The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

ΔΕΚΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Ζ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀμβροσίου, Ἐπισκόπου Μεδιολάνων.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α’

Τῶν οὐρανίων ταγμάτων.

γεμονίας τὸν θρόνον, κατακοσμῶν ἀρεταῖς, ἐξ ἐπιπνοίας θείας, τὸν τῆς ἱεραρχίας, προσφόρως ἐκομίσω· ὅθεν πιστός, οἰκονόμος τῆς χάριτος, ἐν ἀμφοτέροις, Ἀμβρόσιε γεγονώς, διπλοῦν στέφανον κεκλήρωσαι.

ν ἐγκρατείᾳ καὶ πόνοις, καὶ ἀγρυπνίαις πολλαῖς, καὶ προσευχαῖς συντόνοις, τὴν ψυχὴν καὶ τὸ σῶμα, ἐκάθηρας θεόφρον, σκεῦος λοιπόν, ἐκλογῆς τῷ Θεῷ ἡμῶν, τοῖς   Ἀποστόλοις ὡσαύτως ἀναδειχθείς, ὑπεδέξω τὰ χαρίσματα.

Τὸν εὐσεβῆ Βασιλέα, ἡμαρτηκότα ποτέ, ὡς τὸν Δαυΐδ ὁ Νάθαν, παρρησίᾳ ἐλέγξας, Ἀμβρόσιε παμμάκαρ, τοῦτον σαφῶς, ἀφορισμῷ καθυπέβαλες, καὶ μετανοίᾳ παιδεύσας θεοπρεπῶς, συνηρίθμησας τῇ Ποίμνῃ σου.

Ἕτερα Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. α’  Ὅσιε Πάτερ.

σιε Πάτερ, Ἱερώτατε Ἀμβρόσιε, ἡ Λύρα φωνοῦσα, μέλος σωτήριον, δογμάτων ὀρθοδόξων πᾶσιν ἡμῖν, ἡ καταθέλγουσα πιστῶν τὰς ψυχάς, εὔηχος Κιθάρα τοῦ θείου Παρακλήτου, τὸ μέγα Ὄργανον τοῦ Θεοῦ, ἡ ἀξιέπαινος Σάλπιγξ τῆς Ἐκκλησίας, διειδεστάτη τε Πηγὴ τῶν χαρισμάτων, ἐναποπλύνουσα ῥύπον τῶν παθημάτων, Χριστόν ἱκέτευε, Χριστὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.

σιε Πάτερ, παμμακάριστε Ἀμβρόσιε, Συνόδου θεοφόρων, μέσον Πατέρων ὀφθείς, ἐν δύο ταῖς οὐσίαις ἕνα Υἱόν, σάρκα γενόμενον κηρύττεις τρανῶς, ἐξ ἀπειρογάμου ὑμῖν ἐπιφανέντα, τὸν ὁμοούσιον τῷ Πατρί, καὶ συναΐδιον τούτου καὶ συμφυῆ· ὅθεν τὴν βλάσφημον Ἀρείου γλωσσαλγίαν, ἐναπεμώρανας, τοῦ Πνεύματος δυνάμει, Χριστόν ἱκέτευε, Χριστὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.

σιε Πάτερ, ἀξιάγαστε Ἀμβρόσιε, εὑροῦσα ὡς ἐπόθει, τὴν καθαράν σου ψυχήν, τοῦ Πνεύματος ἡ χάρις τοῦ Παναγίου, ἐν σοὶ ἐσκήνωσεν ὡς ἄδυτον φῶς, οὗ τῇ ἐνεργείᾳ, τὰ πνεύματα τῆς πλάνης, ἀποδιώκεις διαπαντός, καὶ θεραπεύεις τὰς νόσους καὶ μαλακίας, τῶν προσιόντων σοι ἁπλότητι καρδίας, καὶ ἐκτελούντων σου, τὴν μνήμην τὴν φωσφόρον Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Τίνι ψυχή μου, ἐξωμοίωσαι προκόπτουσα, εἰς χείρω καθ' ἑκάστην, καὶ προστιθεῖσα ἀεί, σοῖς μώλωψιν εὐήθως τραύματα πλείω, ὡς ὁλοσώματος γενέσθαι πληγή, μὴ ἐνθυμουμένη, ὡς ὁ Κριτὴς ἐγγίζει, ᾧ παραστήσῃ ἀπολαβεῖν, κατὰ τὰς πράξεις εὐθύνας καὶ τιμωρίας; ἀλλ' ἐπιστρέψασα, πρόσπεσον τῇ Παρθένῳ, κράζουσα· Δέσποινα, πάναγνε μὴ παρίδῃς, τὸν παροργίσαντα Θεὸν τὸν εὐσυμπάθητον, τὸν ἐκ σοῦ διὰ σωτηρίαν, τῶν βροτῶν γεννηθέντα, δι' εὐσπλαγχνίαν πολλήν.

