The Orthodox Pages

 

ΟΚΤΩΗΧΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΔΕΥΤΕΡΑ ΗΧΟΣ Α΄

Στιχηρὰ Κατανυκτικὰ Δεσποτικὰ

 

Ἦχος α'

Πανεύφημοι Μάρτυρες

Τὰ πάντα παρήγαγες, τῶ σῶ, Λόγῳ καὶ τῶ Πνεύματι, δι' ἀγαθότητα Κύριε, εἶτα πεποίηκας, λογικὸν με ζῶον, ἵνα σου τὸ ἅγιον, δοξάζω Παντοδύναμε ὄνομα, ἐγὼ δὲ μάλιστα, τοὶς αἰσχροῖς μου ἔργοις πάντοτε, ἀτιμάζω, ἀλλὰ φεῖσαι δέομαι. 

Γνώθί σου, ταλαίπωρε, ψυχή, τὴν θείαν εὐγένειαν, καὶ τὴν Πατρίδα τὴν ἄφθαρτον, καὶ σπεῦδε πάντοτε, ἀγαθοεργίαις, ταύτην καταλήψασθαι,  Μηδὲν σὲ τῶν φθαρτῶν προσηλώσειε, τῆς ἄνω μοίρας εἶ, τὸ δὲ σῶμα γῆ, καὶ φθείρεται, μὴ νικήση τὸ χεῖρον τὴν κρείττονα.

Δεῦρο παναθλία μου ψυχή, πρὸς τὸν ὑπεράγαθον, θερμοὶς τοὶς δάκρυσι πρόσελθε, τὰ πεπραγμένα σοί, πρὸ τῆς κρίσεώς σου, πάντα ἐξαγόρευσον, καὶ ἵλεων τὸν Κτίστην ταλαίπωρε, σαυτὴ ἀπέργασαι, καὶ συγχώρησιν ἐξαίτησαι, πρὶν τὴν θύραν κλείση σοὶ ὁ Κύριος.

Ἔτερα τῶν Ἀσωμάτων ὅμοια

σώματοι Ἄγγελοι Θεοῦ, θρόνω, παριστάμενοι, καὶ ταὶς ἐκεῖθεν ἑλλάμψεσιν καταστραπτόμενοι, καὶ φωτοχυσίαις αἰωνίως λάμποντες, καὶ φῶτα χρηματίζοντες δεύτερα, Χριστῷ πρεσβεύσατε, δωρηθῆναι ταὶς ψυχαὶς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

θάνατοι Ἄγγελοι ζωήν, ὄντως τὴν ἀνώλεθρον, παρὰ τῆς πρώτης δεξάμενοι, ζωῆς πανόλβιοι, ἀϊδίου δόξης, καὶ σεπτοὶ θεάμονες, σοφίας ἀϊδίου γεγόνατε, φωτός πληρούμενοι καὶ λαμπάδες συστρεφόμεναι, ἁρμοζόντως, ἐπαναδεικνύμενοι.

ρχάγγελοι, Ἄγγελοι, Ἀρχαί, θρόνοι, Κυριότητες, τὰ Σεραφεὶμ ἑξαπτέρυγα, καὶ πολυόμματα, Χερουβεὶμ τὰ θεία, τῆς σοφίας ὄργανα, Δυνάμεις, Ἐξουσίαι θειόταται, Χριστῷ πρεσβεύσατε, δωρηθῆναι ταὶς ψυχαὶς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Μαρία τὸ ἄμωμον καὶ νοῦν, πάντα ὑπερκείμενον, τῆς καθαρότητος ὄχημα, περικρατούμενον, πολλαὶς ἁμαρτίαις, καὶ στενοχωρούμενον, πρὸς πλάτος μετανοίας μὲ ἴθυνον, πανσθενεστάτη σου προστασία, καὶ γὰρ δύνασαι, οἵα Μήτηρ, τοῦ πάντα ἰσχύοντος.

Ἀπόστιχα Κατανυκτικὰ

τι τὸ πέλαγος πολύ, τῶν παραπτωμάτων μου Σωτήρ, καὶ δεινῶς βεβύθισμαι ταὶς πλημμελείαις μου, δὸς μοὶ χείρα σώσόν με, ὡς τῶ Πέτρω ὁ Θεὸς καὶ ἐλέησόν με.

τι ἐννοίαις πονηραῖς, καὶ ἔργοις καταδεδίκασμαι Σωτήρ, λογισμὸν μοὶ δώρησαι, ἐπιστροφῆς ὁ Θεός, ἵνα κράζω, Σώσόν με, Εὐεργέτα ἀγαθέ, καὶ ἐλέησόν με.

Μαρτυρικὸν

Τὴ πρεσβεία Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Τῶν οὐρανίων Ταγμάτων τὸ ἀγαλλίαμα, τῶν ἐπὶ γῆς ἀνθρώπων, κραταιὰ προστασία, ἄχραντε Παρθένε, σῶσον ἡμᾶς, τοὺς εἰς σὲ καταφεύγοντας, ὅτι ἐν σοὶ τὰς ἐλπίδας μετὰ Θεόν, Θεοτόκε ἀνεθέμεθα.

