The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΜΑΪΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Ζ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ ἐν οὐρανῷ φανέντος σημείου τοῦ Τιμίου Σταυροῦ, ὥρᾳ τρίτῃ τῆς ἡμέρας, ἐπὶ Κωνσταντίου Βασιλέως, υἱοῦ Κωνσταντίνου τοῦ Μεγάλου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τὸ Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τοῦ Τιμίου Σταυροῦ γ'.

Στιχηρὰ τοῦ τιμίου Σταυροῦ

Ἠχος δ'

Ὁ ἐξ ὑψίστου κληθεὶς

Σήμερον χαίρει πιστῶν πληθὺς ἡ θεία· φαίνει γὰρ οὐράνιος Σταυρὸς ἐν πέρασι, λάμπει αἰθὴρ φῶς ἀπρόσιτον, ἀὴρ αὐγάζει, καὶ γῆς τὸ πρόσωπον ὡραΐζεται, μέλπει θείοις ᾄσμασιν ἡ Ἐκκλησία Χριστοῦ, σέβει τιμῶσα τὸν ἄνωθεν, αὐτὴν φρουροῦντα, Σταυρὸν τὸν θεῖον καὶ ὑπερθαύμαστον, οὗ τῇ δυνάμει κραταιούμενοι, τῷ Δεσπότῃ προσέλθωμεν κράζοντες, εἰρηνεῦσαι τὸν κόσμον, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Τιμιωτάτη ὡς κλῖμαξ καθωράθη, σήμερον ὁ πάντιμος Σταυρὸς καὶ ἔνδοξος, ἀπὸ τῆς γῆς πρὸς οὐράνια, μετάγων πίστει, τοὺς ἀδιστάκτῳ τοῦτον γεραίροντας· Χαίρει ἔθνη ἅπαντα, θερμῶς προστρέχοντα, τῷ βαπτισμῷ καὶ ἀγάλλεται καὶ Ἐκκλησίας, νυμφοστολεῖται μορφὴ ἡ ἔνθεος· ὃν γὰρ συγκρύπτειν ἐγκατέσπευδον, Ἰουδαῖοι ἐξ ὕψους αἰθέριος, καταυγάζει καὶ σῴζει, τοὺς πιστῶς αὐτῷ προστρέχοντας.

γαλλιάσθω ἡ κτίσις καὶ σκιρτάτω· σήμερον γὰρ ἤστραψε Σταυρὸς ἐν πέρασιν, ἐξ οὐρανοῦ τὰ ἐπίγεια, καταφωτίζων καὶ συνημμένα δεικνὺς τὰ ἄμικτα· Σήμερον συγχαίρουσι χοροῖς Ἀγγέλων βροτοί· τὸ γὰρ διεῖργον μεσότοιχον, Σταυρῷ ἠρμένον, εἰς ἓν τὰ πάντα σαφῶς συνήγαγεν· ὅθεν προλάμπων ὑπὲρ ἥλιον, πᾶσαν κτίσιν φαιδρύνει τῇ χάριτι, καὶ λαμπρύνει καὶ σῴζει, τοὺς πιστῶς αὐτὸν γεραίροντας.

Δόξα... Ἦχος πλ. β'

νήγγειλαν οἱ οὐρανοὶ τὴν δόξαν σου Κύριε, τὸ φοβερὸν τοῦ Σταυροῦ σου σημεῖον, καὶ ἡ γῆ ἅπασα μετὰ φόβου προσεκύνησεν, ἡμεῖς δὲ δοξολογοῦντες, εὐχαρίστως σοι βοῶμεν· Θεὸς ὢν ἀπαθής, σαρκὶ παθεῖν δι' ἡμᾶς, ἑκουσίως κατεδέξω· διὸ σῶσον λαόν, ὃν περιεποιήσω οἰκείῳ αἵματι.

Καὶ νν... Τῆς Ἑορτῆς

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ἑορτῆς.

