The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΜΑΡΤΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΣΤ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τῶν Ἁγίων τεσσαράκοντα δύο Μαρτύρων τῶν ἐν τῷ Ἀμορίῳ, Θεοδώρου, Κωνσταντίνου, Καλλίστου, Θεοφίλου, Βασσώη καὶ τῆς συνοδίας αὐτῶν.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν τῶν Μαρτύρων Στιχηρὰ Προσόμοια τρία.

Ἦχος δ’

Ὁ ἐξ Ὑψίστου κληθεὶς.

Οἱ ἐν ἐσχάτοις καιροῖς ἀναφανέντες, καλλίνικοι Μάρτυρες, ἀστέρες ἄδυτοι, ἐν τῷ σεπτῷ στερεώματι, τῆς Ἐκκλησίας, ἄθλων λαμπρότησιν ἐφωτίσατε, πᾶσαν τὴν ὑφήλιον, καὶ διελύσατε, πλάνης τὸ σκότος πανεύφημοι, καὶ νῦν πρὸς φέγγος, τὸ αἰωνίζον μετεβιβάσθητε· ὅθεν ἐν πίστει, τὴν φωσφόρον τε, καὶ ἱερὰν ὑμῶν ἄθλησιν, ἐκτελοῦμεν προστάτας, ἀγαθοὺς ἡμῶν πλουτήσαντες.

παγωγῇ Χριστομάρτυρες βιαίᾳ, δέσμιοι γεγόνατε, καὶ ἀπετέθητε, ἐν φυλακῇ ἐπὶ μήκιστον, ἅπαντες χρόνον, θεῖοι τῆς πίστεως, ὄντως φύλακες, ἐντεῦθεν μαινόμενος, θὴρ ὁ δυσώνυμος, ξίφει ὑμᾶς ἐθανάτωσε, μὴ βουληθέντας, εἶξαι τοῖς τούτου δεινοῖς προστάγμασι, καὶ νῦν τὰ ἄνω, ἐκληρώσασθε, χαρμονικῶς τεσσαράκοντα, πρός δυσὶ πεφυκότες, παναοίδιμοι βασίλεια.

Σὺν Κωνσταντίνῳ Βασσώῃ καὶ Καλλίστῳ, Θεόφιλον ἅπαντες, καὶ τὸν Θεόδωρον, καὶ τὸν λοιπὸν θεῖον ὅμιλον, τῶν Ἀθλοφόρων, μεγαλοφώνως ἀνευφημήσωμεν· θανεῖν γάρ προείλοντο, ὑπὲρ τῆς πάντων Ζωῆς, σφαγιασθέντες γηθόμενοι, καὶ νῦν ἐν πόλει, Θεοῦ τοῦ ζῶντος ἐπαναπαύονται, καὶ ἐξαιτοῦνται τοῦ εὑρεῖν ἡμᾶς, ἁμαρτημάτων τὴν ἄφεσιν, ἐν ἡμέρᾳ τῆς δίκης, καὶ τελείαν ἀπολύτρωσιν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

τι εἰς βάθη πολλῶν παραπτωμάτων, ἀθλίως κατήντησα, ἐξ ἀμελείας μου, καὶ ῥαθυμίας ὁ δείλαιος, καὶ ἀπορίᾳ καὶ ἀπογνώσει νυνὶ συνέχομαι, γενοῦ μοι βοήθεια, καὶ ἱλαστήριον, καὶ σωτηρία Πανάχραντε, παραμυθίαν, εὐμενεστάτην παρεχομένη μοι, σὲ ἱκετεύω καὶ σοῦ δέομαι, καὶ προσπίπτω καὶ πίστει κραυγάζω σοι·Μὴ δέ, τέλος, ἐχθείην τῷ ἀλάστορι ἐπίχαρμα.

Ἢ Σταυροθεοτοκίον.

Μὴ ἐποδύρου μου Μῆτερ καθορῶσα, ἐν ξύλῳ κρεμάμενον τὸν σὸν Υἱὸν καὶ Θεόν, τὸν ἐφ' ὑδάτων κρεμάσαντα, τὴν γῆν  ἀσχέτως, καὶ πᾶσαν κτίσιν δημιουργήσαντα· καὶ γὰρ ἀναστήσομαι καὶ δοξασθήσομαι, καὶ τὰ τοῦ ᾍδου βασίλεια, συντρίψω σθένει, καὶ ἀφανίσω τούτου τὴν δύναμιν, καὶ τοὺς δεσμίους ἐκλυτρώσομαι, τῆς αὐτοῦ κακουργίας, ὡς εὔσπλαγχνος, καὶ Πατρὶ τῷ ἰδίῳ, προσαγάγω ὡς φιλάνθρωπος.