Μετὰ τὴν α' Στιχολογίαν τοῦ ψαλτηρίου

Καθίσματα Κατανυκτικὰ Ἦχος α'

ν ἀνομίαις συλληφθεὶς ἐγὼ ὁ ἄσωτος, οὐ τολμῶ ἀτενίσαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, ἀλλὰ θαρρῶν εἰς τὴν φιλανθρωπίαν σου, κράζω, ὁ Θεὸς ἱλάσθητί μοί, καὶ σώσόν με.

Εἰ ὁ δίκαιος μόλις σώζεται, ἐγὼ ποῦ φανοῦμαι ὁ ἁμαρτωλός; τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας οὐκ ἐβάστασα, τοὶς περὶ τὴν ἑνδεκάτην ὥραν, συναρίθμησόν με, ὁ Θεός, καὶ σώσόν με.

Δόξα... Καὶ νύν... Θεοτοκίον

χραντε Θεοτόκε, ἡ ἐν οὐρανοῖς εὐλογημένη, καὶ ἐπὶ γῆς δοξολογουμένη, χαῖρε Νύμφη ἀνύμφευτε.

Μετὰ τὴν β' Στιχολογίαν ἕτερα Καθίσματα

Τὸν τάφον σου Σωτὴρ

γκάλας πατρικάς, διανοίξαί μοὶ σπεῦσον, ἀσώτως τὸν ἐμόν, κατηνάλωσα βίον, εἰς πλοῦτον ἀδαπάνητον, ἀφορῶν των οἰκτιρμῶν σου Σωτήρ, νὺν πτωχεύουσαν, μὴ ὑπερίδης καρδίαν, σοὶ γάρ, Κύριε, ἐν κατανύξει κραυγάζω, Ἥμαρτόν σοὶ σώσόν με. 

Τὸ βήμά σου φρικτόν, καὶ ἡ κρίσις δικαία, τὰ ἔργα μου δεινά, ἀλλ' αὐτὸς Ἐλεῆμον, προφθάσας μὲ διάσωσον, καὶ κολάσεως λύτρωσαι, ῥύσαι Δέσποτα, τῆς τῶν ἐρίφων μερίδος, καὶ ἀξίωσον, ἐκ δεξιῶν σοῦ μὲ στῆναι, Κριτὰ δικαιότατε.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῶ ὀλισθαίνουσαν, ἀπωλείας Πανάμωμε, καὶ ἐν ὥρα με, τῇ φοβερὰ τοῦ θανάτου, ἐλευθέρωσον, κατηγορούντων δαιμόνων, φρικτῆς ἀποφάσεως.

Μετὰ τὴν γ' Στιχολογίαν Καθίσματα ἕτερα

Τὸν τάφον σου Σωτὴρ

φρόνως ἀπὸ σοῦ, μακρυνθεὶς Πανοικτίρμον, ἀσώτως τὸν ἐμόν, ἐδαπάνησα βίον, δουλεύων τοὶς πάθεθεσι, τοὶς ἀλόγοις ἑκάστοτε, ἀλλὰ δέξαι με, ταὶς τῶν Ἀγγέλων πρεσβείαις, Πάτερ εὔσπλαγχνε, ὥσπερ τὸν Ἄσωτον παίδα, καὶ σώσόν με δέομαι.

Μαρτυρικὸν

θλήσεως καύχημα, καὶ στεφάνων ἀξίωμα, οἱ ἔνδοξοι Ἀθλοφόροι, περιβέβληνταί σε Κύριε, καρτερία γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκή, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο, Αὐτῶν ταὶς ἱκεσίαις, ἐλευθέρωσον τοῦ ἀοράτου ἐχθροῦ Σωτήρ, καὶ σώσόν με.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Τὸν τάφον σου Σωτὴρ

ϋλων Στρατιών, ὑπερέχουσα Κόρη, καὶ Τάξεις οὐρανῶν, ὑπερβαίνουσα μόνη, ἐπάξιον τὴν αἴνεσιν, παρ' αὐτῶν δέχη Πάναγνε, ἀλλὰ πρέσβευε, τῶ σῶ Υἱῶ σὺν Ἀγγέλοις, τοῦ ῥυσθήναί με, τῆς τῶν παθῶν τυραννίδος, τὸν μόνον κατάκριτον.

Κανὼν Κατανυκτικὸς ποίημα Ἰωσήφ, οὗ ἡ Ἀκροστιχίς.

Τῶν πταισμάτων μου τὸν ῥύπον πλῦνον, Λόγε, Ἰωσήφ.

Ἦχος α'  Ὠδὴ α'  Ὁ Εἱρμὸς

Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχὺϊ δεδόξασται, αὕτη γάρ, Ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοὶς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καὶ νουργήσασα.

Τῶν ἁμαρτιῶν μου τὴν πληθύν, κατὰ τὸ πλῆθος Χριστὲ τοῦ ἐλέους σου, δέομαι, ἐξάλειψον, καὶ λογισμὸν ἐπιστροφῆς μοὶ δώρησαι, ὅπως σου δοξάζω τὴν ὑπὲρ νοῦν ἀγαθότητα.

φθης διὰ σπλάγχνα οἰκτιρμῶν, ἐπὶ τῆς γῆς σωματούμενος ἄνθρωπος, ὅθεν ὑπὲρ ἄνθρωπον, Λόγε Θεοῦ, ἡμαρτηκότα δέξαι με, νὺν ἐν μετανοίᾳ, τοὶς οἰκτιρμοὶς σου προσπίπτοντα.

