The Orthodox Pages

 

ΟΚΤΩΗΧΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΔΕΥΤΕΡΑ ΗΧΟΣ Β΄

Στιχηρὰ Δεσποτικὰ προσόμοια

Ἦχος β'

Ὅτε ἐκ τοῦ ξύλου

Δὸς μοὶ μετανοίας λογισμόν, δὸς καὶ κατανύξεως πόθον, τὴ ταπεινή μου ψυχή, ἔγειρον ἐξ ὕπνου μὲ δεινῆς πωρώσεως, καὶ τὸ σκότος ἀπέλασον, τὸ τῆς ῥαθυμίας, καὶ τῆς ἀπογνώσεως λύσον τὴν ζόφωσιν, ὅπως, ἀνανεύσας ὁ τάλας, σοὶ προσκολληθήσωμαι Λόγε, καὶ σοῦ τοὶς θελήμασι πορεύσωμαι.

Μόνε εὐδιάλλακτε Χριστέ, μόνε ὑπεράγαθε Λόγε καὶ ἀνεξίκακε, σοὶ προσπίπτω εὔσπλαγχνε, σὲ ἱκετεύω θερμῶς, σοὶ κραυγάζω δεόμενος. Ἡμάρτηκα σῶσον, σώσόν με τὸν ἄσωτον τὴ εὐσπλαγχνία σου, ὅπως, εὐχαρίστως κραυγάζω. Κύριε, συγχώρησιν δὸς μοί, καὶ σοῦ τὴ χρηστότητι πορεύσομαι.

Πάντα ἅπερ ἥμαρτον εἰς σέ, λόγοις τε καὶ ἔργοις, Θεέ μου, καὶ ἐνθυμήσεσι, πάντα ἐξαγγέλλω σοί, πάντα νὺν λέγω σοί, τὴν ἡμέραν παρῆλθον γάρ, καὶ πάντα τόν χρόνον, νύκτα δὲ κατέλαβον πλήρης ὑπάρχων κακῶν, ὅθεν σοὶ προσπίπτω κραυγάζων. Δέσποτά μου, Δέσποτα Σῶτερ, ἥμαρτον, συγχώρησον, καὶ σώσόν με.

Ἔτερα τῶν Ἀσωμάτων, ὅμοια

Δεῦτε ἐν ὠδαῖς πνευματικαίς, τοὺς προαρχηγοὺς τῶν Ἀγγέλων, ἀνευφημήσωμεν, πάντων γὰρ ὡς πρόκριτοι, τῶν ἀσωμάτων Χορῶν, Στρατηγοὶ καὶ Ἀρχάγγελοι, ἐκλήθησαν ἄμφω, ἄρχων γὰρ τῆς χάριτος ὁ Γαβριὴλ πεφυκῶς, νόμου, καὶ τῶν πρὸ Μωϋσέως, ἔξαρχος γνωρίζεται αὖθις, ὁ τῶν Ἀρχαγγέλων ἀρχηγὸς Μιχαήλ.

Εὖγε Ἀσωμάτων ὁ φωστήρ! εὖγε τῆς ἀϋλου χορείας, ὧ Ἀρχιστράτηγε, μύστα καὶ πρωτάγγελε, τῶν ἀπορρήτων Θεοῦ, Μιχαὴλ παμμακάριστε, αὐτόπτα τῶν ἄνω. Λύτρωσαι δεόμεθα τοὺς σοὶ προστρέχοντας, πάντων, δυσχερῶν καὶ κινδύνων, σὲ γὰρ πρὸς τὸν Κύριον πάντες, εὐμενῆ προστάτην προβαλλόμεθα.

Χαίροις τῶν Ἀγγέλων στρατηγέ, καὶ τῶν ἀπορρήτων ὁ μύστης, καὶ λειτουργὲ τοῦ Θεοῦ, ἄρχων καὶ ἀκρότατε, τῶν ἀσωμάτων Χορῶν, Γαβριὴλ ὑπερένδοξε, φρικτῶν μυστηρίων, ὤφθης γὰρ διάκονος κρυφιομύστου βουλῆς, σὺ γάρ, τὴν Θεοῦ πρὸς ἀνθρώπους, ἄκραν συγκατάβασιν ἦλθες, ἐπὶ σωτηρία προαγγέλλων ἡμῖν.

Δόξα... Καὶ νύν... Θεοτοκίον, ὅμοιον

ραν τῆς ἐτάσεως σκοπῶν, φρίττω ἐννοῶν μου τὰ πλήθη, τῶν παραπτώσεων, τὶ ἀπολογήσομαι; πῶς διαφεύξομαι, τὴν αἰσχύνην τὴν μέλλουσαν, ἀσώτως βιώσας; ὅθεν Κόρη κράζω σοὶ θερμοὶς τοὶς δάκρυσι. Πλῦνον, τῆς ψυχῆς μου τὸν ῥύπον, ἡ τὸν καθαρὸν μαργαρίτην, τὸν Χριστὸν κυήσασα, καὶ σώσόν με.

Ἀπόστιχα

μαρτον εἰς σὲ Σωτήρ, ὡς ὁ Ἄσωτος υἱός, δέξαι μὲ Πάτερ, μετανοοῦντα, καὶ ἐλέησόν με ὁ Θεός.