Ἐὰν δὲ τύχῃ ἐν Σαββάτῳ, λέγε τὰ ἑξῆς, Ἰδιόμελα.

Δόξα... Ἦχος β’  Μεθοδίου.

Ἐκκλησία σήμερον πανηγυρίζει μυστικῶς, νέαν στολὴν ἐνδυσαμένη, ὡς πορφύραν καὶ βύσσον, τὰ αἵματα τῶν νέων Ἀθλοφόρων· τούτους γὰρ ἐν εὐσεβείᾳ ἐκθρεψαμένη, θυσίαν ἄμωμον δὲ τὴν καὶ εὐάρεστον, Χριστῷ προσήγαγε. Διὸ νικητὰς ὁ τούτους τῶν παρανόμων ἀναδείξας, καὶ στεφανώσας καὶ δοξάσας, καὶ ἡμῖν κατάπεμψον, ταῖς αὐτῶν πρεσβείαις τὸ μέγα ἔλεος.

Καὶ νῦν... Θεοτοκίον Ἦχος β’

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ἢ Σταυροθεοτοκίον.

Ὅτε ἐκ τοῦ ξύλου σε.

βρεις ὑπομείναντα πολλάς, καὶ ἐπὶ Σταυροῦ ὑψωθέντα, τὸν τοῦ παντὸς Ποιητήν, βλέψασα, Πανάχραντε, ἔστενες λέγουσα· Ὑπερύμνητε Κύριε, Υἱὲ καὶ Θεέ μου, πῶς τιμῆσαι θέλων σου, τὸ πλάσμα Δέσποτα, φέρεις ἐν σαρκὶ ἀτιμίαν; Δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ, καὶ συγκαταβάσει σου φιλάνθρωπε.

Εἰς τὸν Στίχον, τὸ Ἰδιόμελον τῆς ἡμέρας, καὶ τὸ Μαρτυρικόν.

Δόξα... Ἦχος πλ. β’  Συκεώτου.

Φάλαγγα θεοστεφῆ, ἀρτιφανῶν Μαρτύρων, σφάγιον ἄμωμον, ὑπὲρ Χριστοῦ τυθέντων προθύμως, τὸν ἁγιόλεκτον συνασπισμὸν τῶν τεσσαράκοντα δύο, φιλομάρτυρες δεῦτε τιμήσωμεν, καὶ τὴν πανίερον μνήμην πνευματικῶς τελέσαντες, βοήσωμεν πρὸς αὐτούς· θραύσατε θράσος τῶν ἀσεβῶν καὶ βαρβάρων, καὶ ῥύσασθε λαὸν εὐσεβόφρονα, εὐχαῖς ἡμῶν, πάσης περιστάσεως.

Καὶ νῦν... Θεοτοκίον.

Τριήμερος ἀνέστης.

Μεγάλων χαρισμάτων Ἁγνή, Παρθένε Μήτηρ μόνη Θεοῦ, ἠξιώθης, ὅτι ἔτεκες σαρκί, τὸν ἕνα τῆς Τριάδος, Χριστὸν τὸν ζωοδότην, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ἢ Σταυροθεοτοκίον.

Πάναγνος ὡς εἶδέ σε, ἐπὶ Σταυροῦ κρεμάμενον, θρηνῳδοῦσα, ἀνεβόα μητρικῶς· Υἱέ μου καὶ Θεέ μου, γλυκύτατόν μου τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον;

Ἡ λοιπὴ τοῦ Ἑσπερινοῦ Ἀκολουθία ὡς σύνηθες.

Ἀπολυτίκιον τῶν Ἁγίων.

Ἦχος πλ. α’

Τῶν ἁγίων Μαρτύρων τὰ κατορθώματα, οὐρανῶν αἱ δυνάμεις ὑπερεθαύμασαν, ὅτι ἐν σώματι θνητῷ τὸν ἀσώματον ἐχθρόν, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀγωνισάμενοι καλῶς, ἐνίκησαν ἀοράτως, καὶ νῦν πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν, οἱ Κανόνες κατὰ τὴν τάξιν.

Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.

Ἄθλους ἐπαινῶ καλλινίκων Μαρτύρων. Ἰωσήφ.

 

Ὠδὴ α  Ἦχος πλ. β

Ὁ Εἱρμὸς.

ς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ, ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα, ᾄσωμεν.

ναφανέντες τῷ ὕψει τῆς τοῦ Χριστοῦ, Ἐκκλησίας Ἔνδοξοι ὡς ἀστέρες φαεινοί, τῶν πιστῶν φωτίζετε ψυχάς, τὸν τῆς πλάνης σκοτασμὸν ἀποδιώκοντες.

Θαρσαλεότητι γνώμης τῷ δυσμενεῖ, συμπλακέντες Μάρτυρες, κατεβάλετε αὐτόν, καὶ θανόντες εὕρατε ζωήν, ἀτελεύτητον ὁμοῦ μακαριώτατοι.

Λελαμπρυσμένοι τῷ κάλλει τῆς φωταυγοῦς, καὶ στερρᾶς ἀθλήσεως, προσηνέχθητε Χριστῷ, τῷ τυθέντι Μάρτυρες σαρκί, καὶ χοροῖς μαρτυρικοῖς συνηριθμήθητε.

Οἱ τεσσαράκοντα δύο πανευκλεεῖς, τοῦ Κυρίου Μάρτυρες, μυριόλεκτον πληθύν, ἀνομούντων τρέψαντες πολλῶν, ἀγαθῶν ἐν οὐρανοῖς κατηξιώθητε.

Θεοτοκίον.

περαγία Παρθένε τῶν Ἀθλητῶν, θεῖον ἐγκαλλώπισμα, ἡ κυήσασα Χριστόν, τὸν ὡραῖον κάλλεσιν αὐτόν, ὡραΐσαι τὴν ἐμὴν ψυχὴν ἱκέτευε.

Ὠδὴ γ’ Ὁ Εἱρμὸς. 

Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας αὐτούς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.

Σταδίου μέσον παραστάς, τὸν σωτήριον Λόγον, δι' ἡμᾶς σαρκωθέντα, ἐλευθέρᾳ τῇ φωνῇ, ἐκήρυξας ἀνδρικῶς, καρτερόφρον, μέγιστε Θεόδωρε.

μφρόνως πίστει ἐναθλῶν, ἀπηρνήσω τὸ σῶμα, καὶ τομῇ τῇ τοῦ ξίφους, ὑποκλίνας σεαυτόν, ἐτύθης ὥσπερ ἀμνός, Κωνσταντῖνε Μάρτυς ἀξιάγαστε.

Πιστὸν σε φίλον τοῦ Θεοῦ, ὁ καιρὸς τῶν ἀγώνων, ἐφανέρωσε πᾶσι, τῆς πρὸς σάρκα βλαβερὰς φιλίας τὸν λογισμόν, ἀποσπῶντα, κράτιστε Θεόφιλε.

Θεοτοκίον.

γίων δῆμος ἐναθλῶν, τεσσαράκοντα δύο, σὲ Θεοῦ τοῦ Ὑψίστου, Μητέρα παναληθῆ, ἐκήρυττεν ἐμφανῶς, δυναμοῦσαν, τούτους μεσιτείαις σου.

Κάθισμα  Ἦχος δ’

Ὁ ὑψωθεὶς. 

Συμπεφραγμένοι ἀνδρικῶς πρὸς ἀνόμους, συντεταγμένοι λογικῶς πρὸς ἀθέους, τὴν πανοπλίαν ἤρασθε Χριστοῦ τοῦ Θεοῦ· πίστιν μὲν ὡς μάχαιραν, ἐπὶ χεῖρα λαβόντες, ἀσπίδα τὴν ἐλπίδα δέ, τεθεικότες ἐπ' ὤμων, καὶ τῆς ἀγάπης θώρακα σαφῶς, ἐνδεδυμένοι, ἐχθροὺς ἐτροπώσασθε.

Ἕτερον  Ἦχος πλ. δ’

Τὴν Σοφίαν καὶ Λόγον. 