Μαρτυρικὰ 

Νέκρωσιν μιμούμενοι Χριστοῦ, τοῦ ἑκουσίως παθόντος καὶ θάνατον, πάθη ὑπεμεῖ νατε, πολυειδῆ καὶ θάνατον ἀοίδιμοι, ὅθεν ἀθανάτου, ζωῆς ἐτύχετε μάρτυρες.

Πὺρ ἔνδον ἀγάπης θεϊκῆς, περιφανῶς περιφέροντες μάρτυρες, πὺρ οὐκ ἑπτοήθητε, ἀλλὰ θερμαὶς τῶν πόνων ἐπιδόσεσι, τῆς πολυθεϊας, τὴν ὕλην πᾶσαν ἐφλέξατε.

Θεοτοκίον

Τάξεις Ἀσωμάτων σὺν ἡμῖν, σὲ ἀνυμνοῦσι, Παρθένε πανύμνητε, τὸν γὰρ ἀπερίληπτον, ἐν σῇ γαστρὶ σωματωθέντα τέτοκας, μείνασα παρθένος, ὡς πρὸ τοῦ τόκου Θεόνυμφε.

Κανὼν τῶν Ἀσωμάτων

Ποίημα Θεοφάνους, ἔχων Ἀκροστιχίδα

"Θεοφάνους ὁ πρῶτος Ἀγγέλων ὕμνος"

Ὁ Εἱρμὸς 

Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχὺϊ δεδόξασται, αὕτη γάρ, Ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοὶς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα. 

Θρόνω παριστάμενοι φαιδρώς, τῶ τοῦ Δεσπότου, πανάγιοι Ἄγγελοι, τὸν Πατρὶ συνάναρχον, καὶ τῆς αὐτοῦ μεγάλης βουλῆς Ἄγγελον, λόγον μοὶ ἐμπνεῦσαι, ὑμᾶς ὑμνούντι, πρεσβεύσατε. 

σοπτρα φωτὸς θεαρχικοῦ, καὶ τρισηλίου λαμπάδος τὴν ἔλλαμψιν, πᾶσαν εἰσδεχόμενα, ὡς ἐφικτόν, τὰ τῶν Ἀγγέλων τάγματα, πρῶτον ἐννοήσας, ὁ Νοὺς ὁ θεῖος ὑπέστησεν.

Θεοτοκίον

διακοσμήσας ὡς Θεός, ταξιαρχίας τῶν ἄνω δυνάμεων, μήτραν ἀπειρόγαμον, τῶν Σεραφεὶμ ὑψηλοτέραν ὤκησε, τὴν σὴν Θεοτόκε, καὶ σάρξ ἀτρέπτως ἐγένετο.

Ὠδὴ γ'  Ὁ Εἱρμὸς

μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοί, Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀχράντου σου δόξης, Φιλάνθρωπε.

νάνηψον δεῦρο, ὧ ψυχή, καὶ βόησον τῶ κτίστη σου, τῶ τὰ κρυπτά σου πάντα γινώσκοντι, καὶ μετανοίας καρποὺς ἐπίδειξαι, ὅπως ἐλεήση σε, ὁ οἰκτίρμων Κύριος, καὶ πυρὸς αἰωνίου λυτρώσηται.

λάσθητι μόνε Ἀγαθέ, ἱλάσθητι καὶ σώσόν με, ὡς ὁ Τελώνης φόβω κραυγάζω σοί, ἑσμὸν πταισμάτων ἐπισυρόμενος, καὶ κατακαμπτόμενος, βάρει παραπτώσεων, καὶ αἰσχύνης ἀμέτρου πληρούμενος.

Μαρτυρικὰ

Σοφία καὶ γνώσει ἀληθεῖ, οἱ Μάρτυρες πληρούμενοι, Ἑλληνικὴν σοφίαν ἐμώραναν, τὸν σοφιστήν τε κακίαν ὤλεσαν, καὶ στερρῶς ἀθλήσαντες, ἐπαξίως ἔλαβον, τούς τῆς νίκης στεφάνους γηθόμενοι.

Μονάδα μὲν φύσει ἀθληταί, Τριάδα τοὶς προσώποις δέ, ὁμολογοῦντες, πλάνην πολύθεον, ἐνθέω πίστει ἐξηφανίσατε, καὶ φωστῆρες ὤφθητε, πάντων καταυγάζοντες, τὰς καρδίας ἀκτίσι τῆς χάριτος.

Θεοτοκίον

γία Θεόνυμφε ἁγνή, ἁγίως ἀπεκύησας, τὸν ἐν Ἁγίοις ἀναπαυόμενον, Υἱὸν καὶ Λόγον, Πατρὶ συνάναρχον, τὸν καθαγιάζοντα ἐν Ἁγίῳ Πνεύματι, τοὺς αὐτὸν εὐσεβῶς ἁγιάζοντας. 

Κανὼν τῶν Ἀσωμάτων

Εἱρμὸς ὁ αὐτὸς

Φωτὶ θεουργῶ τὰ Σεραφείμ, ἀμέσως πλησιάζοντα, καὶ πολλαχῶς αὐτοῦ ἐμπιπλάμενα, ταὶς πρωτοδότοις σαφῶς ἑλλάμψεσι, πρωτουργῶς λαμπρύνονται, καὶ ὡς φῶτα δεύτερα, χρηματίζουσι θέσει θεούμενα. 

