The Orthodox Pages

 

ΟΚΤΩΗΧΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΣΑΒΒΑΤΟ ΗΧΟΣ Γ΄

Στιχηρὰ Προσόμοια Δεσποτικὰ

Ἦχος γ'

Μεγάλη τοῦ Σταυροῦ σου

Ναὸν μὲ τοῦ σεπτοῦ σου Πνεύματος ἀπέργασαι, καθάρας τὰς κηλῖδας, Χριστέ μου τῶν πταισμάτων, καταγώγιον δαιμόνων χρηματίζοντα νύν, οὓς ἐξ ἐμοῦ ἔκβαλε, ὡς τοὺς μολύνοντας, πάλαι τὸ ἱερόν σου.

θέλων πάντας σῶσαι Κύριε, ὡς εὔσπλαγχνος, ἁμαρτωλούς, δικαίους, καὶ μή τινα ὀλέσθαι, αὐτὸς ποίησον ἕνα καμὲ τῶν σωζομένων, τὸν ἀμελῶς ζήσαντα, καὶ τὰ σὰ προστάγματα, παραβλέψαντα Λόγε.

πνώσας ἐν τῷ τάφω Χριστέ, ὡς ἄνθρωπος, δυνάμει ἀηττήτω, ἀνέστης συνεγείρας, τοὺς ἐν τοῖς μνημείοις κατοικοῦντας ἀπ' αἰῶνος, διὸ τοὺς κοιμηθέντας, πίστει ἀνάπαυσον, ἐν σκηναῖς αἰωνίοις.

Ἔτερα τῆς Θεοτόκου  ὅμοια

Ταὶς αὔραις τοῦ ἐχθροῦ ὡς κάλαμος ῥιπίζομαι, διηνεκῶς Παρθένε, ἀλλ' οἴκτειρον τὸν δούλόν σου, καὶ ταὶς τούτου καταιγίσι μὴ εἰς τέλος, ἐάσης μὲ κλονεῖσθαι, ἀλλὰ στερέωσον, ἐν τῇ πίστει Κυρίου.

κλύδων τῶν παθῶν, συνέχων καὶ συμπνὶ γων με, δι' ἠνεκῶς ταράττει, τὴν ταπεινὴν ψυχήν μου, καὶ ὠθεῖ εἰς ἀπογνώσεως βυθὸν με, ἀλλὰ τὴν ζάλην ταύτην, Ἁγνὴ μετάβαλε, εἰς βαθεῖαν γαλήνην.

Παρθένε τὸν ἐκ σοῦ, τεχθέντα καθικέτευε, τὴν ποίμνην σου φυλάττειν, ἀλώβητον ἐκ πάσης, ἐπηρείας τοῦ ἀντικειμένου διαβόλου, καὶ ἐκπληροῦν ἅπαντας, αὐτοῦ τὸ θέλημα, ἐνδυνάμωσον Κόρη.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου τόκον Πανσεβάσμιε;πείραν γὰρ ἀνδρός, μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα, Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός, γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ' ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.

Ἀπόστιχα Μαρτυρικὰ

Μεγάλη τῶν Μαρτύρων σου Χριστὲ ἡ δύναμις, ἐν μνήμασι γὰρ κεῖνται, καὶ πνεύματα διώκουσι, καὶ κατήργησαν ἐχθροῦ τὴν ἐξουσίαν, τὴ πίστει τῆς Τριάδος, ἀγωνισάμενοι, ὑπὲρ τῆς εὐσεβείας.

Προφῆται καὶ Ἀπόστολοι Χριστοῦ, καὶ Μάρτυρες, ἐδίδαξαν ὑμνεῖσθαι, Τριάδα ὁμοούσιον, καὶ ἐφώτισαν τὰ ἔθνη τὰ πεπλανημένα, καὶ κοινωνοὺς Ἀγγέλων ἐποίησαν, τοὺς υἱοὺς τῶν ἀνθρώπων.

Οἱ Μάρτυρές σου Κύριε, πίστει στηριχθέντες, ἐλπίδι βεβαιωθέντες, τὴ ἀγάπη τοῦ Σταυροῦ σου, ψυχικῶς ἑνωθέντες, τοῦ ἐχθροῦ τὴν τυραννίδα ὤλεσαν, καὶ τυχόντες τῶν στεφάνων, μετὰ τῶν Ἀσωμάτων πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Νεκρώσιμον

Πάντα ματαιότης τὰ ἀνθρώπινα, ὅσα οὐχ ὑπάρχει μετὰ θάνατον, οὐ παραμένει ὁ πλοῦτος, οὐ συνοδεύει ἡ δόξα, ἐπελθῶν γὰρ ὁ θάνατος, ταῦτα πάντα ἐξηφάνισται. Διὸ Χριστῷ τῶ ἀθανάτω Βασιλεῖ βοήσωμεν. Τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί.

Δόξα... Καὶ νύν... Θεοτοκίον

ν γυναιξὶν ἁγία Θεοτόκε, Μήτηρ ἀνύμφευτε, πρέσβευε ὃν ἔτεκες, Βασιλέα καὶ Θεόν, ἵνα σώσῃ ἡμᾶς ὡς φιλάνθρωπος.

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Μαρτυρικὰ

Ἦχος γ'  Τὴν ὡραιότητα

Τῶν Ἀθλοφόρων σου, τὴν μνήμην Κύριε, ὑπερεφαίδρυνας, ὡς Παντοδύναμος, ὅτι ἐνίσχυσας αὐτούς, τὰ πάθη σου μιμήσασθαι, ἀνδρείως γὰρ ἐνίκησαν, τοῦ Βελίαρ τήν δύναμιν, ὅθεν καὶ ἀπέλαβον, ἰαμάτων χαρίσματα. Αὐτῶν ταὶς ἱκεσίαις Χριστὲ ὁ Θεός, εἰρήνην παράσχου τῶ λαῶ σου.