παχθέντες δεσμῶται ὑπὸ ἐχθροῦ, καὶ φρουρᾷ συγκλεισθέντες χρόνοις πολλοῖς, τῇ πίστει φρουρούμενοι, ἀσινεῖς διεμείνατε, καὶ τῷ ξίφει λυθέντες, τοῦ σώματος Ἅγιοι, τῷ ἐνθέῳ πόθῳ σαφῶς συνεδέθητε· ὅθεν ὡς φωστῆρες, διελάμψατε κόσμῳ, τοὺς πάντας φωτίζοντες, τῇ τοῦ Πνεύματος χάριτι, Ἀθλοφόροι μακάριοι· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Θεοτοκίον.

Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφράστως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον συνέχοντα, καὶ ἐν ἀγκάλαις φέρεις, τὸν πάντα κατέχοντα, τὸν τροφοδότην πάντων, καὶ πλάστην τῆς κτίσεως· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε· Ἐν ὥρᾳ τῆς κρίσεως, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου, δώρησαί μοι τότε τὴν σήν, προστασίαν Δέσποινα πανάχραντε· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

Ἢ Σταυροθεοτοκίον.

Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Λυτρωτήν, ἡ Ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἀνεκραύγαζεν· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀνεξαντλητος. Σπλαγχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς δούλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα παθήματα.

Ὠδὴ δ’  Ὁ Εἱρμὸς. 

Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα· Ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα.

σχὺϊ Μάρτυρες, τοῦ θείου Πνεύματος, κατεβάλετε πᾶσαν τοῦ δυσμενοῦς, δύναμιν ἀνίσχυρον, θανατωθέντες καὶ ζωήν, κληρωσάμενοι αἰώνιον.

Νευρώσας κάλλιστα, ψυχὴν ὁ Κάλλιστος, ταῖς ἐνθέοις μελέταις νεανικῶς, χαίρων προσεχώρησε, πρὸς τὴν τοῦ ξίφους ἐκτομήν, τὰ οὐράνια κληρούμενος.

ραίως ἔστησας, ἐν πέτρᾳ γνώσεως, τοῦ νοός σου Βασσώη τὰς νοητάς, βάσεις καὶ ἐσκέλισας, καταδιώξας ἀνδρικῶς, τοὺς ἐχθρούς σου παμμακάριστε.

Κενοῦντες αἵματα, λαμπρῶς τὰ πνεύματα, παρεδώκατε ἅμα τῷ δι' ἡμᾶς, πλούτῳ ἀγαθότητος, αἷμα τὸ ἴδιον Σταυρῷ, Παναοίδιμοι κενώσαντι.

Θεοτοκίον.

γνὴν Μητέρα σε, οἱ θεῖοι Μάρτυρες, ἐπιστάμενοι Κόρη, καὶ τὴν ἐν σοί, δόξαν κλεϊζόμενοι, τὰς ἀθανάτους δωρεάς, ἐν ὑψίστοις ἐκληρώσαντο.

Ὠδὴ ε’  Ὁ Εἱρμὸς. 

Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον.

Λαμπάδες ὤφθητε μυστικαί, φέγγει εὐσεβείας τὰς ψυχάς, τῶν εὐσεβῶν σελαγίζουσαι, καὶ τῆς ἀγνωσίας τὸ σκότος λύουσαι, Κυρίου Ἀθλοφόροι μακαριώτατοι.

Λεόντων χάσματα νοητῶν, Μάρτυρες Κυρίου εὐλαβῶς, παραδραμόντες γεγόνατε, βρῶμα τοῦ Δεσπότου τῶν ὅλων ἥδιστον, τρυφῆς ἀδιαρρεύστου καταξιούμενοι.

κετηρίαν ὑπὲρ ἡμῶν, Μάρτυρες προσάξατε Θεῷ, οἱ δύο καὶ τεσσαράκοντα, ὅπως λυτρωθῶμεν πάσης κολάσεως, καὶ τῶν ἐπερχομένων ἀπείρων θλίψεων.

Θεοτοκίον.

Νοός μου ἴθυνον δυσωπῶ, Ἄχραντε κινήσεις πρὸς Θεόν, ὁδὸν ζωῆς χρηματίζοντα, καὶ τῶν ἀθλοφόρων ἐξομαλίσαντα, τὰς τρίβους τὰς φερούσας πρὸς τὰ οὐράνια.