γγέλων λαμπρότητας ὑμνεῖν, προθύμως ἐφιέμενοι, τὴν δι' αὐτῶν θεόθεν βοήθειαν, χορηγουμένην πιστοί, αἰτήσωμεν, νοὸς καθαρότητι, καὶ πανάγνοις στόμασι, καὶ τευξόμεθα τούτων ἑλλάμψεως.

Θεοτοκίον

Νοῦν τὸν ὑπερούσιον ἰδεῖν, ὡς θέμις ἀξιούμενος, ὁ Γαβριήλ, Παρθένε πανάμωμε, περιχαρῆ σοὶ φωνὴν ἐκόμισε, τὴν τοῦ Λόγου σύλληψιν, ἐμφανῶς μηνύων σοί, καὶ τὸν ἄφραστον τόκον κηρύττων σου.

Ὠδὴ δ'  Ὁ Εἱρμὸς

ρος σὲ τὴ χάριτι, τὴ θεία κατάσκιον, προβλεπτικοὶς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοίς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν Ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Τίνι σε, ψυχή μου, ὁμοιώσω ταλαίπωρε, ἐργαζομένην τὰ δεινά, καὶ μὴ ποιοῦσαν τὰ καλὰ; ἐπίστρεψον βόησον, τῶ διὰ σὲ ἐθελουσίως πτωχεύσαντι, Καρδιογνώστα οἰκτείρησον σώσόν με.

ρισας μετάνοιαν, Σωτὴρ ἐπιστρέφουσιν, ἣν μοὶ παράσχου ἀγαθέ, πρὸ τῆς τοῦ βίου τελευτῆς, διδοὺς μοὶ κατάνυξιν καὶ στεναγμόν, ὥσπερ τὴ Πόρνη τὸ πρότερον, καταφιλούσῃ τὰ ἴχνη σου Δέσποτα.

Μαρτυρικὰ

Ναμάτων τοῦ Πνεύματος, πλησθέντες οἱ Μάρτυρες, ὕδατος ζῶντος ποταμοί, ὤφθησαν νεύσει θεϊκή, καὶ πλάνης ἐξήραναν, τοὺς θολεροὺς Χριστὲ χειμάρρους ἐν Πνεύματι, καὶ τῶν πιστῶν διανοίας κατήρδευσαν.

Μεγάλως οἱ θεῖοι, ἠγωνίσαντο Μάρτυρες, πὺρ γὰρ καὶ ξίφος καὶ δεινήν, πᾶσαν ὑπήνεγκαν ποινήν, Αὐτῶν παρακλήσεσι, Λόγε Θεοῦ, μεγίστης ῥύσαι κολάσεως, καὶ αἰωνίου τοὺς πίστει ὑμνούντάς σε.

Θεοτοκίον

πάλαι Πατρὸς ἐξ ἀγεννήτου, Υἱὸς γεννηθείς, γέννησιν ἔσχε χρονικήν, ἐκ σοῦ Παρθένε γεννηθείς, τὸν χρόνιον πόλεμον τῶν γηγενῶν, ἐξάραι θέλων ὡς εὔσπλαγχνος, ὁ ἡμερῶν τε καὶ χρόνων ἐπέκεινα.

Κανὼν τῶν Ἀσωμάτων

Εἱρμὸς ὁ αὐτὸς

Οἱ θρόνοι τὸν πρῶτον συμπληροῦντες διάκοσμον, καὶ Χερουβεὶμ καὶ Σεραφείμ, ταὶς τῆς θεότητος αὐγαίς, ἀμέσως ἑλλάμπονται, θεουργικαὶς Ἱεραρχίαις δεχόμενοι, καὶ μελωδοῦσι, Δόξα τὴ δυνάμει σου Κύριε.

μνοῦσι τρισάριθμον μονάδα θεότητος, τριαδικοὶς ἁγιασμοίς, ἀκαταπαύστοις ἐν φωναῖς, τρανοῦντα τὸ ἄχραντον, τὰ Σεραφεὶμ θεολογίας μυστήριον, καὶ τὴν ὀρθόδοξον πίστιν διδάσκοντα.

Σοφίας τὴν χύσιν, καὶ τὸ πλάτος τῆς γνώσεως, τῆς ἑνιαίας καὶ ἁπλῆς, αὐτοσοφίας εὐλαβῶς, Χερουβεὶμ δεχόμενα, τοὶς ἐφεξῆς θεομιμήτως παρέχουσι, διαπορθμεύοντα, τοῦ τοὶς τὴν ἔλλαμψιν.

Θεοτοκίον 

πάσης ἐπέκεινα, νοούμενος κτίσεως, τῆς ὑπὲρ νοῦν ζωαρχικῆς, ζωοπλαστίας ἀληθῶς, ἐκτελῶν τεράστια, παρθενικαὶς ἠγλαϊσμένην φαιδρότησι, τὴν σὴν γαστέρα κατώκησεν Ἄχραντε.

Ὠδὴ ε'  Ὁ Εἱρμὸς

φωτίσας, τὴ ἑλλάμψει τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῶ Σταυρῶ σου τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον φωτί, τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε.

πέπεσα, τῶν παθῶν τὴ φθορά, καὶ πτοούμαί σου τὸ δίκαιον δικαστήριον, δίκαιε Κύριε, διὸ ἱκετεύω σε, ἐνίσχυσόν με τοῦ ποιῆσαι, πράξεις καλὰς δικαιούσας με.