Κράζω σοὶ Χριστέ, Σωτήρ, τοῦ Τελώνου τὴν φωνήν. Ἱλάσθητί μοί, ὥσπερ ἐκείνω, καὶ ἐλέησόν με ὁ Θεός.

Μαρτυρικὸν

Οἱ τὴν ἐπίγειον ἀπόλαυσιν, μὴ ποθήσαντες Ἀθλοφόροι, οὐρανίων ἀγαθῶν ἠξιώθησαν, καὶ Ἀγγέλων συμπολῖται γεγόνασι, Κύριε, πρεσβείαις αὐτῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Δόξα... Καὶ νύν... Θεοτοκίον

διόδευτε Πύλη, μυστικῶς ἐσφραγισμένη, εὐλογημένη Θεοτόκε Παρθένε, δέξαι τὰς δεήσεις ἡμῶν, καὶ προσάγαγε τῶ σῶ Υἱῶ καὶ Θεῷ, ἵνα σώσῃ διὰ σοῦ τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὴν α' Στιχολογίαν

Καθίσματα Κατανυκτικὰ Ἦχος β'

ς κύματα θαλάσσης ἐπ' ἐμὲ ἐπανέστησαν αἱ ἀνομίαι μου, ὡς σκάφος ἐν πελάγει ἐγὼ μόνος χειμάζομαι, ὑπὸ πταισμάτων πολλῶν, ἀλλ' εἰς εὔδιον λιμένα ὁδήγησόν με Κύριε, διὰ τῆς μετανοίας καὶ σώσόν με.

γὼ ὑπάρχω τὸ δένδρον τὸ ἄκαρπον Κύριε, κατανύξεως καρπὸν μὴ φέρων τὸ σύνολον, καὶ τὴν ἐκκοπὴν πτοοῦμαι, καὶ τὸ πὺρ ἐκεῖνο δειλιῶ τὸ ἀκοίμητον, διὸ σὲ ἱκετεύω, πρὸ ἐκείνης τῆς ἀνάγκης, ἐπίστρεψον καὶ σώσόν με.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Εὐσπλαγχνίας ὑπάρχουσα πηγή, συμπαθείας ἀξίωσον ἡμᾶς, Θεοτόκε, βλέψον εἰς λαὸν τὸν ἁμαρτήσαντα, δεῖξον ὡς ἀεὶ τὴν δυναστείαν σου, εἰς σὲ γὰρ ἐλπίζοντες, τὸ Χαῖρε βοώμέν σοί, ὡς ποτὲ ὁ Γαβριήλ, ὁ τῶν Ἀσωμάτων Ἀρχιστράτηγος.

Μετὰ τὴν β' Στιχολογίαν

Καθίσματα Κατανυκτικὰ

λέησόν με, εἶπεν ὁ Δαυϊδ, καγῶ σοὶ κράζω. Ἥμαρτον Σωτήρ, τὰς ἐμᾶς ἁμαρτίας, διὰ τῆς μετανοίας ἐξαλείψας, ἐλέησόν με.

λέησόν με, ὁ Θεός, ἐλέησόν με, ἐπὶ δυσὶν ἁμαρτήμασιν ὁ Δαυϊδ ἐθρήνει, ἐπὶ μυρίοις ἐγὼ πλημμελήμασι βοῶ σοί. Ἐκεῖνος τὴν στρωμνὴν τοὶς δάκρυσιν ἔβρεχεν, ἐγὼ δὲ ῥανίδα μίαν οὐ κέκτημαι, ἀπέγνωσμαι, καὶ δέομαι, ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα σου ἔλεος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Σὲ μεγαλύνομεν, Θεοτόκε βοῶντες. Χαῖρε ἡ πύλη ἡ κεκλεισμένη, δι'  Ἧς ἠνοίγη ἀνθρώποις, ὁ πάλαι Παράδεισος.

Μετὰ τὴν γ' Στιχολογίαν, Καθίσματα

Εὐσπλαγχνίας ὑπάρχουσα

σωμάτων πανάγιοι χοροί, δυσωπεῖτε Θεὸν τὸν ἀγαθόν, καὶ Δεσπότην, φείσασθαι ἡμῶν, ἐν ὥρα τῆς κρίσεως, ῥύσασθαι ἡμᾶς, πικρὰς κολάσεως, δαιμόνων κακώσεως, καὶ παθῶν ἀμαυρώσεως, καὶ πάσης ἀπειλῆς, προστρέχοντας πόθω τὴ σκέπη ὑμῶν.

Μαρτυρικὸν

Σὲ τὸν περιβάλλοντα, τὸν οὐρανὸν ἐν νεφέλαις, ἔχοντες οἱ Ἅγιοι περιβολὴν ἐν τῷ κόσμω, τὰς βασάνους τῶν ἀνόμων ὑπέμειναν, καὶ τὴν πλάνην τῶν εἰδώλων κατήργησαν, αὐτῶν ταὶς ἱκεσίαις ἐλευθέρωσον, τοῦ ἀοράτου ἐχθροῦ Σωτήρ, καὶ σώσόν ἡμᾶς.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Ποία μήτηρ ἠκούσθη παρθένος; ποία δὲ παρθένος μήτηρ ἐγνωρίσθη; πάντα τὰ σὰ Θεοτόκε παράδοξα, διὰ τούτό σε, πιστῶς μεγαλύνομεν.