Ἢ Σταυροθεοτοκίον.

τε τὸν βότρυν, ἀφυτεύτως ὃν ὡς ἄμπελος, ἐβλάστησας, κατεῖδες ξύλῳ κρεμάμενον, νυττόμενόν τε λόγχῃ θείαν πλευράν. Τὶ τοῦτο, ἔλεγες, Υἱὲ καὶ Θεὲ; πῶς ὁ νόσους πάσας, καὶ πάθη θεραπεύων, πάθος ὑφίστασαι, ἀπαθὴς κατὰ φύσιν ὑπάρχων τὴν θεϊκήν; τὶ σοι ἀχάριστος λαὸς τῷ εὐεργέτῃ, ταῦτα ἀπέδωκεν ἀντ' εὐεργετημάτων; Παρθένε ἄχραντε, ἀλλὰ τοῖς τούτου πάθεσι, τῶν παθῶν με ἐλευθερῶσαι, ἐκδυσώπει ἀπαύστως, ὅπως δοξάζω σε.

Ἀπολυτίκιον  Ἦχος δ’

Κανόνα πίστεως καὶ εἰκόνα πραότητος, ἐγκρατείας Διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια, Πάτερ Ἱεράρχα Ἀμβρόσιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν, οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου εἰς ς’, οὗ ἡ Ἀκροστιχίς.

Τὸν παμμέγιστον Ἀμβρόσιον αἰνέσω. Ἰωσήφ.

Ὠδὴ α’ Ἦχος δ’

Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.

Ταῖς θείαις φωτοχυσίαις Ὅσιε, καταστραπτόμενος, τὴν φωτοφόρον ταύτην καὶ φαιδράν, καὶ ἁγίαν σου κοίμησιν, τοὺς εὐσεβῶς γεραίροντας, σαῖς ἱκεσίαις φωταγώγησον.

Λόγος ὁ τοῦ Θεοῦ σοφίας σοι, λόγον δεδώρηται, κεκοσμημένον γλώσσῃ ἀληθεῖ, ἱεράρχα Ἀμβρόσιε, αἱρετιζόντων ἄλλον, ἀπορραπίζοντα κακόνοιαν.

Νοός σου τὸ ὀπτικὸν Πανόλβιε, προκαθηράμενος, τῆς τῶν παθῶν ἀχλύος δεκτικόν, καθαρῶν ἐπιλάμψεων, τοῦ Παναγίου Πνεύματος, προαπειργάσω Παμμακάριστε.

Πανσόφοις καὶ ἱεροῖς σου δόγμασι, τὴν ἀρειόφρονα, ἀποδιώξας λύμην ὡς ποιμήν, ἐπὶ χλόην ἐποίμανας, Ὀρθοδοξίας Πάνσοφε, τὰ λογικά σου πίστει θρέμματα.

Θεοτοκίον.

σπόρως τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι' ἡμᾶς ἐκ σοῦ ἀπάτορα.

Ἕτερος Κανὼν τοῦ αὐτοῦ, οὗ ἡ Ἀκροστιχίς.

Θείου Ἀμβροσίου μέγα κλέος ᾄσμασι μέλπω.

Θεοφάνους.

Ὠδὴ α’  Ἦχος πλ. δ’

κεκομμένη, τὴν ἄτομον ἔτεμε, καὶ εἶδεν ἥλιος γῆν, ἣν οὐκ ἐθεάσατο, ἀλάστορα ἐχθρὸν τὸ ὕδωρ κατεπόντισε, καὶ ἄβατον διῆλθεν Ἰσραήλ, ᾠδὴ δὲ ἀνεμέλπετο. Τῷ    Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.

Θείῳ φωτί σου, ὑπέρλαμπρε Ἥλιε, τῆς ἁμαρτίας μου, τὴν ἀχλὺν ἀπέλασον· οἰκτείρεις γὰρ ψυχάς, τῇ ἐμφύτῳ εὐσπλαγχνία σου, καὶ σκότους ἀπαλλάττεις τῶν παθῶν, τῇ μόνῃ εὐμενίᾳ σου, Παντοκράτορ Κύριε, ὁ μόνος εὐδιάλλακτος.

πὶ τῷ κάλλει, τῶν θείων δογμάτων σου, ἡ Ἐκκλησία φαιδρῶς, ὡραΐζεται, καὶ πίστει ἀσφαλεῖ, πεποικιλμένη δείκνυται· καὶ ὅλη ὡς πλησίον καὶ καλή, ἐκ δεξιῶν παρίσταται, ὀρθοδόξως λάμπουσα, τῆς δόξης τοῦ νυμφίου Χριστοῦ.