Τὰ ἄδηλα, καὶ τὰ κρύφια, σὺ τῆς καρδίας μου ἐπίστασαι, ὁ Θεός μου καὶ Πλάστης καὶ Κύριος, μὴ οὖν κατακρίνης μὲ ἐν ὥρα κρίσεως, ἡνίκα ἔρχη τοῦ κρίναι τὰ σύμπαντα.

Μαρτυρικὰ

Οἱ Ἅγιοι, ὁμιλοῦντες πυρί, τὸ διάπυρον ἐδείκνυον, τῆς ἐνθέου αὐτῶν ἀγαπήσεως, ὅθεν δροσιζόμενοι, τὴ προσδοκία τῶν μελλόντων, οἱ θεοφόροι ἠγάλλοντο. 

Νευρούμενοι, ἀγαθῶν τὴ ἐλπίδι οἱ Μάρτυρες, ὑπέφερον σπαραγμοὺς τῶν μελῶν καρτερώτατα, καὶ τὸν πολυμήχανον νευραῖς, τῆς τούτων ἀνενδότου ὑπομονῆς ἐναπέπνιξαν.

Θεοτοκίον

ητορεῦον, οὐ δυνήσεται στόμα τοῦ τόκου σου, τὸ ἄρρητον διηγήσασθαι θαῦμα, Θεόνυμφε, τὸν γὰρ ἀνερμήνευτον τίκτεις, καὶ φέρεις ἐν ἀγκάλαις, χειρὶ κρατοῦντα τὰ σύμπαντα.

Κανὼν τῶν Ἀσωμάτων

Εἱρμὸς ὁ αὐτὸς

Πόθω θείω, πυρπολούμεναι αἱ Κυριότητες, Ἐξουσίαι, αἱ Δυνάμεις, αἱ τάξεις αἱ δεύτεραι, ἀσιγήτοις στόμασι, θεαρχικὴν ὑμνολογοῦσι, μίαν οὐσίαν καὶ δύναμιν.

υθμίζονται, Ἀρχαγγέλων αἱ τάξεις τῶ Πνεύματι, καὶ Ἀγγέλων, καὶ Ἀρχῶν σὺν ἀπείροις στρατεύμασι, μίαν τρισυπόστατον, φωτιστικὴν οὐσίαν σέβειν, περιφανῶς διδασκόμεναι.

Θεοτοκίον

ραιώθης, ὑπὲρ πᾶσαν Ἀγγέλων εὐπρέπειαν, τὸν γὰρ τούτων Ποιητήν, συλλαβοῦσα καὶ Κύριον, Θεομῆτορ ἄχραντε, σωματωθέντα ἀπορρήτως, ἐκ σῶν αἱμάτων ἐκύησας.

Ὠδὴ ς'  Ὁ Εἱρμὸς

κύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος, ἑλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν, σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις.

πάρχων ἰατρὸς Χριστὲ ἰάτρευσον, τὰ πάθη τῆς καρδίας μου, καὶ ἀπόπλυνον παντὸς μὲ μολυσμοῦ, ῥείθροις Ἰησοῦ μου κατανύξεως, ἵνα ὑμνῷ καὶ μεγαλύνω τὴν εὐσπλαγχνίαν σου.

Πλανώμενον ὁδοὶς τῆς ἀπωλείας με, καὶ βόθροις παραπτώσεων, περιπίπτοντα ἐπίστρεψον Χριστέ, καὶ πρὸς ἀπλανεῖς τρίβους εἰσάγαγε, σοῦ τῶν σεπτῶν δικαιωμάτων, ἵνα δοξάζω σε.

Μαρτυρικὰ

Οἱ λίθοι ἀληθῶς οἱ πολυτίμητοι, τοὶς λίθοις συγχωννύμενοι, οὐκ ἡ ῥνήσαντο τὴν πέτραν τῆς ζωῆς, οὐδὲ τοὶς γλυπτοὶς λίθοις ἐπέθυσαν, οἱ εὐκλεεῖς καὶ στεφηφόροι Κυρίου Μάρτυρες.

Νεώσαντες ψυχὰς ἀρότρω Πίστεως, τὸν ἄσταχυν οἱ Μάρτυρες τῆς ἀθλήσεως, ἐν Πνεύματι Θεοῦ, τὸν ἑκατοστεύοντα ἐξήνθησαν, καὶ τῆς τρυφῆς τῆς μακαρίας κατηξιώθησαν.

Θεοτοκίον

Πυρίνων Λειτουργῶν τὸ πὺρ κυήσασα, ἐφάνης παναμώμητος, καὶ τῆς κτίσεως ἀπάσης πρωτουργός, πάναγνε Παρθένε, ὑπερέχουσα, ἐν γυναιξὶν εὐλογημένη Θεοχαρίτωτε.

Κανὼν τῶν Ἀσωμάτων

Εἱρμὸς ὁ αὐτὸς

Τὰ τάγματα, τῶν Ἀσωμάτων Κύριε, τῶ θρόνω παριστάμενα τῶ τῆς δόξης σου, φωναὶς ἀγγελικαίς, ταὶς ἀκαταπαύστοις σὲ γεραίρουσι, σὺ γὰρ ἰσχὺς τούτων ὑπάρχεις, Χριστέ, καὶ ὕμνησις.