Ὠδὴ α'  Ἦχος β'  Ὁ Εἱρμὸς

Δεῦτε λαοί, ἄσωμεν ἄσμα Χριστῷ τῶ Θεῷ, τῶ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται.

σαρκωθείς, καὶ μὴ δικαίους ὡς ἔφησας, ἁμαρτωλοὺς καλέσαι δέ, παραγενόμενος, εἰς μετάνοιαν Λόγε, πολλὰ ἡμαρτηκότα δέξαι, καὶ σώσόν με.

Μόνος ἐγώ, τὴ ἁμαρτία δεδούλωμαι, μόνος ἐγὼ τοὶς πάθεσι, θύραν ἠνέωξα. Εὐδιάλλακτε μόνε, ἐπίστρεψόν με σῶσον, τὴ εὐσπλαγχνία σου.

Μαρτυρικὰ

Βῆμα τὸ σόν, στεφηφοροῦντες παρίστανται, οἱ ἀθλοφόροι Κύριε, τὰ τοῦ ἀλάστορος ἐκνικήσαντες θράση, καὶ τὴν ἀθανασίαν καταπλουτήσαντες.

εῖθρον ἡμῖν, τῶν ἰαμάτων πηγάζοντες, οἱ ἀθλοφόροι Μάρτυρες, τὰ ἀναβλύζοντα, τῆς σαρκὸς ἡμῶν πάθη, ξηραίνουσι, δυνάμει τοῦ θείου Πνεύματος.

Θεοτοκίον

τὴν πηγὴν τῆς ἀπαθείας κυήσασα, τραυματισθέντα πάθεσι, Κόρη θεράπευσον, καὶ πυρὸς αἰωνίου ἐξάρπασόν με, μόνη θεοχαρίτωτε.  

Κανὼν τῶν Ἀσωμάτων οὗ ἡ Ἀκροστιχὶς

Ἄδω τὸν αἶνον τῶ χορῶ τῶν Ἀγγέλων.

Ὁ Εἱρμὸς

τριπτον ἀσυνήθη, ἀβρόχως θαλαττίαν ἀνύσας τρίβον, ὁ ἐκλεκτὸς ἐβόα Ἰσραήλ. Τῶ Κυρίω ἄσωμεν, ὅτι δεδόξασται.

νθρακας θεοφόρους, τὴ αἴγλη πυρσωθέντας τῆς σῆς οὐσίας, τοὺς ἀσωμάτους ἔδειξας Χορούς, σὲ Χριστὲ δοξάζοντας, ὡς παντοδύναμον.

Δύναμιν ἀφθαρσίας, καὶ δόξαν κεκτημένοι ἀθανασίας, δεδωρημένοι Ἄγγελοι Χριστέ, τὴ πρὸς σὲ ἐγγύτητι καταφωτίζονται.

φθησαν λαμπροφόροι, τὴν ἄϋλον δεικνύντες καὶ κατὰ φύσιν, διὰ συμβόλων Ἄγγελοι Χριστέ, αἰσθητῶς τυπούμενοι τὴν καθαρότητα.

Θεοτοκίον 

Τάγματα τῶν τῶ Τόκω Ἀγγέλων, σου Παρθέγε, τῶ ὑπὲρ φύσιν, ὑπηρετοῦσι χαίροντα σεμνή, τὸν γὰρ τούτων τέτοκας Θεὸν καὶ Κύριον.

Ὠδὴ γ'  Ὁ Εἱρμὸς

Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλω νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε.

μήτραν ὑποδὺς Χριστὲ ἄφθορον, φθαρεῖσαν τοὶς πάθεσι τὴν ψυχήν μου, μετανοία καινοποίησον, καὶ φωτὸς ἀϊδίου δεῖξον ἔμπλεων.

πήκουσα ἐχθροῦ παραπικραίνοντος, καὶ πᾶσαν ἐτέλεσα ἁμαρτίαν, καὶ ἀφθόνως παρεπίκρανα, σὲ τὸν μόνον μακρόθυμον, φιλάνθρωπε.

Μαρτυρικὰ

Σταυρῶ τετειχισμένοι οἱ ἀήττητοι, ὁπλῖται, καὶ μάρτυρες τοῦ Σωτῆρος, ὥσπερ τείχη κατηδάφισαν, τὰ τῆς πλάνης γενναίως ὀχυρώματα.

Δυνάμει θεϊκὴ τὸ ἀσθενὲς ὑμῶν, γενναῖοι νευρώσαντες ἀθλοφόροι, τὴν ἰσχὺν τοῦ πολεμήτορος, παντελεῖ ἀπωλεία παρεδώκατε.

Θεοτοκίον

Μαρία τὸ χρυσοῦν θυμιατήριον, παθῶν μου ἀπέλασον τὸ δυσῶδες, καὶ στερέωσον κλονούμενον, προσβολαὶς τοῦ δολίου πολεμήτορος.

