The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΑΠΡΙΛΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Λ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ἁγίου Ἀποστόλου, Ἰακώβου, ἀδελφοῦ Ἰωάννου τοῦ Θεολόγου.  

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τοῦ Ἁγίου γ'.

Ἦχος πλ. δ'

Ὢ τοῦ παραδόξου θαύματος

Μάκαρ θεόπτα Ἰάκωβε, σὺ τὴν τοῦ Λόγου φωνήν, παραυτίκα δεξάμενος, πατρικῆς ἠλόγησας, θεραπείας καὶ σχέσεως· καταλιπὼν γάρ, βίου τὸν τάραχον, εἰς νοητήν δέ, μεταβὰς θάλασσαν, ταύτην ἐτάραξας, εὐσεβείας δόγμασι, καὶ ταῖς βρονταῖς, ταῖς ὑπερκοσμίοις σου, θεομακάριστε.

Λόγον παμμάκαρ Ἰάκωβε, τὸν ἀρχηγὸν τῆς ζωῆς, καὶ αἰῶνος τοῦ μέλλοντος, θεραπεύων πράξεσιν, Ἰσραὴλ τὸν παμβέβηλον, πρωτοτοκίων ὄντως ἐστέρησας, ὡς τὴν κοιλίαν Θεὸν ἡγούμενον, ὃν καὶ ἐπτέρνισας, καὶ γυμνὸν ἀπέδειξας, τῆς πατρικῆς, σκέπης εὐλογίας τε, καὶ κλήρου ἄμοιρον.

ρχων κατεστάθης Ἔνδοξε, νῦν ἐπὶ πᾶσαν τὴν γῆν, περὶ σοῦ ὥσπερ γέγραπται, μαθητὴς γενόμενος, τοῦ τὰ πάντα ποιήσαντος, καὶ διὰ ζῆλον, σοῦ τὸν θερμότατον, ὑπὸ ἀνόμων, μαχαίρᾳ πάνσοφε, φόνον ὑπέμεινας, τῆς σεπτῆς τῶν δώδεκα, συμμαθητῶν, μάκαρ ὁμηγύρεως, προαναιρούμενος.

Δόξα... Ἦχος πλ. δ'

Πρῶτος πανεύφημε τῆς θεολέκτου δωδεκάδος, θάνατον ἐν μαχαίρᾳ ὑπὸ Ἡρῴδου, διὰ τὸν Διδάσκαλον ὑπέμεινας, πρῶτος τὸ ποτήριον αὐτοῦ ὡς ὑπέσχου ἔπιες· ὅθεν τῆς βασιλείας σε συγκληρονόμον προσήκατο ὁ φιλάνθρωπος, σὺν τῷ συγγόνῳ πρεσβεύοντας, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νν... Τῆς Ἑορτῆς

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ἑορτῆς.

Δόξα... Τοῦ Ἀποστλου χος α'

πόστολε καὶ Μάρτυς, Ἰάκωβε, τοῦ καλοῦ ποιμένος τὸ θεόλεκτον πρόβατον, τῷ ὁμαίμονι ἐν ὑψίστοις συναγαλλόμενος, αἴτησαι τοῖς ἑορτάζουσι τὸ σεπτόν σου μνημόσυνον, ἄφεσιν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

Καὶ νν... Τῆς Ἑορτῆς

Ἀπολυτίκιον Ἦχος γ'

πόστολε Ἅγιε Ἰάκωβε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Καὶ τῆς Ἑορτῆς

Καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Οἱ Κανόνες τῆς Ἑορτῆς, καὶ τοῦ Ἀποστόλου, οὗ ἡ Ἀκροστιχίς.

Τὸν Βροντῆς, Ἰάκωβον ἔμφρονα παῖδα γεραίρω.

Ποίημα Θεοφάνους.