Οἱ πρόσωπον τὸ σὸν ὁρῶντες Ἄγγελοι, τὸ κάλλος τὸ ἀμήχανον, τὴν ὑπέρθεον εὐπρέπειαν τῆς σῆς, θείας ἀγλαϊας, ἐκλαμπρύνονται, σὺ γὰρ αὐτῶν καὶ φῶς ὑπάρχεις, καὶ ἀγαλλίαμα.

Θεοτοκίον

Σεσάρκωται ὁ πρὶν ὑπάρχων ἄσαρκος, ὁ Λόγος ἐκ σοῦ Πάναγνε, ὁ τὰ σύμπαντα θελήματι ποιῶν, ὁ τῶν Ἀσωμάτων τὰ στρατεύματα, παραγαγὼν ἐκ του μὴ ὄντος, ὡς παντοδύναμος.

Ὠδὴ ζ'  Ὁ Εἱρμὸς

Σὲ νοητήν, Θεοτόκε, κάμινον, κατανοοῦμεν οἱ πιστοί, ὡς γὰρ Παίδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, ὅλον μὲ τὸν ἄνθρωπον ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετός τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος. 

Λέοντας πρίν, Δανιὴλ ἐφίμωσε, σύνοικον ἔχων ἀρετήν, τοῦτον ζήλωσον, ὧ ψυχή, καὶ τὸν ὠρυόμενον πάντοτε ὡς λέοντα, καὶ συλλαβεῖν σὲ βουλόμενον, τὴ πρὸς Θεόν ἀνανεύσει ἀεί, ἄπρακτον ποίησον.

περβολή, ἀσωτείας, Κύριε, ψυχὴν ἐρρύπωσα δεινῶς, ὑπερβάλλουσαν οὖν Χριστέ, ἔχων ἀγαθότητα, δέξαι, ὡς τὸν Ἄσωτον, καὶ μελωδοῦν τὰ μὲ οἴκτειρον, ὁ αἰνετός τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.

Μαρτυρικὰ

Νόμω Χριστοῦ, εὐσθενῶς ῥωννύμενοι, τῶν ἀνομούντων τὰς βουλάς, ἐξηφάνισαν ἀνδρικῶς, οἱ ἀκαταγώνιστοι Μάρτυρες, νομίμως τε, τελειωθέντες δὲ ἔμελπον, ὁ αἰνετός τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.

Οἱ θεαυγείς, τοῦ Κυρίου Μάρτυρες, πεπυρσευμένοι τῶ φωτὶ τῆς Τριάδος περιφανῶς, σκότος τῶν κολάσεων, πλάνης τὴν ὁμίχλην τε, διεληλύθατε μέλποντες, ὁ αἰνετός τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.

Θεοτοκίον

Νόμοι ἐν σοί, φύσεως καινίζονται, τὸν νομοδότην γὰρ Χριστόν, δίχα νόμων τῶν σαρκικῶν τίκτεις, Παναμώμητε, πάσιν ἀπολύτρωσιν, νομοθετοῦντα τοὶς μέλπουσιν, ὁ αἰνετὸς τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.

Κανὼν τῶν Ἀσωμάτων

Εἱρμὸς ὁ αὐτὸς

ναρχον φῶς, σὺ ὑπάρχεις Δέσποτα, φωτὸς ἐκλάμψας ἐκ Πατρός, τῶν Ἀγγέλων τὰς στρατιάς, φῶτα κατεσκεύασας, ἔσοπτρα δεχόμενα, τὴν ἀστραπήν σου τὴν ἄδυτον, ὁ αἰνετὸς τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.

Γένος βροτῶν, ὁ τῶν ὅλων Κύριος, ἐπιστασίαις ἐμφανῶς, περισώζεις ἀγγελικαίς, τούτους γὰρ ἐπέστησας πᾶσι τοὶς πιστεύουσι, καὶ ὀρθοδόξως ὑμνούσί σε, τὸν αἰνετόν τῶν Πατέρων Θεόν, καὶ ὑπερένδοξον.

Γλῶσσα καὶ νούς, οὐκ ἰσχύει Δέσποτα, τῶν σῶν θαυμάτων ἐξειπεῖν, καὶ τῶν ἔργων τὸ εὐπρεπές, σὺ γὰρ κατηγλάϊσας, πᾶσαν διακόσμησιν τῶν οὐρανίων Δυνάμεων, ὁ αἰνετὸς τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.

Θεοτοκίον

κ σοῦ Σεμνή, ὁ Υἱὸς σεσάρκωται, ὁ πρὶν ἀμήτωρ ἐκ Πατρός, καὶ ἀπάτωρ τὸ καθ' ἡμᾶς δι' ἡμᾶς γενόμενος, ὧ καὶ νὺν λατρεύουσι τῶν Ἀσωμάτων αἱ φάλαγγες, ὡς αἰνετὸν τῶν Πατέρων Θεόν, καὶ ὑπερένδοξον.