Κανὼν τῶν Ἀσωμάτων

Ὁ Εἱρμὸς

Τόξον συνετρίβη δυναστῶν τῶ κράτει σου Χριστέ, καὶ δύναμιν ἀσθενεῖς, σὲ περιεζώσαντο.

φύσει ἀθάνατος Θεός, σοφὸς δημιουργός, ἐν χάριτι στρατιάς, ἀθανάτους δείκνυσι.

Νὺν παρεστῶτες ὀρεκτῶν, ἀκρότητι Χριστῷ, σωθῆναι πάντας ἡμᾶς, Ἄγγελοι πρεσβεύσατε.

Θεοτοκίον

ρχὴν ὑπὸ χρόνον εἰληφῶς, πιστεύεται ἐκ σοῦ, ὁ χρόνων δημιουργός, Μήτηρ ἀειπάρθενε.

Ὠδὴ δ'  Ὁ Εἱρμὸς

μνῶ σε, ἀκοὴν γὰρ Κύριε, εἰσακήκοα καὶ ἐξέστην, ἕως ἐμοῦ ἥκεις γάρ, ἐμὲ ζητῶν τὸν πλανηθέντα, διὸ τὴν πολλήν σου συγκατάβασιν, τὴν εἰς ἐμὲ δοξάζω πολυέλεε.

λὺϊ ἁμαρτίας πέπτωκα, καὶ τὴν ἄνωθεν εὐμορφίαν ἀπώλεσα Κύριε, καὶ δέδοικα τὴν τιμωρίαν, διὸ μετανοίας ὡραιότητι, τὴν ταπεινὴν ψυχήν μου καταφαίδρυνον.

Δολίαις, λαλιαὶς ὁ δόλιος, ἀπὸ σοῦ μὲ ἀποσυλ ἤσας, κατάβρωμα ἴδιον εἰργάσατο, Θεὲ τῶν ὅλων, αὐτοῦ τῆς κακίας μὲ ἐξάρπασον, καὶ μετανοίας τρόποις ἀνακάλεσαι.

χρόνος, τῆς ζωῆς μου γέγονεν, ἐργασία μοὶ ἀπωλείας, μιὰ ῥοπὴ σώσόν με, ὡς ἔσωσας ποτὲ τὴν Πόρνην, Χριστὲ μεταγνοῦσαν τὴ κελεύσει σου, ἵνα ὑμνῷ σὲ μόνε ἀναμάρτητε.

Μαρτυρικὰ

πάρχων, καινουργὸς ὁ ἄνομος, τῆς κακίας ἐθελουσίως, τοὺς τοῦ Χριστοῦ μάρτυρας ἠνάγκαζεν, ἀψύχοις σέβας θεοῖς ἀπονεῖμαι, ἀλλ' ἠμαύρωται, Θεὸν γὰρ μόνον ἔγνων τὸν ποιήσαντα.

Μονάδα, τὴ οὐσία σέβοντες, καὶ Τριάδα τοὶς χαρακτήρσι, θεότητα ἄκτιστον, τοὶς κτίσμασιν οὐδόλως σέβας ὑμεῖς, Χριστομάρτυρες ἐνείματε, ὅθεν κολάσεις πάσας ὑπεμείνατε.

Θεοτοκίον

Σαρκοῦται, ἐξ ἀγνῶν αἱμάτων σου, ἀνθρώποις ἐνοῦται θέλων ὁ Κύριος, Ἄχραντε, καὶ δέχεται μετανοοῦντας, τοὺς πρὶν ὑπαχθέντας ἁμαρτήμασι, ταὶς σαὶς λιταίς ἀεὶ κατακαμπτόμενος.

 

Κανὼν τῶν Ἀσωμάτων

Ὁ Εἱρμὸς

Ἀκήκοα Κύριε, τὴν ἔνδοξόν σου.

κέτας προσάγω σοὶ τοὺς Ἀσωμάτους, οὓς πὲρ Οἰκτίρμον, προσδεξάμενος ὡς εὔπλαγχνος, τῆς ἁμαρτίας μὲ λύτρωσαι.

Νοϊ πλησιάζοντες τῶ παναιτίω, Νόες οἱ θεῖοι, καθαιρόμενοι φωτίζονται, ταὶς ὑπερτάταις νοήσεσιν.

Οἱ θεῖοι διάκοσμοι τῆς οὐρανίου, ταξιαρχίας, θείω Πνεύματι κοσμούμενοι, διαφυλάττονται ἄτρωτοι.

Θεοτοκίον

Νοήσας σὲ πόρρωθεν Θεόν, Παρθένε, σεσαρκωμένον, ἐν ἀγκάλαις σου βαστάσουσαν, ὁ Ἡσαϊας προκατήγγειλεν.

Ὠδὴ ε'  Ὁ Εἱρμὸς

τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριε, ἐν τῷ φωτὶ τῶν σῶν, προσταγμάτων ὁδήγησον ἡμᾶς, ἐκτός σου γὰρ ἄλλον Θεὸν οὐ γινώσκομεν.

ὀμματώσας τυφλούς, τὴν τυφλωθείσάν μου ψυχὴν φώτισον, ἐπαγρυπνεῖν, ταύτην ἐνισχύων εἰς πράξεις ἀγαθάς, ὕπνον ἀμελείας τελείως μισήσασαν.

