The Orthodox Pages

 

ΟΚΤΩΗΧΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΔΕΥΤΕΡΑ ΗΧΟΣ Δ΄

Στιχηρὰ Προσόμοια Δεσποτικὰ

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσι

Δεῦρο τάλαινα πρόσπεσον, τῶ θεῶ ἐν θερμότητι, τῶν δακρύων κράζουσα, τὸ ἡμάρτηκα, ψυχὴ παμβέβηλε ἵλεων, τὸν Κριτὴν ἀπέργασαι, πρὸ τοῦ τέλους καὶ αὐτῷ, ἐκ καρδίας ἀνάκραξον. Μὴ ἀπώση μου, στεναγμοὺς ὁ Θεός μου, μὴ παρόψη, συντριβήν μου τῆς καρδίας, ὧ πολυεύσπλαγχνε Κύριε.

ν νυκτὶ καὶ ἡμέρα τε, ὁ ἐχθρὸς ὁ παμπόνηρος, πολεμῶν οὐ παύεται δελεᾶσαι με, καὶ πρὸς ἀπώλειαν ἕλκει με, κακίας πρὸς βάραθρα, ἀλλ' ὡς μόνος ἀγαθός, τῆς αὐτοῦ τυραννίδος μὲ ἀπολυτρωσαι, καὶ παντοίας ἀνάγκης, Ἰησοῦ μου, ὑπεράγαθε καὶ σῶσον, ἐκ πολυτρόπων κολάσεων.

Οἰκητήριον γέγονα, λογισμῶν τῶν θλιβόντων με, καὶ ἀλλοτριούντων μὲ ἐκ σοῦ Δέσποτα, τὰς ἐντολάς σου ἠθέτησα, ποιεῖν σου τὸ θέλημα, οὐκ ἠθέλησα ποτέ, ἀλλ' εὐδόκησον Κύριε, ἐνοικήσαί μοί, διὰ πλῆθος ἐλέους, καὶ διδάξαι, τοῦ ποιεῖν τὸ θέλημά σου, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Τῶν Ἀσωμάτων  ὅμοια

Τοῦ τῆς θείας ἑλλάμψεως, δεκτικὰ καταγώγια, καὶ δοχεῖα πάνσεπτα, κατεσκεύασας, τὰ τῶν Ἀγγέλων στρατεύματα, καὶ θεία συστήματα, σοῦ τῆς δόξης θεωρούς, παραστάτας τοῦ θρόνου σου, τοὺς τὸν λόγον σου, δυνατῶς ἐν ἰσχὺϊ ἐκτελοῦντας, καὶ συντόνως ἐκπληροῦντας, τὰς ἐντολάς σου φιλάνθρωπε.

γαθότητος πέλαγος, ἀναφαίνειν βουλόμενος, ἀγαθὸς ὧν ἄναρχε, πρῶτον ἔκτισας, παντοδυνάμω σου νεύματι, καὶ θείω προστάγματι, τῶν Ἀγγέλων τοὺς χορούς, καὶ δυνάμεων τάγματα, ὄντως ἔδει γάρ, τὸ καλὸν ἐκχυθῆναι καὶ ὁδεῦσαι, καὶ ὡς πλείονα γενέσθαι, τὰ σὰ δωρήματα Δέσποτα.

Σεραφεὶμ ἑξαπτέρυγα, Χερουβεὶμ πολυόμματα, ἐπηρμένοι θρόνοι τε περιέπουσι, τῆς φωτουργοῦ σου ἑλλάμψεως, ἀμέσως μετέχοντες, Κυριότητες Ἀρχαί, Ἐξουσίαι Ἀρχάγγελοι, καὶ οἱ Ἄγγελοι, καὶ Δυνάμεις αἱ θεῖαι τὴν σὴν δόξαν, Παντοκράτορ εὐφημοῦντες, ὑπὲρ ἡμῶν δυσωπούσί σε.

Δόξα... Καὶ νύν... Θεοτοκίον  ὅμοιον

ς πρεσβείαν ἀκοίμητον, καὶ παράκλησιν ἔμμονον, κεκτημένη Πάναγνε, πρὸς τὸν Κύριον, τοὺς πειρασμοὺς κατακοίμισον, τὰ κύματα πράϋνον, τῆς ἀθλίας μου ψυχῆς, καὶ ἐν θλίψει ὑπάρχουσαν, τὴν καρδίαν μου, παρακάλεσον Κόρη, δυσωπῶ σε, καὶ χαρίτωσον τὸν νοῦν μου, ὅπως ἀξίως δοξάζω σε.

Ἀπόστιχα Κατανυκτικὰ

θελον δάκρυσιν ἐξαλεῖψαι, τῶν ἐμῶν πταισμάτων Κύριε τὸ χειρόγραφον, καὶ τὸ ὑπόλοιπον τῆς ζωῆς μου, διὰ μετανοίας εὐαρεστήσαί σοί, ἀλλ' ὁ ἐχθρὸς ἀπατᾷ με, καὶ πολεμεῖ τὴν ψυχήν μου. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σώσόν με.

Τὶς χειμαζόμενος καὶ προστρέχων, τῶ λιμένι τούτω οὐ διασώζεται; τῶ ἢ τὶς ὀδυνώμενος καὶ προσπίπτων, τῶ ἰατρείω τούτω οὐ θεραπεύεται; Δημιουργὲ τῶν ἁπάντων, καὶ Ἰατρὲ τῶν νοσούντων, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σώσόν με.