Ἀπολυτίκιον τοῦ Σταυροῦ

Ἦχος α'

Τοῦ Σταυροῦ σου ὁ τύπος νῦν ὑπὲρ ἥλιον ἔλαμψεν, ὄνπερ ἐξ ὄρους ἁγίου, τόπῳ Κρανίου ἐφήπλωσας, καὶ τὴν ἐν αὐτῷ σου Σῶτερ ἰσχὺν ἐτράνωσας, διὰ τούτου κρατύνας καὶ τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν, οὓς καὶ περίσῳζε διαπαντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.

Καὶ τῆς Ἑορτῆς

Τὰ λοιπά, ὡς σύνηθες, καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν, Καθίσματα τῆς Ἑορτῆς, οἱ Κανόνες τῆς Ἑορτῆς, καὶ τοῦ τιμίου Σταυροῦ.

Ὁ Κανὼν τοῦ Σταυροῦ

Ἰωάννου Μοναχοῦ

δὴ α' Ἦχος δ'

Ἅρματα Φαραὼ

φανας ἐπὶ γῆς, τὰς ἀκτῖνας τοῦ Σταυροῦ, ἐν ᾧ τὸν διάβολον καταβαλῶν, τῶν ἀνθρώπων ἔσωσας, τὸ γένος Κύριε· διὸ ὑμνοῦμεν τὴν δόξαν σου.

Γεύσεως ἀπειθοῦς, τῷ Σταυρῷ ὁ Λυτρωτής, ἔλυσε τὸ δέλεαρ, τῇ τοῦ Πατρὸς εὐδοκίᾳ· ᾌσωμεν αὐτῷ ᾆσμα καινόν, ὅτι ἐνδόξως δεδόξασται.

Σκῆπτρον νικοποιόν, κατεφύτευσας Χριστέ, ζωῆς ξύλον ἄχραντον, ὡς ἐν Ἐδὲμ τὸν Σταυρόν σου, ὡς φωτοειδὴς ἐξέλαμψεν, ἐπὶ τὸ ὄρος τὸ ἅγιον.

Θεοτοκίον

ν περ τῶν Προφητῶν, προεώρακε χορός, ὡς πύλην οὐράνιον, καὶ ἀκατάφλεκτον βάτον, σὲ Παρθενομῆτορ ἄχραντε, Θεὸν τεκοῦσαν ἔγνωμεν.

δὴ γ'

Τόξον δυνατῶν ἠσθένησε

σπερ θυρεῷ φραττομεθα, τῷ τοῦ ἀηττήτου σου Σταυροῦ τύπῳ Δέσποτα, ὃν μὴ φέρων ὁ ἀπευκταῖος, δραπετεύει τῶν δαιμόνων ἑσμός.

Πάντας ὁ Σταυρός σου ηὔφρανε, τοὺς ἐσταυρωμένον σε Θεὸν καταγγέλλοντας, ὃς ἐκλάμπρῳ καὶ ἀπροσίτῳ, ὡραιότητι ἐξέλαμψε.

Χαίροις ὦ Σταυρὲ πανάγιε· ὅτι σου ὁ τύπος ὑπὲρ ἥλιον ἤστραψε, καὶ τὴν πλάνην πᾶσαν διώξας, τοὺς πιστοὺς ἡμᾶς ἐφώτισε.

Θεοτοκίον

Χαῖρε Μῆτερ ἀπειρόγαμε, ἡ τὸν Θεὸν Λόγον ἐν γαστρί σου χωρήσασα, καὶ τεκοῦσα σεσαρκωμένον, ὡς Θεὸν ὁμοῦ καὶ ἄνθρωπον.

Ὁ Εἱρμὸς

Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.

Κοντάκιον τῆς Ἑορτῆς

Εἶτα Κάθισμα τοῦ τιμίου Σταυροῦ.

