The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ 

 ΙΑΝΟΥΑΡΙΟΣ

ΕΧΩΝ ΗΜΕΡΑΣ ΤΡΙΑΚΟΝΤΑ ΜΙΑΝ

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἱππολύτου, Πάπα Ῥώμης.

 Ἡ Ἀκολουθία τούτου ψάλλεται ἐν τοῖς Ἀποδείπνοις. Εἰς δὲ τὸν Ἑσπερινὸν καὶ τὸν Ὄρθρον ψάλλομεν τὴν Ἀκολουθίαν τῶν Ἁγίων τριῶν Ἱεραρχῶν, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου. Εἰς τὸ Ἀπόδειπνον ἡ Ἀκολουθία τοῦ Ἁγίου Ἱππολύτου.

Ὁ Κανών, Ἰωάννου Μοναχοῦ.

δὴ α' Ἦχος δ'

ρματα Φαραώ, καὶ τὴν δύναμιν αὐτοῦ, ἔρριψεν εἰς θάλασσαν, ὁ κραταιὸς ἐν πολέμοις, ᾄσωμεν αὐτῷ ᾄσμα καινόν, ὅτι ἐνδόξως δεδόξασται.

Δεῦτε μαρτυρικαῖς, εὐφημήσωμεν ᾠδαῖς, τὸν ἱερομάρτυρα, θεοφεγγεῖ καθορῶντες, χάριτι φαιδρῶς ἐκλάμποντα, Χριστὸν δοξάζοντες πάντοτε.

Σὺ Ποίμνην λογικήν, πρὸς Χριστοῦ ἐγχειρισθείς, τοῦτον ἐκμιμούμενος, προκινδυνεύων ἀρίστως Πάτερ, τὴν ψυχὴν προτέθεικας, καὶ διπλῷ στεφάνῳ κεκόσμησαι.

Τῷ ἱερατικῷ, ἐκ προστάγματος Θεοῦ, τῆς ἀγαλλιάσεως, προκεχρισμένος ἐλαίῳ, τῷ μαρτυρικῷ Ἱππόλυτε, ἐπεσφραγίσθης δι᾿ αἵματος.

Θεοτοκίον

φλεκτον Μωϋσῆς, ἐν τῷ ὄρει Σινᾷ, βάτον ἐθεάσατο, σὲ ζωγραφοῦσαν Παρθένε, αἴγλῃ μὴ φλεχθεῖσαν θείου πυρός∙ καὶ γὰρ Θεὸν ἐκύησας.

δὴ γ'

Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.

ρνας λογικοὺς ἐποίμανας, καὶ ὥσπερ ἀρνίον, τῶν σῶν προβάτων προτέθυσαι, τὸν ἁπάντων Ἀρχιποίμενα, καὶ Θεοῦ ἀμνὸν μιμούμενος.

Γάλα λογικὸν Ἱππόλυτε, τοὺς ποιμαινομένους, θεοπνεύστως ἐπότισας, τὸ Χριστοῦ δὲ τῆς μαρτυρίας, χαίρων πέπωκας ποτήριον.

Στίφους ἀθλητῶν ἡγούμενος ὑπὲρ εὐσεβείας, ὑπέδυς τὸ μαρτύριον, ἕνα δοξάζων Θεὸν Πατέρα, σὺν Υἱῷ καὶ θείῳ Πνεύματι.

Θεοτοκίον

Χαίροις Μήτηρ ἀπειρόγαμε, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρί σου χωρήσασα, καὶ τεκοῦσα σεσαρκωμένον, ὡς Θεὸν ὁμοῦ καὶ ἄνθρωπον.

Κάθισμα Ἦχος α'

Φωστὴρ ἀειλαμπής, ἀνεδείχθης τῷ κόσμῳ, φωτίζων ἀστραπαῖς, τῶν ἐνθέων σου λόγων, ἡμῶν τὴν διάνοιαν, Ἱεράρχα Ἱππόλυτε. Ὅθεν ἅπαντες, τὴν ἱεράν σου καὶ θείαν, μνήμην σήμερον, χαρμονικῶς ἐκτελοῦμεν, καὶ πίστει γεραίρομεν.

δὴ δ'

Τῆς σῆς ἐπὶ γῆς παρουσίας Χριστὲ ὁ Θεός, προμηνύων ὁ προφήτης τὴν ἔλευσιν, μετὰ χαρὰς ἐκραύγαζε∙ Δόξα τῇ δυνάμει σου Κύριε.