Μαρτυρικὸν

ἐνδοξαζόμενος ἐν ταῖς μνείαις τῶν Ἁγίων σου, Χριστὲ ὁ Θεός, ὑπ' αὐτῶν δυσωπούμενος, κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Χαῖρε φωτὸς Νεφέλη, χαῖρε Λυχνία φωτεινή, χαῖρε Στάμνε ἡ τοῦ Μάννα, χαῖρε ἡ Ῥάβδος Ἀαρῶν, χαῖρε Βᾶτε ἄφλεκτε, χαῖρε Λαμπάς, χαῖρε θρόνε, χαῖρε Ὄρος ἅγιον, χαῖρε Παράδεισε, χαῖρε θεία Τράπεζα, χαῖρε Πύλη μυστική, χαῖρε ἡ πάντων ἐλπίς.

Μετα τὴν α' Στιχολογίαν

Καθίσματα Κατανυκτικὰ

Ἦχος δ'

Τὴν ταπεινήν μου ψυχήν, ἐπίσκεψαι Κύριε, τὴν ἐν ἁμαρτίαις τὸν βίον ὅλον δαπανήσασαν, ὃν τρόπον τὴν πόρνην, δέξαι καμέ, καὶ σώσόν με.

Διαπλέων τὸ πέλαγος τῆς παρούσης ζωῆς, ἐνθυμοῦμαι τὴν ἄβυσσον τῶν πολλῶν μου κακῶν, καὶ μὴ ἔχων τὸν κυβερνήτην λογισμόν, τὴν τοῦ Πέτρου σοὶ προσφθέγγομαι φωνήν. Σώσόν με Χριστὲ ὁ Θεός, σώσόν με ὡς φιλάνθρωπος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Φοβερὸν τὸ μυστήριον, καὶ τὸ θαῦμα παράδοξον, πῶς ἡ Παρθένος σὲ τὸν Κτίστην τῶν ἁπάντων ἐβάστασε, καὶ μετὰ τόκον πάλιν σώα καὶ παρθένος διέμεινεν! ὁ τεχθείς ἐξ αὐτῆς τὴν πίστιν στήριξον, τὰ ἔθνη πράϋνον, καὶ τὸν κόσμον εἰρήνευσον, ὁ Θεὸς ὡς φιλάνθρωπος.

Μετὰ τὴν β' Στιχολογίαν

Καθίσματα Κατανυκτικὰ

Ταχὺ προκατάλαβε

Ταχὺ συνεισέλθωμεν, εἰς τὸν νυμφῶνα Χριστοῦ, καὶ πάντες ἀκούσωμεν, τῆς μακαρίας φωνῆς, αὐτοῦ τοῦ Θεοῦ ἡμῶν. Δεῦτε οἱ ἀγαπῶντες, τὴν οὐράνιον δόξαν, μέτοχοι γεγονότες, τῶν φρονίμων παρθένων, φαιδρύνατε τὰς λαμπάδας ὑμῶν, διὰ τῆς πίστεως.

Κατεπλάγη Ἰωσὴφ

ναλόγισαι ψυχή, πῶς παραστῶμεν τῶ κριτή, ἐν τῇ ὥρα τὴ φρικτή, τίθενται θρόνοι φοβεροί, καὶ τῶν ἀνθρώπων αἱ πράξεις διελέγχονται, τότε ὁ Κριτὴς ἀδυσώπητος, πρὸ βήματος γὰρ πὺρ προπορεύεται, ὥσπερ ἀγρία θάλασσα σὺν ἤχω, κατακαλύπτον τοὺς πταίσαντας. Ἀναλογίζου ταῦτα ψυχή μου, καὶ τὰ ἔργα σου εὔθυνον.

Δόξα... Καὶ νύν... Θεοτοκίον

κυρίως καὶ ἀληθῶς Θεοτόκος πρεσβεύουσα, ὡς Μήτηρ ἐν παρρησίᾳ τῶ Υἱῶ σου καὶ Θεῷ ἡμῶν, διαφύλαξον ποίμνην, ἐξαιρέτως τὴ σκέπη σου προστρέχουσαν, πρὸς σὲ καταφεύγουσαν τὸν λιμένα, τὸ τεῖχος, τὴν μόνην προστασίαν τοῦ γένους τῶν ἀνθρώπων.

Μετὰ τὴν γ' Στιχολογίαν

Καθίσματα Κατανυκτικὰ

Ταχὺ προκατάλαβε

ϋλοις ἐν στόμασι, Τριὰς ὑπέρθεε, ἀπαύστως ὑμνούσί σε, τῶν Ἀσωμάτων χοροί, καὶ φόβω, παρίστανται, Ἅγιος ἐκβοῶντες, Τρισυπόστατε Φύσις. Ἐλέησον γοῦν χειρῶν σου, τῶν οἰκείων τὸ πλάσμα, αὐτῶν ταὶς ἱκεσίαις, μόνε φιλάνθρωπε.

