The Orthodox Pages

 

ΟΚΤΩΗΧΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΣΑΒΒΑΤΟ ΗΧΟΣ Δ΄

Στιχηρὰ Δεσποτικὰ Προσόμοια

Ἦχος δ'

Ἤθελον δάκρυσιν ἐξαλεῖψαι

Σύντριψον Κύριε ὁ Θεός μου, τὰ θανατηφόρα πάθη τὰ τῆς καρδίας μου, ἐὰν γὰρ σὺ καταλύσης οἶκον, τῆς σαρκὸς καὶ κτίσης οἶκον τοῦ πνεύματος, εἰς μάτην ἐστὶ φυλάσσων, ὁ πολεμῶν τὴν ψυχήν μου, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σώσόν με.

Δῶρον καὶ μάστιγά μοὶ παιδείας, τὸν ἐχθρὸν Οἰκτίρμον πρὸς τὸ συμφέρον δέδωκας, τὸ γὰρ κακὸν αὐτοῦ συνεργεῖ μοί, προαιρέσει οὐκ ἀγαθὴ εἰς καλόν, ἐγὼ δὲ σοὶ οὐ προσφεύγω, δι' εὐχῆς εὐχαρίστου. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σώσόν με.

Πάθη καὶ θάνατον κατεδέξω, δι' ἐμὲ ἵνα παθῶν καὶ θανάτου φθοράς, ἐλευθερώσης ὡς ζωοδότης, καὶ τὴν πρὶν ἀπάθειαν ἀποδώσης μοί, διὸ μὲ κείμενον Σῶτερ, τῆς ἁμαρτίας ἐν τάφῳ, ἔγειρον, πρὶν αἰώνιος θάνατος, λάβη με.

Ἔτερα τῆς Θεοτόκου  ὅμοια

Δέσποινα, Δέσποινα λύτρωσαί με, ἀπὸ τῶν αἰσχρῶν καὶ ῥυπαρὼν ἐνθυμήσεων, ὅτι μολύνουσι τῆς ψυχῆς μου, τὰς αἰσθήσεις πάσας καὶ τὰς τοῦ σώματος, διὸ Ἁγνὴ δέομαί σου, ἐν μετανοίᾳ κραυγάζων. Δέσποινα, πρὶν εἰς τέλος ἀπόλωμαι, σώσόν με.

Οἴμοι! τὶ γένωμαι, τὶ ποιήσω, δουλωθεὶς τοὶς πάθεσιν ἀπὸ νεότητος; ἄρα δυνήσομαι κὰν ἐν γήρᾳ, καρποὺς μετανοίας Χριστῷ ἐνδείξασθαι; ἡ γὰρ συνήθεια μόνη, καὶ πρὸ τοῦ πλάνου πλανᾷ με. Δέσποινα, πρὶν εἰς τέλος ἀπόλωμαι, σώσόν με.

Δάκρυα δίδου μοὶ Θεοτόκε, καὶ συντετριμμένην ποίησον τὴν καρδίαν μου, ἐξομολόγησίν τε παράσχου, τῶν βεβιωμένων μοὶ παραπτώσεων, ἵνα τῄ σὴ βοηθεία, ἐν μετανοίᾳ διέλθω, τὸν τῆς ζωῆς μου χρόνον καὶ τύχω ἀνέσεως.

Δόξα... Καὶ νύν... Θεοτοκίον

διὰ σὲ θεοπάτωρ Προφήτης Δαυϊδ, μελωδικῶς περὶ σοῦ προανεφώνησε, τῶ μεγαλείά σοὶ ποιήσαντι. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ Μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάση εἰκόνα, φθαρεῖσαν τοὶς πάθεσι, καὶ τὸ πλανηθέν, ὀρειάλωτον εὑρῶν πρόβατον, τοὶς ὤμοις ἀναλαβῶν, τῶ Πατρὶ προσαγάγη, καὶ τῶ ἰδίω θελήματι, ταὶς οὐρανίαις συνάψη Δυνάμεσι, καὶ σώση Θεοτόκε τὸν κόσμον Χριστός, ὁ ἔχων τὸ μέγα, καὶ πλούσιον ἔλεος.

Ἀπόστιχα Μαρτυρικὰ

τῶν ἁγίων Μαρτύρων, δεξάμενος τὴν ὑπομονήν, καὶ παρ' ἡμῶν δέχου, τὴν ὑμνωδίαν φιλάνθρωπε, δωρούμενος ἡμῖν, ταὶς αὐτῶν ἱκεσίαις, τὸ μέγα ἔλεος.

χοντες παρρησίαν, πρὸς τὸν Σωτήρα Ἅγιοι, πρεσβεύσατε ἀπαύστως, ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, ἄφεσιν πταισμάτων αἰτούμενοι, καὶ ταὶς ψυχαὶς ἡμῶν τὸ μέγα ἔλεος.

 

ερεῖᾳ ἔμψυχα, ὁλοκαυτώματα λογικά, Μάρτυρες Κυρίου, θύματα τέλεια Θεοῦ, Θεὸν γινώσκοντα, καὶ Θεῷ γινωσκόμενα, πρόβατα, ὧν ἡ μάνδρα, λύκοις ἀνεπίβατος, πρεσβεύσατε καὶ ἡμᾶς, συμποιμανθῆναι ὑμῖν, ἐπὶ ὕδατος ἀναπαύσεως.

Νεκρώσιμον

Μετὰ πνευμάτων δικαίων, τετελειωμένων, τὰς ψυχὰς τῶν δούλων σου, Σῶτερ ἀνάπαυσον, φυλάττων αὐτάς, εἰς τὴν μακαρίαν ζωήν, τὴν παρὰ σοὶ φιλάνθρωπε.