ερωσύνης, τοῖς   ὅπλοις στομούμενος, καὶ θείᾳ δόξῃ τὸν νοῦν, Πάτερ ἐλλαμπόμενος, ὡς μάχαιρα πιστῶν ἐστιλβωμένη δείκνυσαι, καὶ σάλπιγξ τῆς εὐσήμου Ἑορτῆς, τὰ θράση τῶν αἱρέσεων, τμητικῶς συγκόπτουσα, καὶ πάντας διεγείρουσα.

Θεοτοκίον.

πρὸ αἰώνων, Πατρὶ συναΐδιος, ἐκ σοῦ Θεόνυμφε, σάρκα προσελάβετο καὶ φύσιν τῶν βροτῶν, θεώσας συνεδόξασε· διὸ σε σωτηρίας ἀρχηγόν, καὶ κόσμου ἱλαστήριον, Θεοτόκε Δέσποινα, πρὸς τὸν ἐκ σοῦ κεκτήμεθα.

Ὠδὴ γ’

Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ' ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γὰρ ἐστιν ἅγιος, πλήν σου Φιλάνθρωπε.

Μεμυημένος, Ἱεράρχης ὡς ἔνθεος Ὅσιε, πᾶσαν νόησιν Γραφῆς, τοῖς   ἀγνοοῦσιν Ἀμβρόσιε, Πάτερ τὰ δισέφικτα, τρανῶς ἐσάφησας.

Μεγίστην χάριν, πρὸς Θεοῦ δεδεγμένος καὶ δύναμιν, σῆς ἐσθῆτος ἐπαφῇ, ποικίλα πάθη Ἀμβρόσιε, Πάτερ ἐθεράπευσας, τῶν προσιόντων σοι.

ν ἀφροσύνῃ, τὴν πρὸς σὲ τὸν φρονήσει ἐμπρέποντα, πλησιάσαι τολμηρῶς, μιαρωτάτην ὁρμήσασαν, θᾶττον ἐθανάτωσας, θείῳ προστάγματι.

Θεοτοκίον.

Γένος ἀνθρώπων, ἐκαινούργησας μόνη κυήσασα, τὸν τῆς φύσεως ἡμῶν, Δημιουργόν τε καὶ Κύριον· ὅθεν σε δοξάζομεν, Θεοχαρίτωτε.

Ἄλλος. 

Σὺ εἶ τὸ στερέωμα.

εῖθρον ἐν καρδίᾳ σου, ἐκ τῶν τοῦ Πνεύματος Ὅσιε, χαρισμάτων, βρύει καταρδεῦον, τοὺς τῆς Πίστεως αὔλακας.

λον ἀπεκάθηρας, τὸ ὀπτικὸν τοῦ νοῦ  Ὅσιε, καὶ εἰς ὕψος ἤρθης, θεωρίας, τῇ ἐλλάμψει τοῦ Πνεύματος.

Στέφεται τοῖς λόγοις σου, ὥσπερ τιμίοις λίθοις Σοφέ, ἡ Ἐκκλησία, καὶ διαιωνίζει, τῶν πιστῶν βασιλεύουσα.

Θεοτοκίον.

λεων γενέσθαι μοι, τῶν ἐν πολλαῖς παγέντι Ἁγνή, ἁμαρτίαις, τὸν ἐκ σοῦ τεχθέντα, ἀσιγήτως δυσώπησον.

Ὁ Εἱρμὸς.

Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.

Κάθισμα  Ἦχος δ’

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Λόγους ζωῆς Πάτερ σοφὲ κεκτημένος, τὰς διανοίας τῶν πιστῶν καταρδεύεις, καὶ καρποφόρους χάριτι δεικνύεις ἀεί, τῶν αἱρετιζόντων δέ, κατακλύζεις τὰς φρένας, χάριν ἀναβλύζων τε, ἰαμάτων ἐκπλύνεις, παθῶν παντοίων ῥύπον ἀληθῶς, ἱερομύστα θεόφρον Ἀμβρόσιε.

Δόξα... Ἦχος πλ. δ’

Τὴν Σοφίαν καὶ Λόγον.

Τὸν Προφήτην Ἠλίαν ζηλοτυπῶν, Ἰωάννην ὡσαύτως τὸν Βαπτιστήν, ἀνδρείως διήλεγξας, Βασιλεῖς ἀνομήσαντας, ἱεραρχίας θρόνον, ἐνθέως ἐκόσμησας, καὶ θαυμάτων πλήθει, τὸν κόσμον ἐπλούτησας· ὅθεν καὶ ταῖς θείαις, συγγραφαῖς κεχρημένος, πιστοὺς ἐπεστήριξας, καὶ ἀπίστους ἐπέστρεψας, ἱεράρχα Ἀμβρόσιε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς  ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν... Θεοτοκίον.

Τὴν οὐράνιον Πύλην καὶ Κιβωτόν, τὸ πανάγιον Ὄρος τὴν φωταυγῆ, Νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον Κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα Κειμήλιον, ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τοῦ κόσμου καὶ ἄφεσις, τῶν πολλῶν ἐγκλημάτων· διὰ τοῦτο βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς   προσκυνοῦσιν ἐν πίστει, τὸν ἄχραντον τόκον σου.