Μαρτυρικὸν

Σήμερον τὰ τῶν Ἀγγέλων στρατεύματα, ἓν τὴ μνήμη τῶν Ἀθλοφόρων παραγέγονε, τὰς τῶν πιστῶν διανοίας φωτίσαι, καὶ τὴν οἰκουμένην τὴ χάριτι φαιδρύναι, δι' αὐτῶν ὁ Θεὸς δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Τὴ ἀνατραφείση ἐν τῷ Ναῶ, εἰς τὰ Ἅγια τῶν Ἁγίων, τὴ περιβεβλημένη τὴν πίστιν καὶ τὴν σοφίαν, καὶ τὴν ἄμεμπτον παρθενίαν, ὁ Ἀρχιστράτηγος Γαβριήλ, προσέφερεν οὐρανόθεν, τὸν ἀσπασμὸν καὶ τὸ χαῖρε. Χαῖρε εὐλογημένη, χαῖρε δεδοξασμένη, ὁ Κύριος μετὰ σοῦ.

Κανὼν Κατανυκτικός, οὗ ἡ Ἀκροστιχὶς ἄνευ τῶν Θεοτοκίων,

"Σώσόν με Σῶτερ, ὡς τὸν Ἄσωτον πάλαι. Ἰωσήφ".

Ὠδὴ α'  Ἦχος δ'

Ὁ Εἱρμὸς

Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας ἐν βυθῷ, ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι, ὅπως σοὶ ὡς ἐν τυμπάνῳ, τὴ νεκρώσει τοῦ σώματος, ἐπινίκιον ἄσω μελώδημα.

Σωτηρ μου Ἰησοῦ, ὁ τὸν Ἄσωτον σώσας, ὁ τῆς Πόρνης τὸν κλαυθμόν, δεξάμενος ποτέ, ὁ Τελώνην στενάξαντα, νεύματί σου δικαιώσας, ἀναρίθμητα πταίσαντα, ἐπιστρεφοντα δέξαι, καὶ σώσόν με.

ς ὕλην δαπανᾷ, τὴν ψυχήν μου κακίας, ἡ πυρὰ καὶ τῆς φλογός, ὑπέκκαυμα ποιεῖ, τῆς μελλούσης φιλάνθρωπε, σβέσον, ταύτην δροσισμῶ σου, τοῦ ἐλέους Μακρόθυμε, μετανοίας παρέχων μοὶ δάκρυα.

Μαρτυρικὰ 

Συνέσεως πολλῆς, ὁ χορὸς πεπλησμένος, τῶν ἁγίων ἀθλητῶν, ἀσύνετον βουλήν, καὶ ἀλλόκοτον φρόνημα, πάντων τῶν παρανομούντων, νηφαλέως ἐξέκλινε, καὶ τῶν θείων βραβείων ἐπέτυχε.

Οἱ κόσμου τὰ τερπνά, παρωσάμενοι πάντα, ὑπερκόσμιον ζωήν, εἰλήφατε σοφοί, Ἀθλοφόροι πανεύφημοι, πάσης οὖν μὲ τῆς τοῦ κόσμου, ἐκλυτρώσασθε σχέσεως, τὸν γνησίως ὑμᾶς μακαρίζοντα.

Θεοτοκίον

πέρφωτε λαμπάς, τοῦ Ἠλίου τῆς δόξης, τῆς ψυχῆς μου τὸν πυρσόν, σβεννύμενον ἀεί, ῥαθυμία προσάναψον, θείων ἔργων τῶ ἐλαίω, Παναγία ἐπάρδουσα, ἵνα πίστει καὶ πόθω δοξάζω σε.

Κανὼν τῶν Ἀσωμάτων, οὗ ἡ Ἀκροστιχίς.

"Ὠδὴ τετάρτη τῶν Ἀσωμάτων νόων".

Εἱρμὸς ὁ αὐτὸς

ς Νόες καθαροί, τῶ μεγάλω καὶ πρώτω, παριστάμενοι Νοϊ, καὶ θείας ἀστραπῆς, ἐμπιπλάμενοι Ἄγγελοι, αἴγλη μὲ τὴ ὑμετέρα, καταυγάσατε μέλποντα, τὸν παναίτιον Λόγον πανένδοξοι,

Δι' ὅλου πρὸς Θεόν, νενευκότες τῶ πόθω, καὶ ταὶς θείαις καλλοναίς, μορφούμενοι ἀεί, ὧ Ἀρχάγγελοι ἔνδοξοι, στάσεσι παναρμονίοις, περιέπετε κράζοντες, ἐπινίκιον ὕμνον τῶ Κτίσαντι.

Θεοτοκίον

μόνη ἐν γαστρί, δεξαμένη τὸν Λόγον, ὃν Ἀγγέλων στρατιαί, δοξάζουσιν ἀεί, τὴν ψυχήν μου καταύγασον, λύουσα τῆς ἁμαρτίας, τὴν ζοφώδη κακόνοιαν, καὶ φωτίζουσα γνώσει τοῦ Πνεύματος.

Ὠδὴ γ'

Ὁ Εἱρμὸς

φ' ὕψους κατῆλθες, βουλήσει ἐπὶ γῆς, ὁ ὑπεράνω πάσης ἀρχῆς, καὶ ταπεινὴν ἀνύψωσας ἐξ ἄδου κατωτάτου, φύσιν βροτείαν, οὐ γὰρ ἔστιν ἅγιος, πλήν σου φιλάνθρωπε.

Νυκτὶ μὲ τοῦ βίου, τὸ σκότος τῶν παθῶν, κατέλαβε Χριστὲ ὁ Θεός, φῶς οὖν τυγχάνων ἄδυτον, ἀκτίσι μετανοίας μὲ καταυγάσας, σώσόν με φιλάνθρωπε, ἵνα δοξάζω σε.