Ὠδὴ ς’  Ὁ Εἱρμὸς.

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε».

στίῳ πτερούμενοι, τοῦ Σταυροῦ οἱ Ἀθληταί, παρανομίας θάλασσαν, ὑπέπλευσαν ἀβρόχως καὶ γαληνούς, λιμένας κατέλαβον, εὐσεβῶν κυβερνῆται χρηματίζοντες.

Κυρίου τοὺς Μάρτυρας, Κωνσταντῖνον εὐσεβῶς, καὶ τὸν κλεινὸν Θεόδωρον, Κάλλιστόν τε Βασσώην καὶ σὺν αὐτοῖς, τὸν μέγαν Θεόφιλον, καὶ τοὺς τούτων συνάθλους εὐφημήσωμεν.

ς ἄνθη ἡδύπνοα, ἐν λειμῶνι μυστικῶς, τῶν Ἀθλητῶν ἀνθήσαντες, τὴν Ἐκκλησίαν ἅπασαν νοητῆς, ὀσμῆς ἐπληρώσατε, τὸ δυσῶδες τῆς πλάνης ἀπελάσαντες.

Θεοτοκίον.

Νομίμων σε ἄνευθεν, τῶν τῆς φύσεως Χριστέ, ὑπερφυῶς ἐκύησεν, ἡ Θεοτόκος Κόρη ὡς ἀληθῶς, νομίμως τοὺς Μάρτυρας, ἐναθλήσαντας πίστει στεφανώσαντα.

Εἰ τύχοι ἐν Σαββάτῳ, λέγε τὸ παρὸν Κοντάκιον, καὶ τὸν Οἶκον εἰδ' οὔ, τὸ ἐν τῷ Τριῳδίῳ Μαρτυρικὸν τοῦ ἤχου.

Κοντάκιον.  Ἦχος β’

Τὰ ἄνω ζητῶν.

Τοὺς νεοφανεῖς, ὁπλίτας τῆς Πίστεως, ὡς ὑπὲρ Χριστοῦ, προθύμως ἐναθλήσαντας, ἐγκωμίων στέμμασιν, ἐπαξίως πάντες στεφανώσωμεν, ὑπὲρ ἡμῶν πρεσβεύοντας Χριστῷ, ὡς πύργους καὶ φυλακας τῆς Ῥωμαίων ἀρχῆς.

Ὁ Οἶκος.

Τὸ τοῦ Χριστοῦ ἀμήχανον κάλλος, καὶ τὴν ἄφραστον δόξαν, ἣν Ἀγγέλων χοροὶ ἐπιθυμοῦσι θεάσασθαι, ἐν παρρησίᾳ ἡμεῖς ὁρῶντες, μετὰ πάντων Ἁγίων τῶν ἀπ' αἰῶνος, οἱ τοῦ Χριστοῦ τεσσαράκοντα καὶ δύο Ἀθληταί, ταῖς ἁγίαις ἡμῶν πρεσβείαις, τοὺς ὑμᾶς εὐφημοῦντας φωτίσατε, ἁμαρτιῶν τὸ σκότος διώκοντες, καὶ υἱοὺς φωτός ἐργαζόμενοι, ὡς πύργοι καὶ φύλακες τῆς Ῥωμαίων ἀρχῆς.

Συναξάριον.

Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων, τῶν ἐν τῷ Ἀμορίῳ ἀθλησάντων, Θεοδώρου, Κωνσταντίνου, Καλλίστου, Θεοφίλου, Βασσώη καὶ τῶν σὺν αὐτοῖς.

Στίχοι

Τὴν ἑξάριθμον συντεθειμένην φέρει,

Σὺν ἑπταρίθμῳ ἡ τετμημένη φάλαγξ.

Τεσσαράκοντα κάρηνα δυοῖν ἅμα ἕκτῃ ἐτμήθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀρκαδίου.

Στίχοι

σφὺν νοητὴν ἀρεταῖς ἐζωσμένος,

Εὔζωνος, Ἀρκάδιε, πρὸς πόλον τρέχεις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἡσυχίου τοῦ θαυματουργοῦ.

Στίχοι

Δούς, Ἡσύχιε, σαυτὸν ἡσύχῳ βίῳ,

Τέλους φθάσαντος, ἡσυχάζεις ἐκ βίου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Μάξιμος λιθοβοληθεὶς τελειοῦται.