Τῶν ἀρετῶν σου ὡς πολύπλοκος ἡ θεία σειρά∙ ὡς Ποιμὴν γὰρ καὶ Μάρτυς Ἱππόλυτε, παρὰ Θεοῦ τετίμησαι, σφόδρα ἐν αὐτῷ εὐφραινόμενος.

Τὴν προσφορὰν τοῦ Ἄβελ ὑπερβέβηκας· λογικοὺς γὰρ προσενήνοχας ἄρνας Θεῷ, καὶ τοῦ οἰκείου αἵματος, χαίρων τῷ Δεσπότῃ ἀπέσπεισας.

Αἱρετιζόντων τὴν παλίμφημον κακόνοιαν, διὰ τοῦ Πνεύματος τρεψάμενος Μακάριε, Ἱερομάρτυς ἄριστος, πόθῳ τοῦ Δεσπότου γεγένησαι.

Θεοτοκίον

ς εἶδον οἱ Ἄγγελοι Παρθένε Ἁγνή, ἐκ τῆς γαστρός σου προελθόντα τὸν Υἱὸν τοῦ Θεοῦ, ἐν εὐφροσύνῃ ἔλεγον∙ Δόξα τῇ κυήσει σου Δέσποινα.

δὴ ε'

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.

Σὺ Μάρτυς ἀληθῶς, ἱερεῦσι γεγένησαι, καὶ Μάρτυσιν ἱεράρχης, καὶ διτταῖς ἀπαστράπτεις, ταῖς χάρισιν Ἱππόλυτε.

Λίθοι μὲν διαυγεῖς, ἐν χρυσῷ διαπρέπουσιν Ἱππόλυτε, τῷ δὲ φέγγει, τῆς σῆς ἱεραρχίας, ἡ αἴγλη τῆς ἀθλήσεως.

Μύθους ἑλληνικούς, εὐσεβῶς σὺ διήλεγξας, ὦ ἄριστε τῶν Μαρτύρων, καὶ παράνομον πλάνην, Ἑβραίων θείᾳ χάριτι.

Θεοτοκίον

Σὲ ὅπλον ἀρραγές, κατ᾿ ἐχθρῶν προβαλλόμεθα∙ σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

δὴ ς'

Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι᾿ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

Τέθυκας, τῷ Σωτῆρι θυσίαν αἰνέσεως, ἐν Ἐκκλησίᾳ Ὁσίων, ὡς Θεοῦ μεσίτης τε καὶ ἀνθρώπων, καὶ προθύμως, τὴν ψυχήν σου προσῆξας δι᾿ αἵματος.

Εἴληφας, χαρισμάτων πληθὺν διὰ Πνεύματος Ἱερομάρτυς θεόθεν, ἐν ἀνοίξει θείων χειλέων σου, καὶ προσάγεις, εὐχαρίστως σαυτὸν θανατούμενος.

ς θεῖον, τῶν ἀθλητῶν σου Χριστὲ τὸ σύστημα, τῶν ἐν ἐλπίδι κειμένων, ὡς παρόντων ἤδη κατατρυφώντων, καὶ ἡδίῳ, τῆς ζωῆς ἡγουμένων τὸν θάνατον.

Θεοτοκίον

θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα οὐκ ἐστενοχώρησε.

δὴ ζ'

διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παίδας, καὶ τοὺς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ.

Μαρτυρικαῖς μαρμαρυγαῖς, ἱερατικαῖς τε φωτίζεις Ἱερομάρτυς πεφηνώς, τοὺς βοῶντας Χριστῷ ἐν τῇ μνήμη σου∙ Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ.

Τὸν προγνωσθέντα τηλαυγῶς, ἆθλον ἱερώτατον Πάτερ, τοῦ μαρτυρίου καθορῶν, ἐφεστῶτά σοι χαίρων ἐκραύγαζες. Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ.

τὰς αἰκίας ἐνεγκών, ὑπὸ τῆς ἐμπύρου ἀγάπης, τοῦ μαρτυρίου καρτερῶς, παρρησίᾳ ἐβόα Ἱππόλυτος. Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

Θεοτοκίον

Τὴν ἀλοχεύτως ἐν γαστρί, καὶ ὑπερφυῶς δεξαμένην, τὸν ἀναλλοίωτον Θεόν, εὐσπλαγχνίᾳ βροτοῖς ἐνδημήσαντα, ὑπερύμνητον Δέσποιναν, ἐπαξίως εὐφημοῦμεν ὡς Θεοτόκον.