ασαι μόνε Σωτήρ, τὴν πληγωθείσάν μου ψυχήν, δήγματι τῆς χαλεπῆς ὄντως ἁμαρτίας, ὁ πάλαι τὰς πληγάς, τοῦ περιπεσόντος λησταῖς ἰασάμενος.

Μαρτυρικὰ

Δῆμος σεπτῶν ἀθλητῶν, δῆμον ἀνόμων διωκτῶν, ἤσχυνε, πολυειδεῖς πόνους ὑπομεῖνας, καὶ νὺν τοὶς ἱεροῖς δήμοις, τῶν Ἀγγέλων ἀεὶ ἐπαγάλλεται.

στρα πολύφωτα, μαρμαρυγὰς ὑπομονῆς πέμποντα, καὶ τῶν πιστῶν ἐν Πνεύματι θείω, φωτίζοντα ψυχάς, οἱ πεφωτισμένοι ἐδείχθησαν Μάρτυρες.

Θεοτοκίον

Νέον ὡς βρέφος ἡμῖν, τὸν προαιώνιον Υἱὸν τέτοκας, θελητικαὶς δυσὶν ἐνεργείαις, ὑπάρχοντα διπλοῦν, ὡς ἄνθρωπον ἅμα, Θεόν τε Πανάμωμε.

Κανὼν τῶν Ἀσωμάτων

Ὁ Εἱρμὸς

ἄνθραξ τῶ Ἡσαϊα, προοφθείς, Ἥλιος παρθενικῆς ἀπὸ γαστρὸς ἀνέτειλε, τοὶς ἐν σκότει πεπλανημένοις, καὶ θεογνωσίας φωτισμὸν δωρούμενος.

Τὴ θέα τῆς θεαρχίας προσεχῶς, λάμποντα τὰ Σεραφείμ, καὶ Χερουβεὶμ λαμπρότητι, σὺν τοὶς θρόνοις τοὶς ἐπη ῥμένοις, θεομιμήτως τοὶς ἑξῆς φωτίζουσιν.

ς πάσης φωτοχυσίας χορηγός, ἔσοπτρα φωτοειδῆ, Λόγε Θεοῦ, παρήγαγες, τὴν σὴν αἴγλην μέτ' εὐφροσύνης, καὶ συντονίας ἀκλινοὺς δεχόμενα.

Θεοτοκίον

Χαρὰν σοὶ τῶν προπατόρων, σκυθρωπὸν λύουσαν, ὁ Γαβριὴλ ὁ ἱερὸς Ἀρχάγγελος, οὐρανόθεν καταφοιτήσας, εὐαγγελίζεται σεμνὴ θεόνυμφε.

Ὠδὴ ς'  Ὁ Εἱρμὸς

ν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον. Ἐκ φθορᾶς ὁ Θεὸς μὲ ἀνάγαγε, ἀτεβλήθην κακία τοῦ ὄφεως, καὶ ἐν ἀπογνώσεως κλίνη κατάκειμαι, ὁ παραλύτους ῥήματι, ἀνορθώσας, Χριστὲ μὲ ἀνάστησον.

ιπιζόμενον αὔραις τοῦ δράκοντος, καὶ κλυδωνιζόμενον κύμασι πάντοθεν, τῆς ἁμαρτίας σώσόν με, ὡς τὸν Πέτρον φιλάνθρωπε Κύριε.

Μαρτυρικὰ

περβάντες τοὺς ὅρους τῆς φύσεως, τὰς ὑπὲρ τὴν φύσιν βασάνους ὑπέστητε, διὸ τῶν ὑπὲρ ἔννοιαν, ἀγαθῶν ἠξιώθητε μάρτυρες.

ς καλοί, ὡς ὡραῖοι, ὡς ἔντιμοι, τῶ καλλοποιῶ καὶ ὡραίω συνήφθητε, ὑπὲρ ἡμῶν πρεσβεύοντες, παναοίδιμοι πάντοτε Μάρτυρες.

Θεοτοκίον

κ πασῶν γενεῶν ἐξελέξατο, σὲ τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησεν, ὁ ποιητὴς Πανάμωμε, καὶ ἐκ σοῦ ἀνατείλας ἐπέφανε.

Κανὼν τῶν Ἀσωμάτων

Ὁ Εἱρμὸς

χου ῥημάτων δεήσεως, ἐκ κατωδύνου Δέσποτα, ψυχῆς ἐπακούσας, τῶν δεινῶν μὲ λύτρωσαι, μόνος γὰρ εἶ τῆς ἡμῶν, σωτηρίας πρόξενος.

Οἱ θεῖοι τύποι τῆς δόξης σου, τῆς ἀρχιφώτου Δέσποτα Χριστέ, φωτοβόλοις λάμψεσιν, ἀκτινοφωτοειδεῖς οἱ Ἄγγελοι, αἰωνίως μένουσι.

ώμη τὴ θεία ῥωννύμενα, τὰ Σεραφεὶμ κραυγάζουσι, φωναὶς ἀσιγήτοις, ὕμνον τὸν τρισάγιον, σέβειν ὑπανοίγουσιν ἡμῖν, φύσιν τρισυπόστατον.