δὴ α' Ἦχος πλ. δ'

Ἁρματηλάτην Φαραὼ

Τῷ σῷ δικτύῳ ἁλιεὺς ὡς ἔμπειρος, τοῦ τῶν πταισμάτων βυθοῦ, ἀναγαγὼν μάκαρ, τὴν ψυχήν μου φώτισον, ταῖς φωτοβόλοις λάμψεσι, καὶ ὑμνεῖν σου ἀξίως, ὦ θεοφάντορ Ἰάκωβε, μνήμην τὴν ἁγίαν εὐόδωσον.

πρὸ αἰώνων τῷ Πατρὶ συνάναρχος, ὑπερτελής τε Θεός, σωματωθεὶς ὤφθη, ἐπὶ γῆς ὡς ἄνθρωπος, καὶ συνεργὸν τῆς χάριτος, ἀναδείκνυσι Μάκαρ, καὶ ὑπηρέτην σε πάνσοφον, ῥώμῃ τῇ αὐτοῦ δυναμούμενον.

Νενοηκὼς σου τὴν ψυχῆς εὐγένειαν, σὲ ὁ προγνώστης Θεός, καὶ τὸ στερρὸν Μύστα, καὶ ἀκαταμάχητον, τῆς διανοίας ἔνδοξε, τοῖς αὐτοῦ ὑπηρέταις, προκεκριμένως ἐνέταξεν, ἔθνεσιν αὐτὸν καταγγελλόντα.

Βουλῆς μεγάλης τοῦ Πατρός, ὁ Ἄγγελος, ἐξ ἀπειράνδρου Μητρός, ἐπιφανεὶς κόσμῳ, σάρκα προσελάβετο, ὃς ἀρεταῖς κοσμούμενον, μαθητὴν σε δεικνύει, καὶ θεηγόρον Ἰάκωβε, λόγους τοὺς αὐτοῦ ῥητορεύοντα.

Θεοτοκίον

Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Μαρία· διὸ σε πάντες γεραίρομεν, τήν μετὰ Θεὸν προστασίαν ἡμῶν.

δὴ γ'

Ὁ στερεώσας κατ' ἀρχὰς

ἐκ τοῦ ὕψους σε πνοή, βιαία τοῦ Παρακλήτου, ἐκπυρώσασα σοφὸν θεηγόρον, ῥητορεύοντα σαφῶς, τὰ μεγαλεῖα δείκνυσι, τοῦ σαρκωθέντος Λόγου, οὗ καὶ αὐτόπτης γεγένησαι.

Σὲ ὥσπερ βέλος ἐκλεκτόν, ὁ Λόγος ἠκονημένον, ἐν καρδίαις τῶν ἐχθρῶν ἐμπηγνύει, διαρρήσσοντα ψυχάς, τῶν ἐναντίων πάνσοφε, καὶ προνομεύοντά σε, τούτων τὰ σκῦλα, Ἰάκωβε.

ερωμένος σου Σοφέ, ὁ τόκος καὶ φωτοφόρος, τοῦ Θεοῦ τῇ συγγενείᾳ παμμάκαρ, φαιδρυνόμενος τρανῶς, ἐν συναφείᾳ δείκνυται· ἐξ ἁπαλῶν γὰρ ὤφθης, τῷ Λόγῳ συνδιαιτώμενος.

κηλιδώτου σου ψυχῆς, τὸ ἱλαρὸν τῷ Δεσπότῃ, ὁραθὲν καὶ πρὸ τῆς κλήσεως μάκαρ, ἀξιόληπτος αὐτῷ, ἐφάνης ὦ Ἰάκωβε, καὶ τῆς οἰκονομίας, μύστης τῆς τούτου γεγένησαι.

Θεοτοκίον

Τῶν Χερουβὶμ καὶ Σεραφίμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε· σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε· διὸ πιστοὶ σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν.

Ὁ Εἱρμὸς

στερεώσας κατ ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, Ἅγιος μόνε φιλάνθρωπε.