Ἢ Σταυροθεοτοκίον.

ν τῷ πάθει ἑστῶσα τοῦ σοῦ Υἱοῦ, τῷ Σταυρῷ πλησιάζουσα μητρικῶς, δακρύων προσχύσεσι, λουομένη ἐκραύγαζες· Οἴμοι θεῖε Λόγε! πῶς φέρεις ῥαπίσματα, ἐμπτυσμούς καὶ μάστιγας, Σταυρὸν καὶ τὸν θάνατον; ὅμως ὑπὲρ γένους, σωτηρίας βροτείου, ἑκὼν ταῦτα ὑφίστασαι. Οὕτω Σῶτερ φιλάνθρωπε, ἡ Θεοτόκος ἐβόα σοι· ἥνπερ προβαλλόμενοι, σοὶ εἰς πρεσβείαν, Δέσποτα αἰτούμεθα, ἵνα πλουσίως παράσχῃς, ἡμῖν τὰ ἐλέη σου.

Ὠδὴ δ’

Δι' ἀγάπησιν Οἰκτίρμον τῆς σῆς εἰκόνος, ἐπὶ Σταυροῦ σου ἔστης, καὶ ἐτάκησαν ἔθνη· σὺ γὰρ εἶ φιλάνθρωπε, ἰσχύς μου καὶ ὕμνησις.

εράρχης ἀνεδείχθης χρισθεὶς τῷ μύρῳ, τῷ τῆς ἱερωσύνης, τελειῶν ἱερέας, πᾶσι τὴν σωτήριον, δωρούμενος κάθαρσιν.

Συνετήρησας τὴν ποίμνην ἐκ πάσης βλάβης, τῶν ἐναντίων Μάκαρ, καὶ Ἀρείου τὴν πλάνην, πᾶσαν ἀπημαύρωσας, τῷ φέγγει τῶν λόγων σου.

Τῇ τοῦ Πνεύματος δυνάμει τετειχισμένος, τὰ πονηρὰ διώκεις, τῆς κακίας Παμμάκαρ, πνεύματα μὴ φέροντα, τὴν σὴν ἐπιτίμησιν.

Θεοτοκίον.

θελήματι τὰ πάντα δημιουργήσας, δημιουργεῖται θέλων, ἐξ ἁγνῶν σου αἱμάτων, σῴζων τοὺς εἰδότας σε, ἁγνὴν Θεομήτορα.

Ἄλλος. 

Εἰσακήκοα Κύριε.

λειμὼν τῶν δογμάτων σου, καὶ θεολαμπής σου βίος Πανεύφημε, ὡς συνθέσεως θυμίαμα, κατευωδιάζει τὰς αἰσθήσεις ἡμῶν.

ερεῖον γενόμενος, καὶ ἱερουργὸς καὶ κάρπωμα Ὅσιε, πρακτικῶς ὡλοκαυτώθης Θεῷ, καὶ προσήχθης θῦμα τῇ τραπέζῃ Χριστοῦ.

οὐράνιος Κύριος, ἐν τῷ στερεώματι τῷ τῆς Πίστεως, ὡς ἀστέρα σε κατέπηξε, δᾳ δουχοῦντα κόσμον τοῖς σοῖς δόγμασι.

Θεοτοκίον.

Μὴ τραπεὶς τῇ θεότητι, ὅλον ἑαυτὸν ὁ Λόγος ἐκένωσε, καὶ ἀνθρώποις προσωμίλησεν, ἐκ σοῦ σάρκα Κόρη προσλαβόμενος.

Ὠδὴ ε’

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.

Νοῦν λάμποντα φωτί, τῷ ἀΰλῳ κτησάμενος, ἀπήστραψας ἰαμάτων, καὶ θαυμάτων ἀκτῖνας, , Ἀμβρόσιε μακάριε.

νήγειρας σαυτόν, ἱερὸν καταγώγιον, τοῦ Πνεύματος καταλύσας, τοὺς ναοὺς τῶν εἰδώλων, Ἀμβρόσιε θεόπνευστε.

Μεγίστων ἀρετῶν, φωταυγείᾳ λαμπόμενον, ᾐδέσθησαν βασιλεῖς σε, καὶ τὸν ὅρον τῆς γλώττης, τῆς σῆς οὐ παρεσάλευσαν.

Θεοτοκίον.

Βουλήματι τὸ πᾶν, ὁ σοφῶς ἐργαζόμενος, βουλόμενος ἀναπλάσαι, τοὺς ἀνθρώπους Παρθένε, τὴν σὴν γαστέρα ὤκησεν.

Ἄλλος. 

Ἵνα τὶ με ἀπώσω.