Ὠδὴ η'  Ὁ Εἱρμὸς

ν καμίνῳ Παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῶ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες, Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Λυτρωτά μου εὔσπλαγχνε Χριστέ, τῆς νὺν μὲ κατεχούσης ὁμίχλης ἁμαρτιῶν τε, καὶ παντοίων πειρασμῶν, λύτρωσαι κραυγάζοντα, Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ταν μέλλης ἔρχεσθαι Χριστέ, ἐν δόξῃ κρίναι κόσμον, τὴ στάσει τῶν ἐκλεκτῶν σου συναρίθμησον καμέ, βοῶντα καὶ λέγοντα, Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Μαρτυρικὰ

Γὴς ἁγίας Μάρτυρες σοφοί, ἐπέβητε, ἐν γῆ γὰρ μεγάλως ἀγωνισάμενοι, οὐρανίαν ζωὴν εἰλήφατε μέλποντες, Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

κδυθέντες σῶμα τὸ φθαρτόν, στολὴν ἀθανασίας, ὡς Μάρτυρες νικηφόροι ἐπενδύσασθε Χριστῷ, ἐξ ὕψους κραυγάζοντες, Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

εραὶ σὲ πόρρωθεν φωναί, γενήσεσθαι Μητέρα τοῦ πάντα τεκτηναμένου, προκατήγγειλαν Θεοῦ, ὧ μέλπομεν Ἄχραντε, Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν τῶν Ἀσωμάτων

Εἱρμὸς ὁ Αὐτὸς

Λαμπομένας καὶ πλησιφαεῖς, Ἀγγέλων στρατηγίας, ἀκτίσι τῆς τρισηλίου ὡραιότητος πιστοί, μιμούμενοι μέλψωμεν, Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ς πηγαία πάντων τῶν καλῶν, ἡ θεαρχικωτάτη, παράγει θεία δυνάμει, φῶτα δεύτερα τὸ φῶς, τὸ πρῶτον δεχόμενα, καὶ βοῶντα, Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Νοὺς ὁ πρῶτος καὶ δημιουργός, ὑπερκοσμίους νόας, Ἀγγέλων ὑπερουσίως ὑπεστήσατο αὐτῷ, σαφῶς πλησιάζοντας καὶ βοῶντας, Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

πὲρ λόγον τὸν ἐκ τοῦ Πατρός, τεχθέντα πρὸ αἰώνων, ἀφράστως σεσαρκωμένον, ἀπεγέννησας ἡμῖν, Παρθένε πανάμωμε, ὧ βοῶμεν, Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'  Ὁ Εἱρμὸς

Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βᾶτος ἔδειξεν ἄφλεκτος, καὶ νὺν καθημῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σὲ Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν.

σπερ Χαναναία κράζω σοί, Ἐλέησόν με Λόγε, ψυχὴν γὰρ κέκτημαι, ταὶς δαιμονικαὶς ἐπιφοραὶς κινδυνεύουσαν, καὶ ἀφρόνως τὰ ἄθεσμα πράττουσαν, καὶ μὴ αἰσθανομένην, τοῦ θείου φόβου σου, Μακρόθυμε.

Στῆσον ἐπὶ πέτραν Κύριε, τὰς τῆς ψυχῆς μου βάσεις, τῶν προσταγμάτων σου, καὶ τὸν ἀναιδῶς ὑποσκελίζειν μὲ θέλοντα, ὑποσκέλισον ὄφιν καὶ ῥύσαί με, τῆς τούτου κακουργίας, ὡς ἀγαθὸς καὶ πολυέλεος.

Μαρτυρικὰ

δη παρελθόντες Μάρτυρες, τῶν πειρασμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον, καὶ τῶν αἰκισμῶν τῶν χαλεπῶν τὸ κλυδώνιον, πρὸς λιμένα σαφῶς κατηντήσατε, τῆς ἄνω Βασιλείας, θείας γαλήνης ἀπολαύοντες.

Φέγγους ἀνεσπέρου, Μάρτυρες, φωτοειδεῖς γενόμενοι ἠξιώθητε, καὶ ἐν Ἐκκλησίᾳ πρωτοτόκων εὐφραίνεσθαι καὶ Ἀγγέλων χοροὶς συναγάλλεσθαι, μεθῶν τὸν Ζωοδότην, ὑπὲρ ἡμῶν καθικετεύσατε.

Θεοτοκίον

Φέρεις τὸν τὰ πάντα φέροντα, καὶ γαλουχεῖς τὸν πᾶσι τροφὴν παρέχοντα, μέγα καὶ φρικτόν, τὸ ὑπὲρ νοῦν σου μυστήριον, κιβωτὲ τοῦ σεπτοῦ ἁγιάσματος, Παρθένε Θεοτόκε, ὅθεν σὲ πίστει μακαρίζομεν.

Κανὼν τῶν Ἀσωμάτων

Εἱρμὸς ὁ αὐτὸς

Μύστας τῆς ἀρρήτου δόξης σου, τοὺς ἀσωμάτους Νόας, Σώτερυπέστησας, καὶ νὺν δι' αὐτῶν, τὸν σὸν λαὸν διαφύλαξον, τόνπίστεισοι καὶ πόθω προσφεύγοντα, ἵνα σε τὸν Δεσπότην, ἀκαταπαύστως μεγαλύνωμεν.

Νέμεις τῆς εἰρήνης Ἄγγελον, περιφρουροῦντα, Παντοκράτορ, τὴν ποίμνην σου, (τῆς εἰρήνης γὰρ καὶ τῆς ἀγάπης σὺ αἴτιος), καὶ τὴν ἔμφρονα πίστιν φυλάττοντα, καὶ πάσας τὰς αἱρέσεις, τὴ σὴ δυνάμει καταλύοντα.