Κάθισμα Ἦχος α'

Τὸν τάφον σου Σωτὴρ

Χριστῷ μαθητευθείς, καὶ πιὼν τὸ ἐκείνου, ποτήριον σοφέ, ὥσπερ ἔφη σοι μάκαρ, μαχαίρᾳ Ἰάκωβε, ἀπεκτάνθης Ἀπόστολε· ὅθεν ἅπασα, ἡ Ἐκκλησία χορεύει, ἑορτάζουσα, τὴν παναγίαν σου μνήμην, ἐν ᾗ εὐφημοῦμέν σε.

Καὶ τῆς Ἑορτῆς

δὴ δ'

Σύ μου ἰσχύς, Κύριε

Κήρυξ Χριστοῦ, γέγονας θεῖος Ἰάκωβε· σὺ κληθεὶς γάρ, θᾶττον ἠκολούθησας, τὴν πατρικήν, σχέσιν παριδών, καὶ τῶν ἐπιγείων, τὰ μένοντα ἀμειψάμενος· διὸ καὶ τῆς ἀφράστου, οὐρανῶν κληρουχίας, κατηξίωσαι μάκαρ ἀοίδιμε.

τοῦ θερμοῦ, πόθου σου πρὸς τὸν Δεσπότην Χριστόν! σὺ γὰρ τοῦτον, σφόδρα ἐπεπόθησας, τῷ φωτισμῷ, τούτου λαμπρυνθείς, καὶ μορφωθεὶς τούτῳ, ἐφάνης πᾶσι φῶς δεύτερον, τοῦ πρώτου ταῖς ἀκτῖσι, λαμπρυνθεὶς καὶ τῇ δόξῃ, Πανσεβάσμιε μάκαρ Ἰάκωβε.

Βίον σεπτόν, ἔσχηκας καὶ ὑπερθαύμαστον· τῷ γὰρ πόθῳ πόθον ἀκατάσχετον, προσειληφώς, τὴν τῶν ὀρεκτῶν, τῆς ἀγαθαρχίας, ἐσχάτην μακαριότητα, κατέλαβες θεόφρον, Ἀσωμάτοις συμψάλλων, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

λον σαυτόν, νεύμασιν ἐμπαρεχόμενος, τοῦ Δεσπότου, Μύστα θεοδίδακτε, τῶν ἀρετῶν, ἤρθης ἐμφανῶς, πρὸς ὑψηλοτάτην, καὶ θείαν ὄντως ἀκρώρειαν, κἀκεῖθεν ἰαμάτων, ποταμοὺς ἀναβλύζεις, τοῖς τὴν μνήμην σου μάκαρ δοξάζουσιν.

Θεοτοκίον

Σὺ τῶν πιστῶν, καύχημα πέλεις Ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφυγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν· πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις Πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνὴν σε γινώσκοντας.

δὴ ε'

Ἵνα τὶ με ἀπώσω

Νέος ὥσπερ Ἠλίας, ζήλῳ πυρακτούμενος, τοὺς ἀπειθήσαντας, τῷ κηρύγματί σου, καταφλέξαι ἠθέλησας Ἔνδοξε, ἀλλ' ἐκώλυσέ σε, ὁ θελητὴς τῆς εὐσπλαγχνίας, ἐκδιδάσκων τὸ πρᾶον τῆς χάριτος.

πιβὰς ἀκροτάτης, ἀρετῆς πτερούμενος, δι' ἀγαπήσεως, τῶν ἐγκρίτων θρόνων, τοῦ Δεσπότου ἐπόθησας Ἔνδοξε, τὰ πρωτεῖα φέρειν, οὐχ ὡς ἐρῶν δόξης ματαίως, ἀλλὰ βλέπειν ἀμέσως ὃν ἔστερξας.

περέβη τοὺς ὅρους, Σῶτερ ὁ Ἰάκωβος, τῆς ἀνθρωπότητος· τὴν γὰρ δύναμίν σου, ὡς ἱμάτιον περιζωσάμενος, ἰαμάτων βρύει, τοὺς ποταμοὺς καὶ τῶν θαυμάτων, καὶ φωτίζει τῇ πίστει τὰ πέρατα.