Στίχοι

λῳ βλέπων νῷ Μάξιμος πρὸς τὰ στέφη,

Πρὸς τὰς βολὰς ὑπῆρχε τῶν λίθων λίθος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Εὐφρόσυνος, ὕδωρ κοχλάζον ποτισθείς, τελειοῦται.

Στίχοι

Ζέον πεπωκὼς φιάλῃ κοίλῃ πόμα,

Μάρτυς Εὐφρόσυνος εὐφράνθη μάλα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς εὑρέσεως τοῦ τιμίου Σταυροῦ, ὑπὸ τῆς μακαρίας Ἑλένης.

Στίχοι

Δίδωσιν ἡμῖν Ἑλένη ταύτην χάριν,

Βλέπειν τὸ σῶσαν ἐκ φθορᾶς ἡμᾶς ξύλον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς εὑρέσεως τῶν τιμίων ἥλων.

Στίχοι

Φανέντες ἧλοι Βασιλεῖ, τοῦ μὲν κράνους,

γαλμα κεῖνται, τοῦ χαλινοῦ δὲ κράτος.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἰουλιανὸς καὶ Εὔβουλος ξίφει τελειοῦνται.

Στίχοι

Δεῦρο, ξίφει θάνωμεν, Εὐβούλῳ λέγει,

ουλιανός, εἰσφέρων εὐβουλίαν.

Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

Ὠδὴ ζ’  Ὁ Εἱρμὸς.

Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Μετὰ χρόνιον εἱρκτὴν οἱ τεσσαράκοντα, καὶ δύο Χριστοῦ Μάρτυρες, τῆς τοῦ σώματος φυλακῆς λυθέντες ὡς αὐτοῦ, φυλάξαντες νόμους ἀληθεῖς, φύλακες ὤφθησαν ἡμῶν, οἰκοῦντες τοὺς οὐρανούς.

Αἰχμαλώτους θείους παῖδας ἐμιμήσασθε, τρεῖς τοὺς ἐν Βαβυλῶνι ποτέ, ὡς αἰχμάλωτοι ἀπαχθέντες, χώραν εἰς μακράν, καλλίνικοι Μάρτυρες, ἐν ᾗ τὸν πολυτάραχον ἐχθρὸν ἠχμαλωτεύσατε.

είθροις αἵματος ὑμῶν τῆς ματαιότητος, χειμάρρους ἐξηράνατε, ποταμίοις δὲ ἐμβληθέντες ῥεύμασι Σοφοί, πρὸς ὕδωρ μετέβητε ζωῆς, ἐποχετεύοντες ἡμῖν, ἀθανασίας κρουνούς.

Θεοτοκίον.

Νόμος Ἄχραντε καινότατος ὑπάρχουσα, τὸν Λόγον ἐγγραφόμενον, ἐν σοὶ ἔσχηκας, τὸν ἐν βίβλῳ ζώντων τοὺς αὐτοῦ, ἐγγράψαντα θείους Ἀθλητάς, τὰ γεγραμμένα ἐμμελῶς ἀποπληρώσαντα.

Ὠδὴ η’ Ὁ Εἱρμὸς.

κ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

πελθόντες Μαρτύρων τὸ θεῖον στάδιον, σταθερῶς τοὺς ἀγῶνας προσεπεδείξασθε, τρέποντες ἐχθρόν, ταῖς ἀτρέπτοις ἐνστάσεσιν· ὅθεν εὐφημοῦμεν, ὑμᾶς Χριστοῦ ὁπλῖται.

ωμαλέως ἀντέστης τοῖς ματαιόφροσιν, Ἀθλητὰ Κωνσταντῖνε τοῖς ἀναγκάζουσι, σὲ τῆς τοῦ Χριστοῦ, ἀποσπᾶν ἀγαπήσεως, καὶ ταῖς τῶν Μαρτύρων, ἀγέλαις ἠριθμήθης.

σπερ ἄκακοι ἄρνες ὁμοῦ θυόμενοι, πρὸς δυσὶν Ἀθλοφόροι οἱ τεσσαράκοντα, πάθος τὸ σεπτόν, τοῦ τυθέντος ὡς πρόβατον, χαίροντες μιμοῦνται, πολλῇ σὺν παρρησίᾳ.

Θεοτοκίον.