Θεοτοκίον

μοσεν ὥσπερ ὁ Κύριος, ἐν ἀληθείᾳ πάλαι τῶ Δαυϊδ, ἐκ γαστρός σου προελθῶν πεπλήρωκε, τέτοκας γὰρ τὸν παντός, Κόρη βασιλεύοντα.

 

Ὠδὴ ζ'  Ὁ Εἱρμὸς

Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρὰ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεπάτησαν, ἀθεωτάτου προστάγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον. Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Νοὸς ἐκτροπαίς, καὶ δαιμόνων προσβολαίς, μακρὰν γεγένημαι, τῶν ἀγκαλῶν σου, ὡς ὁ Ἄσωτος, πάσης αἰσχύνης πληρούμενος, νὺν δὲ ἐπιστρέψας κραυγάζω, ὡς ἐκεῖνος τὸ Ἥμαρτον, μὴ μὲ βδελύξη Ἰησοῦ, ὁ σαρκωθεὶς δι' ἐμέ.

Θεὲ τοῦ παντός, Νινευϊτας ἀπειλῆς γεννώσης θάνατον, μετανοήσαντας πάλαι ἔσωσας, ὡσαύτως, μόνε φιλάνθρωπε, τὴν ὑπερβολὴ ἁμαρτίας, μολυνθεῖσαν καρδίαν μου, νὺν ἐπιστρέφουσαν, ῥικτὴς ῥύσαι κολάσεως.

Μαρτυρικὰ

πλήγη δεινῶς, ὁ πληγῶσαι βουληθεὶς ὑμᾶς κακοῦργος, θεομακάριστοι θεῖοι Μάρτυρες, καὶ ἀνιάτρευτος ἔμεινε, πᾶσι δὲ πιστοὶς ἰατρεῖον, αἱ πληγαὶ ὑμῶν ὤφθησαν, τοὶς πληγωθείσι προσβολαίς, τοῦ παλαιοῦ πτερνιστοῦ.

Οὐ θήρας πικρούς, οὐ τυράννων ἀπειλάς, οὐ ξίφη τέμνοντα, ουδ' αἰκίσεις καὶ τὰ πριστήρια κατεπτοήθητε ὄργανα, ὡς ἐν ἀλλοτρίῳ δὲ πάντα ὑπεμείνατε σώματι, Μεγαλομάρτυρες, διὸ ἐστεφανώθητε.

Θεοτοκίον

ϋλου φωτός, οἰκητήριον ἡ σὴ μήτρα γεγένηται, τοῦ φρυκτωρίαις θείας γνώσεως, τὴν ἀθεϊαν μειώσαντος, ἄχραντε Θεόνυμφε Κόρη, ὃν ὑμνοῦντες κραυγάζομεν. Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Κανὼν τῶν Ἀσωμάτων

Ὁ Εἱρμὸς

ήτορες ἀνεδείχθησαν Παῖδες, φιλοσοφώτατοι ποτέ, ἐκ θεολήπτου ψυχῆς γάρ, θεολογοῦντες χείλεσιν ἔμελπον, ὁ ὑπέρθεος τῶν Πατέρων, καὶ ἡμῶν Θεὸς εὐλογητός εἶ.

Τῶ θρόνω τῆς ἀρρήτου σου δόξης, περιχορεύοντες ἀεί, οἱ ἐπουράνιοι Νόες, ἐν ἀσωμάτοις στόμασιν ἄδουσιν, ὁ ὑπέρθεος τῶν Πατέρων, καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

ς εἶδον τῶν Ἀγγέλων αἱ τάξεις, εἰς οὐρανους μετὰ σαρκὸς ἀναφερόμενον, πύλας τὰς οὐρανίους, ἤράν σοὶ ψάλλοντες, ὁ ὑπέρθεος τῶν Πατέρων, καὶ ἡμῶν Θεὸς εὐλογητος εἶ.

Θεοτοκίον

Νόμου σε τὸ κεφάλαιον Κόρη, καὶ Προφητῶν ὁ Γαβριήλ, ὑποδεικνύων ἐβόα, Ἰδοὺ σὺ τίκτεις, μόνη Πανύμνητε, τὸν ὑπέρθεον τῶν Πατέρων, καὶ ἡμῶν Θεὸν εὐλογημένη.

Ὠδὴ η'  Ὁ Εἱρμὸς

Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοὶς παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ποπεσῶν τῶ πονηρῶ, ταὶς ἐκείνου μηχαναὶς κατεδουλώθην, καὶ ὁρῶν μὲ ὁ πλάνος, ἐν ἀπωλείᾳ πολλὴ καυχᾶται, τούτου μὲ ἐξάρπασον ἡ τῶν πλανωμένων, ἐπιστροφὴ Οἰκτίρμον.

Λύσον ἀλύτοις μὲ δεσμοίς, τῶν τοῦ σώματος παθῶν κεκρατημένον, ὁ τὰ ἄλυτα λύσας τῶν ἀπ' αἰώνων δεσμά, καὶ τρέχειν πρὸς τρίβους εὐόδωσον, τὰς σωτηριώδεις, Χριστὲ Σωτὴρ τοῦ κόσμου.