ν τῇ θείᾳ σου μνήμῃ, ἱερέων θίασος Πάτερ ἀγάλλεται, καὶ πιστῶν χορεῖαι, σὺν Ἀγγέλοις ἀΰλοις εὐφραίνονται, καὶ τρυφᾷ σκιρτῶσα, πνευματικῶς ἡ Ἐκκλησία, ἐν τοῖς λόγοις σου Πάτερ Ἀμβρόσιε.

Γεωργὸς ἀνεδείχθης, τέμνων τὴν τῆς πίστεως εὐθεῖαν ἄρουραν, καὶ διδασκαλίας, ἐπισπείρων θεόσοφε δόγματα, καὶ αὐξήσας στάχυν, καρποφορεῖς τῇ Ἐκκλησίᾳ, τόν οὐράνιον ἄρτον τοῦ Πνεύματος.

βραὰμ τὴν θυσίαν, καὶ τὴν ἄμεμπτον πίστιν ἐχαρακτήρισας, Ἰσαὰκ ὡς ἄλλον, τὴν ψυχὴν θυσιάσαι προθέμενος, τῷ τοῦ Κτίστου πόθῳ, καὶ μὴ τρωθεὶς τῇ ἀπιστίᾳ, ἔχρημάτισας φίλος τοῦ Κτίστου σου.

Θεοτοκίον.

Κόσμου οὖσα προστάτις Μῆτερ ἀειπάρθενε, σὺ με κυβέρνησον, καὶ ὁδήγησόν με, εἰς εὐθεῖαν ὁδὸν καὶ κατεύθυνον, πρὸς δικαιοσύνης τρίβους, ὀρθὰς τὸν λογισμόν μου, τῆς ψυχῆς τὰς πορείας ἰθύνουσα.

Ὠδὴ ς’

Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

ώμη σου, εὐφημεῖ τὰ σεπτὰ προτερήματα· φωτοειδὴς ὡς ἀστὴρ γάρ, πανταχοῦ θαυμάτων τὰς λαμπηδόνας, Ἱεράρχα, ἐπαφῆκας πιστῶς θαυμαζόμενος.

ρθρίσας, πρὸς Χριστὸν ταῖς ἐκεῖθεν λαμπρότησι, περιηυγάσθης πλουσίως, καὶ φωτὸς ἐπλήσθης τοῦ θειοτάτου, καὶ φωτίζεις, τοὺς πιστῶς σε τιμῶντας ἑκάστοτε.

Σῶμά σου, καὶ ψυχὴν τῷ Θεῷ καθιέρωσας, καὶ δεκτικὴν ἀπειργάσω, χαρισμάτων Πάτερ τὴν σὴν καρδίαν, ἀνενδότως, τῷ  γλυκίῳ προσέχουσαν ἔρωτι.

Θεοτοκίον.

ασαι τῆς ψυχῆς μου Παρθένε τὰ τραύματα, ἐπισκιάσει σου θείᾳ, καὶ τὸν νοῦν μου λάμπρυνον σκοτισθέντα, ἀμελείᾳ, καὶ σκιᾷ ἐχθροῦ πολεμήτορος.

Ἄλλος. 

Ἱλάσθητί μοι Σωτὴρ.

Λαβὼν τοῦ λόγου σοφέ, τὸ τάλαντον ὡς θεράπων πιστός, καὶ τῇ τραπέζῃ προθείς, ἐπολλαπλασίασας, καὶ τοῦτο προσήγαγες, καθαρὸν σὺν τόκῳ τῷ Δεσπότῃ σου Ἀμβρόσιε.

λάμπρυνας τὴν στολήν, τὴν ἱερὰν ἐν τοῖς πόνοις σου, καὶ ἀνεδείχθης ποιμήν, ποίμνης λογικῆς Σοφέ, ἣν τῇ βακτηρίᾳ σου, τῆς διδασκαλίας εἰς μονὰς ἐλαύνεις πίστεως.

ζῆλός σου Ἠλιού, ζῆλον μιμεῖται Μακάριε· βασιλέα γὰρ πιστόν, χρανθέντα τοῖς   αἵμασιν, ἐλέγξας ἀπήλασας, θείων περιβόλων, τὸ αἰδέσιμον φυλάττων Θεοῦ.

Θεοτοκίον.

Σκέπην καὶ καταφυγήν, καὶ τεῖχος ὄντως ἀκράδαντον, ἡ πόλις σου σὲ πιστῶς, κεκτημένη Δέσποινα, δυσχερῶν ἐκ θλίψεων, καὶ κινδύνων πάντων, ἐκλυτροῦσαι ταῖς πρεσβείαις σου.

Ὁ Εἱρμὸς.

λάσθητί μοὶ Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

Κοντάκιον  Ἦχος γ’

Θείας πίστεως.

Θείοις δόγμασι περιαστράπτων, ἀπημαύρωσας Ἀρείου πλάνην, ἱερομύστα καὶ ποιμὴν Ἀμβρόσιε· θαυματουργῶν δὲ δυνάμει τοῦ Πνεύματος, πάθη ποικίλα σαφῶς ἐθεράπευσας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Συναξάριον.

Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀμβροσίου, Ἐπισκόπου Μεδιολάνων.

Στίχοι

Τὸ φθαρτὸν Ἀμβρόσιος ἐκδὺς σαρκίον,

Θείας μετέσχεν ἀμβροσίας ἀξίως.

βδόμῃ Ἀμβρόσιος ποτὶ ἄμβροτον ἤλυθεν οὖδας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀθηνοδώρου.

Στίχοι

Χαίρων Ἀθηνόδωρος, εἰ τμηθῇ ξίφει,

φῃρέθη τὸ πνεῦμα καὶ πρὸ τοῦ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεόφυτος, ἐν τῇ θαλάσσῃ βληθείς, τελειοῦται.

Στίχοι

Θανὼν ὁ Νεόφυτος ὑδάτων μέσον,

Παρ᾿ ὑδάτων ζῇ μυστικῶν διεξόδους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Δομέτιος, ξίφει τελειοῦται.

Στίχοι

Δὸς Δομέτιε Χριστομάρτυς καὶ λάβε.

Δὸς τὴν κεφαλήν, καὶ λάβε στέφος μέγα.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἰσίδωρος, Ἀκεψιμᾶς, καὶ Λέων πυρὶ τελειοῦνται.

Στίχοι

Διττοῖς συνάθλοις Ἰσίδωρε συμφλέγου·

 σων γὰρ αὐτοῖς δωρεῶν Θεοῦ τύχης.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀμμοῦν, Ἐπίσκοπος Νητρίας, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

μμοῦν πατρὸς κατεῖδες Νητρία τρία,

Κόσμου φυγήν, ἄσκησιν, ἔξοδον βίου.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Γαϊανὸς καὶ Γάϊος, πυρὶ τελειοῦνται.

Στίχοι

 ν καὶ καμίνου Γάϊε βληθῇς μέσον,

Σοῦ Γαϊανὸς οὐκ ἀφέξομαι λέγει.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι τριακόσιοι Μάρτυρες, οἱ ἐν Ἀφρικῇ, ξίφει τελειοῦνται.

Στίχοι

Δόξης ὑπὲρ σῆς, ὦ Τριάς, τετμημένην,

Διπλοτριπλῆν δέχου με ἑξηκοντάδα.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος, Ἰγνάτιος, ὁ πλησίον τῶν Βλαχερνῶν κείμενος, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Πλήρης ἀπῆλθες πράξεων χρηστῶν Πάτερ,

κ τοῦ ματαίου καὶ κακῶν πλήρους βίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Παύλου Μοναχοῦ, τοῦ ὑποτακτικοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων Πρίσκου, Μαρτίνου καὶ Νικολάου· ὧν ὁ μὲν λιμῷ, ὁ δὲ πέλεξι κατακοπείς, ὁ δὲ τρίτος διὰ πυρός, ἐτελειώθησαν· Ἡ δὲ σύναξις αὐτῶν τελεῖται πλησίον τοῦ τείχους τῶν Βλαχερνῶν.

Στίχοι

Λιμῷ θανόντα Πρίσκον ἄρτου γηΐνου,

Χριστὸς ἄρτον ψωμιεῖ τῶν Ἀγγέλων.

Πέλεξι συγκόπτουσι Μαρτίνου κρέα,

Κρεῶν μακέλλαις δυσσεβεῖς ἀνθρωπίνων.

ξῆλθε δόγμα δαίμοσι πλάνης θύειν,

Οἷς, Νικόλαε, μὴ θύων, εἰς πῦρ θύῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, τὰ Ἐγκαίνια τῆς Ὑπεραγίας Θεοτόκου, ἐν τοῖς Κουράτορος.

ς ταῖς ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς Ἀμήν.

Ὠδὴ ζ’

ν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

θεῖος φθόγγος, τῶν σῶν δογμάτων Πάτερ πάνσοφε, ὥσπερ ἀστραπὴ διῆλθε πᾶσαν τὴν γῆν, καὶ θαυμάτων ἡ ἐπίδειξις, ὡς φῶς ἐξήστραψε, τὰς ἐν ζόφῳ καρδίας λαμπρύνουσα.

Νομοθεσίαις, ταῖς τοῦ Σωτῆρος σὺ ἑπόμενος, Πάτερ τὸ δοθὲν σοι τάλαντον ἐμμελῶς, ὡς οἰκέτης ἀγαθότητος, ἐπολυπλασίασας, δεσποτικῆς χαρᾶς ἀξιούμενος.

ναστομώσας, τὴν θεολόγον σου διάνοιαν, ῥεῖθρα ἱερῶν δογμάτων ποταμηδόν, ἐπαφῆκας καταρδεύοντα, πιστῶν τὸ πλήρωμα, ἱερομύστα Πάτερ Ἀμβρόσιε.

