸν Πρωτόπλαστον ἀναπλᾶσαι βουλόμενος, ὅλον ἑαυτὸν ἐκένωσεν ἀφράστως ἐν μήτρᾳ σου, Θεοτόκε Πανύμνητε, καὶ ἐκ σοῦ ἀνατείλας, ἐφώτισε πάντα τὸν κόσμον θεότητι, ῥυσάμενος εἰδωλομανίας, καὶ ἐν ἑαυτῷ Θεώσας, εἰς οὐρανοὺς ἀνήγαγε τὸ ἀνθρώπινον, Χριστὸς ὁ Θεὸς καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον  Ἦχος δ'

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοὶς Ἀποστόλοις καυχώμεναι ἔλεγον, Ἐσκύλευται ὁ θάνατος, ἡγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῶ κόσμω τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διάσού Θεοτόκε τοὶς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ 

Ἦχος δ'

Τὸν ζωοποιόν σου Σταυρόν, ἀπαύστως προσκυνοῦντες Χριστὲ ὁ Θεός, τὴν τριήμερόν σου Ἀνάστασιν δοξάζομεν, δι' αὐτῆς γὰρ ἀνεκαίνισας, τὴν καταφθαρεῖσαν τῶν ἀνθρώπων φύσιν Παντοδύναμε, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, καθυπέδειξας ἡμῖν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Τοῦ ξύλου τῆς παρακοῆς, τὸ ἐπιτόμον ἔλυσας Σωτήρ, τῶ ξύλω τοῦ Σταυροῦ ἑκουσίως προσηλωθείς, καὶ εἰς Ἄδου κατελθῶν Δυνατέ, τοῦ θανάτου τὰ δεσμά, ὡς Θεός, διέρρηξας, διὸ προσκυνοῦμεν την ἐκ νεκρῶν σου Ἀνάστασιν, ἐν ἀγαλλιάσει βοῶντες, Παντοδύναμε Κύριε δόξα σοί.

Πύλας Ἄδου συνέτριψας Κύριε, καὶ τῶ σῶ θανάτω, τοῦ θανάτου τὸ βασίλειον ἔλυσας, γένος δὲ τὸ ἀνθρώπινον, ἐκ φθορᾶς ἠλευθέρωσας, ζωὴν καὶ ἀφθαρσίαν τῶ κόσμω δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.

Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν τοῦ Σωτῆρος τριήμερον Ἔγερσιν, δι' ὡς ἐλυτρώθημεν τῶν τοῦ Ἄδου ἀλύτων δεσμῶν, καὶ ἀφθαρσίαν καὶ ζωήν, πάντες ἐλάβομεν κράζοντες, ὁ σταυρωθείς, καὶ ταφείς, καὶ ἀναστάς, σῶσον ἡμᾶς τὴ Ἀναστάσει σου, μόνε Φιλάνθρωπε.

γγελοι καὶ ἄνθρωποι Σωτήρ, τὴν σὴν ὑμνοῦσι τριήμερον Ἔγερσιν, δι' ὡς κατηυγάσθη τῆς οἰκουμένης τὰ πέρατα, καὶ δουλείας τοῦ ἐχθροῦ, πάντες ἐλυτρώθημεν κράζοντες, Ζωοποιὲ παντοδύναμε Σωτήρ, σῶσον ἡμᾶς τὴ Ἀναστάσει σου, μόνε Φιλάνθρωπε.

Πύλας χαλκᾶς συνέτριψας, καὶ μοχλοῦς συνέθλασας Χριστὲ ὁ Θεός, καὶ γένος ἀνθρώπων πεπτωκὸς ἀνέστησας, διὰ τοῦτο συμφώνως βοῶμεν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοί.

Κύριε ἡ ἐκ Πατρός σου γέννησις, ἄχρονος ὑπάρχει καὶ ἀϊδιος, ἡ ἐκ Παρθένου σάρκωσις, ἄφραστος ἀνθρώποις καὶ ἀνερμήνευτος, καὶ ἡ εἰς ἄδου κάθοδος, φοβερὰ διαβόλω καὶ τοὶς Ἀγγέλοις αὐτοῦ, θάνατον γὰρ πατήσας, τριήμερος ἀνέστης, ἀφθαρσίαν παρέχων ἀνθρώποις, καὶ τὸ μέγα ἔλεος.

Θεοτοκίον

διὰ σὲ Θεοπάτωρ προφήτης Δαυϊδ, μελωδικῶς περὶ σοῦ προανεφώνησε, τῶ μεγαλείά σοὶ ποιήσαντι, Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάση εἰκόνα, φθαρεῖσαν τοὶς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρῶν, πρόβατον τοὶς ὤμοις ἀναλαβῶν, τῶ Πατρὶ προσαγάγη, καὶ τῶ ἰδίω θελήματι, ταὶς οὐρανίαις συνάψη Δυνάμεσι, καὶ σώση Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Ἀπόστικα

Ἦχος δ'

Κύριε ἀνελθῶν ἐν τῷ σταυρῶ, τὴν προγονικὴν ἡμῶν κατάραν ἐξήλειψας, καὶ κατελθῶν ἐν τῷ ἅδη, τοὺς ἀπ' αἰῶνος δεσμίους ἠλευθέρωσας, ἀφθαρσίαν δωρούμενος τῶν ἀνθρώπων τῶ γένει, διὰ τοῦτο ὑμνοῦντες δοξάζομεν, τὴν ζωοποιὸν καὶ σωτήριόν σου Ἔγερσιν.

Κρεμάμενος ἐπὶ ξύλου μόνε Δυνατέ, πᾶσαν κτίσιν ἐσάλευσας, τεθεὶς ἐν τάφῳ δέ, τοὺς κατοικοῦντας ἐν τάφοις ἀνέστησας, ἀφθαρσίαν καὶ ζωὴν δωρούμενος, τῶ γένει τῶν ἀνθρώπων, διὸ ὑμνοῦντες δοξάζομεν, τὴν τριήμερόν σου Ἔγερσιν.

Λαὸς παράνομος Χριστέ, σὲ προδοὺς τῶ Πιλάτω, σταυρωθῆναι κατεδίκασεν, ἀγνώμων περὶ τὸν εὐεργέτην φανεῖς, ἀλλ' ἑκὼν ὑπέμεινας ταφήν, αὐτεξουσίως ἀνέστης τριήμερος, ὡς Θεὸς δωρούμενος ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὸ μέγα ἔλεος.

Μετὰ δακρύων Γυναῖκες, καταλαβοῦσαι τὸ μνῆμα σὲ ἐπεζήτησαν, μὴ εὑροῦσαι δέ, ὁλοφυρόμεναι, μετὰ κλαυθμοῦ βοῶσαι ἔλεγον, Οἴμοι Σωτὴρ ἡμῶν, Βασιλεῦ τῶν ἁπάντων, πῶς ἐκλάπης; ποῖος δὲ τόπος κατέχει τὸ ζωηφόρον σώμά σου, Ἄγγελος δὲ πρὸς αὐτὰς ἀπεκρίνατο. Μὴ κλαίετε φησίν, ἀλλ' ἀπελθοῦσαι κηρύξατε, ὅτι ἀνέστη ὁ Κύριος, παρέχων ἡμῖν ἀγαλλίασιν, ὡς μόνος εὔσπλαγχνος.

Θεοτοκίον

Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα, σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα, Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων, Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον  Ἦχος δ'

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοὶς Ἀποστόλοις καυχώμεναι ἔλεγον, Ἐσκύλευται ὁ θάνατος, ἡγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῶ κόσμω τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διάσού Θεοτόκε τοὶς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

ΕΝ ΤΩ ΜΕΣΟΝΥΚΤΙΚΩ 

Κανὼν Τριαδικός, οὗ ἡ Ἀκροστιχίς:

Τέταρτος ὕμνος τῶ Θεῷ, Μητροφάνους. 