Φωτεινὴ σε νεφέλη, Λόγον ἀπαστράπτοντα, δόξῃ θεώμενον, ἐν Θαβὼρ τῷ ὄρει, ἐπεσκίασε μάκαρ Ἰάκωβε, καὶ φωνῆς ἀκοῦσαι, τῆς πατρικῆς κατηξιώθης, βεβαιούσης αὐτοῦ τὴν υἱότητα.

Θεοτοκίον

Μητρικὴν παρρησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.

δὴ ς'

Ἄβυσσος ἁμαρτιῶν

εύματα ὡς ἐκ πηγῆς, ἰαμάτων ἀενάως παρέχων, καὶ φωτισμὸν δογμάτων, εὐσεβῶν βλύζων ἔνδοξε, τὰς ψυχὰς τῶν εὐσεβεῖ, πόθῳ Ἰάκωβε, προσιόντων, καταλαμπρύνεις παμμακάριστε.

ργανον χωρητικόν, ὁ Δεσπότης εὑρηκὼς σε παμμάκαρ, τῆς ἑαυτοῦ πλουσίας, καὶ σεπτῆς διαδόσεως, ἐμφορεῖ τῶν δωρεῶν, τῶν ὑπὲρ ἔννοιαν, μυστηρίων, Ἱερουργὲ τῆς ἀϊδίου ζωῆς.

Δόξαν τὴν ἐπὶ τῆς γῆς, ἐκζητήσας τῷ Χριστῷ παρασχεῖν σοι, ὡς Βασιλεῖ γηίνῳ, βασιλείας ἐπέτυχες, οὐ τῆς κάτω καὶ φθαρτῆς, μάκαρ Ἰάκωβε, ἀλλ' ἀφθάρτου, ἥν δι' ἀθλήσεως ἀπέλαβες.

Νέκρωσιν ὑπὲρ ἡμῶν, ὁ Δεσπότης ὑπελθεῖν εὐδοκήσας, τὴν τοῖς νεκροῖς αἰτίαν, ἀληθοῦς ἀναστάσεως, ὡς αὐτοῦ Μυσταγωγόν, μάκαρ σε εἵλετο, συνεργάτην, ἐν τῇ νυκτὶ ᾗ παρεδίδοτο.

Θεοτοκίον

βυσσον τῶν οἰκτιρμῶν, ἡ τεκοῦσα Θεοτόκε Παρθένε, τῶν λυπηρῶν τοῦ βίου, τὴν ψυχήν μου διάσωσον, καὶ χαρᾶς πνευματικῆς, θύραν μοι ἄνοιξον· σοὶ γὰρ Κόρη, τὰ τῆς ἐλπίδος ἀνατίθημι

Ὁ Εἱρμὸς

βυσσος ἁμαρτιῶν, καὶ πταισμάτων καταιγὶς με ταράττει, καὶ πρὸς βυθὸν βιαίως, συνωθεῖ ἀπογνώσεως· ἀλλὰ σὺ τὴν κραταιαν, χεῖρά μοι ἔκτεινον, ὡς τῷ Πέτρῳ, ὦ κυβερνῆτα καὶ διάσωσον.

Κοντάκιον Ἦχος β'

Τὰ ἄνω ζητῶν

Φωνῆς θεϊκῆς, ἀκούσας προσκαλούσης σε, ἀγάπην πατρός, παρεῖδες καὶ προσέδραμες, τῷ Χριστῷ Ἰάκωβε, μετὰ καὶ τοῦ συγγόνου σου ἔνδοξε, μεθ' οὗ καὶ ἠξιώθης ἰδεῖν, Κυρίου τὴν θείαν Μεταμόρφωσιν.