Μερίδος μὲ δεῖξον, Χριστὲ τῶν ἐκλεκτῶν, τῆς ἐναντίας μοίρας Σωτήρ, ἀποχωρίσας δάκρυσι, καὶ ἐλεημοσύνη κεκαθαρμένον, ὅπως καταχρέως σε, δοξάζω πάντοτε.

Μαρτυρικὰ

βάφησαν ὄντως, τοὶς αἵμασιν ὑμῶν, οἱ πόδες, καὶ ὀξύτερον, πρὸς οὐρανὸν ἐβάδισαν, μετὰ τῆς ἁμαρτίας τὴν γὴν λιπόντες, Μάρτυρες ἐφάμιλλοι, θείων Δυνάμεων.

Στρεβλούμενον σῶμα, ὑμῶν τοὶς αἰκισμοίς, ἐλύετο Χριστοῦ Ἀθληταί, ψυχῆς δὲ ἐκρατύνετο, ὁ τόνος τὴ ἀγάπη προσδεδεμένος, ἀλύτως τοῦ Κτίσαντος, πάντα βουλήματι.

Θεοτοκίον

Μαρία Κυρία, ὡς οὖσα τοῦ παντός, τὸν Κύριον γεννήσασα, κυριευθέντα πάθεσι τὸν νοῦν μου, καὶ κακία μελανωθέντα, ἐλεύθερον ποίησον, καὶ καταλάμπρυνον.

Κανὼν τῶν Ἀσωμάτων

Εἱρμὸς ὁ αὐτὸς

Ταὶς ὑπερκοσμίαις, ὁ ὑμνούμενος χορείαις, τὰς τάξεις τούτων Χριστέ, καὶ τὰ τῶν πιστῶν συστήματα, μιμεῖσθαι θεοφρόνως ποίησον Λόγε, οὐ γὰρ ἔστιν ἅγιος, πλήν σου φιλάνθρωπε.

ρωτος θερμοῦ, συντονία ὀρεκτῶν, προσομιλοῦντες πρώτη πηγή, λειτουργικῶς παρίστασθε, ὑμνοῦντες ἀσιγήτως, μίαν οὐσίαν, θεότητος ἄναρχον, θεῖοι Ἀρχάγγελοι.

Θεοτοκίον

Τῆς Εὔας τὴν πάλαι, κατάραν περιφανῶς, διέλυσας, τὸν Χριστὸν κυοφοροῦσα, Μήτηρ ἁγνή, τὸν πάντας στεφανοῦντα ταὶς εὐλογίαις, οὐ γὰρ ἔστιν Ἄχραντε, πλήν σου βοήθεια.

Ὠδὴ δ'

Ὁ Εἱρμὸς

καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφη, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τὴ ἀκηράτω παλάμη καὶ διέσωσε, τοὺς κραυγάζοντας, δόξα Χριστὲ τὴ δυνάμει σου.

ς Κριτὴ δικαιοτάτω, νὺν προσπίπτω σοὶ Κύριε, κατακεκριμένον, καὶ κατεγνωσμένον μὲ οἴκτειρον, καὶ τῆς δικαίας σου ῥύσαι ἀποφάσεως, καὶ τῆς στάσεως, τῶν ἐκλεκτῶν καταξίωσον.

Τὸν λησταῖς περιπεσόντα, ἀνημέροις φιλάνθρωπε, τὸν τραυματισθέντα, ἴασαι Χριστέ, ἐπιχέων μοί, τῆς μετανοίας τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἐνδύων με, καταστολήν τὴν σωτήριον.

Μαρτυρικὰ

νεδύσασθε ἐξ ὕψους, σωτηρίου ἱμάτιον, ἐν τῇ ἀπεκδύσει, σώματος πανεύφημοι Μάρτυρες, καὶ τὸν ἐκδύσαντα πρώην τους προπάτορας, ἐγυμνώσατε, ἄπνουν νεκρόν ἐργασάμενοι.

ητορεύοντες ἀνόμων, κατενώπιον Μάρτυρες, τοῦ Θεοῦ τὸν λόγον, γνώσει εὐσεβείας κοσμούμενοι, σοφοὺς καὶ ῥήτορας πάντας, κατησχύνατε, ἀσεβοῦντας, καὶ τόν δυσμενῆ θανατώσαντες.

Θεοτοκίον

πὶ σὲ καθάπερ ὄμβρος, τῆς σοφίας ἡ ἄβυσσος, Ἰησοῦς κατῆλθε, μόνην καθαρὰν σὲ εὐράμενος, Θεογεννῆτορ Παρθένε, καὶ κατέκαυσεν, ἁμαρτίας, χειμάρρους δεινούς θεία χάριτι.

Κανὼν τῶν Ἀσωμάτων

Εἱρμὸς ὁ αὐτὸς

καταλήπτω δυνάμει, ἐκ μὴ ὄντων παρήγαγες, οὐρανίους Νόας, Λόγε τοῦ Θεοῦ ὑπερούσιε, καὶ τὴ ἀρρήτω σου δόξη κατεκάλλυνας, τοὺς κραυγάζοντας. Δόξα Χριστὲ τὴ δυνάμει σου.

υθμιζόμεναι τῶν ἄνω, αἱ Δυνάμεις τοῦ Πνεύματος, ταὶς ἡνίαις τούτου, καὶ θείαις αὐγαὶς πυρσευόμεναι, ἀμεταπτώτους τὰς τάξεις ἐκληρώσαντο, μίαν σέβουσαι, πάντων ἀρχὴν καὶ θεότητα.