Ἦχος δ'

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

διανοίξας οὐρανοὺς κεκλεισμένους, ἐν οὐρανῷ περιφανεῖς τὰς ἀκτῖνας, ἐπὶ τῆς γῆς ἀνέτειλεν ὁ ἄχραντος Σταυρός· ὅθεν οἱ τὴν ἔλλαμψιν, τῆς αὐτοῦ ἐνεργείας, δεξάμενοι πρὸς ἄδυτον, ὁδηγούμεθα φέγγος, καὶ ἐν πολέμοις ἔχομεν αὐτόν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

Καὶ τῆς Ἑορτῆς

δὴ δ'

Εἰσακήκοα Κύριε

Μυστικῶς μὲν πρίν, καὶ αἰσθητῶς δὲ σήμερον, κατηγλάϊσας Χριστέ, τοῦ ἀχράντου σου Σταυροῦ τὸν τύπον.

Τὸ παράνομον τῶν θεοκτόνων τολμημα, σταυροτύπῳ σου Σωτήρ, ἐθριάμβευσας φωτὶ οἰκτίρμον.

βεβαίωσας Χριστιανῶν τὸ θρήσκευμα, τῷ ἀΰλῳ σου φωτί, τὸν Σταυρὸν ἡμῖν Χριστὲ χαράξας.

Θεοτοκίον

Μήτηρ ἄχραντε, εὐλογημένη Δέσποινα, ὃν ἐκύησας Θεόν, ταῖς λιταῖς σου ἐξιλέωσαι ἡμῖν.

δὴ ε'

Ὁ τοῦ φωτὸς διατμήξας

Θανατηφόρον τὸ ξύλον, ὁ Σταυρὸς ζωηφόρος, τοῖς τῆς Ἐδὲμ ἀποίκοις ἐδείχθη Χριστέ, ἔνοικον αὖθις, διὰ κακούργου τὸν Ἀδὰμ ἐργασάμενος.

ὑποστήσας τῷ λόγῳ, τὸ πρωτόκτιστον σέλας, ὡς Υἱῷ Πατὴρ φωταυγῆ τὸν Σταυρόν, νῦν διαγράφει, τῷ σταυρωθέντι μαρτυρῶν τὴν Θεότητα.

ν τῷ φωτὶ τῷ ἀδύτῳ, τὸ ὑπέρτατον φάος, ἐν τῷ Πατρὶ ὀψόμεθα πίστει Χριστέ, σὲ τὸν Υἱὸν καὶ σοῦ τὸ Πνεῦμα, ταῖς ψυχαῖς ἡμῶν ἔλλαμψον.

Θεοτοκίον

ν τῷ ὠδίνειν σε Κόρη, τὰ μητέρων οὐκ ἔγνως, ὑπερφυῶς ἐπεὶ συλλαβοῦσα Θεόν, τέτοκας σαρκί· διὸ πάντες εὐσεβῶς σε δοξάζομεν.

δὴ ς'

Ἐν τῷ θλίβεσθαί με

Τὸν Σταυρὸν ἐκλάμπεις, πέρασι Χριστὲ ὁ Θεός, καὶ ἐφώτισας δέ, δι' αὐτοῦ τοὺς ἀνυμνοῦντάς σε.

Καλυπτέτωσαν μέν, τὸ ὄμμα οἱ παράνομοι, τοῦ Σταυροῦ τὸ κάλλος· ἐξαστράπτον γὰρ οὐ φέρουσιν.

ντρυφάτωσαν δέ, τῇ αἴγλῃ τοῦ ἀχράντου Σταυροῦ, οἱ Θεὸν εἰδότες, τὸν ἐν ξύλῳ προσπαγέντα σαρκί.

Θεοτοκίον

Θεὸν τεκοῦσα, Παρθένε ἀπειρόγαμε, ὑπὲρ ἡμῶν μὴ παύσῃ, τὸν Υἱόν σου ἱκετευοῦσα.

Ὁ Εἱρμὸς

ν τῷ θλίβεσθαί με, ἐβόησα πρὸς Κύριον, καὶ ἐπήκουσέ μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

Κοντάκιον Ἦχος πλ. δ'

τρισμακάριστε Σταυρὲ καὶ Πανσεβάσμιε, σὲ ἀνυμνῶν καὶ προσκυνῶν νῦν ἁγιάζομαι, ἐν ᾧ Χριστὸς ἀνυψούμενος κόσμον ἔσωσεν, ἀλλὰ πρόφθασον καὶ σῶσον τῇ δυνάμει σου, καὶ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· Χαῖρε Ξύλον μακάριον.