δὴ η'

Τὸν ἐν μορφῇ Ἀγγέλου ὁραθέντα, ἐν καμίνῳ πυρὸς τοῖς ὑμνολόγοις, Χριστὸν τὸν Θεὸν ὑμνεῖτε Παῖδες, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ς λιπαρὰ καὶ πίων ἡ θυσία! ὁ καλὸς γὰρ Ποιμήν, προβάτου δίκην προσάγεται, Χριστῷ κραυγάζων. Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Μαρτυρικῷ στεφάνῳ ἐξαστράπτων, τῇ Ἐκκλησίᾳ σου Χριστέ, ὁ Ἱεράρχης ἀνέτειλεν· Ὑμνεῖτε παῖδες, γεγηθὼς ἀνακράζων, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τῇ τοῦ ἀπειλουμένου ἀποφάσει, ὁ τοῦ Χριστοῦ ἀθλητής, θανάτου χαίρων Ἱππόλυτος, ἐβόα∙ Παῖδες, τὸν Χριστὸν εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Τὴν ἀπορρήτως καὶ ἀσπόρως συλλαβοῦσαν, καὶ τεκοῦσαν τὴν χαράν, τῇ οἰκουμένῃ Χριστὸν τὸν Θεόν, ὑμνεῖτε παῖδες, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

δὴ θ'

τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ σὲ Θεοτόκε, διὸ πάντες μεγαλύνομεν.

ς πανευκλεὴς ἱερομάρτυς, διττῷ κατελάμπρυνας τῷ φέγγει, τὴν Χριστοῦ Ἐκκλησίαν, καὶ εὐφραίνεις τὰς καρδίας τῶν σὲ ὑμνούντων∙ ὅθεν σε πάντες, ἐπαξίως μακαρίζομεν.

Πηγὴν ἀναβλύσας διδαγμάτων, Παμμάκαρ Χριστοῦ τῇ Ἐκκλησίᾳ, μαρτυρικῶν ἐξ αἱμάτων, τοὺς κρουνοὺς ποταμηδὸν τῷ Θεῷ προσφέρεις∙ ὅθεν σε πάντες, ἐπαξίως μακαρίζομεν.

δίδαξας ἕνα θεηγόρε, Θεὸν προσκυνεῖσθαι ἐν Τριάδι, Δημιουργὸν ἁπάντων, ὁρατῶν τε ποιημάτων καὶ ἀοράτων, μαρτυρικῷ τε, ἐκοσμήθης διαδήματι.

Θεοτοκίον

στράπτων σοι Ἄγγελος ἐπέστη, καὶ μαργαρυγαῖς τῆς παρθενίας, σφοδρῶς σου ἀντεστράφη, ἑαυτοῦ ὡς τῆς οἰκείας ἐπιλελῆσθαι δόξης∙ τὸ Χαῖρε, διὸ φόβῳ σοι ἐφθέγξατο.

Στιχηρὰ Προσόμοια

Ἦχος α'

Τῶν οὐρανίων ταγμάτων

ερωσύνης τὴν χάριν, Πάτερ δεξάμενος, θείαις διδασκαλίαις, κατεφώτισας πάντας Ἱππόλυτε θεόφρον, καὶ ἱεραῖς, συγγραφαῖς διεσάφησας, τῶν Προφητῶν θείους λόγους τρανῶν ἡμῖν, τὰ ἐκεῖσε ἐμφερόμενα.

μολογίας ἐνθέου, στέφει κοσμούμενος, καὶ τῶν αἱμάτων λύθρῳ, τὴν τῆς Ἱερωσύνης, στολὴν καταποικίλας, ὅλως λαμπρός, καὶ ὡραῖος παρέστηκας, τῷ Βασιλεῖ καὶ Δεσπότῃ καὶ ποιητῇ, παμμακάριστε Ἱππόλυτε.

Δόξα...

ς παρρησίαν Παμμάκαρ, πρὸς τὸν Σωτῆρα Χριστόν, νῦν κεκτημένος πάντας, διάσῳζε κινδύνων, τοὺς πίστει, σε τιμῶντας, καὶ πειρασμῶν, καὶ δεινῶν περιστάσεων, καὶ ἐκ παθῶν καὶ πταισμάτων καὶ ἀναγκῶν, εὐπροσδέκτοις ἱκεσίαις σου.

Καὶ νῦν... Θεοτοκίον

άβδῳ τῆς σῆς προστασίας, Θεοκυῆτορ Ἁγνή, τὰ θηριώδη πάθη, τῆς ἀθλίας ψυχῆς μου, ἀπέλασον ἐντεῦθεν, εἰρηνικῶς, πρὸς ζωὴν με ἰθύνουσα, καὶ τῇ ἁγίᾳ σε Ποίμνῃ τῶν ἐκλεκτῶν, σοῦ προβάτων συναρίθμησον.