Ὠδὴ α'  Ὁ Εἱρμὸς

Θαλάσσης τὸ ἐρυθραῖον

Τριάδα θεαρχικὴν δοξάσωμεν, ταὶς ὑποστάσεσι, μοναδικὴν δὲ φύσιν τῶν τριῶν, συναϊδιον σύνθρονον, ἣν δυσωποῦντες λέγομεν. Σῶσον τοὺς πίστει σε δοξάζοντας.

χρίσθης ὑπὸ Πατρὸς τῶ Πνεύματι, ἀγαλλιάσεως, θεουργικῶ ἐλαίω ὁ Υἱός, καὶ βροτὸς ἐχρημάτισας, καὶ τῆς μιᾶς θεότητος, τὸ τρισυπόστατον ἐδίδαξας.

Τὸ κάλλος τῆς ἀπροσίτου δόξης σου, Μονὰς τρισήλιε, τὰ Σεραφεὶμ οὐ φέροντα ὁρᾶν, συγκαλύπτονται πτέρυξι, καὶ τρισαγίοις ἄσμασιν, ἀκαταπαύστως σὲ δοξάζουσι.

Θεοτοκίον

φράστως τὸν ποιητὴν γεγέννηκας, τῶν ὅλων Πάναγνε, τῆς παλαιᾶς λυτρούμενον ἀράς, τοὺς βροτοὺς καὶ θανάτου φθοράς, καὶ διὰ σοῦ ἐπέγνωμεν, ἕνα Θεὸν τὸν τρισυπόστατον.

 

Ὠδὴ γ'  Οὐκ ἐν σοφίᾳ

ώμην ἐξ ὕψους, τοὶς ἁγίοις τὸ πρὶν Ἀποστόλοις σου, ὡς ἀπέστειλας Χριστέ, παρὰ Πατρὸς τὸν Παράκλητον, τὴν μίαν ἐνέφηνας, φύσιν τρισήλιον.

Τῶ Πατριάρχη, Ἀβραὰμ ὅτε ὤφθης, ἐν σχήματι, ἀνδρικῶ, τριττὴ μονάς, τὸ ἀπαράλλακτον ἔδειξας, τῆς σῆς ἀγαθότητος, καὶ κυριότητος.

χαρακτήρσιν, ἐν τρισὶν εἷς Θεὸς πιστευόμενος, ἀπερίγραπτος σαφῶς, ἀπερινόητος ἅπασι, ῥύσαι τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης θλίψεως.

Θεοτοκίον

Στοιχειωθέντες, τοῦ Υἱοῦ σου σοφαὶς εἰσηγήσεσιν, ἑνικὴν καὶ τριλαμπή, τὴν θεαρχίαν δοξάζομεν, καὶ σὲ μακαρίζομεν, τὴν Ἀειπάρθενον.

Κάθισμα

Ταχὺ προκατάλαβε

Τρισήλιε ἄκτιστε, καὶ ὁμοούσιε, Μονὰς τρισυπόστατε, καὶ ἀκατάληπτε, τοὺς δούλους σου οἴκτειρον, τῶν κινδύνων σῶσον ἐκ, ὡς Θεὸς ἐλεήμων, σὲ γὰρ Κύριε μόνον, λυτρωτὴν καὶ δεσπότην, κεκτήμεθα βοῶντες. Γενοῦ ἡμῖν ἵλεως.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Πολλαὶς περιστάσεσι, καὶ συμφοραὶς τῶν δεινῶν, Παρθένε κυκλούμενοι, καὶ πρὸς ἀπόγνωσιν, ἀεὶ περιπίπτοντες, μόνην σὲ σωτηρίαν, καὶ ἐλπίδα καὶ τεῖχος, ἔχομεν Θεοτόκε, καὶ πρὸς σὲ καταχρέως, ἐν πίστει καὶ νὺν προστρέχομεν. Σῶσον τοὺς δούλους σου.

Ὠδὴ δ'  Ὁ καθήμενος ἓν δόξη

περούσιον Τριάδα, ἐν μονάδι θεότητος, καὶ κυριαρχίαν, σὺν τοὶς Σεραφεὶμ σὲ δοξάζομεν, ὡς ἀδιαίρετον φύσιν, ὡς ἀσύγχυτον, ὡς ἰσόρροπον, δόξη Θεὲ ἀκατάληπτε.

Μεριστὴν οὔσαν ἀφράστως, τοὶς προσώποις θεότητα, καὶ ταυτιζομένην, ἅμα τὴ μιὰ κυριότητι, ἀπεριόριστον, μόνην, ἀπερίγραπτον, ἀνυμνούμέν σε, τὸν ποιητὴν πάσης κτίσεως.  

Τοὺς ὁ ἄναρχος τὸν Λόγον, ἀπορρήτως γεγέννηκε, καὶ τὸ θεῖον Πνεῦμα, τὸ ἰσοσθενὲς ἐκπεπόρευκε, καὶ διὰ τοῦτο Τριάδα ὁμοούσιον, τὸν Δεσπότην τῶν ὅλων, Θεόν καταγγέλλομεν.

Θεοτοκίον

πτανόμενος τοὶς πάλαι, τυπικῶς προκατήγγειλε, τὴν ἐκ σοῦ Παρθένε, σάρκωσιν ὁ Λόγος, ἀλλ' ὕστερον, ἐπιφανεῖς τοὶς ἀνθρώποις κατ' ἀλήθειαν, τρισυπόστατον, μίαν ἀρχὴν ἐφανέρωσε.

Ὠδὴ ε'  Ἐξέστη τὰ σύμπαντα

Συνέντες ἐκ πίστεως, τῆς παντουργοῦ θεότητος, μίαν μὲν ἀπρόσιτον οὐσίαν, τρεῖς δ' ὑποστάσεις, ζωαρχικὰς συμφυεῖς, σέβομεν Πατέρα, καὶ Υἱόν, καὶ Πνεῦμα τὸ Ἅγιον, συναϊδιον ὕπαρξιν.

Τὸ σέλας τρισήλιον, τῆς οὐσιώδους αἴγλης σου, λάμψον ἑνιαία μοὶ θεότης, ἄκτιστε φύσις, καὶ φωτουργαία πηγή, πάσης φωτοδότιδος αὐγῆς, ἵνα κατοπτρίζωμαι, σοῦ τὸ κάλλος τὸ ἄρρητον.

ς μόνον ὑπάρχοντα, δημιουργὸν τοῦ σύμπαντος, καὶ συνεκτικὸν καὶ κυβερνήτην, πάνσοφον ὄντως, καὶ τῆς ζωῆς χορηγόν, γνόντες σὲ βοώμέν σοὶ πιστῶς. Δέσποτα τρισήλιε, τοὺς ὑμνούντάς σε φρούρησον.

Θεοτοκίον

Θεῶσαι βουλόμενος, τὸν πρὶν φθαρέντα ἄνθρωπον, ὁ δι' ἀγαθότητα Παρθένε, πλάσας καὶ δείξας, εἰκόνα θείας μορφῆς, ἄνθρωπος ἐγένετο ἐκ σοῦ, καὶ μίαν τρισάριθμον, θεαρχίαν κατήγγειλεν.

Ὠδὴ ς'  Ἐβόησε, προτυπῶν

νέφηνεν, ὁ Πατὴρ ἐκλαλῶν τὴν υἱότητα, καὶ τὸ Πνεῦμα, τῶ Χριστῷ βαπτισθέντι ὁρώμενον, διὰ τοῦτο μίαν, καὶ τριττὴν θεαρχίαν δοξάζομεν.

