The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΑΠΡΙΛΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Ε’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τῶν Ἁγίων Μαρτύρων Κλαυδίου, Διοδώρου, Οὐΐκτωρος, Οὐϊκτωρίνου, Παππίου, Νικηφόρου καὶ Σεραπίωνος.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Τριῳδίου γ' καὶ τῶν Ἁγίων γ'.

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσιν

φθαλμοὺς ἐκκεντούμενοι, καὶ δακτύλους κοπτόμενοι, καὶ πλευρὰς ξεόμενοι, καὶ κρεμάμενοι, καὶ τὰ ὀστᾶ συντριβόμενοι, καὶ ξίφει τεμνόμενοι, μεληδὸν καὶ κεφαλήν, τοῦ δολίου συντρίψαντες, οὐκ ἠρνήσασθε, τὸν Σωτῆρα τῶν ὅλων, οὐ ξοάνοις, ἐπεθύσατε ἀλόγως, Μεγαλομαρτυρες ἔνδοξοι.

Σὺν Κλαυδίῳ τιμήσωμεν, Νικηφόρον τὸν ἔνδοξον, τὸν σεπτὸν Διόδωρον καὶ Οὐΐκτωρα, Οὐϊκτωρῖνον Παππίαν τε, καὶ τὸν Σεραπίωνα, τὸν ἑπτάριθμον χορόν, τὸ πανάγιον ἄθροισμα, τὴν ὁλόκληρον, ἐκκλησίαν, τὸν δῆμον τὸν ἁπάσας, τῶν δαιμόνων μυριάδας, ξίφει ἀνδρείας συγκόψαντα.

Οἱ τὸ πάθος τὸ ἅγιον, τοῦ Χριστοῦ μιμησάμενοι, καὶ τῇ θείᾳ χάριτι φυγαδεύοντες, πάθη ψυχῆς τε καὶ σώματος, οἱ στῦλοι οἱ ἄσειστοι, οἱ φωστῆρες τῶν πιστῶν, οἱ τὸν δόλιον κτείναντες, οἱ πανεύδιοι, τῶν ἐν ζάλῃ λιμένες, οἱ τὰ ἄνω κατοικοῦντες ἐπαξίως, μεγαλυνέσθωσαν Μάρτυρες.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Τὴν σκηνὴν τὴν ἀμόλυντον, τὴν νεφέλην τὴν ἔμψυχον, τὸν ναὸν τὸν ἅγιον, τοῦ Θεοῦ ἡμῶν, τὴν ἀδιάβατον γέφυραν, τὴν στάμνον, τὴν πάγχρυσον, τὴν ἁγίαν κιβωτόν, τὴν μετάρσιον κλίμακα, τὸ εὐρύχωρον, τοῦ Δεσπότου χωρίον, τὴν Παρθένον, καὶ Μητέρα τοῦ Κυρίου, περιφανῶς μακαρίσωμεν.

Ἢ Σταυροθεοτοκίον

Τὸν ἀμνὸν καὶ Ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἡ Ἀμνὰς ἡ τέξασα, ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο· Υἱὲ ποθεινότατε, πῶς ἐν ξύλῳ τοῦ Σταυροῦ, ἀνηρτήθης μακρόθυμε; πῶς τὰς χεῖράς σου, καὶ τοὺς πόδας σου Λόγε, προσηλώθης, ὑπ' ἀνόμων καὶ τὸ αἷμα, τὸ σὸν ἐξέχεας Δέσποτα;

Ἀπολυτίκιον

Ἦχος δ' Ταχὺ προκατάλαβε

Οἱ μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση, αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν οἱ Κανόνες τῶν Ἁγίων καὶ τοῦ Τριῳδίου εἰς τὴν τάξιν αὐτῶν.

Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.

Τὴν ἑπτάριθμον Μαρτύρων τιμῶ χάριν.

Ποίημα Ἰωσήφ.

δὴ α' Ἦχος δ' Εἱρμὸς

Θαλάσσης, τὸ Ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.