Δόξα... Καὶ νύν... Θεοτοκίον

χοντές σὲ Θεοτόκε, ἐλπίδα καὶ προστασίαν, ἐχθρῶν ἐπιβουλὰς οὐ πτοούμεθα, ὅτι σώζεις τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Μαρτυρικὰ

Ἦχος δ'  Ταχὺ προκατάλαβε

Σταυρῶ ὁπλισάμενοι, οἱ Ἀθλοφόροι σου, ἐνίκησαν τὰ μηχανήματα, τοῦ ἀρχεκάκου ἐχθροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔλαμψαν ὡς φωστῆρες, τους βροτοὺς ὁδηγοῦντες, νέμουσι τὰς ἰάσεις, τοὶς ἐν πίστει αἰτοῦσιν. Αὐτῶν ταὶς ἱκεσίαις, σῶσον τὰς ψυχὰς ἡμῶν.  

Τῶν ἐν ὅλω τῶ κόσμω Μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, δι' αὐτῶν βοᾷ σοὶ Χριστὲ ὁ Θεός. Τῶ λαῶ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τὴ πολιτεία σου δώρησαι, καὶ ταὶς ψυχαὶς ἡμῶν τὸ μέγα ἔλεος.

Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο, τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν, σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταὶς Ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοὶς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὸν Ἄμωμον

Κάθισμα Μαρτυρικὸν

Σήμερον τὰ τῶν Ἀγγέλων στρατεύματα, ἐν τῇ μνήμη τῶν Ἀθλοφόρων παραγέγονε, τὰς τῶν πιστῶν διανοίας φωτίσαι, καὶ τὴν οἰκουμένην τὴ χάριτι φαιδρύναι, δι' αὐτῶν ὁ Θεὸς δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἔτερα Νεκρώσιμα

Ταχὺ προκατάλαβε

Ψυχὰς ἃς μετέστησας, ἐκ τῶν προσκαίρων πρὸς σέ, ἀνάπαυσον Κύριε, ὡς Παντοδύναμος, καὶ μόνος ἀθάνατος, ἄνες ἄφες οἰκτίρμον, τὰ αὐτοῖς πεπραγμένα, ἐλέησον ἐλεῆμον, τῶν χειρῶν σου τὰ ἔργα, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Τοῦ βίου τὸ πρόσκαιρον, διαπεράσαντες, μετέστησαν Κύριε, πρὸς σὲ τὸν εὔσπλαγχνον, πιστῶς οἱ βιώσαντες, οὓς πὲρ ἐπὶ τὸν τόπον, τῆς ἀνέσεως τάξον, στῆσον ἐκ δεξιῶν σου, ἐν ἡμέρα τῆς δίκης, τὰ τούτοις ἡμαρτημένα, παραβλεψάμενος.

Δόξα... Καὶ νύν... Θεοτοκίον  ὅμοιον

Πιστῶν ἱλαστήριον, σὺ ἀνεδείχθης Ἁγνή, κοινὸν καταφύγιον, καὶ μεσιτεία θερμή, Παρθένε Θεόνυμφε, ὅθεν καὶ τῶν ἐν πίστει, πρὸς Θεὸν μεταστάντων, φάνηθινύν μεσῖτις, καὶ σωτήριος πύλη, πρὸς πλάτος τοῦ Παραδείσου, τούτους εἰσάγουσα.

Κανὼν εἰς πάντας τοὺς Ἁγίους, οὗ ἡ Ἀκροστιχίς:

Φαιδρὼς ἐπαινῶ τοὺς Θεοῦ χρηστοὺς φίλους. Ἰωσήφ.

Ὠδὴ α'  Ἦχος δ'

Ὁ Εἱρμὸς

Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας ἐν βυθῷ, ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι, ὅπως σοὶ ὡς ἐν τυμπάνῳ, τὴ νεκρώσει τοῦ σώματος, ἐπινίκιον ἄσω μελώδημα.

Φαιδρύνεται ἀεί, ἡ σεπτὴ Ἐκκλησία, τοὶς ἀγῶσι τῶν φαιδρῶν, Κυρίου Ἀθλητῶν, καὶ Χριστὸν τὸν ἐκλάμψαντα, Ἥλιον ἐκ τῆς Παρθένου, καὶ τὸ σκότος μειώσαντα, τῆς ἀπάτης δοξάζει γεραίρουσα.

Αἰνέσωμεν πιστῶς, τοὺς Χριστοῦ Ἱεράρχας, περιούσιον λαόν, ποιμάναντας καλῶς, καὶ λαμπρῶς ἐπαινέσωμεν, δῆμον ὅλον τῶν ὁσίως, βιωσάντων καὶ σώματος, ἡδονάς νεκρωσάντων ἐν πνεύματι.

σχὺς παρὰ Θεοῦ, Γυναιξὶν ἐδωρήθη, ἐν ἀσκήσει καὶ στερρά, ἀθλήσει τὸν ἐχθρόν, συμπατούσαις ἐν χάριτι. Τούτων Κύριε πρεσβείαις, Προφητῶν τε ἁγίων σου, τὰ ἐλέησου πᾶσι κατάπεμψον.

Νεκρώσιμον

Δικαίωσον Χριστέ, οὓς δικαία προνοία, ἐκ τοῦ βίου τοῦ φθαρτοῦ, πρὸς ἄφθαρτον ζωήν, μετεβίβασας δούλους σου, πάσί τε σὺν τοὶς δικαίοις, συγχορεύειν ἀξίωσον, τὰ αὐτῶν παριδῶν πλημμελήματα.

Θεοτοκίον

υόμενος ἡμᾶς, καταδίκης ἀρχαίας, ὁ Υἱὸς ὁ τοῦ Θεοῦ, ηὐδόκησεν Ἁγνή, καὶ Υἱὸς χρηματίσαι σου, ὅθεν υἱοθετηθέντες, διαυτοῦ τὸν οὐράνιον, εὐλογοῦμεν Πατέρα ὑμνούντές σε.

Κανὼν εἰς Κοιμηθέντας, οὗ ἡ Ἀκροστιχίς.

Κανὼν τέταρτος τοῦ τέλους μεμνημένος.

Ὁ Εἱρμὸς

Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμω ἐτροπώσατο.

Κρατήσας, τῆς δεξιᾶς τῶν δούλων σου, χειρὸς ὁδήγησον, ἐπὶ ζωὴν αἰώνιον Χριστέ, ἐπὶ θέαν τοῦ κάλλους σου, τοὺς ἀθλοφόρους Μάρτυρας, τῆς ἀληθείας δυσωπούμενος.

φράστου, καὶ μακαρίας δόξης σου, τοὺς μεταστάντας πρὸς σέ, κληρονομεῖν ἀξίωσον Χριστέ, ὑπερβαίνων τὰ πταίσματα, καὶ δικαιῶν τὴ χάριτι, καὶ τὴ ἐκχύσει τοῦ σοῦ αἵματος.

Νεκρωσει, τὸν νεκρωτὴν ἐνέκρωσας, τὴ ζωηφόρω σου, ὁ τοὶς νεκροῖς ἐμπνέων τὴν ζωήν, ζωοδότα Χριστὲ ὁ Θεός, αὐτὸς καὶ νὺν ἀνάπαυσον, οὓς προσελάβου πιστούς δούλους σου.

Σταυροθεοτοκίον

ραῖος, τοὶς ὑπερτάτοις κάλλεσι, καθὸ Θεὸς ὁ Υἱός, ὡς δὲ ἐκ σοῦ Παρθένε σαρκωθείς, καὶ τῶ ξύλω κρεμάμενος, κάλλος οὐκ εἶχε θάνατον, τὸν ὑπὲρ πάντων προσιέμενος.

Ὠδὴ γ'

Ὁ Εἱρμὸς

Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν, διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.

σπερ ἄρνες οἱ καλλίνικοι, Μάρτυρες τυθέντες, καὶ σφαγέντες προσήχθησαν, τῶ τυθέντι Ἀμνῶ καὶ Λόγῳ, τοῦ Θεοῦ εἰς πάντων λύτρωσιν.

Στόμα Θεοῦ χρηματίσαντες, οἱ Ἱερομύσται, ἐξ ἀναξίων προσήγαγον, τοὺς ἀξίους διδασκαλίαις, ἱεραῖς καταλαμπρύνοντες.

Εὗρε τῶν Ὁσίων σύλλογος, δι' ἐγκρατείας θεόθεν, τρυφὴν τὴν ἀδάπανον, ἐντρυφήσαντες θεωρίαις, καὶ ταὶς θείαις ἀναβάσεσι.

Νεκρώσιμον

Πάντας οὓς πιστῶς μετέστησας, πάντων ἱκεσίαις, τῶν σῶν Ἁγίων ἀνάπαυσον, παραβλέψας τὰ πεπραγμένα, ἐν τῷ βίω τούτοις πταίσματα.

Θεοτοκίον

Αἶνον τῶ ἐκ τῶ Θεῷ προσάξωμεν, τῆς Παρθένου, ἀποτεχθέντι βουλήματι, Γυναικῶν τε χορούς, Ἀγγέλων, τοὶς χοροὶς ἐπισυνάψαντι.

Κανὼν εἰς Κοιμηθέντας

Ὁ Εἱρμὸς

Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτω καυχώμεθα, ἀλλ' ἐν σοὶ τὴ τοῦ Πατρός, ἐνυποστάτω σοφία Χριστέ, οὐ γὰρ ἐστιν Ἅγιος, πλήν σου φιλάνθρωπε.

Νενικηκότες, τῶν εἰδώλων τὴν πλάνην οἱ Μάρτυρες, τὸν Δεσπότην καὶ Θεόν, νὺν δυσωποῦσι δωρήσασθαι, τοὶς προτελευτήσασι θείαν ἀνάπαυσιν.

Τὴν στρεφομένην, διαβῆναι ῥομφαίαν εὐδόκησον, καὶ τοῦ ξύλου τῆς ζωῆς, ἐπιτηδείου μεθέξεως τυχεῖν, οὓς μετέστησας δούλους σου Δέσποτα.

ν Παραδείσῳ, τῆς τρυφῆς αὐλισθῆναι τοὺς δούλους σου, ἔνθα ἦχος καθαρός, ἑορταζόντων ἀξίωσον, πταισμάτων τὴν ἄφεσιν τούτοις δωρούμενος.

Θεοτοκίον

Τῶ θείω τόκω, παρθενίαν συνήρμοσας Πάναγνε, τὸν γὰρ Κτίστην τοῦ παντός, ἀνερμηνεύτως γεγέννηκας, οὗ πὲρ τῶ βουλήματι πάντα ὑπόκειται.

Ὠδὴ δ'

Ὁ Εἱρμὸς

καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφη, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τὴ ἀκηράτω παλάμη καὶ διέσωσε, τοὺς κραυγάζοντας, δόξα Χριστὲ τὴ δυνάμει σου.

ερώτατος Μαρτύρων, ἐδοξάσθη κατάλογος, ἱερῶς δοξάσας, μέλεσιν οἰκείοις τὸν Κύριον, τὸν ὑπὸ πάντων Ἀγγέλων, δοξαζόμενον, καὶ πρεσβεύει, ῥυσθῆναι ἡμᾶς πάσης θλίψεως.

Νοῦν ἀϋλω, φωταυγεία, διαλάμποντα ἔχοντες, θεῖοι Ἱεράρχαι, νύκτα ἀθεϊας ἐλύσατε, καὶ ἀπλανεῖ Ὁδηγία, τὴν θεόλεκτον, ποίμνην Χριστοῦ, πρὸς τὸ φῶς ὡδηγήσατε.

ραιώθη τῶν Ὁσίων, πολυάριθμον σύστημα, καὶ ἐμεγαλύνθη, θείων Γυναικῶν ἡ ὁμήγυρις, τῶν Προφητῶν ἐτιμήθη, δῆμος ἅγιος, τῶν Ἀγγέλων, δήμοις ἑνωθεὶς ἀγαλλόμενος.