ς εἴδέ σε, τρισαγίαις φωναὶς ἀνυμνούμενον, Ἡσαϊας, ὑψηλοῦ ἐπὶ θρόνου καθήμενον, τὴν τριττὴν ἐπέγνω, τῆς μιᾶς θεαρχίας ὑπόστασιν.

Μετάρσιον, ὑψηλὲ Βασιλεῦ τρισυπόστατε, τὴν καρδίαν, καὶ ἡμῶν τῶν σῶν δούλων ἀνάδειξον, ἵνα τῆς σῆς δόξης, θεωρῶμεν λαμπρῶς τὴν φαιδρότητα.

Θεοτοκίον

ξίωσε, μορφωθῆναι σαφῶς τὸ ἡμέτερον, ἐκ Παρθένου, ὁ Υἱὸς τοῦ Θεοῦ ὡς φιλάνθρωπος, καὶ τῆς θείας δόξης, κοινωνοὺς τοὺς ἀνθρώπους ἐποίησε.

Κάθισμα

Ταχὺ προκατάλαβε

Πατέρα ἀγέννητον, τὸν δὲ Υἱὸν γεννητόν, καὶ Πνεῦμα τὸ Ἅγιον, ἐκπορευτὸν ἐκ Πατρός, φρονοῦντες κηρύττομεν, ἄναρχον Βασιλείαν, καὶ θεότητα μίαν, ἣν πὲρ δοξολογοῦντες, ὁμοφρόνως βοῶμεν, τριὰς ὁμοούσιε, σῶσον ἡμᾶς ὁ Θεός.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Τὸν χρόνων ἐπέκεινα, καὶ πρὸ αἰώνων Θεόν, ἐν χρόνῳ ἐκύησας, ὑπερφυῶς ἐν σαρκί, θεάνθρωπον Ἄχραντε, ὅθεν σὲ Θεοτόκον, ἀληθῶς καὶ κυρίως, πάντες ὁμολογοῦντες, ἐκτενῶς σοὶ βοῶμεν. Τῆς δόξης τῆς αἰωνίου, πάντας ἀξίωσον.

Ὠδὴ ζ'  Ἐν τῇ καμίνω

Τὰς τεταγμένας, ἐπουρανίους φύσεις καὶ νοεράς, τάξεις ὀρθοδόξως πάντες οἱ γηγενεῖς, ἐκμιμούμενοι δοξάζομεν, μίαν θεότητα, ἐν τισουργοῖς ὑποστάσεσι.

ήσεις ἁγίων, Ὑποφητῶν σὲ πάλαι συμβολικῶς, ἕνα τῶν αἰώνων πάντων δημιουργόν, προεδήλωσαν ἀνέκφραστον, Θεὸν καὶ Κύριον, θεαρχικαὶς ἐν τρισὶν ὑποστάσεσιν.

Θεοτοκίον

κατ' οὐσίαν, ἀθεώρητος Λόγος καὶ Παντουργός, ὤφθης τοὶς ἀνθρώποις ἄνθρωπος, ἐξ ἁγνῆς θεομήτορος, τὸν ἄνθρωπον ἀνακαλούμενος, πρὸς μετουσίαν τῆς θεότητος.

Ὠδὴ η'  Χείρας ἐκπετάσας Δανιὴλ

Φῶς μοναρχικὸν καὶ τριλαμπές, οὐσία, ἄναρχε, κάλλος ἀμήχανον, ἐν τῇ καρδία μου οἴκησον, καὶ ναὸν τῆς σῆς θεότητος, φωτοειδῆ καὶ καθαρόν, δείξόν με κράζοντα. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

πὸ τῶν ποικίλων μὲ παθῶν, Τριὰς ἀμέριστε, Μονὰς ἀσύγχυτε, καὶ τῆς ζοφώσεως λύτρωσαι, τῶν πταισμάτων καὶ καταύγασον, μαρμαρυγαίς σου θεϊκαίς, ἵνα φαντάζωμαι τὴν σήνδόξαν, καὶ ἀνυμνῶ σε τῆς δόξης τὸν Κύριον.

Θεοτοκίον

Νοὺς μὲν ὁ ἀγέννητος Πατήρ, καὶ Λόγος σύμμορφος, καὶ Πνεῦμα σύνθρονον, οὐσία δύναμις ὕπαρξις, ὑπερούσιε ἀνέκφραστε, μεγαλουργὲ Τριὰς Μονάς, φρούρει τήν ποίμνην σου, ταὶς πρεσβείαις, τῆς Θεοτόκου, ὡς φύσει φιλάνθρωπος.

Ὠδὴ θ'   Ἅπας γηγενὴς

λην νὺν πρὸς σέ, κινῶ τὴν καρδίαν μου καὶ τὴν διάνοιαν, καὶ τὰς διαθέσεις δέ, ψυχῆς ἀπάσας, καὶ τὰς τοῦ σώματος, τὸν πλαστουργὸν καὶ ῥύστην μου, Μονάρχα τρίφωτε, καὶ βοῶ σοί. Σώσόν με τὸν δούλόν σου, πειρασμῶν ἐκ παντοίων καὶ θλίψεων. (Δίς)

ψωσον ἡμῶν, καὶ νοῦν καὶ διάνοιαν, πρὸς σὲ τὸν Ὕψιστον, φώτισον ταὶς λάμψεσιν, ἀχράντοις, Πάτερ, Λόγε, Παράκλητε, ὁ φῶς οἴκων ἀπρόσιτον, τῆς δόξης Ἤλιε, φωτοκράτορ, πάντοτε δοξάζειν σε, τὸν μονάρχην Θεὸν τρισυπόστατον.

Θεοτοκίον

Σῶσον τοὺς εἰς σέ, πιστεύοντας Κύριε, καὶ καταγγέλλοντας, ἄναρχον ἀϊδιον, οὐσίαν μίαν, τρία δὲ Πρόσωπα, θεαρχικὰ καὶ σύμμορφα, τῆς κυριότητος, καὶ τῆς θείας, δόξης σου ἀξίωσον, ταὶς λιταὶς τῆς ἁγνῆς Θεομήτορος.

Ἡ Ὑπακοὴ  Ἦχος δ'

Τὰ τῆς σῆς παραδόξου Ἐγέρσεως, προδραμοῦσαι αἱ Μυροφόροι, τοὶς Ἀποστόλοις ἐκήρυττον Χριστέ, ὅτι ἀνέστης ὡς Θεός, παρέχων τῶ κόσμω τὸ μέγα ἔλεος.

 

ΕΝ ΤΩ ΟΡΘΡΩ

Ἀπολυτίκιον  Ἦχος δ'

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοὶς Ἀποστόλοις καυχώμεναι ἔλεγον, Ἐσκύλευται ὁ θάνατος, ἡγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῶ κόσμω τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διάσού Θεοτόκε τοὶς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Καθίσματα  Ἦχος δ'

ναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον, καὶ τὴν φλόγα τοῦ Ἀγγέλου μὴ φέρουσαι, αἱ Μυροφόροι σὺν τρόμω ἐξίσταντο λέγουσαι, Ἄρα ἐκλάπη, ὁ τῶ Ληστὴ ἀνοίξας Παράδεισον, ἄρα ἡγέρθη, ὁ καὶ πρὸ πάθους κηρύξας τὴν Ἔγερσιν, ἀληθῶς ἀνέστη Χριστὸς ὁ Θεός, τοὶς ἐν ἅδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν.

Δόξα... Κατεπλάγη Ἰωσήφ.

κουσία σου βουλή, Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ἐν μνήματι καινῶ, ἄνθρωποι ἔθεντο θνητοί, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον, ὅθεν δεσμευθεὶς ὁ ἀλλότριος, θάνατος δεινῶς ἐσκυλεύετο, καὶ οἱ ἓν ἅδη ἅπαντες ἐκραύγαζον, τὴ ζωηφόρω Ἐγέρσει σου, Χριστὸς ἀνέστη, ὁ ζωοδότης, μένων εἰς τοὺς αἰῶνας.

Καὶ νύν... Θεοτοκίον

Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν ἐν τῇ ἀσπόρω συλλήψει σου Θεοτόκε, βᾶτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρῶν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοὶς Ἱερεύσιν ἐκραύγαζε, Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.

Ταχὺ προκατάλαβε Ἀνέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ ἄδου Σωτήρ, συνήγειρας τὸν κόσμον σου, τὴ Ἀναστάσει τὴ σή, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔθραυσας ἓν ἰσχύϊ, τοῦ θανάτου τὸ κράτος, ἔδειξας Ἐλεῆμον, τὴν Ἀνάστασιν πᾶσι, διὸ σὲ καὶ δοξάζομεν, μόνε Φιλάνθρωπε.

Δόξα... Κατεπλάγη Ἰωσὴφ

κ τῶν ἄνω κατελθῶν, τῶν ὑψωμάτων Γαβριήλ, καὶ τὴ πέτρα προσελθῶν, ἔνθα ἡ πέτρα τῆς ζωῆς, λευχειμονῶν ἀνεκραύγαζε ταὶς κλαιούσαις, Παύσασθε ὑμεῖς, τῆς θρηνώδους κραυγῆς, ἔχουσαι ἀεί, τὸ εὐσυμπάθητον, ὃν γὰρ ζητεῖτε κλαίουσαι, θαρσεῖτε, ὡς ἀληθῶς ἐξεγήγερται, διὸ βοᾶτε, τοὶς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύριος.

Καὶ νύν... Θεοτοκίον, ὅμοιον

Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνω, ἀγκάλαις ὡς βροτός, ταὶς σαίς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτω χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.

Ἡ Ὑπακοὴ  Ἦχος δ'

Τὰ τῆς σῆς παραδόξου Ἐγέρσεως, προδραμοῦσαι αἱ Μυροφόροι, τοὶς Ἀποστόλοις ἐκήρυττον Χριστέ, ὅτι ἀνέστης ὡς Θεός, παρέχων τῶ κόσμω τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοὶ

Ἀντίφωνον Α'

κ νεότητός μου πολλὰ πολεμεῖ μὲ πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

Δόξα... Καὶ νύν...

γίω Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τὴ τριαδικὴ Μονάδι ἱεροκρυφίως.

Ἀντίφωνον Β'

κέκραξά σοὶ Κύριε, θερμῶς ἐκ βάθους ψυχῆς μου, καμοὶ γενέσθω, πρὸς ὑπακοὴν τὰ θείά σου ὦτα.

πὶ τὸν Κύριον ἐλπίδα πᾷς τὶς κεκτημένος, ὑψηλότερος ἐστί, πάντων τῶν λυπούντων.

Δόξα... Καὶ νύν...

γίω Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Ἀντίφωνον Γ'

καρδία μου πρὸς σὲ Λόγε ὑψωθήτω, καὶ οὐδὲν θέλξει με, τῶν τοῦ κόσμου τερπνῶν πρὸς χαμαιζηλίαν.

πὶ τὴν μητέρα αὐτοῦ, ὡς ἔχει τὶς στοργήν, ἐπὶ τῶ Κυρίω θερμότερον φίλτρον χρεωστοῦμεν.

Δόξα... Καὶ νύν...

γίω Πνεύματι, θεογνωσίας πλοῦτος, θεωρίας καὶ σοφίας, πάντα γὰρ ἐν τούτῳ τὰ πατρώα δόγματα, ὁ Λόγος ἐκκαλύπτει.

Προκείμενον

νάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου.

Στίχ. Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν.

Κανὼν Ἀναστάσιμος.

Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ. 

Ὠδὴ α'  Ἦχος δ'

Ὁ Εἱρμὸς

Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμω ἐτροπώσατο.

ψώθης, τὴν ἡμετέραν ἔκπτωσιν, ἐπανορθούμενος, ἐν τῷ ἀχράντω ξύλω τοῦ Σταυροῦ, τὴν ἐν ξύλῳ ἰώμενος, πανωλεθρίαν Δέσποτα, ὡς ἀγαθὸς καὶ παντοδύναμος.

ν τάφῳ, σωματικῶς, ἐν ἅδῃ δὲ μετὰ ψυχῆς ὡς Θεός, ἐν Παραδείσῳ δὲ μετὰ Ληστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.

Θεοτοκίον

σπόρως, τῶ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι' ἡμᾶς ἐκ σοῦ ἀπάτορα.

Κανὼν Σταυροαναστάσιμος, οὗ ἡ Ἀκροστιχίς:

"Αἶνον Ἰωάννης μελιηδέα τέταρτον ἄδει". 

Ὁ Εἱρμὸς  Ἀνοίξω τὸ στόμα μου

άσω τὸ σύντριμμα, τῆς ἀνθρωποτητος Κύριε, τῶ θείω σου αἵματι, ἀνασκευάσας αὐτήν, καὶ συνέτριψας, δυνάστην ἐν ἰσχύϊ, τὸν πάλαι συντρίψαντα, σοῦ τὸ πλαστούργημα.

Νεκρῶν ἐξανάστασις, διὰ νεκρώσεως γέγονας, ἰσχὺς γὰρ ἀφήρηται τῆς θανατώσεως, ὁμιλήσασα, ζωὴ τὴ αἰωνίω, τῶ πάντων δεσπόζοντι, σεσαρκωμένω Θεῷ.

Θεοτοκίον

ραῖος ὑπέρτερος, τῶν οὐρανίων Δυνάμεων, ὁ θείός σου γέγονεν, οἶκος ὁ ἔμψυχος, ἡ ἐν μήτρασε, βαστάσασα Παρθένος, τὸ ὄρος τὸ ἅγιον σοῦ τοῦ Θεοῦ ἡμῶν.

Κανὼν τῆς Θεοτόκου, οὗ ἡ Ἀκροστιχὶς σὺν τοὶς Εἱρμοίς:

"Τέταρτος ὕμνος τὴ πανευκλεεῖ Κόρη." 

Ὁ Εἱρμὸς  Τριστάτας κραταιούς

σείσθησαν λαοί, ἐταράχθησαν ἔθνη, βασιλεῖαι κραταιαὶ δέ, ἔκλιναν Ἁγνή, ἐκ τοῦ φόβου τοῦ τόκου σου, ἦλθε γὰρ ὁ Βασιλεύς μου, καὶ καθεῖλε τὸν τύραννον, καὶ τὸν κόσμον φθορὰς ἐλυτρώσατο.

Τὸ σκήνωμα αὐτοῦ, ὁ οἰκὼν ἐν ὑψίστοις, τοὶς βροτοὶς συγκαταβάς, ἡγίασε Χριστός, καὶ ἀσάλευτον ἔδειξε, μόνη γὰρ μετὰ τὸν τόκον, παρθενίας κειμήλιον, ἡ τόν Κτίστην τεκοῦσα διέμεινεν.

Ὠδὴ γ'

Ὁ Εἱρμὸς

Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα. Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.

Τὸ ξύλον τὸ τῆς ζωῆς, ἠνοητὴ καὶ ἀληθὴς ἄμπελος, ἐπὶ Σταυροῦ κρέμαται, πάσιν ἀμβροσίαν πηγάζουσα.

ς μέγας, ὡς φοβερός, ὡς τὸ τοῦ ἄδου καθελῶν φρύαγμα, καὶ ὡς Θεὸς ἄφθαρτος, νὺν σωματικῶς ἐξεγήγερται.

Θεοτοκίον

Σὺ μόνη τοὶς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας, ὅθεν σοὶ τὸ Χαῖρε, προσάγομεν.

Κανὼν Σταυροαναστάσιμος

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε

οῦ ἀναμέστους μοὶ ὁ ὄφις, ὀδόντας ἐνέπειρε Σωτήρ, οὓς Παντοκράτορ Δέσποτα, ἤλοις χειρῶν σου ἔθλασας, ὅτι οὐκ ἔστιν Ἅγιος, Ἁγίων πλήν σου φιλάνθρωπε.

ράθης φιλάνθρωπε βουλήσει, ἐν τάφῳ νεκρὸς ζωοποιός, καὶ πύλας ἀνεπέτασας, ἄδου ταὶς ἀπ' αἰώνων ψυχαίς, ὅτι οὐκ ἔστιν Ἅγιος, Ἁγίων πλήν σου φιλάνθρωπε.

Θεοτοκίον

νήροτος ἄρουρα ὠράθης, τὸν στάχυν τεκοῦσα τῆς ζωῆς, τὸν πᾶσι τοὶς μετέχουσιν, ἀθανασίας πρόξενον, τὸν ἐν Ἅγίοις Ἅγιον, ἁγίως ἀναπαυόμενον.

Τῆς Θεοτόκου

Ἀφ' ὕψους κατῆλθες

ύπτεται βροτῶν ἡ οὐσία, διὰ σοῦ ὁμιλήσασα, ἀστέκτω θείω πυρί, ὡς ἐγκρυφίας Πάναγνε Παρθένε, ἐν σοὶ ἄρτος ἐξοπτηθεῖσα, τῶ καὶ σὲ ἀλώβητον, διαφυλάξαντι.

Τὶς αὕτη ἡ ὄντως πλησίον τοῦ Θεοῦ, ὡς ὑπερβάσα ἅπαντα, τὰ τῶν Ἀγγέλων τάγματα; Ἡ μόνη ἐν τῷ κάλλει τῆς παρθενίας, οἵα Μήτηρ λάμπουσα, τοῦ Παντοκράτορος.

Ὠδὴ δ'

Ὁ Εἱρμὸς

παρθέντα σὲ ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα. Δόξα τὴ δυνάμει σου Κύριε.

νελήλυθας τὰ πάθη μου θεραπεύσων, ἐπὶ Σταυροῦ τῶ πάθει τῆς ἀχράντου σαρκός σου, ἣν ἑκὼν ἐφόρεσας, διὸ σοὶ κραυγάζομεν. Δόξα τὴ δυνάμει σου Κύριε.

ναμαρτήτου ὁ θάνατος γεγευμένος, ζωοποιοῦ τε σώματος τοῦ σοῦ ἐπαξίως, Δέσποτα νενέκρωται, ἡμεῖς δὲ βοώμέν σοί. Δόξα τὴ δυνάμει σου Κύριε.

Θεοτοκίον

πειρογάμως ἐκυησας ὧ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν, ὅθεν ἀσιγήτοις φωναίς, τὸ χαίρέ σοὶ Δέσποινα, πίστει ἀδιστάκτω κραυγάζομεν.

Κανὼν Σταυροαναστάσιμος

Τὴν ἀνεξιχνίαστον θείαν

Νενομοθετημένος ὧν Ἰσραήλ, σὲ Χριστὲ τὸν νομοθετήσαντα, Θεὸν οὐκ ἔγνω, ἀλλ' ὡς ἄνομον Σταυρῶ, παρανομῶν προσέπηξεν, ὁ νομοθεσίας ἀνάξιος.

τεθεωμένη σου Σῶτερ ψυχή, ἄδου θησαυροὺς προνομεύσασα, τὰς ἀπ' αἰῶνος, συνανέστησε ψυχάς, τὸ ζωηφόρον σῶμα δέ, πάσιν ἀφθαρσίαν ἐπήγασε.

Θεοτοκίον

Σὲ τὴν Ἀειπάρθενον καὶ ἀληθῆ, πάντες Θεοτόκον δοξάζομεν, ἣν προετύπου, τῶ θεόπτη Μωϋσῆ, ἀκαταφλέκτως Πάναγνε, βᾶτος τῶ πυρὶ ὁμιλήσασα.

Τῆς Θεοτόκου

Ὁ καθήμενος ἐν δόξῃ

Συνανεστράφη ἀνθρώποις, ὁραθεὶς ὁ ἀόρατος, ἐν μορφῇ ὑπάρχων, τῆς ἀκαταλήπτου θεότητος, καὶ μορφωθεὶς ἐκ σοῦ Κόρη τὸ ἀλλότριον, τοὺς εἰδότας σε, σώζει ἁγνήν Θεομήτορα.

πεδέξατο ἐν ὕλῃ, ἡ Παρθένος τὸν ἄϋλον, ἐν μεθέξει ὕλης, βρέφος ἐξ αὐτῆς χρηματίσαντα, ὅθεν ἐν δύο οὐσίαις εἷς γνωρίζεται, σαρκοφόρος Θεός, καὶ βροτὸς ὑπερούσιος.

Μετὰ τόκον σὲ παρθένον, ὁ παρθένον οἰκήσας σε, καὶ τεχθεὶς ἀσπόρως, Λόγος καὶ Θεὸς διεσώσατο, καὶ ἐν τῷ τίκτειν παρθένον διεφύλαξεν, ὡς Δεσπότης καὶ Δημιουργός πάσης κτίσεως.

Ὠδὴ ε'

Ὁ Εἱρμὸς

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κοσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντας σε.

Σὺ Κύριε πρὸς γήν, συμπαθῶς κατελήλυθας, σὺ ὕψωσας τὴν πεσοῦσαν, τῶν ἀνθρώπων οὐσίαν, ἐν ξύλῳ ἀναρτώμενος.

Σὺ ἤράς μου Χριστέ, τῶν πταισμάτων τὸ ἔγκλημα, σὺ ἔλυσας τὰς ὀδύνας, τοῦ θανάτου Οἰκτίρμον, τὴ θεία Ἀναστάσει σου.

Θεοτοκίον

Σὲ ὅπλον ἀρραγές, κατ' ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

Κανὼν Σταυροαναστάσιμος

Ἐξέστη τὰ σύμπαντα

δέξατο ὅλον σε, ἅδης ὁ ἄφρων στόματι, ξύλω γὰρ παγέντα σὲ ἀθρήσας, λόγχη νυγέντα, ἄπνουν τὸν ζώντα Θεόν, ψιλὸν ἑλογίσατο βροτόν, ἔγνω πειραθεὶς δὲ σοῦ, τὴν ἰσχὺν τῆς θεότητος.

Λυθέντα φιλάνθρωπε, σοῦ τὸν ναὸν τοῦ σώματος, τάφος μερισάμενος καὶ ἅδης, ἄκοντες ἄμφω δίκας εἰσπράττονται, ὁ μὲν τῶν Ἁγίων σου ψυχάς, σώματα δὲ ἕτερος, συνεκπέμπων ἀθάνατε.

Θεοτοκίον

δοὺ νὺν πεπλήρωται, ἡ τοῦ Προφήτου πρόρρησις, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοὶς ὑμνούσί σε, τὴν εἰρήνην βραβεύοντα.

Τῆς Θεοτόκου

Νὺν ἀναστήσομαι

Οἶκον τῆς δόξης σε, ὄρος Θεοῦ, ἅγιον ἁγνή, νύμφην παστάδα, ναὸν ἁγιάσματος, ὁ Υἱὸς ὁ τοῦ Θεοῦ ἐν σοὶ οἰκήσας, καὶ παράδεισον τρυφῆς, ἀϊδίου ἡμῖν εἰργάσατο.