Τὸν δρόμον, τὸν ἱερὸν τελέσαντες, Ἅγιοι Μάρτυρες, στεφηφοροῦντες θρόνῳ τοῦ Θεοῦ, μετὰ δόξης παρίστασθε, φωτιστικαῖς τοῦ Πνεύματος, κόσμον ἀκτῖσι καταυγάζοντες.

θεία, τῶν Ἀθλητῶν ἑπτάριθμος, χορεία σήμερον, μεγαλυνέσθω, θείαις καλλοναῖς, ἱερῶς ἐξαστράπτουσα, καὶ ἀσωμάτοις τάξεσιν, ἐν οὐρανοῖς νῦν συγχορεύουσα.

Νομίμως τὸ Μαρτυρίου στάδιον, διαδραμόντες Σοφοί, καὶ αἰκισμῶν παντοίων προσβολάς, ἐνεγκόντες, στερρότατα, τὴν κληρουχίαν χαίροντες, τὴν αἰωνίζουσαν εἰλήφατε.

Θεοτοκίον

ν χρόνῳ, ὁ ἔξω χρόνων Κύριος, ἐκ σοῦ σαρκούμενος, τὰ τῶν βροτῶν διέλυσεν Ἁγνή, πολυχρόνια πταίσματα· Ὃν ἐκτενῶς ἱκέτευε, τοῦ οἰκτειρῆσαι τὰς ψυχὰς ἡμῶν.

δὴ γ' Ὁ Εἱρμὸς

Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγή, καὶ στερέωμα.

Παντοίοις διὰ Χριστόν, προσομιλοῦντες αἰκισμοῖς Ἅγιοι, ὑπὲρ χρυσὸν χάριτι, Πνεύματος Ἁγίου ἠστράψατε.

Τοῦ νώτου σου συντριβήν, Οὐϊκτωρῖνε, ὀφθαλμῶν στέρησιν, καὶ τῶν χειρῶν ἔνδοξε, Μάρτυς καὶ ποδῶν ἐκαρτέρησας.

γάπῃ τῇ εἰς Χριστόν, προσδεδεμένοι Ἀθληταὶ ἔνδοξοι, τοῦ σκολιοῦ δράκοντος, πάσας μηχανὰς διελύσατε.

Θεοτοκίον

υόμενον τοὺς βροτούς, αἰχμαλωσίας νοητῆς τέτοκας, τὸν τοῦ παντὸς Κύριον, ἄχραντε Παρθένε πανύμνητε.

Κάθισμα Ἦχος δ'

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Τοὺς πολυτρόπους αἰκισμοὺς ἐνεγκόντες, ἐν ἀπτοήτῳ λογισμῷ Ἀθλοφόροι, ὑπὲρ ἡλίου λάμπετε φαιδρότητα· ὅθεν τὴν φαιδρὰν ὑμῶν, ἑορτάζομεν μνήμην, πίστει ἱκετεύοντες, ταῖς ὑμῶν μεσιτείαις, ἁμαρτημάτων λύτρωσιν λαβεῖν, καὶ αἰωνίων καλῶν τὴν ἀπόλαυσιν.

Θεοτοκίον

Τῶν δωρεῶν σου τῶν σεπτῶν ἀπολαύοντες, οὐ σιωπήσομεν ὑμνεῖν Θεοτόκε, τὰ σὰ ἐλέη πάντοτε οἱ δούλοί σου, κράζοντες καὶ λέγοντες· Παναγία Παρθένε, πάντας ἐξελοῦ ἡμᾶς, ἐξ ἐχθρῶν ἀοράτων, καὶ ἀναγκῶν καὶ πάσης ἀπειλῆς· σὺ γὰρ ὑπάρχεις ἡμῶν ἡ ἀντίληψις.

Ἢ Σταυροθεοτοκίον

Οὐ φέρω βλέπειν σε Σταυρῷ τεταμένον, Μήτηρ ἡ σὴ Παμβασιλεῦ ἀνεβόα· ὃν ὑπὲρ φύσιν τέτοκα Υἱὸν καὶ Θεόν· οἶδα γάρ σου Δέσποτα, τὸ φιλάνθρωπον οἶδα, ὅπως πάσχεις ἕνεκα, τῆς βροτῶν σωτηρίας, ἀλλ' οὖν οὐ σθένω Τέκνον μητρικάς, φέρειν ὀδύνας, Σταυρῷ καθορῶσά σε.