Θεοτοκίον.

δοὺ Παρθένε· Ἐν τῇ γαστρί σου σὺ συνέλαβες, Λόγον, τοῦ Πατρὸς συνάναρχον καὶ σαρκί, ἀπεκύησας δωρούμενον, πᾶσιν ἀνάκλησιν, τοῖς ἐξ Ἀδὰμ πεσοῦσι Πανάμωμε.

Ἄλλος.

Οἱ ἐκ τῆς, Ἰουδαίας.

κηλίδωτον ὤφθης, ἀρετῶν θεομάκαρ, ἀξίως ἔσοπτρον, καθαρὰς τὰς ἐμφάσεις, τῆς πίστεως δεικνύον, καὶ φωτίζον τοὺς ψάλλοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Σοῦ ὁ βίος Θεόφρον, ὑποτύπωσις ὤφθη, Ἀρχιερέων σαφῶς, καὶ ὄρος ὀρθοδόξων, τῶν πίστει μελῳδούντων, καὶ Θεῷ ἐκβοώντων ἀεί· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Μέτριος μὲν τὸν τρόπον, ὑψηλὸς δὲ τὸν λόγον, Πάτερ Ἀμβρόσιε, αἰδέσιμος τὸν βίον, καὶ πίστει ἀνεδείχθης, ἀκλινὴς ἐν τῷ ψάλλειν σε, ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.

Θεοτοκίον.

Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας Μῆτερ, νῦν ἐκδυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὠδὴ η’

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Νεκρώσας τὰ μέλη καὶ νεκρόν, σαρκὸς τὸ φρόνημα, ἀπεργασάμενος, ψυχὴν ἐζώωσας Ὅσιε, καὶ πηγὴν  θαυμάτων ἔβλυσας, τοῖς νεκρωθεῖσιν ἐκ παθῶν, ζωὴν παρέχουσαν, τοῖς  βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

γνως τὴν μετάθεσιν Σοφέ, τὴν ἐκ τοῦ σώματος, θείῳ ἐν Πνεύματι, προφητικώτατα· ταύτην γάρ, τοῖς συνοῦσι διεσάφησας, καὶ ἐν χαρᾷ πρὸς οὐρανόν, βοῶν ἀνέδραμες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Σῶμα καὶ καρδίαν καὶ τὸν νοῦν, προκαθηράμενος, παθῶν συγχύσεως, πυρφόρον ἔλλαμψιν ἄνωθεν, εἰσεδέξω τὴν τοῦ Πνεύματος, ὥσπερ οἱ θεῖοι μαθηταί, βοῶν Ἀμβρόσιε· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον.

φθης ὑπερτέρα οὐρανῶν, Θεὸν οὐράνιον ἀποκυήσασα, τὸν τὰ ἐπίγεια Πάναγνε, οὐρανοῖς ἐπισυνάψαντα, καὶ τὴν ἐπίγνωσιν αὐτοῦ, πᾶσι παρέχοντα, τοῖς βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ἄλλος.

Μουσικῶν ὀργάνων.

παθείας ὄργανον ἐδείχθης, τῶν παθῶν κοιμίζων τὰς ὀρέξεις, καὶ τὰς καρδίας τῶν πιστῶν, κραυγάζειν διεγεῖρον· τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Σωτηρίας πρόξενον ἐκτήσω, τὴν τοῦ λόγου δύναμιν Παμμάκαρ, δι' ἧς ἐτράνωσας ἡμῖν, τὸν ἕνα τῆς Τριάδος, ἀρρήτως ἐκ Παρθένου, σάρκα προσλαβόντα, βροτοῖς ὁμοουσίως.

αμάτων βρύουσι σταγόνας, τῶν σῶν διδαγμάτων αἱ νεφέλαι, ἐξ ὧν ἀρδεύονται πιστῶν, καρδίαι τῶν βοώντων, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.

Θεοτοκίον.

Μακαρίζει σε Σεμνὴ τάξις Ἀγγέλων, μεγαλύνει σε γηγενῶν φύσις· ἐν σοὶ γὰρ εὕρομεν χαράν, οἱ πίστει σε ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς.

Μουσικῶν ὀργάνων συμφωνούντων, καὶ λαῶν ἀπείρων προσκυνούντων, εἰκόνι τῇ ἐν Δεηρᾷ, τρεῖς Παῖδες μὴ πεισθέντες, τὸν Κύριον ἀνύμνουν, καὶ ἐδοξολόγουν, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ’

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.

δες γεγονὼς ἐν ἐκστάσει τὰ δι᾿ αἰῶνος τοῖς   Ἁγίοις, Πάτερ ἀποκείμενα γέρα· πρὸς ἃ μετέβης, ἀποληψόμενος, τῶν σῶν καμάτων ἔνδοξε, τὰς ἀντιδόσεις εὐφραινόμενος.