Σάρκα ἐξ αἵματος παρθενικοῦ, εἴληφας Χριστέ, ἄσπορον ἄχραντον, καὶ ἐνυπόστατον, λογικὴν καὶ νοεράν, ἐμψυχωμένην, ἐνεργὴ θελητικήν, αὐτοδέσποτον, καὶ αὐτεξούσιον.

Τύραννον φρόνημα παρθενική, ἤσχυνε γαστήρ, βρέφος ἀσπίδων γάρ, τρώγλην ψυχόλεθρον, ἐξηρεύνησε χειρί, καὶ ἀποστάτην, ἀλαζόνα καθελῶν, τῶν πιστῶν τοὶς ποσίν ὑπέταξεν.

Ὠδὴ ς'

Ὁ Εἱρμὸς

Θύσω σοί, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοί, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῶ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

νῆλθες, ἐν Σταυρῷ δυναστείαν ζωσάμενος, καὶ συμπλακεὶς τῶ τυράννω, ὡς Θεὸς ἐξ ὕψους κατέρραξας, τὸν Ἀδὰμ δέ, ἀηττήτω, παλάμη ἀνέστησας.

νέστης, ἐξαστράπτων ὡραῖος ἐκ τάφου Χριστέ, καὶ διεσκέδασας πάντας, τοὺς ἐχθροὺς τὴ θεία σου δυναστεία, καὶ τὰ πάντα, ὡς Θεός, εὐφροσύνης ἐπλήρωσας.

Θεοτοκίον

θαῦμα, τῶν ἁπάντων θαυμάτων καὶ νότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα, οὐκ ἐστενοχώρησεν.

Κανὼν Σταυροαναστάσιμος

Ἤλθον εἰς τὰ βάθη τῆς θαλάσσης

Διήνοιξε φάρυγγα ὁ ἅδης, καὶ καταπέπωκέ με, καὶ ψυχὴν ἐπλάτυνεν ὁ ἄφρων, ἀλλ' ὁ Χριστός, καταβὰς ἀνήγαγε, τὴν ζωήν μου ὡς φιλάνθρωπος.

άλω ὁ θάνατος θανάτω, ὁ γὰρ θανῶν ἀνέστη, ἀφθαρσίαν μοὶ δεδωρημένος, ἐμφανισθείς, Γυναιξὶ προσφθέγγεται, τὴν χαρὰν δὲ ὁ ἀθάνατος.

Θεοτοκίον

στέκτου θεότητος χωρίον, ἡ καθαρὰ νηδύς σου, ἀναδέδεικται ὧ Θεοτόκε, ἢ ἀδεῶς, οὐρανῶν τὰ Τάγματα, ἀτενίσαι οὐ δεδύνηνται.

Τῆς Θεοτόκου

ὁ αὐτὸς

Πάλαι μὲν ἡπάτησεν ὁ ὄφις, καὶ ἐθανάτωσέ με, διὰ τῆς προμήτορός μου Ἐϋας, νὺν δὲ Ἁγνή, διὰ σοῦ ὁ πλάσας με, ἐκ φθορᾶς ἀνεκαλέσατο.

βυσσὸς σὲ ἄβυσσον ἀρρήτως, τῆς εὐσπλαγχνίας Κόρη, ἐκλεκτὴν ἀνέδειξε θαυμάτων, καὶ γὰρ ἐκ σοῦ, ἀστραπὴ θεότητος, μαργαρίτης Χριστὸς ἔλαμψε.

Κοντάκιον  Ἦχος δ'

Ἐπεφάνης σήμερον

Σωτὴρ καὶ ῥύστης μου, ἀπὸ τοῦ τάφου, ὡς Θεὸς ἀνέστησεν, ἐκ τῶν δεσμῶν τοὺς γηγενεῖς, καὶ πύλας ἄδου συνέτριψε, καὶ ὡς Δεσπότης ἀνέστη τριήμερος.

Ὁ Οἶκος

Τὸν ἀναοτάντα ἐκ νεκρῶν Χριστὸν τὸν ζωοδότην, τριήμερον ἐκ τάφου, καὶ πύλας τοῦ θανάτου σήμερον συνθλάσαντα, τὴ δυνάμει τὴ αὐτοῦ, τὸν ἅδην τε νεκρώσαντα, καὶ τὸ κέντρον τοῦ θανάτου συντρίψαντα, καὶ τὸν Ἀδὰμ σὺν τὴ Εὔα ἐλευθερώσαντα, ὑμνήσωμεν πάντες οἱ γηγενεῖς, εὐχαρίστως βοῶντες αἶνον ἐκτενῶς, Αὐτὸς γάρ ὡς μόνος κραταιὸς Θεός, καὶ Δεσπότης ἐνέστη τριήμερος.

Ὠδὴ ζ'

Ὁ Εἱρμὸς

ν τῇ καμίνω, Ἀβραμιαῖοι Παῖδες τὴ Περσική, πόθω εὐσεβείας μᾶλλον, ἢ τὴ φλογί, πυρπολούμενοι ἐκραύγαζον. Εὐλογημένος εἶ, ἐν τῷ Ναῶ τῆς δόξης σου Κύριε.

Πρὸς ἀφθαρσίαν, ἡ ἀνθρωπότης ἀνακέκληται, θείω λουσαμένη αἵματι τοῦ Χριστοῦ, εὐχαρίστως ἀναμέλπουσα. Εὐλογημένος εἶ, ἐν τῷ Ναῶ τῆς δόξης σου Κύριε.

ς ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος, ὄντως καὶ παστάδος πάσης βασιλικῆς, ἀναδέδεικται λαμπρότερος, Χριστὲ ὁ τάφος σου, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως.

Θεοτοκίον

Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, Χαῖρε, διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοὶς κραυγάζουσιν. Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις Πανάμωμε Δέσποινα.

Κανὼν Σταυροαναστάσιμος

Οὐκ ἐλάτρευσαν τὴ κτίσει

ταπείνωσας, ἐν ξύλῳ ἀναρτώμενος, ὄμμα μετέωρον, καὶ ἐπηρμένην ὀφρύν, εἰς γὴν καταβέβληκας, σώσας τὸν ἄνθρωπον ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.

Τὴ δυνάμει σου, τὸ κέρας ἡμῶν ὕψωσον, τῶν λατρευόντων σοί, ὁ ἀναστὰς ἐκ νεκρῶν, καὶ ἄδου κενώσας πρίν, τὸν πολυάνθρωπον, πλοῦτον Δέσποτα, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Τριαδικὸν

ήσεσι, θείαις ἑπόμενοι, δοξάζομεν μίαν θεότητα, ὡς ἐν λαμπάσι τρισίν, ἀσύγχυτον ἄτμητον, αἴγλην ἀνέσπερον, τὴν φωτίζουσαν, πᾶσαν τὴν κτίσιν ψάλλουσαν, ὁ Θεὸς εὐλογητὸς εἶ.

Τῆς Θεοτόκου

Νέοι τρεῖς ἐν Βαβυλώνι

λκει μὲ πρὸς ὑμνωδίαν, πόθου τοῦ παρθενικοῦ, τὸ πὺρ τὸ ἐγκάρδιον, βοᾶν τὴ Μητρὶ καὶ Παρθένω. Εὐλογημένη Κύριος, μετὰ σοῦ τῶν Δυνάμεων.

περτέρα τῶν κτισμάτων, ὤφθης ὡς τὸν Ποιητήν, τεκοῦσα καὶ Κύριον, διὸ σοὶ βοῶ Θεοτόκε. Εὐλογημένη Κύριος, μετὰ σοῦ τῶν Δυνάμεων.

Τριαδικὸν

Κυριότητά σε μίαν, σέβων ἐν ἁγιασμοῖς, τρισὶν ἀδιαίρετον ὑμνῶ, τρισυπόστατε φύσις, Εὐλογημένη κράζων σοί, ἡ τὸ πᾶν διϊθύνουσα.

Ὠδὴ η'

Ὁ Εἱρμὸς

Χείρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Χείρας ἐκπετάσας ἐν Σταυρῷ, τὰ ἔθνη ἅπαντα ἐπισυνήγαγες, καὶ μίαν ἔδειξας Δέσποτα, Ἐκκλησίαν ἀνυμνούσάν σε, τοὶς ἐπὶ γῆς καὶ οὐρανοῦ, συμφώνως ψάλλουσιν. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Λευχείμων ὠράθη γυναιξί, τῶ ἀπροσίτω φωτὶ τῆς Ἀναστάσεως, καταστραπτόμενος Ἄγγελος. Τὶ τὸν ζώντα ἐν τῷ τάφω βοῶν, ἐπιζητεῖτε ὡς θνητόν, ὄντως ἡγέρθη Χριστός, ὧ βοῶμεν. Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον

Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε Ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ, σὺ τῆς θεότητος γέγονας, ἐνδιαίτημα Πανάμωμε, μὴ φλογισθεῖσα τῶ πυρί, τοῦ ἀπροσίτου φωτός, ὅθεν πάντες σὲ εὐλογοῦμεν, Μαρία Θεόνυμφε.

Κανὼν Σταυροαναστάσιμος

Παίδας εὐαγεῖς ἐν τῇ καμίνω

Τὴν ἄδικον βλέπουσαν σφαγήν σου, ἡ κτίσις κατηφιώσα ἐπωδύρετο, γὴς ταρασσομένης γάρ, ζόφον ὡς ἱμάτιον, μελαμβαφὲς ὁ ἥλιος περιεβάλλετο, ἡμεῖς δὲ σὲ ἀπαύστως ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν Χριστὲ εἰς τοὺς αἰῶνας.

συγκαταβὰς μοὶ μέχρις ἄδου, καὶ πάσιν ὁδοποιήσας τὴν Ἀνάστασιν, αὖθις ἀναβέβηκας, ἄρας μὲ ἐπ' ὤμων σου, καὶ τῶ Πατρὶ προσήγαγες, ὅθεν κραυγάζω σοί. Τόν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τριαδικὸν

Νοῦν πρῶτον καὶ αἴτιον ἁπάντων, Πατέρα μόνον ἀναίτιον δοξάζομεν, Λόγον τε τὸν ἄναρχον, Πνεῦμα τὸ Παράκλητον, ἕνα Θεὸν καὶ Κύριον, καὶ ποιητὴν τοῦ παντός, Τριάδα συμφυῆ προσκυνοῦντες, καὶ ὑπερυψοῦντες εἰς πάντας τοὺς αἰῶνας.

Τῆς Θεοτόκου

Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε

κ πλευρᾶς τοῦ Ἀδὰμ πλαστουργήσας σε, ἐκ τῆς σῆς παρθενίας σεσάρκωται, ὁ τῶν ἁπάντων Κύριος, ὃν ὑμνοῦντες βοῶμεν. Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

ν σκηνῇ Ἀβραὰμ ἐθεάσατο, τὸ ἐν σοὶ Θεοτόκε μυστήριον, τὸν γὰρ Υἱόν σου ἄσαρκον, ὑπεδέξατο μέλπων. Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

σαρίθμους Τριάδος διέσωσε, τὸ τῆς σῆς παρθενίας προχάραγμα, ἐν γὰρ παρθένοις σώμασι, κατεπάτουν τὴν φλόγα, Κόρη βοῶντες. Εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Ὠδὴ θ'

Ὁ Εἱρμὸς

Λίθος ἀχειρότμητος ὅρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις, διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.

λον μὲ ἀνείληφας ὅλος, ἐν συναφείᾳ ἀσυγχύτω, ὅλω μοὶ διδοὺς ὁ Θεός μου, τὴν σωτηρίαν διὰ τοῦ πάθους σου, ὁ ἐν Σταυρῷ ὑπέμεινας, σωματικῶς δι' εὐσπλαγχνίαν πολλήν.

Οἱ σοὶ μαθηταὶ καθορῶντες, ἀνεωγμένον σου τὸν τάφον, καὶ τὰς θεοφόρους σινδόνας, κεκενωμένας τὴ Ἀναστάσει σου, σὺν τῶ Ἀγγέλω ἔλεγον. Ὄντως ἐγήγερται ὁ Κύριος!

Τριαδικὸν

Μονάδα μὲν θείας οὐσίας, ἀλλ' ὑποστάσεων Τριάδα, πάντες οἱ πιστοὶ προσκυνοῦμεν, ἐν ἀσυγχύτοις ταὶς ὑποστάσεσιν, ἰσοσθενὴ ὁμότιμον, ἣν εὐσεβοῦντες μεγαλύνομεν.

Κανὼν Σταυροαναστάσιμος

Ἅπας γηγενής

Δόλω τῆς Ἐδέμ, ἑρπύσας ὁ ὄφις με, εἶλεν αἰχμάλωτον, πρὸς τὴν τοῦ Κρανίου δέ, κρατίστην πέτραν τοῦτον ἠδάφισεν, ὁ Παντοκράτωρ Κύριος, καθάπερ νήπιον, τῆς τρυφῆς δέ, αὖθις μοὶ τὴν εἴσοδον, διὰ ξύλου Σταυροῦ ἀνεπέτασεν.

θου κραταιά, ἐχθροῦ ὀχυρώματα, νὺν εἰς ἐρήμωσιν, τὴ παναλκεστάτη δέ, χειρὶ τὸν πλοῦτον τούτου δι' ἥρπασας, ἐκ κενεώνων ἄδου με, συναναστήσας Χριστέ, καὶ τὸν πάλαι, ἄμετρα καυχώμενον, ὡς γελοῖον παιζόμενον ἔδειξας.

θι τοῦ πτωχοῦ, λαοῦ σου τὴν κάκωσιν, ἐπισκεψόμενος, τὴ συμπαθεστάτη δέ, καὶ κραταιά σου χειρὶ δυνάμωσον, τὸν σταυροφόρον Ἄνακτα κατὰ βλασφήμων ἐχθρῶν, ἐξελέσθαι, σοῦ τὴν περιούσιον, κληρουχίαν Χριστὲ ὡς φιλάνθρωπος.

Τῆς Θεοτόκου

Κρυπτὸν θεῖον

ρῶμεν ὡς κρίνον σε, τὴ ἁλουργίδι, βεβαμμένην Ἄχραντε, τοῦ θείου Πνεύματος, τῶν ἀκανθῶν ἐν μέσῳ ἐκλάμπουσαν, καὶ εὐωδίας πληροῦσαν, τοὺς σὲ γνησίως μεγαλύνοντας.

ευστὴν προσλαβόμενος, βροτείαν φύσιν, ἐκ τῆς σῆς Πανάμωμε, γαστρὸς ὁ ἄφθαρτος, ἐν ἑαυτῷ ἀνέδειξεν, ἄρρευστον δι' εὐσπλαγχνίαν, διὸ σὲ ὡς Θεοτόκον μεγαλύνομεν.

πάντων δεσπόζουσα, τῶν ποιημάτων, τῶ λαῶ σου δώρησαι, τῆς νίκης τρόπαια, τὸν δυσμενῆ τεθεῖσα ὑπόσπονδον τὴ Ἐκκλησία, ἵνα σὲ ὡς Θεοτόκον μεγαλύνωμεν.

 

Αἶνοι Ἦχος δ'

σταυρὸν ὑπομεῖνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δοξάζομέν σου τὴν Ἀνάστασιν.

ν τῷ σταυρῶ σου Χριστέ, τῆς ἀρχαίας κατάρας ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτω σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, διάβολον κατήργησας, ἐν δὲ τὴ Ἐγέρσει σου, χαρὰς τὰ πάντα ἐπλήρωσας, διὸ βοώμέν σοί, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοί.

Τῶ σῶ Σταυρῶ Χριστὲ Σωτήρ, Ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥύσαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τὴ ἁμαρτία, ἐκτεῖνας τὴν χείρά σου, φιλάνθρωπε Κύριε, τὴ πρεσβεία τῶν Ἁγίων σου.

Τῶν Πατρικῶν σου κόλπων, μὴ χωρισθεὶς μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τὴ θεότητι, ἀναστὰς δὲ ἐκ νεκρῶν ἀθανασίαν παρέσχες τῶ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος.

Θάνατον κατεδέξω σαρκί, ἡμῖν ἀθανασίαν πραγματευσόμενος Σωτήρ, καὶ ἐν τάφῳ ὤκησας, ἵνα ἡμᾶς τοῦ ἄδου ἐλευθερώσης, συναναστήσας ἑαυτῶ, παθῶν, μὲν ὡς ἄνθρωπος, ἀλλ' ἀναστὰς ὡς Θεός. Διὰ τοῦτο βοῶμεν. Δόξα σοὶ ζωοδότα Κύριε, μόνε Φιλάνθρωπε.

Πέτραι ἐσχίσθησαν Σωτήρ, ὅτε ἐν τῷ Κρανίω ὁ Σταυρός σου ἐπάγη, ἔφριξαν ἄδου πυλωροί, ὅτε ἐν τῷ μνημείω ὡς θνητὸς κατετέθης, καὶ γάρ του θανάτου καταργήσας τὴν ἰσχύν, τοὶς τεθνεῶσι πάσιν ἀφθαρσίαν παρέσχες, τὴ Ἀναστάσει σου Σωτήρ. Ζωοδότα Κύριε δόξα σοί.

πεθύμησαν Γυναῖκες, ἰδεῖν σου τὴν Ἀνάστασιν, Χριστὲ ὁ Θεός, ἦλθε προλαβοῦσα Μαρία ἡ Μαγδαληνή, εὗρε τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, καὶ τὸν Ἄγγελον καθεζόμενον καὶ λέγοντα. Τὶ ζητεῖτε τὸν ζώντα μετὰ τῶν νεκρῶν, ἀνέστη ὡς Θεός, ἵνα σώσῃ τὰ σύμπαντα.

Ποῦ ἐστιν Ἰησοῦς, ὃν ἑλογίσασθε φυλάττειν; εἴπατε Ἰουδαῖοι, ποῦ ἐστιν, ὃν ἐθήκατε ἐν τῷ μνήματι, τὸν λίθον σφραγίσαντες, δότε τὸν νεκρόν, οἱ τὴν ζωήν ἀρνησάμενοι, δότε τὸν ταφέντα, ἢ πιστεύσατε τῶ ἀναστάντι, κὰν ὑμεῖς σιγήσητε τοῦ Κυρίου τὴν Ἔγερσιν, οἱ λίθοι κεκράξονται, μάλιστα ὁ ἀποκυλισθεὶς ἐκ τοῦ μνήματος. Μέγα σου τὸ ἔλεος! Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου! Σωτὴρ ἡμῶν δόξα σοί.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΟΙ ΜΑΚΑΡΙΣΜΟΙ

Διὰ ξύλου ὁ Ἀδάμ, Παραδείσου γέγονεν ἄποικος, διὰ ξύλου δὲ Σταυροῦ, ὁ Ληστὴς Παράδεισον ὤκησεν, ὁ μὲν γὰρ γευσάμενος, ἐντολὴν ἠθέτησε τοῦ ποιήσαντος, ὁ δὲ συσταυρούμενος, Θεὸν ὡμολόγησε τὸν κρυπτόμενον, Μνήσθητί μου βοῶν, ἐν τῇ Βασιλεία σου.

ὑψωθεὶς ἐν τῷ Σταυρῶ, καὶ τοῦ θανάτου λύσας τὴν δύναμιν, καὶ ἐξαλείψας ὡς Θεός, τὸ καθημῶν χειρόγραφον Κύριε, Ληστοῦ τὴν μετάνοιαν, καὶ ἡμῖν παράσχου μόνε φιλάνθρωπε, τοὶς πίστει λατρεύουσι, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ βοώσί σοί. Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλεία σου.

Τὸ χειρόγραφον ἡμῶν, ἐν τῷ Σταυρῶ τὴ λόγχη διέρρηξας, καὶ λογισθεὶς ἐν τοίςνεκροίς, τὸν ἐκεῖσε τύραννον ἔδησας, ῥυσάμενος ἅπαντας, ἐκ δεσμῶν τοῦ ἄδου τὴ Ἀναστάσει σου, δι' ἦς ἐφωτίσθημεν, φιλάνθρωπε Κύριε, καὶ βοώμέν σοί. Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλεία σου.

σταυρωθεὶς καὶ ἀναστάς, ὡς δυνατὸς ἐκ τάφου τριήμερος, καὶ τὸν πρωτόπλαστον Ἀδάμ, ἐξαναστήσας μόνε ἀθάνατε, καμὲ εἰς μετάνοιαν, ἐπιστρέψαι Κύριε καταξίωσον, ἐξ ὅλης καρδίας μου, καὶ ἐν θερμῇ τὴ πίστει ἀεὶ κραυγάζειν σοί. Μνήσθητί μου Σωτήρ, ἐν τῇ Βασιλεία σου.

Δι' ἡμᾶς ὁ ἀπαθής, παθητὸς ἐγένετο ἄνθρωπος, καὶ ἑκουσίως ἐν Σταυρῷ, προσηλωθεὶς ἡμᾶς συνανέστησε, διὸ καὶ δοξάζομεν, σὺν τῶ σταυρῶ τὸ Πάθος καὶ τὴν Ἀνάστασιν, δι' ὧν ἀνεπλάσθημεν, δι' ὧν καὶ σωζόμεθα ἀνακράζοντες. Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλεία σου.

Τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ τὸ τοῦ ἄδου κράτος σκυλεύσαντα, καὶ ὁραθέντα γυναιξί, Μυροφόροις λέγοντα, Χαίρετε, πιστοὶ δυσωπήσωμεν, ἐκ φθορᾶς λυτρώσασθαι τὰς ψυχὰς ἡμῶν, κραυγάζοντες πάντοτε, Ληστοῦ τοῦ εὐγνώμονος τὴν φωνὴν πρὸς αὐτόν. Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλεία σου.

Δόξα...

Τὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ Πνεῦμα πάντες τὸ Ἅγιον, ὁμοφρόνως οἱ πιστοί, δοξολογεῖν ἀξίως εὐξώμεθα, Μονάδα θεότητος, ἐν τρισὶν ὑπάρχουσαν ὑποστάσεσιν, ἀσύγχυτον μένουσαν, ἁπλὴν ἀδιαίρετον καὶ ἀπρόσιτον, δι' ἦς ἐκλυτρούμεθα, τοῦ πυρὸς τῆς κολάσεως.

Καὶ νύν... Θεοτοκίον

Τὴν Μητέρα σου Χριστέ, τὴν ἐν σαρκὶ ἀσπόρως τεκούσάν σε, καὶ Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον μείνασαν ἄφθορον, αὐτὴν σοὶ προσάγομεν, εἰς πρεσβείαν Δέσποτα πολυέλεε, πταισμάτων συγχώρησιν, δώρησαι πάντοτε τοὶς βοώσί σοί. Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλεία σου.