Τοῦ προσώπου σου τὸ κάλλος, τὸ ὡραῖον θεάσασθαι, καταξιωθεῖσαι, αἱ λειτουργικαί σου λαμπρότητες, καὶ τὰς ἐκεῖθεν ἐμφάσεις εἰσδεχόμεναι, σοὶ κραυγάζουσι. Δόξα Χριστὲ τὴ δυνάμει σου.

Θεοτοκίον

Βασίλισσα Παρθένος, διαχρύσω στολίσματι, ὡραϊζομένη, Υἱῶ Βασιλεῖ νὺν παρίσταται, ἡ ἀσυγκρίτως Ἀγγέλους ὑπερέχουσα, τοὺς κραυγάζοντας. Δόξα Χριστὲ τὴ δυνάμει σου.

Ὠδὴ ε'

Ὁ Εἱρμὸς

Νὺν ἀναστήσομαι, προφητικῶς ἔφη ὁ Θεός, νὺν ὑψωθήσομαι, νὺν δοξασθήσομαι, τὸν πεσόντα προσλαβῶν ἐκ τῆς Παρθένου, καὶ πρὸς φῶς τὸ θαυμαστόν, ἀνυψῶν τῆς ἐμῆς θεότητος.

πῶς κατάκριτος, σοὶ τῶ Κριτή, πάντων καὶ Θεῷ, μέλλω παρίστασθαι, καὶ διελέγχεσθαι, περὶ πάντων τῶν δεινῶν, ὧν πὲρ ἀφρόνως ἐπλημμέλησα ἑκών, καὶ ἐμαυτόν ὅλως κατηχρείωσα!

Σώσόν με Κύριε, ὅτι κακῶν, πέπλησμαι πολλῶν, ἴασαι Δέσποτα, τὰς ἁμαρτίας μου, καὶ τὰ ἕλκη τὰ δεινά, καὶ μὴ ἐάσης ἀπολέσθαι με, τὸν μόνον Ἰησοῦ μου, πολλὰ σοὶ πταίσαντα.

Μαρτυρικὰ

Τέλος μακάριον, οἱ Ἀθληταί, εὔραντο σαφῶς, δόξης ἐπέτυχον, Χριστὸν δοξάσαντες, τοὶς οἰκείοις μέλεσι, τὸν ἀθλοθέτην, αἰκισμοὶς καὶ σπαραγμοίς, ὁμιλεῖν ἀνδρικῶς αἰρούμενοι.

λβον οὐράνιον, πανευκλεῶς, θεῖοι Ἀθληταί, στέφος ἀμάραντον, καὶ φῶς ἀνέσπερον, καὶ οἰκίαν μηδαμῶς παλαιουμένην, ἀχειρότευκτον κληροῦσθε, Μάρτυρες τοῦ Χριστοῦ πανεύφημοι.

Θεοτοκίον

Σοῦ τὰ θαυμάσια, προφητικαί, ἔφησαν φωναί, ὄρος καλούσαί σε, καὶ πύλην Ἄχραντε, καὶ λυχνίαν φαεινήν, ἐξ ἦς τὸ φέγγος, ἀληθῶς τὸ θαυμαστόν, φρυκτωρεῖ, Ἁγνὴ κόσμον ἅπαντα.

Κανὼν τῶν Ἀσωμάτων

Εἱρμὸς ὁ αὐτὸς 

Τρόμω δοξάζουσι, τὰ Χερουβεὶμ καὶ τὰ Σεραφείμ, θρόνοι, Ἀρχάγγελοι, καὶ Κυριότητες, καὶ Δυνάμεις, καὶ Ἀρχαί, καὶ Ἐξουσίαι, σὺν Ἀγγέλοις τὸ σεπτόν, τῆς μιᾶς καὶ τριττῆς θεότητος.

φθησαν Ἄγγελοι, φωτοειδῶς, λάμποντες Χριστέ, σοῦ τὴν Ἀνάστασιν διακηρύττοντες, ταὶς ὁσίαις Γυναιξί, καὶ τῶν ἐχθρῶν σου, κατασείοντες τὸν νοῦν, ἀστραπαίς τῆς σαυτοῦ θεότητος.

Θεοτοκίον

Νὺν περιφρούρησον, παρεμβολαίς, Ἀρχαγγελικαὶς τὴν Ἐκκλησίαν σου, τὴν σὲ δοξάζουσαν, ὀρθοδόξοις ἐν φωναῖς, ὁ ἐκ Παρθένου ἀπορρήτως γεννηθείς, καὶ βροτούς ἐκ φθορᾶς ῥυσάμενος.

Ὠδὴ ς'

Ὁ Εἱρμὸς

λθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ' ὡς Θεός, ἐκ φθορᾶς ἀνάγαγε, τὴν ζωήν μου πολυέλεε.

Νεκρὸς χρηματίζων οὐ γινώσκω, ἀναισθητῶν ὁ τάλας, καὶ συνείδησιν μεμολυσμένην, φέρων ἀεί, ὁ Θεὸς ὁ πλάστης μου, μὴ εἰς τέλος ἀπολέσης με.

Αἱ πράξεις μου μέλλουσιν οἰκτίρμον, ἐπὶ τοῦ βήματός σου, ὥσπερ δήμιοι κατηγορεῖν μου, ἐξ ὧν Χριστέ, διὰ τάχους ῥύσαί με, ὁδηγῶν μὲ πρὸς μετάνοιαν.