Μαρτυρικὰ

Οἱ τῶν παθῶν δημιουργοί, ἐπ' ἐμοὶ τῶ ταπεινῶ, πᾶσαν κακίαν ἐτεκτήναντο ὄντως, τῶν παθημάτων Χριστοῦ, ὡς ὄντες μιμηταί, μακάριοι Μάρτυρες, τῆς τούτων λυτρώσασθέ με βλάβης.

Γόνυ μὴ κάμψαντες γλυπτοίς, ἐν καμίνῳ αἰκισμῶν, ὥσπερ οἱ Παῖδες, ἐνεβλήθητε πάλαι, καὶ δροσισμῶ θεϊκῶ, ἀφθέντες, ἄφλεκτοι ἐμείνατε, Μάρτυρες, ὑμνοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

ξασθενήσασαν πολλαίς, προσβολαὶς τοῦ πονηροῦ, Θεογεννῆτορ, τὴν ἀθλίαν ψυχήν μου, ταὶς ῥωστικαίς σου λιταίς, Παρθένε ὑγιῆ ἀπέργασαι, ἵνα σὲ δοξάζω εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν τῶν Ἀσωμάτων

Ὁ Εἱρμὸς

νδάλματος χρυσοῦ, καταπτύσαντες τρισόλβιοι Νεανίαι, τὴν ἀπαράλλακτον καὶ ζώσαν Θεοῦ Εἰκόνα τεθεάμενοι, μέσον τῆς φλογὸς ἀνέμελπον, ἡ οὐσωθεῖσα ὑμνείτω τὸν Κύριον, πᾶσαν Κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

γάλματα τῆς σῆς, ἀγαθότητος ὑπέστησας τοὺς Ἀγγέλους, τὰς ἐντολάς σου ἐκτελοῦντας, Λόγε ἐν ἰσχύϊ, καὶ συνεργοῦντας πᾶσι τοὶς πιστῶς κραυγάζουσιν. Ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον, πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Γονίμοις ἀρεταίς, τὴν οὐράνιον ἐκόσμησας πολιτείαν, ταὶς τῶν Ἀγγέλων καταγλαϊσας ἱεραρχίαις, ταύτην δὲ δέχη Χριστέ μου, ἀεὶ κραυγάζουσαν. Ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον, πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Γηθόμενοι λαμπρῶς, μελωδήσωμεν τὴν ἔνθεον μελωδίαν, τῶν Ἀσωμάτων ἀνενδότως, καὶ τῶ Δεσπότη θεολογοῦντες, ἄσμα σὺν αὐτοῖς κραυγάσωμεν. Ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον, πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Εὐθύτης ἡ σοφῶς, τὸ πᾶν διευθύνουσα, ἠγάπησεν ἐπαξίως, σὲ τὴν Πανάμωμον καὶ Πανάχραντον Θεοτόκον, ἀνερμηνεύτως Πάναγνε, ἐν σοὶ σκηνώσασα, ἣν δοξολογοῦμεν. Ὑμνείτω τὸν Κύριον, πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'  Ὁ Εἱρμὸς

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτω σοφία, ἤκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορὰ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν.

δοὺ καιρὸς ἐργασίας, τὶ καθεύδεις ἀφρόνως, ψυχὴ ἐν ἀθυμίᾳ παντελεῖ; ἔγειραι, δάκρυσι φαίδρυνον τὴν λαμπάδα σου, σπεῦσον, ἐγγίζει ὁ Νυμφίος τῶν ψυχῶν, μὴ βραδύνης, καὶ μείνης τῆς θείας θύρας ἔξωθεν.

πῶς φρικτόν σου τὸ βῆμα, φανεροῦν πᾶσαν πρᾶξιν, γυμνὴν ἐπὶ Ἀγγέλων καὶ βροτῶν! Ὧ πῶς δεινὴ ἡ ἀπόφασις, ἣν τοὶς πταίσασι μέλλεις διδόναι! ἐξ ἦς ῥύσαί με Χριστέ, πρὸ τοῦ τέλους, παρέχων ἐπιστροφῆς μοὶ δάκρυα.

Μαρτυρικὰ

Σημειωθέντες τῶ πόθω, τοῦ Ἀμνοῦ καὶ Ποιμένος, οἱ ἔνδοξοι καὶ θεῖοι ἀθληταί, αἵματι θύονται χαίροντες, ὥσπερ ἄκακοι ἄρνες, καὶ πᾶσαν πρωτοτόκων ἀληθῶς, Ἐκκλησίαν ἁγίαν, ἐν οὐρανοῖς φαιδρύνουσιν.

λιακαὶς λαμπηδόσιν, ὡς φωστῆρες δειχθέντες, τῶ φέγγει τῆς ἀθλήσεως ὑμῶν, πᾶσαν ψυχὴν καταυγάζετε, πάντα ζόφον τῆς πλάνης διώκετε, γενναῖοι ἀθληταί, διὰ τοῦτο ἐν πίστει, ἀξίως μακαρίζεσθε.