Ὁ Οἶκος

νοιξόν μου τὸ στόμα, Βασιλεῦ τῶν αἰώνων, καταύγασόν μου τὸν νοῦν καὶ τὰς φρένας, καὶ ἁγίασον μου τὴν ψυχήν, ἵνα ὑμνήσω Λόγε τὸ σεπτὸν ξύλον σου, κατάπεμψον τὸ Πνεῦμά σου καὶ δίδαξον με, ἵνα πόθῳ κραυγάζω.

Χαῖρε, Σταυρὲ οἰκουμένης δόξα, χαῖρε, Σταυρὲ Ἐκκλησίας κράτος.

Χαῖρε, ἱερέων προπύργιον ἄσειστον, χαῖρε, βασιλέων διάδημα τίμιον.

Χαῖρε, σκῆπτρον τοῦ παντάνακτος Δημιουργοῦ τοῦ παντός, χαῖρε, ὅτι κατεδέξατο προσπαγῆναί σοι Χριστός.

Χαῖρε, τῶν θλιβομένων παραμύθιον μέγα, χαῖρε, τῶν ἐν πολέμοις τὸ ἀήττητον ὅπλον.

Χαῖρε, Σταυρέ, Ἀγγέλων εὐπρέπεια, χαῖρε, Σταυρέ, πιστῶν ἡ ἀντίληψις

Χαῖρε, δι' οὗ κατεπόθη ὁ ᾍδης, χαῖρε, δι' οὗ ἐξανέστημεν πάντες.

Χαῖρε, Ξύλον μακάριον.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, τὴν ἀνάμνησιν ἑορτάζομεν τοῦ ἐν οὐρανῷ φανέντος σημείου τοῦ Τιμίου Σταυροῦ, ἐπὶ Κωνσταντίου Βασιλέως, υἱοῦ τοῦ Μεγάλου Κωνσταντίνου, καὶ Κυρίλλου Ἀρχιεπισκόπου Ἱεροσολύμων.

Στίχοι

Σταυροῦ παγέντος, ἡγιάσθη γῆ πάλαι.

Καὶ νῦν φανέντος, ἡγιάσθη καὶ πόλος.

βδομάτῃ Σταυροῖο τύπος πόλῳ ἀμφετανύθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀκακίου.

Στίχοι

Εἴπερ τις ἄλλος, ἐν χορῷ τῶν Μαρτύρων,

Κάλλιστος Ἀκάκιος ἐκτμηθεὶς ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Κοδράτου καὶ τῶν σὺν αὐτῷ.

Στίχοι

Ζωμοὺς χύτρας σὴς τοὺς ἱδρῶτας, Κοδρᾶτε,

λατι τμηθεὶς αἱμάτων παραρτύεις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Ἰωάννου τοῦ Ψυχαΐτου.

Στίχοι

Ψυχῆς μόνης σὺ τὴν σχέσιν φέρων Πάτερ,

Ψυχαΐτης κέκλησαι ἐνδίκως μάκαρ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Μαξίμου.

Στίχοι

Λίθοις ἐπιβὰς Μάξιμος μεγαλόνους,

νῆλθε χαίρων οὐρανοῦ εἰς τὸ πλάτος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

δὴ ζ'

Ὁ διασώσας ἐν πυρὶ

ὑψωθεὶς ἐν τῷ Σταυρῷ, Ἥλιος μεσούσης ἡμέρας, ὃν καθορῶν ὁ αἰσθητός, τὰς ἀκτῖνας συνέστειλεν ἥλιος, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

τῷ θεόπτῃ ἐν πυρί, πάλαι ὁμιλήσας καὶ γνόφῳ, σταυροφανεῖ δὲ ἀστραπῇ, ὡς Θεὸς δοξαζόμενος σήμερον, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Τὸ ἐκ φωτὸς καὶ ἐν φωτί, φῶς συναϊδίως ἐκλάμπον, καὶ τῷ ἀχράντῳ σου φωτί, τοῦ Σταυροῦ σου δοξάσας τὸ τρόπαιον, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

Θεοτοκίον

Τὴν ἀλοχεύτως ἐν γαστρί, καὶ ὑπερφυῶς δεξαμένην, τὸν ἀναλλοίωτον Θεόν, εὐσπλαγχνίᾳ βροτοῖς ὁμιλήσαντα, εὐσεβῶς ἀνυμνήσωμεν, ὡς Μητέρα τοῦ Ὑψίστου εἰς τούς αἰῶνας.