Θωρακισάμενοι, τὴν πανοπλίαν Χριστοῦ, καὶ ἐνδυσάμενοι, ὅπλα τῆς Πίστεως, τὰς παρατάξεις τοῦ ἐχθροῦ, ἀθλητικῶς κατεβάλετε, προθύμως τὴ ἐλπίδι γάρ, τῆς ζωῆς ὑπεμείνατε, πάσας τῶν τυράννων, πρὶν ἀπειλάς τε καὶ μάστιγας, διὸ καὶ τοὺς στεφάνους ἐδέξασθε, Μάρτυρες Χριστοῦ οἱ καρτερόψυχοι.

Ἰδιόμελον

κλάμπετε διὰ τῆς Πίστεως, ὑπέρλαμπροι φωστῆρες Ἅγιοι, τῶν ἀσθενούντων ἰατροί, Ἀθλοφόροι πανεύφημοι, τῶν τυράννων γὰρ τὰς αἰκίσεις μὴ δειλανδρήσαντες, τῶν εἰδώλων τὰς δυσφημίας κατηδαφίσατε, τρόπαιον ἔχοντες ἀήττητον, τόνΣταυρόν τῆς ἀληθείας.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν, τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε, ἐν τῇ σαρκὶ γὰρ τὴ ἐκ σοῦ προσληφθείση, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος,

Ἔτερα Καθίσματα μετὰ τὸν Ἄμωμον

Μαρτυρικὸν

Τὸ εὔψυχον τῆς καρτερίας ὑμῶν, ἐνίκησε τὰ μηχανήματα, τοῦ ἀρχεκάκου ἐχθροῦ, Ἀθλοφόροι πανεύφημοι, διὰ τοῦτο τῆς αἰωνίου κατηξιώθητε μακαριότητος, ἀλλὰ πρεσβεύσατε τῶ Κυρίω, τοῦ φιλοχρίστου λαοῦ σῶσαι τὸ ποίμνιον, Μάρτυρες ὑπάρχοντες τῆς ἀληθείας.

Νεκρώσιμον  Τὴν ὡραιότητα

τε τῶ λόγῳ σου, παραστησόμεθα, τῶ ἀδεκάστω σου, βήματι Κύριε, μὴ καταισχύνης τοὺς εἰς σέ, Σωτὴρ ἡμῶν πεπιστευκότας, πάντες γὰρ ἡμάρτομεν, ἀλλὰ σοῦ οὐκ ἀπέστημεν, ὅθεν δυσωπούμέν σε, ἐν σκηναῖς τῶν δικαίων σου, Χριστέ, οὓς προσελάβου ἀνάπαυσον, ὡς μόνος ὑπάρχων πολυέλεος.

Δόξα...

Ξύλω πεπτώκαμεν, πικρῶς εἰς θάνατον, ξύλω τιμίω δέ, πάλιν ἀνέστημεν, διὰ Σταυροῦ σου γὰρ Σωτήρ, τὸν θάνατον ἐνέκρωσας, καὶ τὴν ἀτελεύτητον, ζωὴν πάσιν ἐπήγασας, ἢς πὲρ καταξίωσον, τοὺς πρὸς σὲ ἐκδημήσαντας, οἰκέτας σου πιστοὺς Ἐλεῆμον, δωρούμενος αὐτοῖς τὴν Βασιλείαν σου.

Καὶ νύν... Θεοτοκίον

Τὸν πολυτάραχον, τοῦ βίου κλύδωνα, τοὺς ἐκπεράσαντας, τῶ θείω νεύματι, καὶ μεταστάντας εὐσεβῶς, οἰκέτας σου Πανάμωμε, δέξαι καὶ προσάγαγε, τῶ Κριτὴ καὶ Θεῷ ἡμῶν, τούτοις ἀπολύτρωσιν, παρασχεῖν ἱκετεύουσα, καὶ γὰρ ὡς τοῦ ποιήσαντος Μήτηρ, ἔχεις τὸ θέλειν καὶ τὸ δύνασθαι.

Μύσταις προσοίσω τοῦ Θεοῦ θεῖον μέλος. Ἰωσήφ.

Ὠδὴ α'  Ἦχος γ'

Ὁ Εἱρμὸς

Θαυμαστὸς ἐνδόξως, ποιῶν τέρατα, σὺ εἶ ὁ Θεός, ὁ ἄβυσσον γεώσας, καὶ ἅρματα καλύψας, καὶ λαὸν διασώσας, ἄδοντά σοί, ὡς λυτρωτὴ ἡμῶν Θεῷ.

Μαρτυρίου κλέος σοφοὶ εὔρατε, πάντες Ἀθληταί, βασάνους πολυτρόπους, ἐνεγκόντες γενναίως ὑπὲρ τῆς ἀληθείας, ὅθεν πίστει ὑμᾶς δοξάζομεν ἀεί.

περτέραν σχόντες ζωήν, ὤφθητε προφῆται καὶ σοφοί, Κυρίου ἱεράρχαι, τοῦ κενωθέντος Λόγου, ποιμάναντες ὁσίως, τοῦ Σωτῆρος τὴν ποίμνην σθένει θεϊκῶ.

Σταυρωθέντες κόσμω σαρκός, ὅσιοι πάσας ἡδονὰς ἠρνήσασθε, καὶ σκεύη, τοῦ Πνεύματος δειχθέντες, τὰ πνεύματα πλάνης, θείω σθένει ἐξηφανίσατε σαφῶς.

Νεκρώσιμον

Τοὺς ἐκ γῆς προστάξει τὴ σή, Κύριε, πίστει εὐσεβεῖ, οἰκτίρμον μεταστάντας, ζωῆς ἀτελευτήτου, καὶ φωτὸς ἀνεσπέρου, ἀξιώσας ἀνάπαυσον ὡς ἀγαθός.

Θεοτοκίον

ς Θεὸν τεκοῦσαν σαρκὶ Πάναγνε, γνώμη εὐσεβεῖ, τιμώμέν σε ἀπαύστως, μετὰ σεμνῶν Γυναίων, ἀσκήσει λαμπρυνθέντων, καὶ ἀθλήσει καταβαλόντων τὸν ἐχθρόν.

Κανὼν εἰς Κοιμηθέντας, οὗ ἡ Ἀκροστιχίς:

Τοῦτο τρίτον μέλισμα θνήσκουσι νέμω.

Ὁ Εἱρμὸς

Τεμνομένην θάλασσαν

Τὴ ταφή σου θάνατον θανατώσας, καὶ καθελῶν τοῦ ἄδου τὴν τυραννίδα, εἰς οὐρανοὺς πρόδρομος ἡμῶν, ἀναπεφοίτηκας, Ἀθλοφόρων δῆμον συνανυψώσας, νὺν τὰς ψυχάς ἀνάπαυσον, τῶν μεταστάντων Χριστέ.

τοὺς θείους Μάρτυρας ἐνισχύσας, καὶ δι' αὐτῶν τὴν πλάνην ἐξαφανίσας, ταὶς προσευχαὶς τούτων, ὡς Θεός, τοὺς τελευτήσαντας, τῆς παρὰ σοῦ Σῶτερ ἀθανασίας, καὶ μακαρίας λήξεως, τυχεῖν ἀξίωσον.

Υπὲρ δούλων Δέσποτα, τὸ σὸν αἷμα, σφαγιασθείς, ἐξέχεας ὡς οἰκτίρμον, τὴν ὀφειλὴν τὴν ὑπὲρ αὐτῶν, καταβαλόμενος, διὰ τοῦτο εὔσπλαγχνε, σὲ αἰτοῦμεν, νὺν τάς ψυχὰς ἀνάπαυσον, τῶν κοιμηθέντων Χριστέ.

Θεοτοκίον

Τὴν ἁγνὴν ὑμνήσωμεν Θεοτόκον, τὴν τὸν Θεὸν τεκοῦσαν, τὸν τῶ θανάτω τῶ ἑαυτοῦ, θάνατον ἡμῖν ἀναμοχλεύσαντα, καὶ ζωὴν πηγάσαντα τὴν ἀγήρω, καὶ δι' αἰῶνος μένουσαν μακαριότητα.

Ὠδὴ γ'

Ὁ Εἱρμὸς

Στεῖρα ψυχὴ καὶ ἄγονε, κτῆσαι καρπὸν εὐκλεῆ, εὐτεκνουμένη βόησον. Ἐστερεώθην διὰ σοῦ ὁ Θεός, οὐκ ἔστιν ἅγιος, οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

ώμη Θεοῦ σθενούμενοι, Μάρτυρες ἔνδοξοι, ὀλεθροτόκον δύναμιν, τοῦ ἐν κακίᾳ δυνατοῦ δυσμενοῦς, τελείως ὠλέσατε, καὶ νίκης εἰλήφατε θεῖον στέφανον.

τοὺς ὁσίους Κύριε, δείξας ἐχθροῦ νικητάς, ταὶς αὐτῶν Ἰησοῦ παρακλήσεσιν, ἁγίασον, φώτισον, καὶ σῶσον, τοὺς ἐν πίστει καὶ πόθω, ἀπαύστως ἀνυμνούντάς σε.

Σὺν τοὶς Προφήταις ἅπασιν, ἀνευφημήσωμεν, τοὺς τῶν Γυναίων θείους χορούς, τοὺς ἐν ἀσκήσει, καὶ ἐν ἀθλήσει διαλάμψαντας, καὶ τὸν πολυμήχανον ὄφιν πατήσαντας.

Νεκρώσιμον

Οὓς ἐξ ἡμῶν μετέστησας, θεία βουλήσει Χριστέ, μετὰ Ἁγίων σύνταξον, τὰ ἐν τῷ βίω παραβλέψας αὐτῶν, οἰκτίρμον ἐγκλήματα, πρεσβείαις δεόμεθα τῶν Ἁγίων σου.

Θεοτοκίον

Οἱ σεσωσμένοι Πάναγνε, σοῦ τῶ σεπτῶ τοκετῶ, τοῦ Γαβριὴλ βοώμέν σοὶ πιστῶς, τὸ Χαῖρε καὶ δεόμεθα, τὴ παρακλήσει σου, πταισμάτων ἄφεσιν πάσιν αἴτησαι.

Κανὼν εἰς Κοιμηθέντας

Ὁ Εἱρμὸς

ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῶ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντοκράτορ Ὕψιστε, ἐν τῇ ἀγάπη τὴ σὴ στερέωσόν με.

διαπλάσας ἐκ γῆς με, καὶ πρὸς τὴν γήν, στραφέντα τὸν δείλαιον, ἀναπλάσας λαμπρότερον, τὰς ψυχὰς ἀνάπαυσον, τῶν κοιμηθέντων, πρεσβείαις τῶν Μαρτύρων.

Τῶν Ἀθλοφόρων Μαρτύρων τοὺς αἰκισμούς, στρεβλώσεις καὶ μώλωπας, καὶ πληγὰς δυσωπούμενος, τὰς ψυχὰς ἀνάπαυσον τῶν μεταστάντων, πρὸς σὲ τὸν πάντων κτίστην.

ύσαι γεέννης πυρός τε, καὶ ζοφερῶν, τοῦ ἄδου φιλάνθρωπε, σκηνωμάτων τοὺς δούλους σου, τοὺς ἐν πίστει Δέσποτα, κεκοιμημένους, τὴ σὴ ἐλπίδι πάντας.

Θεοτοκίον

ερωτέρα ὡς μήτηρ τοῦ πλαστουργοῦ, τῆς κτίσεως πέφηνας, τοῦ τὸν θάνατον λύσαντος, Θεοτόκε Πάνσεμνε, καὶ ἀφθαρσίαν ἡμῖν δεδωρημένου.

Ὠδὴ δ'

Ὁ Εἱρμὸς

Τὸ κατάσκιον ὄρος, ὁ Ἀββακοὺμ προεώρα, τὴν ἄχραντόν σου μήτραν Ἁγνή, διὸ καὶ ἀνεκραύγαζεν. Ἀπὸ θαιμὰν ἤξει ὁ Θεός, καὶ ὁ Ἅγιος ἐξ ὅρους, κατασκίου δασέος.

ερεῖα καθάπερ, προσανηνέχθητε πίστει, σφαγέντες, ὥσπερ ἄρνες σοφοί, ἀμνῶ τῶ ἐπὶ ξύλου Σταυροῦ, ἐπευδοκήσαντι ἀθληταί, ἐθελουσίως ταθῆναι, ὑπὲρ γένους ἀνθρώπων.

Σὺν ὁσίοις τιμῶμεν, τοὺς εὐκλεεῖς Ἱεράρχας, φωστήρας γεγονότας πιστῶν, παθῶν μὲν σκότος λύοντας, τῆς δὲ ἀχλύος ἐκκαθάραντας, καὶ πρὸς ἄδυτον ἐν πίστει, προσχωρήσαντας φέγγος.

ραιότητι λόγων, οἱ θεηγόροι Προφῆται, φαιδρύνουσι πιστῶν τὰς ψυχάς, ἀγώνων ταὶς λαμπρότησι, καὶ τῶν θαυμάτων ἀνατολαίς, καταυγάζουσι καρδίας, θεοφόροι Γυναῖκες.

Νεκρώσιμον

Τοὺς τὸν βίον λιπόντας, ὑπερκοσμίου δόξης, μετόχους δεῖξον Λόγε Θεοῦ, πταισμάτων ἀπολύτρωσιν, τούτοις δωρούμενος ἀγαθέ, ὧν πὲρ ἔπραξαν ἐν γνώσει, ἐπὶ γῆς καὶ ἀγνοίᾳ.

Θεοτοκίον

Τῶν Μαρτύρων τὴν δόξαν, Ἱεραρχῶν καὶ Ὁσίων, τὸ θεῖον ἐγκαλλώπισμα, τῶν Προφητῶν τὸ κήρυγμα, καὶ τῶν Γυναίων σεμνολόγημα, ἀνυμνήσωμεν ἀξίως, τοῦ Θεοῦ τήν Μητέρα.

Κανὼν εἰς Κοιμηθέντας

Ὁ Εἱρμὸς

Ἔθου πρὸς ἡμᾶς

Τάφον δι' ἡμᾶς, συμπαθῶς κατώκησας Δέσποτα, τάφους ὁ κενώσας ὡς Θεός, καὶ νικηφόρους δείξας τοὺς Μάρτυρας, ἐν τόποις ἀνέσεως, τοὺς κοιμηθέντας δούλους σου κατάταξον.

τῶν Ἀθλητῶν, τοὺς στερροὺς ἀγῶνας καὶ μάστιγας, καὶ τὰς τῶν μελῶν ἀποκοπᾷς, ἃς ὑπὲρ σοῦ ὑπέμειναν Δέσποτα, ἀσμένως δεξάμενος, οὓς προσελάβου ῥύσαι κολάσεως.

Νεύματι τῶ σῶ, τῆς ζωῆς ὁ ἔχων τὰ τάλαντα, τῆς ἀτελευτήτου σου ζωῆς, καὶ ἀκηράτου δόξης ἀξίωσον, οὓς πρὸς σὲ μετέστησας, τῆς ἁμαρτίας λύσας τὸ μεσότοιχον.

Θεοτοκίον

Μήτηρ ἀληθῶς, καὶ παρθένος ὤφθης Πανάμωμε, γέννησιν καὶ τόκον ἀληθῆ, τὴ παρθενία μόνη συνάψασα, Θεὸν γὰρ ἐγέννησας, τὸν τοῦ θανάτου λύσαντα τὴν δύναμιν.

Ὠδὴ ε'

Ὁ Εἱρμὸς

Τὸ φῶς σου τὸ ἀνέσπερον Χριστέ, καταύγασον ὡς Θεός, τὴ ταπεινή μου ψυχή, καὶ ὁδήγησον εἰς τὸν φόβον σου, διότι φῶς τὰ προστάγματά σου.

Οἱ μώλωπες ὑμῶν καὶ αἱ πληγαί, ἐχθροῦ μὲν ὤφθησαν πληγαὶ ἀνίατοι, τὰς ἡμῶν πληγὰς δὲ νὺν θεραπεύουσι, πάντων πιστῶν, Ἀθληταὶ Κυρίου.

μνήσωμεν Ὁσίων τὴν πληθύν, καὶ μακαρίσωμεν τοὺς Ἱεράρχας Χριστοῦ, καὶ τιμήσωμεν τοὺς Προφήτας νύν, ὑπὲρ ἡμῶν αὐτὸν δυσωποῦντας.

Θεὸν τὸν σαρκωθέντα δι' ἡμᾶς, ποθοῦσαι πανευκλεεὶς Γυναῖκες, γνώμη εὐθεῖα ἐναθλήσασαι, καὶ ἀσκήσασαι, τῆς Βασιλείας καταξιοῦνται.

Νεκρώσιμον

ν Παραδείσου Κύριε σκηναίς, ἐν χώρα ζώντων Χριστέ, ἔνθα σου λάμπει τὸ φῶς, κατασκήνωσον, οὓς μετέστησας, ἀπὸ τῆς γῆς, πιστούς σου οἰκέτας.

Θεοτοκίον

κ σοῦ Θεὸς σεσάρκωται Ἁγνή, καὶ ἀνωτέραν σὲ νὺν Ἀγγέλων ἀνέδειξε, ποιημάτων τε ὑπερέχουσαν, πάντων, διὸ σὲ ὑμνολογοῦμεν.

Κανὼν εἰς Κοιμηθέντας

Ὁ Εἱρμὸς

Πρὸς σὲ ὀρθρίζω

ν Ἐκκλησίᾳ, τῶν πρωτοτόκων ἀγαθέ, τοὺς ἐκδημήσαντας ἐξ ἡμῶν, πρεσβείαις τῶν Ἀθλητῶν, καὶ σεπτῶν Μαρτύρων, δικαίοις συναρίθμησον.

Λύτρον πταισμάτων, τὸ τῶν Μαρτύρων σου Χριστέ, παναγιώτατον αἷμα, νὺν προσδέχου, τῶν εὐσεβῶς κοιμηθέντων Σῶτερ, καὶ τούτους διανάπαυσον.

θυνον Λόγε, τῶν ἀπελθόντων τὰς ψυχάς, εἰς τὸν αἰώνιον τόπον τῆς τρυφῆς, καὶ τῆς ὑπὲρ νοῦν τῶν ἁγίων θείας, λαμπρότητος ἀξίωσον.

Θεοτοκίον

Σὲ τὴν Παρθένον, τὴν ὑπὲρ λόγον ἐν γαστρί, τὸν ἀπερίληπτον Λόγον συλλαβοῦσαν, τὸν τοὶς νεκροῖς τὴν ζωὴν διδόντα, ἀξίως μακαρίζομεν.

Ὠδὴ ς'

Ὁ Εἱρμὸς

Βυθὸς μοὶ τῶν παθῶν ἐπανέστη, καὶ ζάλη ἐναντίων ἀνέμων, ἀλλὰ προφθάσας μὲ σύ, σῶσον Σωτήρ, καὶ ῥύσαι φθοράς, ὡς ἔσωσας, τοῦ θηρὸς τὸν Προφήτην.

Οἱ λύχνοι τῆς φρικτῆς φρυκτωρίας, οἱ ἄρνες τοῦ Ἀμνοῦ καὶ Ποιμένος, οἱ στρατιῶται Χριστοῦ, οἱ πανευκλεεὶς αὐτοῦ Ἀθληταί, τιμάσθωσαν, ἱεραῖς μελωδίαις.

ψώθη τῶν Ὁσίων ὁ δῆμος, ὑψώσας Θεὸν ἐν ταπεινώσει, καὶ ἐδοξάσθη πληθὺς Ἱεραρχῶν, ἐν ἔργοις ἀεί, δοξάσαντες, τὴν ἁγίαν Τριάδα.

Θαυμάτων ἐπιδείξεσι θείαις, καὶ πόνων καρτερία τελεία, τοὺς ἀνομοῦντας ἐχθρούς, ὁ ἱερὸς Γυναίων χορός, κατέπληξεν, ἱερῶς ἀριστεύσας.

Νεκρώσιμον

ν πίστει οὓς ἐκ γῆς προσελάβου, ἁγίων συναρίθμησον δήμοις, καὶ τοῦ πιστοῦ Ἀβραάμ, τάξον Χριστέ, ἐν κόλποις Σωτήρ, δοξάζειν σου, τὴν πολλὴν εὐσπλαγχνίαν.

Θεοτοκίον

Μαρτύρων Προφητῶν τε ἁγίων, τῶν πάντων ἀπ' αἰῶνος Δικαίων, καύχημα σὺ εἶ Ἁγνή, ὅθεν φωναίς, σαφῶς ἱεραῖς, τιμώμέν σε, σὺν αὐτοῖς εἰς αἰῶνας.

Κανὼν εἰς Κοιμηθέντας

Ὁ Εἱρμὸς

νάγαγε ἐκ φθορᾶς μὲ Κύριε ὁ Θεός μου ὁ Ἰωνὰς ἐβόα, καγῶ βοῶ σοί, ἐκ τοῦ βυθοῦ ῥύσαί με Σωτήρ, τῶν πολλῶν μου κακῶν, ὅπως αἴνεσιν φωνῆς, θύσω σοὶ μόνε Φιλάνθρωπε.

Μετάβαλε εἰς χαρὰν τῶν πίστει κεκοιμημένων, τὸν κοπετόν, πρεσβείαις τῶν Ἀθλοφόρων, περιζωννὺς τούτους εὐσεβῶς, τὴν εὐφροσύνην Χριστέ, καὶ πρὸς φῶς τὸ σόν, εὔθυνον καὶ ἐφοδήγησον.

νάπαυσον ὁ Θεὸς τῶ πλήθει τῶν ἐν οἰκτιρμῶν σου, Πατριαρχῶν, κόλποις τοὺς μεταστάντας, ἔνθα τὸ φῶς λάμπει τὸ φαιδρόν, τοῦ σοῦ προσώπου Χριστέ, παρορῶν αὐτῶν, ἅπαντα τὰ παραπτώματα.

Θαυμάστωσον ἐπὶ τοὺς ἐντεῦθεν ἀπηλλαγμένους, καὶ τῶν δεινῶν, τοῦ βίου λελυτρωμένους, τὸ θαυμαστὸν ἔλεος Χριστέ, τῆς φιλανθρωπίας σου, καὶ χαρὰς τῆς σῆς, ἔμπλησον καὶ ἱλαρότητος.

Θεοτοκίον

Νεκρώσεως καὶ φθορὰς ἐρρύσω με, καὶ θανάτου, τῶ παραδόξω τόκω σου Θεομῆτορ, σὺ γὰρ Ἁγνὴ τέτοκας ἡμῖν, ἀφθαρσίας πηγήν, καὶ τῶ σῶ φωτί, κόσμον ὅλον κατελάμπρυνας.

Ὠδὴ ζ'

Ὁ Εἱρμὸς

Τρεῖς Παῖδες ἐν καμίνῳ, τὴν Τριάδα τυπώσαντες, τοῦ πυρὸς τὴν ἀπειλὴν κατεπάτησαν, καὶ ὑμνοῦντες ἐβόων. Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

στάμενοι ἐν μέσῳ, τοῦ πυρὸς ἐδέξασθε, θείαν δρόσον οὐρανόθεν, Ἀθλοφόροι Χριστοῦ, καὶ Ὁμιλοῦντες βασάνοις, τὸν πολυμήχανον ἐχθρόν, νεκρὸν εἰργάσασθε.

Οἱ θεῖοι Ἱεράρχαι, ὡς Ὁλκάδα ἰθύναντες, τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἀκαταπόντιστον, ταύτην ἐτήρησαν πλάνης, διεκφυγοῦσαν ἀβλαβῶς,  τὰ κύματα.

Νεκρώσαντες τὴν σάρκα, ἱεροῖς ἀγωνίσμασιν, ἀσκηταὶ τῆς ἀληθείας ἐκληρώσασθε, τὴν ζωὴν τὴν ἀγήρω, μετὰ ἁγίων Προφητῶν, καὶ ἱερῶν Γυναικῶν.

Νεκρώσιμον

Μὴ δείξης ὑπευθύνους, ἐν τῇ κρίσει τοὺς δούλους σου, οὓς μετέστησας πιστούς, ἀλλὰ τάξον αὐτούς, ἐν ταῖς λαμπρότησι Λόγε, ταὶς τῶν Ἁγίων, καὶ ἡμᾶς, τὴ εὐσπλαγχνία σου.

Θεοτοκίον

Μαρτύρων καὶ Ὁσίων, Προφητῶν τε Πανάμωμε, Γυναικῶν καὶ πάντων τῶν Ἱεραρχῶν, τῶν ἱερῶς βιωσάντων, σὺ εἶ τὸ κλέος ἀληθῶς, μεθ' ὧν τιμώμέν σε.

Κανὼν εἰς Κοιμηθέντας

Ὁ Εἱρμὸς

Ὡς πάλαι τοὺς εὐσεβεῖς

πάντων ζωαρχική, αἰτία καὶ δύναμις, ποιητικὴ Λόγε τοῦ Θεοῦ, τῆς ἐπηγγελμένης τοὶς Μάρτυσι τρυφῆς, τὰς ψυχὰς ἀξίωσον, τῶν μετασταντων δούλων σου, ὁ Θεός τῶν Πατέρων ἡμῶν.

Σωμάτων μὲν ὡς φθαρτῶν, εὐτόνως ηὐλόγησαν, οἱ εὐκλεεῖς Μάρτυρες Χριστοῦ, νὺν δὲ παρρησία πρεσβεύουσι πρὸς σέ. Τὰς ψυχὰς ἀνάπαυσον, τῶν κοιμηθέντων δούλων σου, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Καλάμω τῶ τοῦ Σταυροῦ, ὑπέγραψας ἄφεσιν, ἁμαρτιῶν πᾶσι τοὶς πιστοίς, ἢς νὺν τὰς ψυχάς, ὧν μετέστησας πρὸς σέ, μετασχεῖν ἀξίωσον, ἐν εὐφροσύνῃ ψάλλειν σοί. Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Λόγος ὁ τοῦ Πατρός, ὁ πάντα βουλήματι, δημιουργῶν, φύσιν τῶν βροτῶν, τὴν συγκεχωσμένην τοὶς πάθεσιν εὑρῶν, ὡς Θεὸς ἀνέπλασεν. Εὐλογημένος Πάναγνε, ὁ καρπός τῆς κοιλίας σου.

Ὠδὴ η'

Ὁ Εἱρμὸς

Τὸν ὑπ' Ἀγγέλων ἀσιγήτως, ἐν ὑψίστοις δοξαζόμενον Θεόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, γῆ καὶ ὄρη καὶ βουνοί, καὶ βυθὸς καὶ πᾶν γένος ἀνθρώπων, ὕμνοις αὐτὸν ὡς Κτίστην, καὶ Λυτρωτὴν εὐλογεῖτε.

πιφοραὶς τῶν ἀλγηδόνων, καὶ τῶν πόνων ἐπιδόσεσι, περιστατούμενοι σφοδρῶς, οὐκ ἠρνήσασθε τὴν ὄντως ζωήν, Κυρίου Ἀθλοφόροι, οὐδὲ γλυπτοὶς ἐνείματε, πονηρότατον σέβας.

Λύχνοι καθάπερ ἐν λυχνίᾳ, ἐπικείμενοι σεπτῶν ἀρετῶν, πᾶσαν αὐγάζετε τὴν γήν, ἄπαν σκότος ἐκδιώκοντες τῆς πλάνης, Ἀθλοφόροι ἱερουργοί, τῶν οὐρανίων Νόων συμπολῖται.

Οἱ ἀξιέπαινοι Προφῆται, τῶν Ὁσίων ὁ κατάλογος, τῶν Γυναικῶν ὁ ἱερός, Ἀθλησάντων θεῖος ὅμιλος, ὑμνείσθωσαν ἀξίως, ὑπὲρ ἡμῶν πρεσβεύοντες, τῶ Χριστῷ καὶ Σωτήρι.

Νεκρώσιμον

Σὺ ἡ ζωὴ τῶν ζώντων Κύριε, οὓς ἐκ γῆς πιστῶς μετέστησας, μετὰ ἁγίων ἐν φωτί, τοῦ προσώπου σου ἀνάπαυσον, συγχώρησιν πταισμάτων, διὰ πολλὴν παρέχων τούτοις, Κύριε εὐσπλαγχνίαν.

Θεοτοκίον

πανύμνητος Παρθένος, Προφητῶν τὸ περιήχημα, Ἱεραρχῶν καὶ Ἀθλητῶν, καὶ Ὁσίων ἐγκαλλώπισμα, Γυναίων τε ἁγίων ἡ χαρμονή, ὑμνείσθω χρεωστικῶς εἰς αἰῶνας.

Κανὼν εἰς Κοιμηθέντας

Ὁ Εἱρμὸς

Λατρεύειν ζώντι Θεῷ, οἱ ἐν Βαβυλώνι Παῖδες προσκαρτερήσαντες, μουσικῶν ὀργάνων κατεφρονησαν, καὶ φλογὸς μέσον ἐστῶτες, θεοτερπὴ ὕμνον ἀναμέλποντες ἔλεγον. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

πάρχων ὁ θησαυρός, τῆς ἀθανασίας σὺ ζωαρχικώτατε, τοὶς θνητοὶς ἀφθαρσίαν κατήγγειλας, ἣν τοὶς σοὶς Μάρτυσι Χριστέ, τοὶς εὐσεβῶς πίστει σοὶ βοῶσι δεδώρησαι. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Σοφία πνευματική, καὶ ὑπομονὴ τῶν ἔργων, οἱ στερρότατοι Ἀθληταί, τῶν βασάνων καταπτύσαντες, ταὶς ψυχαὶς τῶν μεταστάντων παρὰ Χριστοῦ, ἄνεσιν αἰτοῦνται, κραυγάζοντες. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

λάσθητι Ἀγαθέ, λόγχη τῆς πλευρᾶς σου, ῥήξας τὸ χειρόγραφον, τῶν πρὸς σὲ μεταστάντων, καὶ μεσότοιχον καθελῶν τὸ τῶν πταισμάτων, ὑμνολογεῖν σὲ οὓς προσελάβου εὐδόκησον. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον

Νεφέλην σὲ νοητήν, τοὶς προκεκοιμημένοις δίψει τῆς νεκρώσεως, ὕδωρ ζῶν τῆς ἀφέσεως πηγάζουσαν, καὶ θνητοὶς ἀθανασίαν διηνεκῆ, πᾶσι τοὶς βοῶσι παρέχουσαν, Εὐλογοῦμεν εὐλογημένη Παρθένε τὸν Τόκον σου.

Ὠδὴ θ'

Ὁ Εἱρμὸς

ν Σιναίῳ τῶ ὄρει κατείδέ σε, ἐν τῇ βάτω Μωϋσῆς, τὴν ἀφλέκτως τὸ πὺρ τῆς θεότητος, συλλαβοῦσαν ἓν γαστρί, Δανιὴλ δὲ σὲ εἶδεν, ὄρος ἁλατόμητον, ῥάβδον βλαστήσασαν, Ἡσαϊας κέκραγε, τὴν ἐκ ῥίζης Δαυϊδ.

ερεῖα καθάπερ προσήχθητε, τῶ τυθέντι δι' ἡμᾶς, καὶ τοὺς θείους ναοὺς ἐπληρώσατε, τῶν Ἀγγέλων χαρμονῆς, Ἀθλοφόροι Κυρίου, διὸ ταὶς εὐχαὶς ὑμῶν πάντες στηρίξατε, καὶ τῆς τοῦ ἐχθροῦ βλαβεράς, πλάνης ῥύσασθε.

ς φωστῆρες ζωῆς λόγον ἔχοντες, ἐφωτίσατε ψυχάς, Ἱεράρχαι Χριστοῦ ἱερώτατοι, θείας δόξης κοινωνοί, ὡς τὸ πὺρ δεδεγμένοι, τοῦ Πνεύματος Ὅσιοι, πάθη ἐφλέξατε, καὶ τὴν τῶν δαιμόνων, πυρὰν ἠφανίσατε.

Σὺν Προφήταις ἁγίοις τιμήσωμεν, τῶν Ὁσίων τὴν πληθύν, τοὺς πρὸ νόμου ἐκλάμψαντας νόμω τε, πολιτεία καθαρά. Γυναικῶν τε ἁγίων, τοὺς χοροὺς αἰνέσωμεν καὶ ἐκβοήσωμεν, Κύριε, πρεσβείαις αὐτῶν, σῶσον πάντας ἡμᾶς.

Νεκρώσιμον

ταφή σου Χριστὲ καὶ Ἀνάστασις, πάντων γέγονε ζωή, διὰ τοῦτο τολμῶντες βοώμέν σοί. Μετὰ πάντων ἐκλεκτῶν, οὓς πιστῶς προσελάβου, δούλους σου ἀνάπαυσον, τούτων τὰ πταίσματα, πάντα συγχωρῶν, ὡς Θεὸς καὶ φιλάνθρωπος.

Θεοτοκίον

Φοβερὸς οὗτος τόπος ἐβόησεν, Ὀπηνίκα Ἰακώβ, σοῦ τὸν τύπον ἓν κλίμακι ἔβλεψε, Θεοτόκε ἀψευδῶς, τῶν Μαρτύρων ἡ δόξα, Ὁσίων τὸ καύχημα, Ἀγγέλων ἀγλάϊσμα, πάντων Προφητῶν, καὶ πιστῶν τὸ διάσωσμα.

Κανὼν εἰς Κοιμηθέντας

Ὁ Εἱρμὸς

Τὴν ἐν βάτῳ καὶ πυρί, προγραφεῖσαν ἐν Σινᾷ τῶ νομοθέτη Μωσή, καὶ τὸ θεῖον ἐν γαστρί, ἀφλέκτως συλλαβοῦσαν πύρ, τὴν ὁλόφωτον καὶ ἄσβεστον λαμπάδα, τὴν μόνην Θεοτόκον, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν.

Νὺν ὡς μόνος ἀγαθός, καὶ φιλάνθρωπος Θεός, τοὺς μεταστάντας πρὸς σέ, τῶν Μαρτύρων ταὶς λιταίς, ἐν χώρα τῶν πραέων γὴς κατασκήνωσον, τὴν λύσιν τῶν πταισμάτων παρέχων, Ἐλεῆμον αὐτοῖς, διὰ μέγα καὶ πλούσιον ἔλεος.

ν Ἁγίων σου σκηναίς, ἐν τοῖς κόλποις Ἀβραάμ, οὓς προσελάβου Σωτήρ, συναρίθμησον τοὶς σοὶς δικαίοις, ἔνθα λάμπει τὸ φῶς, τοῦ προσώπου σου, τὸ ἄχραντον καὶ θεῖον, καὶ μένει δι' αἰῶνος, ἡ ὄντως ἀϊδιος ἀγαλλίασις.

Μακαρίας σου ζωῆς, αἰωνίων ἀγαθῶν, ἀκαταπαύστου τρυφῆς, εὐφροσύνης ἀληθοῦς, ἀξίωσον τοὺς δούλους σου, οὓς μετέστησας βουλήσει ζωοδότα, ἐν τόπῳ τῶ τῆς χλόης, ἐπὶ τῶν ὑδάτων τῆς ἀναπαύσεως.

Θεοτοκίον

ς ἁγία Κιβωτός, μαρτυρίου τε Σκηνή, τὸν ζωοδότην Θεόν, ὑπεδέξω ἐν γαστρί, Παναμώμητε τὸν Κτίστην σου, τὴν ἀπόφασιν κατάρας τῆς ἀρχαίας, καὶ νόμον τοῦ θανάτου, ἰδίω θανάτω ἀναμοχλεύσαντα.

Στιχηρὰ τῶν Αἴνων Μαρτυρικὰ

Ἦχος γ'

Βασιλέων καὶ τυράννων, τὸν φόβον ἀπώσαντο οἱ Χριστοῦ στρατιῶται, καὶ εὐθαρσῶς καὶ ἀνδρείως αὐτὸν ὡμολόγησαν, τῶν ἁπάντων Κύριον, Θεὸν καὶ Βασιλέα ἡμῶν, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Αἱ Δυνάμεις τῶν ἁγίων Ἀγγέλων, ἐθαύμασαν τῶν μαρτύρων τοὺς ἄθλους, ὅτι σῶμα θνητὸν περικείμενοι, βασάνων κατεφρόνησαν, μιμηταὶ γενόμενοι, τοῦ πάθους τοῦ Σωτῆρος ἡμῶν, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ς φωστῆρες ἐν κόσμῳ λάμπετε, καὶ μετὰ θάνατον ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενοι. διὸ ἔχοντες παρρησίαν, Χριστὸν ἱκετεύσατε, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.

Νεκρώσιμον

νθρωποι, τὶ μάτην ταραττόμεθα; ὁ δρόμος βραχὺς ἐστιν, ὃν τρέχομεν, καπνὸς ὑπάρχει ὁ βίος, ἀτμὶς καὶ τέφρα καὶ κόνις, πρὸς ὀλίγον φαινόμενος, καὶ ταχέως ἀχρειούμενος, διὸ Χριστῷ τῶ ἀθανάτω Βασιλεῖ βοήσωμεν. Τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί.

Δόξα... Καὶ νύν... Θεοτοκίον

γιόπρωτε σεμνή, ἐγκώμιον οὖσα τῶν οὐρανίων Ταγμάτων, Ἀποστόλων, ὑμνωδία, Προφητῶν περιοχή, Δέσποινα πρόσδεξαι, καὶ ἡμῶν τὰς δεήσεις.

Ἀπόστιχα τῶν Αἴνων, Νεκρώσιμα

Ἦχος γ'

Τῶ τύπω τοῦ σταυροῦ

Δοξάζω τὸν σταυρόν σου τὸν τίμιον, δι' οὗ ζωὴ δεδώρηται, καὶ τρυφῆς ἡ ἀπόλαυσις, τοὶς ἐν πίστει καὶ πόθω, σὲ ὑμνοῦσι μόνε πολυέλεε, διὸ βοώμέν σοί, Χριστὲ ὁ Θεός, τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί, δοξάζειν σου τὴν θεότητα.

μόνος ἐλεήμων καὶ εὔσπλαγχνος, ὁ ἔχων ἀκατάληπτον ἀγαθότητος πέλαγος, ὁ γινώσκων τὴν φύσιν τῶν ἀνθρώπων, ἣν ἐδημιούργησας, σὲ Ἱκετεύομεν, Χριστὲ ὁ Θεός, τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί, δοξάζειν σου τὴν θεότητα.

πνώσας ἐν τῷ τάφω ὡς ἄνθρωπος, δυνάμει ἀηττήτω σου, ὡς Θεὸς ἐξανέστησας, τοὺς ἐν τάφοις ὑπνοῦντας, ἀσιγήτως ὕμνον σοὶ προσφέροντας, διὸ βοώμέν σοὶ Χριστὲ ὁ Θεός, τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία ἐν σοί, δοξάζειν σου τὴν θεότητα.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Λαμπάδα νοητὴν σὲ βαστάζουσαν, τὸ φέγγος τῆς θεότητος, ὁμιλῆσαν παχύτητι, τῆς ἀνθρώπων οὐσίας Θεοτόκε, πάντες ἐπιστάμεθα, διὸ τὸν σὸν δυσώπησον Υἱὸν καὶ Θεόν, τοὺς μεταστάντας ἐξ ἡμῶν αὐλίζεσθαι, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία Ἁγνή, δοξάζειν σὲ τὴν Πανάμωμον.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Οἱ Μακαρισμοὶ

θετήσαντα Χριστέ, τὴν ἐντολήν σου, τὸν προπάτορα Ἀδάμ, τοῦ Παραδείσου ἐξώρισας, τὸν δὲ Ληστὴν Οἰκτίρμον, Ὁμολογήσαντά σε ἐν Σταυρῷ, ἐν αὐτῷ εἰσώκισας κράζοντα. Μνήσθητί μου Σωτήρ, ἐν τῇ Βασιλεία σου.

Τῶ πυρὶ τῶν αἰκισμῶν, προσομιλοῦντες, Ἀθλοφόροι τοῦ Χριστοῦ, δρόσον οὐράνιον εὔρατε, ἐπαναψύχουσάν τε, καὶ δυναμοῦσαν φέρειν τῆς σαρκός, τὰς ὀδύνας, ὅθεν κουφίζετε, πάντα πόνον ἀεί, ἀπὸ τῶν ψυχῶν ἡμῶν.

εράρχαι ἱεροί, Προφῆται ἔνδοξοι, Ὁσίων ἡ πληθύς, Γυναίων θείων ὁμήγυρις, ἐναθλησάντων πίστει, καὶ καθελόντων πλάνην τοῦ ἐχθροῦ, οὐρανίου δόξης ἐπέτυχον, ὧν πρεσβείαις Σωτήρ, οἴκτειρον τοὺς δούλους σου.

νθα λάμπει σου τὸ φῶς, ἐν ταῖς σκηναίς, τῶν ἐκλεκτῶν σου ὁ Θεός, ὅπου τρυφὴ ἡ ἀέναος, τοὺς ἐξ ἡμῶν ἐν πίστει, μετατεθέντας τάξον Ἰησοῦ, παρορῶν τὰ τούτων ἐγκλήματα, ἵνα σὲ ἐκτενῶς, Δέσποτα δοξάζωμεν.

Δόξα...

Τὴν προσώποις ἐν τρισί, προσκυνουμένην, μίαν ἄναρχον πιστοί, θείαν Μονάδα δοξάσωμεν, ὅπως ἀξιωθῶμεν, ἁμαρτιῶν ἀφέσεως τυχεῖν, καὶ τῆς Βασιλείας τευξώμεθα, ἀνυμνοῦντες αὐτῆς, τὸ ἄπειρον ἔλεος.

Καὶ νύν... Θεοτοκίον

Φωτισμὸς καὶ ἱλασμός, ἐκ σοῦ ἐπέφανεν ὁ πάντων Λυτρωτής, θεοχαρίτωτε Δέσποινα, ὃν ἐκτενῶς δυσώπει, ἐν τῇ μελλούση δίκη φοβερά, καταδίκης πάσης λυτρώσασθαι, Ἄχραντε τοὺς πιστῶς, πάντοτε ὑμνούντάς σε.