Μαρτυρικὰ

Συνέτριψε δῆμος παρανόμων, ὀστὰ τῶν Ἀθλοφόρων, ἀλλ' οὐκ ἔθραυσε τούτων τὴν πίστιν, δι' ἦς Θεοῦ, κληρονόμοι ὤφθησαν, τοῦ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

ς τίμιοι λίθοι ἐπὶ πέτραν, τῆς ἀρραγοῦς ἐλπίδος, ὠκοδόμηνται οἱ Ἀθλοφόροι, καὶ ὡς ναοί, τοῦ Ἁγίου Πνεύματος, πρὸς ναὸν Θεοῦ ἐσκήνωσαν

Θεοτοκίον

Τὴν ἀμαυρωθείσάν μου καρδίαν, ταὶς σκοτειναὶς ἐφόδοις, θεονύμφευτε τῆς ἁμαρτίας, τῶ φωτισμῶ, τῶ ἐν σοὶ καταύγασον, ἡ τὸν Ἥλιον κυήσασα.

Κανὼν τῶν Ἀσωμάτων

Εἱρμὸς ὁ αὐτὸς

Αἱ κύκλῳ παρεστῶσαι τοῦ Δεσπότου, καὶ καθαρῶς τρυφῶσαι, τῆς ἑλλάμψεως τῆς ἀρχιφώτου, Ἀγγελικαί, στρατιαὶ λαμπρύνετε, τοὺς ἐν πίστει ὑμᾶς μέλποντας.

Σοφία τὴ σὴ δημιουργήσας, Ἀγγελικὰς χορείας, Κυριότητάς τε καὶ Δυνάμεις καὶ Σεραφείμ, ὡς Δεσπότης ἔδειξας, αἰωνίως σε γεραίροντας.

Θεοτοκίον

ς θρόνοις Χριστὲ τοὶς ἐπηρμενοις, ἐπαναπεπαυμένος, καὶ τὰ σύμπαντα θεία προνοία, περισκοπῶν, ἐν ἀγκάλαις Δέσποτα, τῆς Παρθένου ἀναπέπαυσαι.

Ὠδὴ ζ'

Ὁ Εἱρμὸς

Νέοι τρεῖς ἐν Βαβυλώνι, προσταγμα τυραννικόν, εἰς φλήναφον θέμενοι, μέσον τοῦ πυρὸς ἀνεβόων, Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τίνι σὲ ἐξομοιώσω, οἴμοι! τάλαινα ψυχή, ποθοῦσαν τὰ ἄτοπα, καὶ μὴ τὰ καλὰ ἐκζητοῦσαν, διὸ πρὸ τέλους, σπεῦσον, τρόπους χρηστοὺς ἐπιδείξασθαι.

μβρους Χριστὲ δακρύων δίδου, ὅπως τὰ ἐμὰ κακά, ἀποκλαύσωμαι πικρῶς, καὶ μὴ συγχωρήσης μὲ Σῶτερ, νὺν ἀπολέσθαι, πταίσαντά σοὶ πολλὰ ὑπὲρ ἄνθρωπον.

Μαρτυρικὰ

Νέκρωσιν τοῦ νεκρωθέντος, Λόγου φέροντες σαρκί, πλάνην ἐνεκρώσατε, ζῆτε δὲ θανόντες ἐν δόξῃ, καὶ νεκρωθέντας πάθεσιν, Ἀθληταὶ θεραπεύετε.

Ποῖος τόπος νὺν οὐκ ἔχει, Μάρτυρες φωταγωγούς, ὑμᾶς καὶ προπύργια; ποία οὐ φαιδρύνεται χώρα, ὑμῶν τοὶς ἄθλοις ἔνδοξοι, καὶ δόσει τῶν ἰάσεων.

Θεοτοκίον

Μόνη μένεις μετὰ τόκον Δέσποινα παρθενικῶ, κάλλει διαλάμπουσα, μόνη τὰ μητέρων διέδρας, Θεὸν γὰρ μόνη ἔτεκες, λυτρωτὴν τῶν ψυχῶν ἡμῶν.

Κανὼν τῶν Ἀσωμάτων

Εἱρμὸς ὁ αὐτὸς

Μάρτυρας τῶν πεπραγμένων, ἔχοντες τοὺς νοερούς, Ἀγγέλους ἑλώμεθα, ἀγνῶς βιωτεύειν βοῶντες. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

νθρακι κεκαθαρμένος, θρόνω σου τὰ Σεραφείμ, ὁρᾷ παριστάμενα, ὁ θεῖος βοῶν Ἡσαϊας. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Τάγματα τῶν Ἀσωμάτων, πάντων ὡς τὸν Ποιητήν, τεκοῦσα καὶ Κυριον, Παρθένε σαφῶς ὑπερέβης, εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς κοιλίας σου.

Ὠδὴ η'

Ὁ Εἱρμὸς

Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἑδρόσισας, καὶ ἐδίδαξας μέλπειν. Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

πεφάνθην τοὶς κτήνεσιν ὅμοιος, ὑποκύψας ἀλόγων τοὶς πάθεσι, Λόγε Θεοῦ προάναρχε, ἐπιστρέψας μὲ σῶσον, ἀναβοῶντα. Εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Λυμαινόμενος ὓς ἐλυμήνατο, μονιὸς μὲ Σωτήρ, ὥσπερ ἄμπελον, γεωργηθεῖσαν πάθεσιν, ἐξ οὗ ῥύσαί με τάχος, καὶ καρποφόρον, ἀρεταὶς τὴν ψυχήν μου ἀνάδειξον.