Ὁ Οἶκος

ς ἁλιεὺς λογικῶν ἰχθύων, τῷ δικτύῳ Τρισμάκαρ τῶν σεπτῶν εὐχῶν βυθοῦ πταισμάτων ἀνάγαγε τὴν ταπεινήν μου ψυχήν, τὴν πάλαι ὑφ' ἡδονῶν θηρευθεῖσαν τῶν τοῦ βίου ἵνα ἀκλινῶς διελθὼν τὸν ὑπόλοιπον χρόνον μου, ὑμνήσω τὸ ὄνομά σου, καὶ δοξάσω τὸν βίον τὸν ἄμεμπτον, ὃν ἐκτελέσας ἐπὶ τῆς γῆς, ἠξιώθης ἐπ' ὄρους θεάσασθαι, Κυρίου τὴν θείαν Μεταμόρφωσιν.

Συναξάριον

Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Ἰακώβου, ἀδελφοῦ τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου.

Στίχοι

ς ἀμνὸς Ἰάκωβος ἀχθεὶς ἐσφάγη,

Τῆς εὐσεβείας μηρυκίζων τοὺς λόγους.

Κτεῖνε, μάχαιρα φόνου, Ἰάκωβον ἑνὶ τριακοστῇ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κλήμεντος τοῦ Ποιητοῦ.

Στίχοι

Τέρψας ὁ Κλήμης γηγενεῖς ᾠδαῖς κάτω,

πῆλθε τέρψων, ὥσπερ οἶμαι, καὶ νόας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μαξίμου.

Στίχοι

Μάξιμος εὑρὼν τὴν ξὶ συλλαβὴν μέσην,

Τὸ γαστρὸς ἡμῖν μηνύει μέσον ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Βασιλέως, Ἐπισκόπου Ἀμασείας.

Στίχοι

Χρὴ μηδὲ νεκρὸν λανθάνειν Βασιλέα,

Βασιλέως θνήξαντα τοῦ ζῶντος χάριν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Δονάτου, Ἐπισκόπου Εὐροίας.

Στίχοι

Τὶς μὴ Δονᾶτον δοξάσει ἐν τοῖς λόγοις,

ν περ τὰ ἔργα πανταχοῦ ἐδόξασαν.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

δὴ ζ'

Θεοῦ συγκατάβασιν

Ποτήριον ἔπιες καθὼς ὑπέσχου, τὸ τοῦ Δεσπότου Χριστοῦ, καὶ τὸ βάπτισμα τούτου, σὺ ἐβαπτίσω θεομακάριστε, ᾧ νῦν προθύμως κραυγάζεις γηθόμενος· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

κτῖσι λαμπόμενος, τῆς θεοπτίας ὤφθης Ἰάκωβε· διὰ τοῦτό σε στέφει, τῆς βασιλείας Χριστὸς ὁ Κύριος, καταγλαΐζει Ἀγγέλοις συμψάλλοντα· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

δοὺ σοι πεπλήρωκε, τὰς ὑποσχέσεις ὁ μεγαλόδωρος, πρὸς αὐτὸν ἀνυψώσας, τῇ ἐκμιμήσει τῶν παθημάτων αὐτοῦ, ᾧ παρεστὼς νῦν κραυγάζεις γηθόμενος· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Τὸ φῶς τὸ ἀνέσπερον, Θαβὼρ ἐν ὄρει σὺ θεασάμενος, ἐπὶ γῆς καταπίπτεις, μὴ φέρων τοῦτο ὁρᾶν τοῖς ὄμμασι, τῆς πατρικῆς δὲ φωνῆς ὡς ἀκήκοας· Εὐλογητὸς ὁ Θεός, προσανεβόας τρανῶς.

Θεοτοκίον

Δυάδα τῶν φύσεων, ἀλλ' οὐ προσώπων Κόρη κηρύττομεν, τὸν ἐκ σοῦ σαρκωθέντα, ὃν κατὰ σάρκα ἐξεικονίζομεν, καὶ προσκυνοῦμεν μορφῆς τὸ ὁμοίωμα, οἱ διὰ σοῦ τῷ Θεῷ καταλλαγέντες ἁγνή.