λος γλυκασμὸς ὑμνούμενος, τῶν οὐρανίων τὴν γλυκεῖαν φαιδρότητα καταφύτευσον, ἐν Ἐκκλησίαις σου, Δέσποτα, καὶ τὴν εὔτακτον δίδου κατάστασιν, ἵνα σὲ τόν Σωτήρα ἀκαταπαύστως μεγαλύνωμεν.

Θεοτοκίον

Στίφη τῶν Ἀγγέλων, Πάναγνε, νὺν ἀσιγήτως τὸν σὸν τόκον γεραίρουσι, ταὶς γὰρ τάξεσιν ἐπιστατοῦντα θεώμενοι, ταὶς αὐ τῶν θυμηδίαις ἐμπίπλανται, καὶ σὲ τήν Θεοτόκον ἀκαταπαύστως μεγαλύνουσιν.

Ἀπόστιχα Κατανυκτικὰ

λλος σὲ κόσμος, ψυχή, ἀναμένει καὶ Κριτής, τὰ σὰ μέλλων δημοσιεύειν κρυπτὰ καὶ δεινά, μὴ οὖν ἐμμείνης τοὶς ὧδε, ἀλλὰ πρόφθασον βοῶσα τῶ Κριτή, ὁ Θεός ἱλάσθητί μοί, καὶ σώσόν με. 

Μὴ ἀποδοκιμάσης μὲ Σωτήρ μου, τὴ ῥαθυμία τῆς ἁμαρτίας συνεχόμενον, διέγειρόν μου τὸν λογισμὸν πρὸς μετάνοιαν, καὶ τοῦ σοῦ ἀμπελῶνος ἐργάτην δόκιμον ἀνάδειξόν με, δωρούμενός μοὶ τῆς ἑνδεκάτης ὥρας τὸν μισθόν, καὶ τὸ μέγα ἔλεος.

Μαρτυρικὸν

Τοὺς Ἀθλοφόρους τοῦ Χριστοῦ, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὕμνοις καὶ ὠδαὶς πνευματικαίς, τοὺς φωστήρας τοῦ κόσμου, καὶ κήρυκας τῆς πίστεως, τὴν πηγὴν τήν ἀέναον, ἐξ ἦς ἀναβλύζει τοὶς πιστοὶς τὰ ἰάματα, Αὐτῶν ταὶς ἱκεσίαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῶ κόσμω σου, καὶ ταὶς ψυχαὶς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νύν... Θεοτοκίον

Τῶν οὐρανίων ταγμάτων

γιωτέρα ἁγίων πασῶν Δυνάμεων, τιμιωτέρα πάσης κτίσεως, Θεοτόκε, Δέσποινα τοῦ κόσμου, σῶσον ἡμᾶς, τὸν Σωτήρα κυήσασα, ἀπὸ πταισμάτων μυρίων, ὡς ἀγαθή, καὶ κινδύνων ταὶς πρεσβείαις σου.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Οἱ Μακαρισμοὶ

Διὰ βρώσεως ἐξήγαγε, τοῦ Παραδείσου ὁ ἐχθρὸς τὸν Ἀδάμ, διὰ Σταυροῦ δὲ τὸν ληστήν, ἀντεισήγαγε Χριστὸς ἐν αὐτῷ, Μνήσθητί μου κράζοντα, ὅταν ἔλθης ἐν τῷ βασιλεία σου.

Κατανύξεως πηγὴν μοὶ δώρησαι, τὴ εὐσπλαγχνία σου, Χριστὲ ὁ Θεος, παντὸς μὲ ῥύπου τῶν κακῶν, τῶν ἀμέτρων ἐκκαθαίρουσαν, καὶ τῆς βασιλείας σου, εὐεργέτα, μέτοχόν με ποίησον.

Τῶν Ἀγγέλων σου τὰ τάγματα, εἰς ἱκεσίαν σοὶ κινοῦμεν Χριστέ, σῶσον οἰκτείρησον ἡμᾶς, δι' αὐτῶν ὡς ὑπεράγαθος, πάντα παρορῶν ἡμῶν, τὰ ἐν γνώσει, καὶ ἀγνοίᾳ πταίσματα.

Μαρτυρικὸν 

Τῶν αἱμάτων ὑμῶν, Ἅγιοι, τοὶς ὀχετοὶς τὸν νοητὸν Φαραώ, ἐναπεπνίξατε σαφῶς, νὺν δὲ βλύζετε θαυμάτων κρουνούς, πέλαγος ξηραίνοντας νοσημάτων. ὅθεν μακαρίζεσθε.

Δόξα...

Τὸν Πατέρα προσκυνήσωμεν, καὶ τὸν Υἱὸν δοξολογήσωμεν, καὶ τὸ Πανάγιον πιστοί, πάντες Πνεῦμα ἀνυμνήσωμεν, κράζοντες καὶ λέγοντες, Παναγία Τριάς, σῶσον πάντας ἡμᾶς.

Καὶ νύν... Θεοτοκίον

τεκοῦσα φῶς τὸ ἄχρονον, ἐσκοτισμένην τὴν ψυχήν μου ἀεί, ταὶς τῶν δαιμόνων προσβολαίς, φωταγώγησον, Πανάμωμε, καὶ πυρὸς τοῦ μέλλοντος, μεσιτείαις θείαις ἐλευθέρωσον.