δὴ η'

Τὸν ἐν μορφῇ Ἀγγέλου

Τὸν ἐπὶ θρόνου δόξης ὁραθέντα, καὶ ἐν ξύλῳ Σταυροῦ καθηλωθέντα, οὐσίᾳ σαρκός· ὑμνεῖτε Παῖδες, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὸν ἐν φωτὶ ἀχράντῳ τυπωθέντα, καὶ ἐκλάμψαντα Σταυρὸν ἐπὶ τὸ ὄρος τὸ ἅγιον· ὑμνεῖτε Παῖδες, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Δοξολογοῦντες ἕνα τῆς τριάδος, τὸν τῇ αἴγλῃ τοῦ Σταυροῦ τὴν οἰκουμένην φωτίσαντα, ὑμνεῖτε Παῖδες, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Τὴν ἀπορρήτῳ λόγῳ συλλαβοῦσαν, καὶ τεκοῦσαν τὴν χαρὰν τῇ οἰκουμένῃ, Χριστὸν τὸν Θεόν, ὑμνεῖτε Παῖδες, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας

Ὁ Εἱρμὸς

Τὸν ἐν μορφῇ Ἀγγέλου ὁραθέντα, ἐν καμίνῳ τοῦ πυρὸς τοῖς ὑμνολόγοις, Χριστὸν τὸν Θεόν, ὑμνεῖτε Παῖδες, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.

δὴ θ'

Λίθος ἀχειρότμητος

πάλαι πυρί τε καὶ γνόφῳ, τῷ ἀπειθεῖ νομοθετήσας, νῦν τῷ πιστοτάτῳ σου λαῷ, τὸν τοῦ Σταυροῦ σου τύπον διέγραψας, ὑπὲρ φωστῆρας λάμποντα· ὃν ἐπαξίως μεγαλύνομεν.

πένθησε ζόφῳ ἡ κτίσις, τῶν σταυρωσάντων σὲ τὴν τόλμαν, νὺν εὐπρεπεστάτῳ δὲ φωτί, ὁ ζωηφόρος λαμψας Σταυρός σου Χριστέ, τῆς Ἐκκλησίας ἔδειξε, τὴν κεκρυμμένην ὡραιότητα.

κ σοῦ τὰς ἐλπίδας ἀνάψας, ὁ περιούσιος λαός σου, σοὶ πρὸς ἱκεσίαν τὸν Σταυρόν, καὶ τὸ φρικτόν σου αἷμα προβάλλεται, ἀλλ' εὐμενῶς ἐπίνευσον, πρὸς τὴν ἡμῶν Παντάναξ λύτρωσιν.

Θεοτοκίον

Φώτισον ἡμᾶς ἡ τεκοῦσα, φῶς τὸ ἀπρόσιτον Παρθένε, ἔμπλησον ἡμᾶς εὐφροσύνης, καὶ θυμηδίας καὶ θείας γνώσεως, τοὺς καθαρᾷ καρδίᾳ σε, εὐσεβοφρόνως μακαρίζοντας.

Ὁ Εἱρμὸς

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.

Ἐξαποστειλάριον

Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης, Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός, βασιλέων τὸ κραταίωμα, Σταυρός, πιστῶν τὸ στήριγμα, Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.

Καὶ τῆς Ἑορτῆς

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ἑορτῆς.

 

Εἰς τὴν Λειτουργίαν, ζήτει τὴν Ἀκολουθίαν τῆς ιδ' Σεπτεμβρίου, ἤγουν Ἀπόστολον, Εὐαγγέλιον, καὶ Κοινωνικὸν σταυρώσιμον.