δὴ η'

Ἑπταπλασίως κάμινον

βραμιαίαν πρόθεσιν, σὺ θεόπτα κτησάμενος, τῷ προσκαλουμένῳ, σὲ Χριστῷ ἑπόμενος, ἐγένου θεόσοφος, καὶ λειτουργὸς ὑπῆρξας αὐτῷ, ὡς Δημιουργῶ, καὶ Λυτρωτῇ ἀνακράζων· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.

Γεγωνοτέρα δέδεικται, τῆς βροντῆς σου ἡ πρόοδος, τῆς τῶν νομικῶν, τυπωτικῆς ἠχήσεως· Χριστὸν γὰρ ἑβρόντησας, τῇ οἰκουμένῃ πάσῃ Θεόν, ὡς Δημιουργὸν καὶ Λυτρωτήν ἀναμέλπων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.

θαυμαστώθης ἔνδοξε, μαρτυρίας φαιδρότητι, καὶ θεοσεβείας ἀληθοῦς λαμπρότητι, καὶ ἄρχων Ἀπόστολε, κατασταθεὶς ἀπάσης τῆς γῆς, τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόας· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Πᾶσαν εἰς γῆν διέδραμεν, ὁ σὸς λόγος Ἰάκωβε, πλήξας ὡς βροντή, τὴν τῶν ἀπίστων ἔννοιαν, φωτίσας δὲ ἅπαντας, θείῳ φωτὶ τῆς πίστεως, ὥσπερ ἀστραπή, τοὺς εὐπειθῶς ἐκβοῶντας· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

ητορευόντων γλῶσσαί σε, ἀνυμνῆσαι οὐ σθένουσιν, ὦ Θεογεννῆτορ, Μαριὰμ Θεόνυμφε· Χριστὸν γὰρ ἐγέννησας, τὸν ἐπὶ πάντων Κόρη, Θεόν, τὸν Δημιουργὸν καὶ Λυτρωτήν, ᾧ βοῶμεν· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς

πταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, Τὸν Δημιουργὸν καὶ Λυτρωτήν, ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

δὴ θ'

Ἐξέστη ἐπὶ τούτῳ

γίως σου τὸν δρόμον διηνυκώς, ἐν Ἁγίων σκηνώμασιν ἔνδοξε, νῦν γεγηθώς, αἴγλην κατοπτεύεις τὴν τριφεγγῆ, ἧς ἀπολαύων πάνσοφε, πλήρεις εὐφροσύνης τοὺς ὑμνητάς, τοὺς σοὺς καὶ χαρμοσύνης, ἀνάδειξον παμμάκαρ ταῖς ἱκεσίαις σου Ἰάκωβε.

δεῖν σε οἱ κακοῦργοι καὶ φονευταί, ὡς τὸν σὸν πρὶν Δεσπότην μὴ φέροντες· τὰς γὰρ αὐτῶν, πράξεις ἐκφαυλίζων σῆς ἀγωγῆς, τῇ παραθέσει ἤλεγξας, κτείνουσι μαχαίρᾳ τὸν μιμητήν, Χριστοῦ τοῦ σταυρωθέντος, σαρκὶ ὑπὲρ ἀνθρώπων, ὦ θεορρῆμον παμμακάριστε.

ομφαίᾳ οὐρανίῳ τιμωρηθείς, ταῖς πληγαῖς ὁ Ἡρῴδης ἀπώλετο, ὅτι τοὺς σούς, Λόγε διακόνους καὶ μαθητάς, οὓς Ἀποστόλους ἔφησας, κτείνων οὐκ ἐνάρκησεν ὁ δεινός· διό σου τὴν δικαίαν, πρόνοιαν εὐεργέτα, καταπλαγέντες μεγαλύνομεν.

Τιμῶντές σου τὴν μνήμην χαρμονικῶς, εὐφημοῦμέν σε μάκαρ, Ἰάκωβε, μύστα Χριστοῦ, ᾄδοντες δὲ ζῆλόν σου τὸν θερμόν, καὶ τὴν μακρὰν περίοδον, καὶ τοὺς σούς ἀγῶνας καὶ τὴν σφαγήν, βροντῆς υἱὸν καὶ φῶς σε, κριτὴν καὶ μυστολέκτην, πιστῶς σε πάντες ὀνομάζομεν.