Μαρτυρικὰ

Αἱ βαφαὶ τῶν αἱμάτων ἐπέχρωσαν, πορφυρίδα ὑμῖν θεοϋφαντον, ἣν στολισθέντες Μάρτυρες, στεφηφόροι ταὶς νίκαις, τῶ ἐν ὑψίστοις, Βασιλεῖ αἰωνίω παρίστασθε.

ερὸς τῶν Μαρτύρων κατάλογος, ἀνιέρων διέλυσε σύστημα, τὸ κελεῦον παράνομα, καὶ νομίμως ἀθλήσας, πρὸς τοῦ Δεσπότου τῶν ἁπάντων, νομίμως κατέστεπται.

Θεοτοκίον

Εὐλογεῖ πᾶσα κτίσις τὸν τόκον σου, εὐλογίαις ἡμᾶς στεφανώσαντα, καὶ τὴν ἀρὰν ἐξάραντα, Παντευλόγητε μόνη, δεδοξασμένη, ἡ τὸ γένος ἡμῶν χαριτώσασα.

Κανὼν τῶν Ἀσωμάτων

Εἱρμὸς ὁ αὐτὸς

ς ὑπάρχων ζωὴ ἡ ἀθάνατος, ἀθανάτου ζωῆς τοὺς μεθέξοντας, δημιουργῶν ὑπέστησας, καὶ ἐδίδαξας μέλπειν. Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Νοερῶς σὲ κυκλοῦντες Ἀρχάγγελοι, ταὶς ἀπαύστοις φωναὶς ἀνακράζουσι, θεοπρεπῶς γεραίροντες, τῶ Δεσπότη τῶν ὅλων, ἀναβοῶντες. Εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον

Νομικαὶ προετύπουν εἰκόνες σε, τεξομένην Θεὸν Παμμακάριστε, ὕλη σαρκὸς ἐνούμενον, τὸν πρὶν ἄϋλον ὄντα, φύσει τὴ θεία, εὐλογοῦμεν Παρθένε τὸν τόκον σου.

Ὠδὴ θ'

Ὁ Εἱρμὸς

Εὔα μὲν τῶ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσωκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῶ τῆς κυοφορίας βλαστήματι, τῶ κόσμω τὴν εὐλογίαν ἐξήνθησας, ὅθεν σὲ πάντες μεγαλύνομεν.

δοὺ μετανοίας ὁ καιρός, τὶ μέλλομεν, τὶ τῶ ὕπνω βυθιζόμεθα; τῆς ῥαθυμίας ἀποστῶμεν, κοσμήσωμεν λαμπάδας ὡς γέγραπται, ἐλαίω εὐποιϊας, μὴ μείνωμεν, ἔξω τῆς θύρας Ὀδυρόμενοι.

ς ἔστι καιρὸς μετανοεῖν, ἐπίστρεψον, τῶν κακῶν σου ὧν ἐποίησας, γνώσει ψυχή μου καὶ ἀγνοίᾳ, καὶ βόησον τῶ πάντα γινώσκοντι. Ἡμάρτηκα συγχώρησον Δέσποτα, μὴ μὲ βδελύξη τὸν ἀνάξιον.

Μαρτυρικὰ

Συνῆξεν ἐκ πάσης ὁ Χριστὸς ἀθλήσαντας, τοὺς Ἁγίους ἐμφανέστατα, χώρας καὶ πόλεως εἰς τόπους, ἐνδόξους εἰς τιμίαν κατάπαυσιν, καὶ νὺν τῶν πρωτοτόκων φαιδρύνουσι, τὴν Ἐκκλησίαν ἀγαλλόμενοι.

πάνσεπτος θήκη τῶν σεπτῶν Μαρτύρων σου, φρυκτωρίαις θείου Πνεύματος, αὐγαζομένη παραδόξως, ἰάσεων ἐκπέμπει φαιδρότητας, ἐνθάπτει νοσημάτων ἐπήρειαν, Κύριε μόνε πολυέλεε.

Θεοτοκίον 

Φωτὸς τοῦ ἐν σοὶ μαρμαρυγαὶς Θεόνυμφε, τὴν ψυχήν μου φωταγώγησον, κείμενον βόθρω ἀπωλείας, ἀνάστησον, ἐχθροὺς καταρράσσουσα, τοὺς θλίβοντας ἀεὶ τὴν καρδίαν μου, καὶ πρὸς τὰ πάθη συνωθούντάς με.

Κανὼν τῶν Ἀσωμάτων

Ὁ Εἱρμὸς

Κρυπτὸν θεῖον ἄχραντον, ἐν σοὶ τελεῖται ἐμφανὲς Μυστήριον, Παρθένε ἄχραντε, καὶ γὰρ Θεὸς ἐκ σοῦ σεσωμάτωται, δι' εὐσπλαχνίαν, διὸ σὲ ὡς Θεοτόκον μεγαλύνομεν.

Οἱ Νοῦν τὸν Γεννήτορα καὶ προβολέα, τοῦ Υἱοῦ καὶ Πνεύματος, ὑμνοῦντες Ἄγγελοι, νὺν πρὸς ἡμᾶς τῆς θείας χρηστότητος, τὰς χορηγίας συντόνως, διαπορθμεύειν προθυμήθητε.

ραίως κοσμούμενοι τῆς ἀφθαρσίας, δωρεὰ καὶ χάριτι, θεῖοι Ἀρχάγγελοι, σὲ τὴν πηγὴν Χριστὲ τὴν ἀέναον, τῆς ἀφθαρσίας ὑμνοῦντες, ὡς εὐεργέτην μεγαλύνουσι.

Θεοτοκίον

Νυμφῶνα σαρκώσεως τῆς ἀπορρήτου, καὶ παστάδα ἔμψυχον, πιστοὶ γινώσκομεν, καὶ κιβωτὸν τοῦ νόμου τῆς χάριτος, σὲ Θεοτόκε, διὸ σε, ἀκαταπαύστως μεγαλύνομεν.

Ἀπόστιχα τῶν Αἴνων

Κατανυκτικὰ

Πρόβατόν εἰμι τῆς λογικῆς σου ποίμνης, καὶ πρὸς σὲ καταφεύγω, τὸν Ποιμένα τὸν καλόν, ζήτησόν με τὸν πλανηθέντα ὁ Θεός, καὶ ἐλέησόν με.

Πλύνόν με τοὶς δάκρυσί μου Σωτήρ, ὅτι ῥερύπωμαι ἐν πολλαῖς ἁμαρτίαις, διὸ καὶ προσπίπτω σοί. Ἥμαρτον ἐλέησόν με ὁ Θεός.

Μαρτυρικὸν

Τὶς οὐκ ἐξίσταται ὁρῶν, ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλόν, ὃν ἠγωνίσασθε; πῶς ἐν σώματι ὄντες, τὸν ἀσώματον ἐχθρὸν ἐτροπώσασθε; Χριστὸν ὁμολογήσαντες, τῶ Σταυρῶ ὁπλισάμενοι; ὅθεν ἐνεδείχθητε δαιμόνων φυγαδευταί, καὶ βαρβάρων πολέμιοι, ἀπαύστως πρεσβεύοντες, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νύν... Θεοτοκίον

κ παντοίων κινδύνων, τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Οἱ Μακαρισμοὶ

Διὰ ξύλου ὁ Ἀδάμ, Παραδείσου γέγονεν ἄποικος, διὰ ξύλου δὲ Σταυροῦ, ὁ Ληστὴς Παράδεισον ὤκησεν, ὁ μὲν γὰρ γευσάμενος, ἐντολὴν ἠθέτησε τοῦ ποιήσαντος, δὲ ὁ συσταυρούμενος, Θεὸν ὡμολόγησε τὸν κρυπτόμενον, Μνήσθητί μου βοῶν ἐν τῇ Βασιλεία σου.  

πὲρ πάντας τοὺς βροτούς, ἐπὶ γῆς ἐγὼ ἐπλημμέλησα, καὶ πτοοῦμαι τὸ ἐκεῖ, ἀπαραλόγιστον δικαστήριον, ἐν ὧ ἀκατάκριτον, συντηρήσας τότε μὲ Ὑπεράγαθε, κολάσεως λύτρωσαι, διδοὺς μοὶ μετάνοιαν ἀποπλύνουσαν, παντοίων μὲ μολυσμῶν ὡς φιλάνθρωπος.

Χερουβεὶμ καὶ Σεραφείμ, Ἐξουσίαι, θρόνοι Ἀρχάγγελοι, Κυριότητες ὁμοῦ, καὶ Δυνάμεις, ἅγιοι Ἄγγελοι, Ἀρχαὶ ὑψηλόταται, τῶ Δεσπότη ἄφεσιν παριστάμενοι, πταισμάτων αἰτήσασθε, καὶ βίου διόρθωσιν τοὶς βοῶσι πιστῶς. Μνήσθητι καὶ ἡμῶν ἐν τῇ Βασιλεία σου.

Μαρτυρικὸν

μιλοῦντες τῶ πυρί, τὴν φρυγανώδη πλάνην ἐφλέξατε, Ἀθλοφόροι τοῦ Χριστοῦ, καὶ τὴ ὑμῶν πλημμύρα τοῦ αἵματος, τὸν βύθιον δράκοντα, παντελῶς πανεύφημοι ἀπεπνίξατε, καὶ νίκην ἀράμενοι, τοὶς ἄνω στρατεύμασι συναγάλλεσθε, πρεσβεύοντες ἐκτενῶς ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα...

τρισήλιος αὐγή, ἡ τὸ τοῦ κόσμου φάνασα πλήρωμα, της ψυχῆς μου τὰ δεινά, ἀποσοβοῦσα πάθη κατάπεμψον, φωτός σου ἀμάρυγμα, καὶ ἱλασμὸν πταισμάτων τοῦ κράζειν σοί, ἀνάρχω Γεννήτορι, Υἱῶ τῶ συνθρόνω τε, Καὶ τῶ Πνεύματι. Τριὰς ἡ παντουργικὴ δύναμις σῶσον ἡμᾶς.

Καὶ νύν... Θεοτοκίον

μαρτάνοντα ἀεί, καὶ ῥαθυμία ὅλως κρατούμενον, κατοικτείρηρησον Ἁγνή, καὶ μετανοίας τρόποις βελτίωσον, διδοῦσα κατάνυξιν, τὴ πεπωρωμένη ψυχή μου Πάναγνε, ἐλπὶς ἀκαταίσχυντε, τῶν πόθω ὑμνούντων σὲ καὶ βοώντων Χριστῷ. Μνήσθητι καὶ ἡμῶν ἐν τῇ Βασιλεία σου.