δὴ δ' Ὁ Εἱρμὸς

παρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε.

οβόλον ἀπερράπισας πονηρίαν, τοῦ δυσμενοῦς ἐν χάριτι, Οὐΐκτωρ θεόφρον, γλῶσσαν ἀφαιρούμενος, πλευράς τε ξεόμενος, καὶ μαρτυρικῶς κλεϊζόμενος.

Θυρεῷ τῆς εὐσεβείας ἐμπεφραγμένος, τὴν συντριβὴν τοῦ σώματος, Μάρτυς Νικηφόρε, σταθερῶς ὑπήνεγκας, βοῶν τῷ Δεσπότῃ σου· Δόξα τῇ δυνάμει σου Κύριε.

Μεγαλύνων τὸν τῶν ὅλων Θεὸν προθύμως, Κλαύδιος ὁ πανάριστος, χεῖράς τε καὶ πόδας, ἀφαιρεῖται θλώμενος, τυράννου ὠμότητι, λίθοις σιαγόνας γηθόμενος.

Οὐκ ἑπτήξατε Πανεύφημοι τρικυμίας, πολυειδεῖς κολάσεων, οὐ θάνατον δόξης, αἰωνίου πρόξενον, ἐν πίστει κραυγάζοντες· Δόξα τῇ δυνάμει σου Κύριε.

Θεοτοκίον

Νοερῶς σε ὁ Προφήτης προεθεώρει, ὄρος Σεμνὴ κατάσκιον, ἐξ οὗ ὁ Δεσπότης, ἀληθῶς ἐπέφανε, σαρκὸς ὁμοιώματι, σῴζων ἐκ φθορᾶς τὸ ἀνθρώπινον.

δὴ ε' Ὁ Εἱρμὸς

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.

Μεγάλοις αἰκισμοῖς, ὁμιλήσας Διόδωρε, ὑπέφερες ὀβελίσκων, πυρακτώσεις, προθύμως, ἀνθράκων τε κατάφλεξιν.

σάλευτον τὸν νοῦν, Σεραπίων διέμεινας, κρεμάμενος καὶ βασάνοις, ὁμιλῶν πολυτρόποις, καὶ ξίφει τελειούμενος.

ομφαίας τοῦ ἐχθροῦ, ὦ Παππία ἀπήμβλυνας, ξεόμενος καὶ τοῖς ἥλοις, καθηλούμενος Μάρτυς, καὶ ὕδασι ποντούμενος.

Θεοτοκίον

Τὴν πτῶσιν τῶν βροτῶν, ἐπηνώρθωσας Δέσποινα, κυήσασα, Θεὸν Λόγον, τὸν τοὺς κατερραγμένους ἐπανορθοῦν δυνάμενον.

δὴ ς' Ὁ Εἱρμὸς

Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι· ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

μνείσθω, Σεραπίων καὶ θεῖος Διόδωρος, Οὐϊκτωρῖνος, Παππίας, Νικηφόρος, Κλαύδιος καὶ Οὐΐκτωρ, ὡς τὴν πλάνην, τοῦ δολίου τελείως νικήσαντες.

ομφαῖαι, στομωθεῖσαι ὡράθητε Πνεύματι, καὶ διεκόψατε πάσας, τοῦ ἐχθροῦ τὰς φάλαγγας, Ἀθλοφόροι, οὐρανίου, βασιλείας καλῶν ἀπολαύοντες.

θαῦμα! πῶς εἰς ὅλμον βληθέντες ἐθλάσθητε, καθάπερ σῖτος Οὐΐκτωρ, καὶ Οὐϊκτωρῖνε τῇ συντριβῇ τε, τῶν ὀστέων, τὰς παγίδας ἐχθροῦ συνετρίψατε!