Νυμφοστόλιστος φανείς σοι θεῖος Ἀρχάγγελος, Χαῖρε πύρινε θρόνε Θεοῦ ἐβόα σοι, Ἄχραντε Ἁγνή, ἀθλοφόρων κραταίωμα, ὁμολογησάντων Θεὸν σαρκὶ φανέντα.

Ὠδὴ θ’  Ὁ Εἱρμὸς.

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις Στρατιαῖς, σε μακαρίζομεν.

δεῖν τὸν Κύριον ἠξιώθητε, στέφος ὑμῖν δωρούμενον τῆς δόξης τὸ ἄφθαρτον, Κωνσταντῖνε, Βασσώη, Θεόδωρε, Κάλλιστε γενναιόφρον, μάκαρ Θεόφιλε, ἅμα τοῖς λοιποῖς, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύσατε.

ς φῶς ὡς ὄρθρος ὡς μέγας Ἥλιος, τῶν Ἀθλητῶν ἡ μνήμη ἀναλάμψασα σήμερον, τῶν πιστῶν τὰς ψυχὰς κατελάμπρυνε, ταύτην ἐπιτελοῦντες, τούτους αἰνέσωμεν, μέλεσιν αὐτῶν, τὸν Λυτρωτὴν Χριστὸν δοξάσαντας.

Στρατὸς Μαρτύρων θεῖος κατάλογος, ἀθλητικὸς δυσὶ πρὸς τεσσαράκοντα χάριτι, μυριάσιν Ἀγγέλων ἠρίθμηται, λύσιν ἡμῖν πταισμάτων, νῦν ἐξαιτούμενος, μέτρῳ τῆς νηστείας, ἡμερῶν τῶν τεσσαράκοντα.

γῆ τὸ αἷμα ὑμῶν ἐδέξατο, καὶ ποταμὸς τὰ σώματα ῥιφθέντα συνήνωσε, κεφαλαῖς ταῖς τμηθείσαις Πανόλβιοι, ὕπερθεν φερομένης, θείας λαμπρότητος, καὶ προηγουμένης, ἐμφανῶς δυνάμει κρείττονι.

Θεοτοκίον.

Φωτὸς δοχεῖον θεοχαρίτωτε, φωτιστικαῖς αὐγαῖς σου τὴν καρδίαν μου φώτισον, ῥαθυμίας τὰ νέφη διώκουσα, καὶ τὸ τῆς ἁμαρτίας, σκότος ἐξαίρουσα, ἡ τὸν ἀναμάρτητον Θεὸν ἀποκυήσασα.

Εἰ τύχοι ἐν Σαββάτῳ, λέγε τὸ ἐξαποστειλάριον, εἰ δὲ ἐν ἄλλῃ ἡμέρᾳ, τὸ Φωταγωγικὸν τοῦ τυχόντος ἤχου.

Ἐξαποστειλάριον.

Ἐν Πνεύματι τῷ Ἱερῷ.

Τετραδεκάριθμος χορός, σὺν δυσὶν ὁμοψύχοις, ἐνήθλησε στερρότατα, μέχρι τέλους καὶ πάσας, τὰς μηχανὰς κατέβαλε, τοῦ ἐχθροῦ καὶ πέφυκε, πρὸς οὐρανίους σκηνώσεις, τὸ δὲ στέφος τῆς νίκης, ἐκομίσατο φαιδρόν, ἐκ δεξιᾶς τοῦ Ὑψίστου.

Θεοτοκίον.

ς ἔχουσα τὸ συμπαθές, καὶ τὸ ἔλεος μέγα, ἐπίβλεψον πανύμνητε, Θεοτόκε Παρθένε, εἰς τὴν ἐμὴν ταπείνωσιν, καὶ παθῶν τὸν θόρυβον, καὶ τῶν σκανδάλων τοῦ βίου, διασκέδασον Κόρη, καὶ πυρὸς τῆς γεέννης, ῥῦσαί με σαῖς πρεσβείαις.

Εἰς τὸν Στίχον, τῶν Αἴνων ψάλλομεν τό ἐν τῷ Τριῳδίῳ Ἰδιόμελον τῆς ἡμέρας, καὶ τὰ λοιπά. Αἱ συνήθεις μετάνοιαι, ἡ Α’ Ὥρα, ὡς σύνηθες, καὶ Ἀπόλυσις.