ριμος ὡς βότρυς θεόφρον, ληνοῖς τοῖς  ἄνω ἐπαξίως, ἀπεθησαυρίσθης πηγάζων, ἀθανασίας οἶνον Ἀμβρόσιε, καὶ ἰαμάτων χάριτας, τοῖς εὐσεβῶς σοι προσπελάζουσιν.

Σοφίᾳ καὶ χάριτι λάμπων, ἱερομύστα καὶ ποιμένων, μέσον ἐξαστράπτεις δογμάτων, ὀρθοδοξίᾳ Πάτερ Ἀμβρόσιε· διὸ πίστει καὶ πόθῳ σε, ὕμνοις ἀξίως μακαρίζομεν.

μεροφαῆ σε ἀστέρα, ἡ Ἐκκλησία κεκτημένη, σκότος διαφεύγει παντοίας, Παμμάκαρ πλάνης καὶ ταῖς λαμπρότησι, τῶν ἱερῶν δογμάτων σου, αὐγαζομένη μακαρίζει σε.

Θεοτοκίον.

Φωνὴν σοι βοῶμεν Παρθένε, περιχαρῶς τοῦ Ἀρχαγγέλου· Χαῖρε τῆς κατάρας ἡ λύσις, δεινῶν παντοίων, χαῖρε ἡ λύτρωσις, ἡ τοὺς βροτοὺς θεώσασα, τῇ ὑπὲρ νοῦν κυοφορίᾳ σου.

Ἄλλος. 

Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς.

δείχθης ὡς ἐλαία Πάτερ σοφέ, ἐν τῷ οἴκῳ Κυρίου, κατάκαρπος, ἐξ ἧς σοφῶς, ἔπλησας λαμπάδα τῶν ἀρετῶν, μεθ' ἧς καὶ εἰσελήλυθας, ἐν τῇ εὐωχίᾳ τῶν οὐρανῶν, ἐν οἷς συναπολαύεις, μετὰ τῶν ἀσωμάτων, τῆς ἀκηράτου καὶ ἀΰλου ζωῆς.

Λιπάνας τὴν ψυχήν σου ταῖς ἀρεταῖς, ἐγκρατείας ἐδείχθης διδάσκαλος, καὶ τῆς σεπτῆς, ἀρχιερωσύνης μυσταγωγός, τοῦ βίου ὑποτύπωσις, καὶ τῆς Ἐκκλησίας φωταγωγός, καὶ στήλη τῶν δογμάτων αἱρέσεων τὴν πλάνην, ἀδιαλείπτως στηλιτεύουσα.

Πεπλήρωκας τὸν δρόμον Πάτερ σοφέ, καὶ τὴν πίστιν τετήρηκας ἄμεμπτον, καὶ εἰς μονάς, ἔφθασας καὶ λήξεις τῶν οὐρανῶν, ἐν οἷς σοι καὶ ἀπόκειται, στέφανος καὶ δόξα τῶν ἀμοιβῶν, ἀλλὰ ταῖς σαῖς πρεσβείαις, οἰκτείρησον καὶ σῶσον, ἐξ ἐπηρείας τὰς ψυχὰς ὑμῶν.

Θεοτοκίον.

ράθης ὦ Παρθένε μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ· ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός, ὅν νῦν   καὶ τῶν σωμάτων ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.

Ὁ Εἱρμὸς.

ξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς   ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν.

Ἐξαποστειλάριον.

Τοῖς μαθηταῖς συνέλθωμεν.

ρθοδοξίας πρόμαχος, βάσις τῆς Ἐκκλησίας, Ἀρχιερέων ἔρεισμα, καὶ σοφὸς Ποιμενάρχης, Ἀμβρόσιε ἀνεδείχθης, πρὸς νομὰς εὐσεβείας, καθοδηγῶν τὸ ποίμνιον, ἀτιθάσους ὡς θῆρας ἀποσοβῶν, κακοδόξων φάλαγγας Θεοφάντορ, τρανῶν τὸ ὁμοούσιον, τῆς ἁγίας Τριάδος.

Θεοτοκίον, ὅμοιον.

Θαῦμα φρικτὸν Πανάμωμε! ὅτι τὸν πρὸ αἰώνων, ἐκ τοῦ Πατρὸς ἐκλάμψαντα, ὁμοούσιον Λόγον, γεγέννηκας ἀπορρήτως· ὅθεν σε Θεοτόκον, ὁμολογοῦμεν Δέσποινα, ἀληθῶς καὶ κυρίως, ὡς ἀληθῆ, τοῦ Θεοῦ μητέρα· ὃν ἐκδυσώπει, αὐτὸν Θεομακάριστε, ὑπὲρ γένους ἀνθρώπων.

Εἰς τὸν Στίχ. τῶν Αἴνων, Στιχ. τῆς Ὀκτωήχου.

Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.