Θεοτοκίον

Νεύρωσον, τῆς ψυχῆς μου τὸν τόνον Πανάμωμε, τῇ συνεχεῖ ἀμελείᾳ, καὶ τῇ ἁμαρτίᾳ κεχαυνωμένον, ἵνα πίστει, καὶ προθυμίᾳ μέλπω σε πάντοτε.

Τὸ Μαρτυρικόν του Ἤχου.

Συναξάριον

Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κλαυδίου, Διοδώρου, Οὐΐκτωρος Οὐϊκτωρίνου, Παππίου, Σεραπίωνος καὶ Νικηφόρου.

Στίχοι

Σπεύδεις ὀκλάζων, Κλαύδιε, πρὸς σὸν γόνυ,

Τομῇ κεφαλῆς, πρὸς Θεοῦ δραμεῖν γόνυ.

Πέμπτῃ Κλαυδίου κεφαλὴν τάμε χεὶρ φονόεσσα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ὁσίας Μητρὸς ᾑμων Θεοδώρας τῆς ἐν Θεσσαλονίκῃ.

Στίχοι

Θεσσαλονίκη, σχοῦσα καλὰ μυρία,

Καὶ Θεοδώραν πλοῦτον ἄσυλον φέρεις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοδώρας καὶ Διδύμου.

Στίχοι

Σὺν τῇ συνάθλῳ, Δίδυμε, τμηθεὶς φλέγῃ,

Φέρων σὺν αὐτῇ δίδυμον τιμωρίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θέρμου.

Στίχοι

Θέρμην ἔρωτος ἐνθέου Θέρμος φέρων,

Θέρμην πυρὸς φλέγοντος ὡς ψύξιν κρίνει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων γυναικῶν κυρίας καὶ δούλης.

Στίχοι

χρῆν ἕπεσθαι κυρίᾳ τὴν δουλίδα,

κ γῆς ἰούσῃ πρὸς Θεὸν διὰ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πομπηΐου.

Στίχοι

ς ζῶν πρόβατον Πομπήϊε Κυρίου,

Χέεις, ἀμελχθεὶς αὐχένα ξίφει, γάλα.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ζήνων πίσσαν χρισθείς, καὶ εἰς πῦρ βληθείς, καὶ δόρατι ἔνδον τῆς πυρᾶς τρωθείς, τελειοῦται.

Στίχοι

θλος τριπλοῦς Ζήνωνι, πίσσα, πῦρ, δόρυ.

Οἶμαι, δι' ἣν ἔπασχε ταῦτα Τριάδα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μαξίμου καὶ Τερεντίου.

Στίχοι

σου μετέσχον καὶ στέφους, ὡς καὶ τέλους,

Τερέντιος, Μάξιμος, οἷς τομὴ τέλος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων πέντε Μαρτύρων νεανίδων τῶν ἀπὸ Λέσβου.

Στίχοι

θληφόρους τίθησι Λεσβίας κόρας,

Μίαν, δύο, τρεῖς, τέσσαρας πέντε, ξίφος.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

δὴ ζ' Ὁ Εἱρμὸς

ν τῇ καμίνῳ, Ἀβραμιαῖοι παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Ταθεὶς Οὐΐκτωρ, τὰς πλευρὰς κατεξάνθης πανένδοξε, ὅλμῳ συνθλασθείς, καὶ γλῶτταν δὲ ἐκτμηθείς, ἀναμέλπων τετελείωσαι· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

σχὺϊ Μάρτυς, τοῦ θείου Πνεύματος Κλαύδιε, νώτου καὶ κοιλίας μάστιγας ὑποστάς, σιαγόνας συντριβόμενος, χεῖρας καὶ πόδας τε, προσαφῃρέθης, ὑμνῶν τὸν Κύριον.

Μεγαλοφρόνως, ὦ Νικηφόρε δακτύλων στέρησιν, ὄντως ὑπομείνας Μάρτυς νεανικῶς, συντριβήν τε παντὸς σώματος, νίκης διάδημα, φερωνυμίᾳ σὺ ἀναδέδησαι.

Θεοτοκίον

ς τοῦ Ὑψίστου, θρόνον Παρθένε ὑψηλότατον, πάντες, καὶ χρυσῆν λυχνίαν καὶ κιβωτόν, ἁγιάσματος ὑμνοῦμέν σε· Εὐλογημένη σὺ ἐν γυναιξί, βοῶντες Πανάμωμε.