Νεκρώσιμον

Τῶν Ἀγγέλων συμπολῖται, χρηματίζοντες Μάρτυρες, τοὶς κεκοιμημένοις, πάσιν ἐξαιτήσασθε ἄνεσιν, καὶ Παραδείσου τοῦ θείου, τὴν κατοίκησιν, καὶ πταισμάτων, ὁλοσχερῆ ἀπολύτρωσιν.

Θεοτοκίον

παρθένον σὲ φυλάξας, μετὰ τόκον ἀμώμητον, τὰς παρθένους πάσας, σὲ περιεστώσας ἐδόξασε, μεθ' ὧν ἀπαύστως δυσώπει, διασώζεσθαι, πάσης θλίψεως, καὶ πειρασμῶν τὰς ψυχὰς ἡμῶν.

Κανὼν εἰς Κοιμηθέντας

Ὁ Εἱρμὸς

παρθέντα σὲ ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἓν τὴ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα, Δόξα τὴ δυνάμει σου Κύριε.

ναφανέντες οἱ Μάρτυρες ὡς φωστῆρες, τὸν οὐρανὸν φαιδρύνουσι τὸν τῆς Ἐκκλησίας, οἳ καὶ τὸν Σωτήρα Χριστόν, αἱ τοῦνται δωρήσασθαι, τοὶς κεκοιμημένοις τήν ἄφεσιν.

άβδον δυνάμεως ἔχοντες τὸν Σταυρόν σου, τὴν κοσμικὴν οἱ δούλοί σου θάλατταν δι' ἦλθον, οὓς πὲρ καταφύτευσον, εἰς ὄρος σου Κύριε, εἰς ὁ κατειργάσω ἁγίασμα.

Τὰ σκηνώματα τὰ ὄντως ἠγαπημένα, οὓς ἐξελέξω Δέσποτα, καὶ οὓς προσελάβου, δούλους σου εὐδόκησον, σκηνῶσαι ὡς εὔσπλαγχνος, ἔνθα τῶν δικαίων τὰ πνεύματα.

Θεοτοκίον

τῶν θανόντων καὶ ζωντων ἐξουσιάζων, σωματωθεῖς ὡς ἄνθρωπος ἐκ σοῦ Θεοτόκε, θάνατον ὑπέμεινε, σαρκὶ ὁ ἀθάνατος, λύσας τοῦ θανάτου τὴν δύναμιν.

Ὠδὴ ε'

Ὁ Εἱρμὸς

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνούντάς σε.

ψούμενοι Σταυρῶ, καὶ τροχοὶς συντριβόμενοι, κοπτόμενοι μεληδόν τε, οἱ στερροὶ Ἀθλοφόροι, Θεοῦ ὤφθησαν ἄτμητοι.

Φωτῆρες τῶν πιστῶν Ἱεράρχαι γενόμενοι, προσήξατε τῶ Ποιμένι, καὶ Ἀμνῶ, οὓς ποιμαίνειν, ὁσίως ἐπιστεύθητε.

Θορύβων κοσμικῶν, χωρισθέντες οἱ Ὅσιοι, εἰρήνευσαν τὴν καρδίαν, ἐκ παθῶν καὶ τοῦ πάντων, Θεοῦ υἱοὶ γεγόνασιν.

Νεκρώσιμον

νθέων Προφητῶν, Γυναικῶν τε κατάλογος, τὸν Κύριον θεραπεύσας, τοὶς προκεκοιμημένοις, αἰτεῖται τὴν ἀνάπαυσιν.

Θεοτοκίον

Κύριος ἐν σοί, κατοικήσας Πανάχραντε, εἰργάσατο τοὺς ἀνθρώπους, τῆς αὐτοῦ θείας δόξης, Παρθένε οἰκητήρια.

Κανὼν εἰς Κοιμηθέντας

Εἱρμὸς ὁ αὐτὸς

Σὺ Κύριε τῆς σῆς, δεσποτείας τοὺς Μάρτυρας, ἐδόξασας, δι' αὐτῶν τε, τοὺς πρὸς σὲ μεταστάντας, ἀνάπαυσον ὡς εὔσπλαγχνος.

Τὴν ἄλυπον ζωὴν τὸ τερπνὸν ἀγαλλίαμα, τὴν ἄληκτον εὐφροσύνην, τοὶς προκεκοιμημένοις, παράσχου πολυέλεε.

μόνος ἀγαθός, καὶ πηγὴ ἀγαθότητος, ἀνάπαυσον τοὺς ἐν πίστει, καὶ τὴ σὴ ἐπιγνώσει, τὸν βίον ἐκτελέσαντας.

Θεοτοκίον

μνούμέν σε δι' ἦς, τοὶς ἐν σκότει ἀνε τειλε, τὸ ἄφραστον Θεομῆτορ, καὶ ἀπρόσιτον κάλλος, καὶ πόθω μακαρίζομεν.

Ὠδὴ ς'

Ὁ Εἱρμὸς

λθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ' ὡς Θεός, ἐκ φθορᾶς ἀνάγαγε, τὴν ζωήν μου πολυέλεε.

πέρτιμοι Μάρτυρες ὡς λίθοι, ἐπὶ τῆς γῆς πανσόφως, κυλιόμενοι τῆς δυσσεβείας, οἰκοδομὴν πᾶσαν, κατεστρέψατε, καὶ ναοὶ Θεοῦ γεγόνατε.

Χειρὸς διεσώσατε βιαίας, ὑποχειρίους πάντας, Ἱεράρχαι καὶ ὁσιοι πάντες, οἱ ἐν Χριστῷ ποίμνης, ἡγησάμενοι, διὰ τοῦτο μακαρίζεσθε.

ήσεσι Προφητῶν ἀκολουθοῦντα, τῶν Γυναικῶν τὰ πλήθη, ἐν ἀσκήσει τε καὶ ἐν ἀθλήσει, τῶ Γυναικὸς ἐκ παρθένου, λάμψαντι, Θεῷ Λόγῳ καθυπούργησαν.

Νεκρώσιμον

πάντων ζωὴ τῶν τεθνεώτων, τοὺς ἐξ ἡμῶν ἐν πίστει, ἐκδημήσαντας πρὸς σὲ τὸν κτίστην, ἐν τῷ φωτὶ Χριστέ, τοῦ προσώπου σου, πολυέλεε κατάταξον.

Θεοτοκίον

Στόματι καὶ γλώσση καὶ καρδία, Ὁμολογῶ σὲ Κόρη, τοῦ Θεοῦ ἡμῶν ἁγνὴν Μητέρα, ἀλλὰ τῇ σῇ, μεσιτεία ῥύσαί με, αἰωνίου κατακρίσεως.

Κανὼν εἰς Κοιμηθέντας

Ὁ Εἱρμὸς

Θύσω σοὶ μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία Βοᾷ σοί, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

Τὴν λόγχην, τὴν θείαν πλευράν σου κεντήσασαν, ἡ στρεφομένη ῥομφαία, κατιδοῦσα Σῶτερ ὑπεχωρεῖτο, τοὶς σοὶς δούλοις, ταὶς ἱκεσίαις τῶν Ἀθλοφόρων σου.

ν ξύλῳ, κρεμασθεὶς τὸν Παράδεισον ἤνοιξας, τοὺς οὖν πιστῶς μεταστάντας, ἐν αὐτῷ Σωτήρ μου καταφυτεύσας, ὡς οἰκτίρμων, τῆς σῆς δόξης μετόχους ἀνάδειξον.

Λειμῶνας, τοὺς τῆς τρυφῆς ἀξίωσον δρέπεσθαι, τοὺς περὶ σὲ τὸν Δεσπότην, εὐσεβῶς φοιτῶντας διὰ θανάτου, καὶ δικαίοις, τοὶς ἀπ' αἰώνός σου συναρίθμησον.

Θεοτοκίον

Λόγος, καθὰ Θεὸς ὑπάρχων ἀόρατος, σωματωθεῖς καθωράθη, ἐκ Παρθένου Κόρης ἀπειρογάμου, καὶ θανάτω, τῶ οἰκείω τὸν θάνατον ἔλυσε.

Ὠδὴ ζ'

Ὁ Εἱρμὸς

βραμιαῖοι ποτέ, ἐν Βαβυλώνι Παῖδες, καμίνου φλόγα κατεπάτησαν, ἐν ὕμνοις κραυγάζοντες, ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Τὰ τοῦ Δεσπότου Χριστοῦ, ἡγιασμένα σκεύη, τῆς Ἐκκλησίας τὰ προπύργια, Κυρίου τοὺς Μάρτυρας, ἐν εὐφροσύνῃ ψυχῆς, αἰνέσωμεν συμφώνως.

Οἱ Ἱεράρχαι Χριστοῦ, καὶ τῶν Ἁγίων πάντων, χορὸς ὁ θεῖος ἐναγάλλεται, ταὶς ἄνω Δυνάμεσιν. Αὐτῶν πρεσβείαις Σῶτερ, σῶζε τὸ ποίμνιόν σου.

πομονὴν ἀγαθήν, αἱ Γυναικῶν ὁσίως, ἀθλητικῶς τε διαλάμψασαι, καὶ πίστει ἀσκήσασαι, ὑπακοὴ τὴν Εὔαν, τὸν τρώσαντα καθεῖλον.

Νεκρώσιμον

Σὺ ὁ τὸν Ἅδην ἑλῶν, καὶ θάνατον πατήσας, τῶ σῶ θανάτω, οὓς μετέστησας, ἐν πίστει ἀνάπαυσον, καὶ Παραδείσου δεῖξον, οἰκήτορας οἰκτίρμον.

Θεοτοκίον

Φλόγα τὴν βᾶτον πάλαι, μὴ πυρπολοῦσαν βλέπων, ὁ Νομοθέτης ἐδιδάσκετο, τὸν τύπον τοῦ τόκου σου, Θεοκυῆτορ μόνη, ἀεὶ εὐλογημένη.

Κανὼν εἰς Κοιμηθέντας

Ὁ Εἱρμὸς

ν τῇ καμίνω Ἀβραμιαῖοι Παῖδες τὴ Περσικὴ πόθω εὐσεβείας μᾶλλον ἢ τὴ φλογί, πυρπολούμενοι ἐκραύγαζον, Εὐλογημένος εἶ, ἐν τῷ ναῶ τῆς δόξης σου Κύριε.

πομονήν τε, καὶ καρτερίαν καὶ τὰ αἵματα, πάντων τῶν Μαρτύρων λύτρον, τῶν εὐσεβῶς μεταστάντων προσδεξάμενος, Σῶτερ ἀνάπαυσον, ὡς ἐλεήμων καὶ εὐδιάλλακτος.

Συναριθμήσας, τοὶς πρωτοτόκοις καὶ δικαίοις τε, Σῶτερ τὰς ψυχὰς τῶν δούλων σου, τῶν πρὸς σὲ μεταστάντων καταξίωσον, ἀκαταπαύστως σοί, ἐντρυφᾶν τῶ τῶν ὅλων δεσπόζοντι.

Μέτ' εὐφροσύνης, καὶ παρρησίας καὶ φαιδρότητος, Λόγε τοῦ Θεοῦ εὐδόκησον, ὡς Θεὸς ἐν νεφέλαις ὑπαντήσαί σοί, οὓς προσελάβου σύ, ὡς ἐλεήμων καὶ πολυέλεος.

Θεοτοκίον

Εὐλογημένη, Θεογεννῆτορ Μητροπάρθενε, χαῖρε, διὰ σοῦ γὰρ γέγονεν, ἀληθῶς τοῦ θανάτου ἡ καθαίρεσις, ζωὴ δὲ ἄλυπος, τοὶς τεθνεῶσι πᾶσι δεδώρηται.

Ὠδὴ η'

Ὁ Εἱρμὸς

Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἑδρόσισας, καὶ ἐδίδαξας μέλπειν. Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

εράρχαι Προφῆται καὶ Μάρτυρες, τὸν ἀγῶνα αὐτῶν ἐκτελέσαντες, ἱερωτάτης ἔτυχον, συναυλίας Ἀγγέλων, μεθ' ὧν αἰτοῦσιν, ἱλασμὸν ἡμῖν πᾶσι καὶ ἔλεος.

Λαμπρυνθέντες οἱ Ὅσιοι Πνεύματι, τῶν δαιμόνων τὸ σκότος ἠφάνισαν, μεθ' ὧν Ἱερομάρτυρες, Ἱεράρχαι Προφῆται, σὺν τοὶς Δικαίοις, τοὶς ἀπὸ τοῦ αἰῶνος εὐφραίνονται.

τὸ πρὶν ἀφροσύνη καυχώμενος, ἐξαλείψειν τὴν γὴν καὶ τὴν θάλασσαν, ὑπὸ Γυναίων πάντοτε, συμπατεῖται ἀσκήσει τε, καὶ ἀθλήσει, ἐκλαμψάντων ἀκτίσι τοῦ Πνεύματος.

Νεκρώσιμον

πὲρ πάντων Χριστὲ δυσωποῦμεν σε, τῶν πιστῶς κοιμηθέντων, ὡς εὔσπλαγχνος, τούτους χοροὶς ἀρίθμησον, σωζομένων ἀπαύστως, ἀναβοῶντας. Εὐλογεῖτε ὑμνεῖτε τόν Κύριον.

Θεοτοκίον

Συμπαθείας τῆς σῆς μὲ ἀξίωσον, συμπαθέστατον Λόγον κυήσασα, Θεογεννῆτορ Πάναγνε, καὶ βοώντά με σῶσον. Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Κανὼν εἰς Κοιμηθέντας

Ὁ Εἱρμὸς

Χείρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες, Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Μαρτύρων δεξάμενος λιτάς, καὶ τὸ τὴν συμπάθειαν, πρὸς ὁμόφυλον, ψυχὰς ἀνάπαυσον Δέσποτα, τῶν ἐν πίστει κοιμηθέντων τὴ σή, τὰς ἁμαρτίας παρορῶν, τούτων βοώντων σοί. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Νεκρὸς μέτ' ἀνόμων λογισθείς, νεκροῖς ἐπήγασας, ζωὴν ἀθάνατον, τοὺς μεταστάντας οὖν Δέσποτα, ἐπ' ἐλπίδι ἀναστάσεως, τῆς Βασιλείας σου τυχεῖν, Σῶτερ ἀξίωσον, σοὶ βοῶντας. Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

ὄντως ἀέναος πηγή, καὶ ἀδαπάνητος, ἐν οὐρανίαις σκηναίς, τοὺς τελευτήσαντας δούλους σου, καὶ τὸν βίον τὸν φθειρόμενον, ἀπολιπόντας εὐμενῶς, Σῶτερ ὑπόδεξαι, σοὶ βοῶντας. Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον

Μόνη σὺ ἐφάνης ἐπὶ γῆς, Παρθένος ἄχραντος, καὶ Μήτηρ ἄφθορος, Θεὸν γὰρ τέτοκας Δέσποινα, ὑπὲρ λόγον καὶ διάνοιαν, καὶ τὴν αἰώνιον ζωήν, θνητοὶς ἐπήγασας, ὅθεν πάντες, σὲ εὐλογοῦμεν Μαρία Θεόνυμφε.

Ὠδὴ θ'

Ὁ Εἱρμὸς

Εὔα μὲν τῶ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσωκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῶ τῆς κυοφορίας βλαστήματι, τῶ κόσμω τὴν εὐλογίαν ἐξήνθησας, ὅθεν σὲ πάντες μεγαλύνομεν.

δόντες τὰς θείας δωρεὰς οἱ Μάρτυρες, τὰ γέρα κομισάμενοι, τὰ τῶν μεγίστων αὐτῶν πόνων, ἀγάλλονται Χριστὸν μεγαλύνοντες, τὸν τούτους ἀληθῶς μεγαλύναντα, καὶ νικηφόρους ἀναδείξαντα.

ς ἱεραρχήσαντες λαοῦ προέστητε, Ἱεράρχαι θεῖοι κήρυκες, ὡς λαμπρυνθέντες τὴ ἀσκήσει, Ἠλίου τηλαυγέστερον Ὅσιοι, ἐλάμψατε πιστοὺς καταυγάζοντες, ἔργων μεγάλων ἐπιδείξεσι.

Σὺν Ἱερομάρτυσιν ὁμοῦ καὶ Μάρτυσι, καὶ Προφήταις μακαρίσωμεν, πάντας Ὁσίους καὶ Δικαίους, καὶ Γύναια λαμπρῶς ἀριστεύσαντα. Αὐτῶν Χριστὲ βοῶντες δεήσεσι, ῥύσαι γεέννης τὰς ψυχὰς ἡμῶν.

Νεκρώσιμον

ς κατηξιώθησαν χαρὰς οἱ Ἅγιοι, οἱ καλῶς σὲ θεραπεύσαντες, ταύτης Χριστὲ τοὺς μεταστάντας, ἐν πίστει τὴ εἰς σὲ καταξίωσον, τὰ τούτων παρορῶν ἁμαρτήματα, διὰ τὸ πλούσιόν σου ἔλεος.

Θεοτοκίον

Φανεῖσα τῶν ἄνω Χερουβεὶμ Πανάμωμε, ἀνωτέρα ὡς βαστάσασα, τὸν συνοχέα τῶν ἁπάντων, ἀνώτερον τὸν νοῦν μου ἀπέργασαι, παθῶν τῶν τῆς σαρκὸς δυναμούσά με, τὸ τοῦ Δεσπότου πράττειν θέλημα.

Κανὼν εἰς Κοιμηθέντας

Εἱρμὸς ὁ αὐτὸς

δωκας τοὶς ὄντως Ἀθληταῖς καὶ Μάρτυσι, παρρησίαν ἱκετεύειν σε, δὸς οὖν τοὶς πίστει κοιμηθείσι, τὴν θείαν δι' αὐτῶν ἀπολύτρωσιν, ἐν τόπῳ σκηνῆς ἁγίας σου Κύριε, κατασκηνῶσαι χαριζόμενος.

Νεύματι τῶ δημιουργικῶ ὁ σύμπαντα, συμφερόντως ἐργαζόμενος, ζώντων ὁ ἔχων ἐξουσίαν, θανόντων κυριεύων ὡς εὔσπλαγχνος, κατάταξον οὓς μετέστησας δούλους σου, ἐπὶ ὑδάτων ἀναπαύσεως.

φύσει ὑπάρχων ἀγαθὸς ὁ πλούσιος, ἐν ἐλέει καὶ χρηστότητι, ῥύσαι ἐκ σκότους ἐξωτέρου, τοὺς ἐπικεκλημένους σὸν ὄνομα, ἐκ πίστεως δικαιώσας καὶ χάριτι, τούτους λαμπρύνας ὡς φιλάνθρωπος.

Θεοτοκίον

Σύμβολα Πανάμωμε τῆς σῆς γεννήσεως, οἱ προφῆται προεκήρυξαν, ἄλλοθεν ἄλλος παραδόξως, σοὶ τὰς προσηγορίας ἁρμόζοντες, ζωὴν γὰρ τοὶς ἐν τῷ Ἅδη γεγέννηκας, κράτος θανάτου διαλύσασαν.

Στιχηρὰ Αἴνων, Μαρτυρικὰ

Ἦχος δ'

γγέλων συμμέτοχοι, γεγόνατε ἅγιοι Μάρτυρες, ἐν σταδίῳ τὸν Χριστὸν ἀνδρείως κηρύξαντες, πάντα γὰρ τὰ ἐν κόσμῳ κατελίπετε, τερπνὰ ὦς ἀνύπαρκτα, τὴν πίστιν δὲ ὡς ἄγκυραν ἀσφαλῆ ἐκρατήσατε, ὅθεν καὶ τὴν πλάνην ἀπελάσαντες, πηγάζετε τοὶς πιστοὶς ἰαμάτων χαρίσματα, ἀπαύστως πρεσβεύοντες, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Πῶς ὑμῶν θαυμάσωμεν, τοὺς ἀγῶνας ἅγιοι Μάρτυρες; ὅτι σῶμα θνητὸν περικείμενοι, τοὺς ἀσωμάτους ἐχθροὺς ἐτροπώσασθε, οὐκ ἐφόβησαν ὑμᾶς τῶν τυράννων αἱ ἀπειλαί, οὐ κατέπτηξαν ὑμᾶς τῶν βασάνων αἱ προσβολαί. Ὄντως ἀξίως παρὰ Χριστοῦ ἐδοξάσθητε, καὶ ταὶς ψυχαὶς ἡμῶν αἰτεῖσθε τὸ μέγα ἔλεος.

Τίμιος ὁ θάνατος, τῶν ἁγίων σου Κύριε, ξίφεσι γὰρ καὶ πυρί, καὶ ψύχει συντετριμμένοι, ἐξέχεαν τὸ αἷμα αὐτῶν, ἐλπίδα ἔχοντες εἰς σέ, ἀπολαβεῖν τοῦ καμάτου τὸν μισθόν, ὑπέμειναν καὶ ἔλαβον, παρὰ σοῦ Σωτὴρ τὸ μέγα ἔλεος.

Νεκρώσιμον

Εἰς τὴν κατάπαυσίν σου Κύριε, ὅπου πάντες οἱ ἅγιοί σου ἀναπαύονται, ἀνάπαυσον τὰς ψυχὰς τῶν δούλων σου, ὅτι μόνος ὑπάρχεις ἀθάνατος.

Δόξα... Νεκρώσιμον

Ποῦ ἐστιν ἡ τοῦ κόσμου προσπάθεια; ποῦ ἐστιν ἡ τῶν προσκαίρων φαντασία; ποῦ ἐστιν ὁ χρυσὸς καὶ ὁ ἄργυρος; ποῦ ἐστι τῶν οἰκετῶν ἡ πλημμύρα καὶ ὁ θόρυβος; πάντα κόνις, πάντα τέφρα, πάντα σκιά. Ἀλλὰ δεῦτε βοήσωμεν τῶ ἀθανάτω Βασιλεῖ. Κύριε, τῶν αἰωνίων σου ἀγαθῶν ἀξίωσον, τοὺς μεταστάντας ἐξ ἡμῶν, καὶ ἀνάπαυσον αὐτούς, ἐν τῇ ἀγήρω μακαριότητι.

Καὶ νύν... Θεοτοκίον

μόνη ἁγνὴ καὶ ἄχραντος Παρθένος, ἡ Θεὸν ἀφράστως κυήσασα, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπόστικα

Νεκρώσιμα τοῦ Θεοφάνους

Ἔδωκας σημείωσιν

ντως φοβερώτατον, τὸ τοῦ θανάτου μυστήριον! Πῶς ψυχὴ ἐκ τοῦ σώματος, βιαίως χωρίζεται, ἐκ τῆς ἁρμονίας, καὶ τῆς συμφυϊας ὁ φυσικώτατος δεσμός, θείω βουλήματι ἀποτέμνεται; Διὸ σὲ ἱκετεύομεν, τοὺς μεταστάντας ἀνάπαυσον, ἐν σκηναῖς τῶν δικαίων σου, ζωοδότα φιλάνθρωπε.

πνος ἀναδέδεικται, τῶν πιστευόντων ὁ θάνατος, σοῦ τεθέντος ἐν μνήματι, τοῦ πάντων δεσπόζοντος, καὶ τὸ τοῦ θανάτου, κράτος λελυκότος, καὶ καταργήσαντος αὐτοῦ, τὴν δυναστείαν τὴν πολυχρόνιον. Διὸ σὲ ἱκετεύομεν, τοὺς μεταστάντας κατάταξον, ἐν σκηναῖς τῶν ἁγίων σου, ἐν μοναῖς ἀκηράτοις σου.

Σὺ δικαιοσύνη τε, ἁγιασμὸς ἡμῖν γέγονας, καὶ ψυχῶν ἀπολύτρωσις. Πατρὶ γὰρ προσήγαγες, δεδικαιωμένους, καὶ λελυτρωμένους, ἀναδεξάμενος ἡμῖν, τὸ ὀφειλόμενον ἐπιτίμιον. Καὶ νὺν ἐκδυσωπούμέν σε, τοὺς μεταστάντας ἀνάπαυσον, ἐν χαρᾷ καὶ φαιδρότητι, εὐεργέτα Σωτὴρ ἡμῶν.

Γένος τὸ ἀνθρώπινον, πρὸς ἀφθαρσίαν ἀνώλεθρον, ἐκ φθορᾶς ἀνακέκληται, λουσάμενον Αἵματι, τῶ ἐκ τῆς πλευρᾶς σου, Σῶτερ κενωθέντι, ἐν ὧ ἀπέπλυνας ἡμῶν, τῶν προπατόρων τε τὴν παράβασιν, διὸ καὶ νὺν τοὺς δούλους σου, τοὺς μεταστάντας φιλάνθρωπε, ἐκ προσκαίρων ἀξίωσον, τῆς ἐκεῖθεν λαμπρότητος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

ήσεσιν ἑπόμενοι, τῶν θεηγόρων Πανάμωμε, Θεοτόκον φρονούμέν σε, Θεὸν γὰρ ἐγέννησας, σεσωματωμένον, ἀπερινοήτως, τὸν λυτρωσάμενον ἡμᾶς, δεδουλωμένους τοίς παραπτώμασιν, ὃν καὶ νὺν ἐκδυσώπησον, τοὺς μεταστάντας οἰκέτας σου, ταὶς οἰκείαις ἑλλάμψεσι, καταυγᾶσαι Πανάχραντε.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Οἱ Μακαρισμοὶ

Διὰ ξύλου ὁ Ἀδάμ, Παραδείσου γέγονεν ἄποικος, διὰ ξύλου δὲ Σταυροῦ, ὁ Ληστὴς Παράδεισον ὤκησεν, ὁ μὲν γὰρ γευσάμενος, ἐντολὴν ἠθέτησε τοῦ ποιήσαντος, ὁ δὲ συσταυρούμενος, Θεὸν ὡμολόγησε τὸν κρυπτόμενον, Μνήσθητί μου βοῶν ἐν τῇ Βασιλεία σου.  

Πυρπολούμενοι Χριστοῦ, τὴ ἀγάπη ἅγιοι Μάρτυρες, δυσσεβείας τὴν πυράν, δροσισμῶ ἀγώνων ἐσβέσατε, καὶ λύχνοι πολύφωτοι, Ἐκκλησίας ὤφθητε ἀπελαύνοντες, τὸ σκότος ἐν χάριτι, τῶν νόσων καὶ θλίψεωντών ψυχῶν ἡμῶν, ὅθεν χρεωστικῶς πάντες ὑμᾶς σέβομεν.

εράρχαι ἱεροί, Προφητῶν ἐνθέων κατάλογος, καὶ Ὁσίων οἱ χοροί, καὶ Γυναικῶν ἁγίων ὁμήγυρις, Θεὸν θεραπεύσαντες, ἐναρέτοις πράξεσιν ἐδοξάσθησαν. Αὐτοὺς μακαρίσωμεν, ταὶς τούτων δεήσεσι δυσωποῦντες τυχεῖν, τῆς αἰωνίου δόξης τε καὶ λαμπρότητος.

νθα λάμπει σου τὸ φῶς, ἔνθαχοροί ἁγίων αὐλίζονται, οὗ ἀπέδρα στεναγμός, καὶ ὀδύνη τάξον τοὺς δούλους σου, τοὺς προτελευτήσαντας, καὶ λιπόντας βίον τόν πολυώδυνον, ὑμνεῖν σου τὴν ἄφατον, Σωτὴρ ἀγαθότητα παριδῶν αὐτῶν, τὰ πλημμελήματα, ἅπερ διεπράξαντο.

Δόξα...

ἀχώριστος Τριάς, ἡ ἐν Πατρὶ Υἱῶ καὶ τῶ Πνεύματι, ἐνουμένη ὁλικῶς καὶ μὴ συγχεομένη ταὶς ἰδιότησι, Μονὰς τρισυπόστατε, τοὺς θανέντας πίστει ἐν σοὶ ἀνάπαυσον, λιταὶς τῶν Ἁγίων σου, Μαρτύρων, Ὁσίων τε καὶ σεπτῶν Προφητῶν, νέμουσα ἱλασμὸν τούτοις καὶ συγχώρησιν.

Καὶ νύν... Θεοτοκίον

ν ἐγέννησε Πατήρ, πρὸ Ἑωσφόρου Λόγον συνέλαβες, καὶ ἐκύησας σαρκί, γεγονότα ἄνθρωπον τέλειον, δυσὶ γνωριζόμενον, ἐνεργείαις Ἄχραντε καὶ θελήσεσιν, αὐτόν οὖν ἱκέτευε, ὡς κτίστην καὶ Κύριον οἰκτειρῆσαι ἡμᾶς, τοὺς σὲ ὑμνοῦντας Κόρη Θεονύμφευτε.