Θεοτοκίον

Φείσαί μου Κύριε φεῖσαι, ὅταν μέλλης μὲ κρίναι, καὶ μὴ καταδικάσης μὲ εἰς πύρ, μὴ τῶ θυμῶ σου ἐλέγξης με, δυσωπεῖ σὲ Παρθένος, ἡ σὲ κυοφορήσασα Χριστέ, τῶν Ἀγγέλων τὰ πλήθη, καὶ τῶν Μαρτύρων σύλλογος.

Κανὼν τῶν Ἀσωμάτων

Ὁ Εἱρμὸς

λος ὑπάρχεις ἔφεσις, ὅλος γλυκασμός, Λόγε Θεοῦ, Παρθένου Υἱέ, Θεὲ θεῶν Κύριε, Ἁγίων Ὑπεράγιε, διὸ σὲ ἅπαντες σὺν τὴ Τεκούση μεγαλύνομεν.

Λευχειμονοῦντες ὤφθησαν, Ἄγγελοι φαιδροῖ, συμβολικῶς τοὶς θείοις Μαθηταῖς, τὴν σὴν σαφηνίζοντες δευτέραν παρουσίαν Χριστέ, μεθ' ὧν σὲ ἅπαντες, θεολογοῦντες μεγαλύνομεν.

ς εὐεργέτης ἅπασαν, φύσιν λογικὴν δημιουργεῖς, τῆς πρώτης σου αὐγῆς, δευτέραν λαμπρότητα, Χριστέ μου ὑπεράγαθε, διὸ σὲ ἅπαντες, ὑμνολογοῦντες μεγαλύνομεν.

Θεοτοκίον

Νενοηκῶς σου Πάναγνε, τὸ φωτοειδὲς τῆς παρθενίας, καὶ καταπλαγείς, χαρὰν σοὶ ἐβόησεν, ὁ θεῖος Ἀρχιστράτηγος, διὸ σὲ ἅπαντες, ὡς Θεοτόκον μεγαλύνομεν.

Ἀπόστιχα τῶν Αἴνων, Κατανυκτικὰ

Τῶν πεπραγμένων μοὶ δεινῶν ἐννοῶν τὰ ἄτοπα, ἐπὶ τοὺς σοὺς καταφεύγω οἰκτιρμούς, Τελώνην μιμούμενος, καὶ Πόρνην τὴν δακρύσασαν, καὶ τὸν Ἄσωτον υἱόν, διὸ καὶ προσπίπτω σοὶ Ἐλεῆμον, πρὶν μὲ καταδικάσης, φείσαί μου ὁ Θεός, καὶ ἐλέησόν με.

Τὰς ἀνομίας μου πάριδε, Κύριε, ὁ ἐκ Παρθένου τεχθείς, καὶ τὴν καρδίαν μου καθάρισον, ναὸν αὐτὴν ποιῶν τοῦ ἁγίου σου Πνεύματος, μὴ μὲ ἐξουδενώσης, ἀπὸ τοῦ σοῦ προσώπου, ὁ ἀμέτρητον ἔχων τὸ ἔλεος.

Μαρτυρικὸν

πὲρ Χριστοῦ παθόντες μέχρι θανάτου, ὧ ἀθλοφόροι Μάρτυρες, ψυχὰς μὲν ἔχετε εἰς οὐρανοὺς ἐν χειρὶ Θεοῦ, καὶ κατὰ κόσμον ὅλον, δορυφορεῖται ὑμῶν τὰ λείψανα. Ἱερεῖς καὶ Βασιλεῖς προσκυνοῦσι, καὶ λαοὶ πάντες ἐπαγαλλόμενοι, συνήθως βοῶμεν. Ὕπνος τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τῶν Ὁσίων αὐτοῦ.

Δόξα... Καὶ νύν... Θεοτοκίον

σεὶ ἐλαία κατάκαρπος, ἡ Παρθένος ἐβλάστησε, σὲ τὸν καρπὸν τῆς ζωῆς, καρποφορεῖν τῶ κόσμω, τὸ μέγα καὶ πλούσιον ἔλεος.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Οἱ Μακαρισμοὶ

Τὴν φωνὴν σοὶ προσάγομεν, τοῦ Ληστοῦ καὶ βοώμέν σοί, Μνήσθητι ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλεία σου.

Τὰ πολλά μου ἐγκλήματα, παραβλέψας φιλάνθρωπε, δεῖξον μέτοχόν με τῆς σῆς, λαμπρότητος δέομαι.

Τῶν Ἀγγέλων τὰ τάγματα, δυσωπούσί σε Κύριε, ὑπὲρ πάντων τῶν πιστῶν, τῶν πόθω ὑμνούντων σε.

Μαρτυρικὸν 

Ταὶς λιταὶς τῶν Μαρτύρων σου, Ἰησοῦ ὑπεράγαθε, ἵλεως ἡμῖν γενοῦ, ἐν ὥρα τῆς κρίσεως.

Δόξα...

Τὸν Πατέρα δοξάσωμεν, τὸν Υἱὸν προσκυνήσωμεν, καὶ Πνεύμαπάντες πιστοί, τὸ θεῖον ὑμνήσωμεν.

Καὶ νύν... Θεοτοκίον

καρπὸς τῆς κοιλίας σου, τοὺς καρπῶ ὀλισθήσαντας, τοῦ Παραδείσου Ἁγνή, πολίτας εἰργάσατο.