δὴ η' Ὁ Εἱρμὸς

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Χεῖρας ἀνυψοῦντες πρὸς Θεόν, θεομακάριστοι, σῴζειν δυνάμενον, πόνους στρεβλώσεων φέροντες, πολυτρόπων ὑπεμείνατε, καὶ νικηφόροι πρὸς αὐτὸν βοῶντες ἤρθητε· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

νυμνολογήσωμεν πιστοί, Παππίαν σήμερον, καὶ Σεραπίωνα, καὶ τὸν Διόδωρον, Κλαύδιον, Νικηφόρον καὶ Οὐΐκτωρα, Οὐϊκτωρῖνόν τε ὁμοῦ, Χριστοῦ τοὺς Μάρτυρας, μελῳδοῦντες· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

εύσαντα τὰ αἵματα ὑμῶν, Μεγαλομάρτυρες, τὴν γῆν ἡγίασαν, τῆς ἀπιστίας δὲ ἔστησαν, θείᾳ χάριτι τὰ ῥεύματα, καὶ τῶν βοώντων τὰς ψυχὰς πλουσίως ἤρδευσαν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Τριαδικὸν

ερολογίαις ἱεραῖς, Πατέρα ἄναρχον, Υἱὸν συναναρχον, καὶ Πνεῦμα Ἅγιον μέλψωμεν, ὁμοδύναμον Θεότητα, ὁμοβασίλειον ζωήν, καὶ ἀνακράξωμεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον

Νοὸς ὁ φρικτός σου τοκετός, νικᾷ κατάληψιν, Θεοχαρίτωτε· Θεὸς γὰρ πέφυκεν ἄναρχος, χρονικὴν ἀρχὴν δεξάμενος, διὰ τὸ σῶσαι τοὺς πιστῶς αὐτῷ κραυγάζοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

δὴ θ' Ὁ Εἱρμὸς

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.

χνεσι σεπτῶν παθημάτων, ἀκολουθοῦντες, Ἀθλοφόροι, πᾶσαν ὑπεμείνατε πεῖραν, κολαστηρίων στερρῷ φρονήματι· καὶ εὐκλεῶς τεθνήξαντες, εἰς τοὺς αἰῶνας μακαρίζεσθε.

σπερ προσφορὰ καὶ θυσία, εὐωδεστάτη προσαχθέντες, τῇ ἐπουρανίῳ τραπέζῃ, τῶν πρωτοτόκων κατεφαιδρύνατε, τὴν Ἐκκλησίαν Μάρτυρες, ὑπὲρ τὸν ἥλιον ἐκλάμποντες.

Σήμερον πιστοὶ συνελθόντες, Οὐϊκτωρῖνον τὸν γενναῖον, Κλαύδιον, Παππίαν τε θεῖον, Διόδωρόν τε καὶ Σεραπίωνα, καὶ τὸν σοφὸν Οὐΐκτωρα, καὶ Νικηφόρον μακαρίσωμεν.

πλησιφαὴς ὑμῶν μνήμη, ἐξανατείλασα φωτίζει, πᾶσαν τοῦ Χριστοῦ Ἐκκλησίαν, σεπτοὶ ὁπλῖται, ἐν ᾗ πρεσβεύσατε, ἁμαρτημάτων ἄφεσιν, ἡμῖν δοθῆναι ἀξιάγαστοι.

Θεοτοκίον

Φέρουσα Χριστὸν ἐν ἀγκάλαις, σάρκα θνητὴν ἐκ σοῦ λαβόντα, τοῦτον ἐκδυσώπει Παρθένε, ἀθανασίας τυχεῖν Πανάμωμε, τοὺς σὲ πιστῶς γεραίροντας, καὶ Θεοτόκον μεγαλύνοντας.

 

Τὸ Φωταγωγικόν, τὸ Ἰδιόμελον, καὶ ἡ Α' Ὥρα, ὡς σύνηθες, καὶ Ἀπόλυσις.