Θεοτοκίον

ράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός, ὅν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.

Ὁ Εἱρμὸς

ξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν.

Ἐξαποστειλάριον Ἦχος β'

Τῶν Μαθητῶν ὁρώντων σε

Τῷ σαρκωθέντι Λόγῳ δι' εὐσπλαγχνίαν, μαθητευθεὶς Ἰάκωβε τῆς χορείας, ὤφθης Κορυφαίων συναρίθμιος, μεθ' ὧν Χριστῷ δυσώπησον, ὑπὲρ ἡμῶν τῶν τιμώντων, τήν παναγίαν σου μνήμην.

Καὶ τῆς Ἑορτῆς

Εἰς τοὺς Αἴνους, Στιχηρὰ προσόμοια τοῦ Ἀποστόλου.

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσι

Τῷ καλάμῳ τῆς χάριτος, ἐκ βυθοῦ ματαιότητος, τοὺς βροτοὺς ἀνείλκυσας, ἀξιάγαστε, τοῦ Διδασκάλου τοῖς νεύμασιν, ὑπείκων Ἰάκωβε, τοῦ φωτίσαντος τὴν σήν, κατὰ πάντα διάνοιαν, καὶ Ἀπόστολον, καὶ σεπτὸν θεηγόρον σε Παμμάκαρ, ἀναδείξαντος τῆς τούτου, ἀκαταλήπτου Θεότητος. (Δίς)

τοῦ Πνεύματος ἔλλαμψις, ἐπὶ σὲ καταβέβηκε, τοῦ πυρὸς ἐν εἴδει, καὶ σὲ μακάριε, θεῖον δοχεῖον εἰργάσατο, συντόνως ἐλαύνοντα, ἀθεΐας τὴν ἀχλύν, καὶ τόν κόσμον φωτίζοντα, τῇ λαμπρότητι, τῶν πανσόφων σου λόγων, μυστολέκτα, Ἀποστόλων ἡ ἀκρότης, Χριστοῦ αὐτόπτα Ἰάκωβε.

στραπαῖς τοῦ κηρύγματος, τοὺς ἐν σκότει καθεύδοντας, ἀγνωσίας ἔνδοξε, ὦ Ἰάκωβε, καταφωτίσας ἀνέδειξας, υἱοὺς διὰ πίστεως, τοῦ Δεσπότου καὶ Θεοῦ, οὗ τὸ πάθος ἐζήλωσας, καὶ τὸν θάνατον, καὶ τῆς δόξης ἐγένου κληρονόμος, ὡς σοφός, ὡς θεηγόρος, ὡς μαθητὴς ἀληθέστατος.

Δόξα... Ἦχος πλ. δ'

Δεῦτε τῆς οὐρανίου μυσταγωγίας τὸν κήρυκα, καὶ ὑποφήτην τοῦ Εὐαγγελίου, ψαλμικαῖς ὑμνῳδίαις, Ἰάκωβον εὐφημήσωμεν· οὗτος γὰρ ποταμὸς ἀνεδείχθη τοῦ νοητοῦ Παραδείσου, τὰς ψυχικὰς ἀρούρας, τοῖς οὐρανίοις ὄμβροις ἐπάρδων, καὶ καρποφόρους δεικνύων Χριστῷ τῷ Θεῷ, τῷ παρέχοντι πᾶσι ταῖς πρεσβείαις αὐτοῦ, ἱλασμόν καὶ φωτισμὸν καὶ μέγα ἔλεος.

Καὶ νν... Τῆς Ἑορτῆς

Δοξολογία Μεγάλη

Εἰς τὴν Λειτουργίαν, Τυπικά, καὶ οἱ Μακαρισμοί.

Κοινωνικὸν

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλληλούϊα.