The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΙΟΥΝΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΚΖ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σαμψὼν τοῦ Ξενοδόχου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α'

Πανεύφημοι μάρτυρες

Πάτερ πανεύφημε σαρκός, τὰς ὁρμὰς ἀσκήσεως, καταμαράνας πυρσεύμασιν, ἔρημον ᾤκησας, ὡς Ἠλίας πάλαι, τὸν νοῦν καθαιρόμενος, ἀπαύστοις πρὸς τὸ θεῖον συννεύσεσι· καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Πάτερ θεόσοφε Σαμψών, ἀσκηταῖς ἠρίθμησαι, τῇ ἀπαθείᾳ κοσμούμενος, καὶ κατεσκήνωσας, ἐν μοναῖς ὁσίαις, ἔνθα φῶς τὸ ἄδυτον, τὸ ξύλον τῆς ζωῆς ὅπου πέφυκε, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Πάτερ θεόπνευστε Σαμψών, φωστὴρ ἐχρημάτισας, φωταγωγῶν τὴν ὑφήλιον, θαυμάτων λάμψεσι, ψυχοφθόρων νόσων, ἀπευλαύνων ζόφωσιν, δαιμόνων ἐκμειῶν ἀμαυρότητα, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νν... Θεοτοκίον

Μαρία τὸ ἄμωμον καὶ νοῦν, πάντα ὑπερκείμενον, τῇ καθαρότητι ὄχημα, περικρατούμενον, πολλαῖς ἁμαρτίαις, καὶ στενοχωρούμενον, πρὸς πλάτος μετανοίας με ἴθυνον, πανσθενεστάτῃ σου, προστασίᾳ· καὶ γὰρ δύνασαι, οἷα Μήτηρ, τοῦ πάντα ἰσχύοντος.

Ἢ Σταυροθεοτοκίον

Τὸν ἴδιον ἄρνα ἡ ἀμνάς, καὶ ἄμωμος Δέσποινα, ἐν τῷ Σταυρῷ, ὡς ἑώρακεν, εἶδος οὐκ ἔχοντα, οὐδὲ κάλλος. Οἴμοι! θρηνῳδοῦσα ἔλεγε, τὸ κάλλος ποῦ σου ἔδυ γλυκύτατε; ποῦ ἡ εὐπρέπεια; ποῦ ἡ χάρις ἡ ἀστράπτουσα, τῆς μορφῆς σου, Υἱέ μου παμφίλτατε;

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.

 Ὑμνῶ σε Σαμψὼν πίστεως θείοις λόγοις, Ἰωσήφ.

δὴ α' Ἦχος β'

Δεῦτε λαοὶ

μνοις τὴν σήν, φαεινοτάτην πανήγυριν, ἀνευφημεῖν ὁρμήσαντι, φῶς μοι κατάπεμψον, παρεστὼς στεφηφόρος, τῷ θρόνῳ τοῦ Δεσπότου Μακαριώτατε.

Μόνα ποθῶν, τὰ πρὸς ζωὴν ὁδηγοῦντά σε, κόσμου τερπνὰ παρέδραμες, καὶ ὑπερκόσμιον, κληρουχίαν ἐκτήσω· διὸ σε συνελθόντες Σαμψὼν γεραίρομεν.

Νόμῳ Θεοῦ, ὑποκλιθείς, Ἀξιάγαστε, πρὸς ἀρετῆς ἀκρώρειαν, χαίρων ἀνέδραμες, ἐλεήμων ἐν πᾶσι, γενόμενος· διὸ σε νῦν μακαρίζομεν.

φθης πτωχῶν, συμπαθεστάτη βοήθεια, καὶ ἀσθενούντων Ὅσιε, ἰατρὸς ἄριστος, καὶ καταπονουμένων ἀντίληψις· διὸ σε Θεὸς ἐδόξασε.

Θεοτοκίον

Σὲ τοῦ Θεοῦ, τὴν ὑπὲρ λόγον λοχεύτριαν, ὡς κραταιὰν ἀντίληψιν, πάντων Πανάμωμε, τῶν καταπονουμένων, δοξάζομεν ἀπαύστως καὶ μακαρίζομεν.

 

δὴ γ'

Στερέωσον ἡμᾶς

λέῳ τοῦ Θεοῦ τὸ θεῖον ἔλεος, ἐκτήσω καὶ τῆς φωνῆς ἐπακοῦσαι, ἠξιώθης τῆς καλούσης σε, πρὸς τὸν θεῖον νυμφῶνα Ἀξιάγαστε.

Σαμψὼν τὸν ἱερὸν ἀνευφημήσωμεν· Θεοῦ γὰρ μιμούμενος εὐσπλαγχνίαν, συμπαθὴς νοσοῦσι γέγονε, γυμνουμένων τε πάντων περιβόλαιον.

γίως καὶ σεπτῶς τὸν θεῖον βίον σου, ἀνύσας Ἁγίοις συνηριθμήθης, καὶ μονὰς ὁσίων ἔφθασας, φωτισμοῦ ἀπορρήτου ἀξιούμενος.

Μακάριος εἶ σύ, καὶ εὖ σοι γέγονε, τοὺς θείους τηρήσαντι Πάτερ νόμους, τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῴζεσθαι τὴν ποίμνην σου.

Θεοτοκίον

Ψυχῆς μου καὶ νοὸς Ἁγνὴ ἀπέλασον, τὸ σκότος καὶ δίδου ὡς ἐν ἡμέρᾳ, εὐσχημόνως πολιτεύεσθαι, τὰ σωτήρια πράττοντα προστάγματα.

Ὁ Εἱρμὸς

Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε.

Κάθισμα Ἦχος α'

Τὸν τάφον σου Σωτὴρ

Κτησάμενος ψυχήν, ἐλεήμονα Πάτερ, ἐπήρκεσας πτωχοῖς, δαψιλεῖ χορηγίᾳ, καὶ νῦν μεταβέβηκας, πρὸς τὰ ἄνω βασίλεια, τῶν καμάτων σου, τὰς ἀντιδόσεις λαμβάνων, διὰ τοῦτό σε ἐν εὐφροσύνῃ καρδίας, Σαμψὼν μακαρίζομεν.

Θεοτοκίον

μόνη τῶν πιστῶν, κραταιὰ προστασία, ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, τὰς ψυχὰς ἡμῶν ῥύσασθαι, πάσης θλίψεως, καὶ συμφορῶν καὶ κινδύνων, Μητροπάρθενε, ἁμαρτωλῶν προστασία, τοῦ κόσμου βοήθεια.

Ἢ Σταυροθεοτοκίον

ἄσπιλος ἀμνάς, τὸν ἀμνὸν καὶ ποιμένα, κρεμάμενον νεκρόν, ἐπὶ ξύλου ὁρῶσα, θρηνοῦσα ἐφθέγγετο, μητρικῶς ὀλολύζουσα, πῶς ἐνέγκω σου, τὴν ὑπὲρ λόγον Υἱὲ μου, συγκατάβασιν, καὶ τὰ ἑκούσια πάθη, Θεὲ ὑπεράγαθε;

δὴ δ'

Εἰσακήκοα Κύριε

ς ἀστὴρ φαεινότατος, πάντων ἡμῶν, φωτίζεις τὰς καρδίας, τῶν ἀξιοχρέως μακαριζόντων σε.

Νυσταγμὸν ἐκ βλεφάρων σου, ἀποβαλών, ἠγρύπνησας καὶ πάσας, ἡδονὰς ἐκοίμισας τὰς τοῦ σώματος.

Πενομένοις ἐπήρκεσας, διὰ Χριστὸν καὶ εἴληφας τὴν ἄνω, κληρουχίαν Ὅσιε ἀγαλλόμενος.

ερῶς πεπολίτευσαι, ἐπὶ τῆς γῆς, παμμάκαρ θεοφόρε, καὶ τῶν αἰωνίων τερπνῶν ἐπέτυχες.

Θεοτοκίον

Σὲ πανάμωμε Δέσποινα, τὸ φωτεινόν, παλάτιον τοῦ Λόγου, ἀνυμνολογοῦμεν καὶ μακαρίζομεν.

δη ε'

Ὁ τοῦ φωτὸς χορηγὸς

Τὸ καθαρώτατον φῶς, ἀναπαυσάμενον ἐν σοί, Ὅσιε, φωτοειδῆ, ἐτέλεσε Πάτερ, φωτίζοντα πιστούς, ταῖς τῶν ἀρετῶν σου, φαιδραῖς ἐπιλάμψεσιν.

ν συμπαθείᾳ πολλῇ, τοῖς πενομένοις πλουτισμὸς γέγονας, καὶ ἰατρὸς τοῖς ἐν ἀσθενείαις, ἐγείρας προφανῶς, τούτοις ἰατρεῖον, καθαῖρον νοσήματα.

φθης ναὸς καθαρός, τοῦ παναγίου καὶ σεπτοῦ Πνεύματος, τῆς τῶν παθῶν ἰλύος, καθάρας σεαυτὸν ὡς ἀληθῶς, Πάτερ θεοφόρε· διὸ εὐφημοῦμέν σε.

Θεοτοκίον

Σὲ Παναγία Ἁγνή, τὴν καλλονὴν τοῦ Ἰακωβ πίστεως, θείαις φωναῖς, ἀνυμνολογοῦμεν, κυήσασαν ἡμῖν, Θεὸν σαρκοφόρον, ὃν τρέμει τὰ σύμπαντα.

δὴ ς'

Ἐν ἀβύσσῳ πταισμάτων

Θησαυροὺς οὐρανίους ἐπλούτησας, στέργων τὴν συμπάθειαν, Σαμψὼν ἀοίδιμε, καὶ ὑπανοίγων πένησι, σοῦ τὰ σπλάγχνα τελείῳ φρονήματι.

δομήσω εἰς δόξαν Θεοῦ ἡμῶν, οἶκον ἱερώτατον, ἐν ᾧ προστρέχοντες, πολυειδῶν καθαίρονται, νοσημάτων πιστοὶ Παμμακάριστε.

ερῶς σου τὸν βίον διήνυσας, καὶ μετὰ Ὁσίων ὁσίως ἐσκήνωσας, ὑπὲρ ἡμῶν δεόμενος, τῶν πιστῶς σε τιμώντων θεόπνευστε.

Θεοτοκίον

Οὐρανὸς ὑψηλὸς ἐχρημάτισας, τοῦ παμβασιλέως Θεοῦ Παναμώμητε, καὶ καθαρὸν παλάτιον, καὶ παστὰς φωτεινὴ θείᾳ χάριτι.

Ὁ Εἱρμὸς

ν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.

Κοντάκιον Ἦχος δ'

ς ἰατρὸν πανάριστον, καὶ λειτουργὸν εὐπρόσδεκτον, οἱ τῇ σορῷ σου τῇ θείᾳ προστρέχοντες, Σαμψὼν θεόφρον Ὅσιε, συνελθόντες σε ὕμνοις, καὶ ψαλμοῖς ἀνυμνοῦμεν, Χριστὸν δοξάζοντες, τὸν τοιαύτην σοι χάριν παρέχοντα τῶν ἰάσεων.

Συναξάριον

Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σαμψὼν τοῦ Ξενοδόχου.

Στίχοι

ξῆγεν ὁ πρὶν ἐκ γνάθου Σαμψὼν πόμα.

νῦν δὲ Σαμψὼν μύρον ἐκ τάφου βρύει.

Εἰκάδι ἑβδομάτῃ Σαμψὼν θάνε, βλῦσέ τε μύρα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀνέκτου.

Στίχοι

Οὐκ ἦν ἀνεκτὸν τῷ Ἀνέκτῳ μὴ στέργειν

Τὸν διὰ Χριστὸν θάνατον μέχρι τέλους.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

δὴ ζ'

Εἰκόνος χρυσῆς

σχὺν τὸν Χριστόν, κραταιὰν ἐν πειρασμοῖς ἔχων παμμάκαρ, βίου διέβης τὸ κλυδώνιον, ἀκαταπόντιστος Ὅσιε, καὶ πρὸς γαληνότατον ὅρμον, προσωρμίσθης γηθόμενος· Εὐλογητὸς εἶ ἐκβοῶν, ὁ τῶν Πατέρων Θεός.

Σοφίᾳ πολλῇ, καὶ στοργῇ πνευματικῇ Πάτερ κινούμενος, οἶκον ἐδείμω μάκαρ μέγιστον, ἐν ᾧ προσφευγοντες Ὅσιε, ἴασιν κομίζονται πάντες, οἱ βοῶντες καὶ λέγοντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Λαμπτὴρ φαεινός, ἀρετῶν θείῳ φωτὶ λελαμπρυσμένος, Σαμψὼν ὡράθης καὶ κατηύγασας, τῆς οἰκουμένης τὰ πέρατα· ὅθεν συνελθόντες σε πίστει, μακαρίζοντες ψάλλομεν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

πόκος ποτέ, προεδήλου τὴν ἁγνὴν Σεμνὴ γαστέρα σου, εἰσδεξαμένην τὴν οὐράνιον, δρόσον τὴν πάντας δροσίζουσαν, τοὺς κεκρατημένους τῇ δίψῃ, τῆς ἁμαρτίας κραυγάζοντας· Εὐλογημένη ἡ Θεόν, σαρκὶ κυήσασα.

δὴ η'

Τὸν ἐν καμίνῳ τοῦ πυρὸς

Γλῶσσαν κινῶν χαρμονικῶς, εἰς Θεοῦ Πάτερ Σαμψὼν ὕμνους, τὰ πάθη τῆς σαρκὸς ἐγκρατείᾳ, κατεδουλώσω ψυχῇ, καὶ δοῦλος Χριστοῦ γνησιώτατος, ὤφθης καὶ τῆς ἄνω, πόλεως κληρονόμος.

καθαρώτατός σου νοῦς, φρυκτωρίαις θεϊκαῖς ἠγλαϊσμένος, φωτεινότατος ὤφθη, καὶ δεκτικὸς καθαρῶν Παμμάκαρ θείων ἐπιλάμψεων· ὅθεν σε τιμῶμεν, ἐν ὕμνοις θεοφόρε.

ερωτάτην ἐσχηκώς, τὴν ζωὴν πανευκλεῶς Σαμψὼν παμμάκαρ, προφανῶς ἐδοξάσθης, πρὸς τὸν Θεὸν μετελθών. Ἰδοὺ γὰρ μένει τὸ μνημόσυνον, τὸ σὸν εἰς αἰῶνας, καὶ ἡ δικαιοσύνη.

Θεοτοκίον

Στῆσον παθῶν μου τὸ δεινόν, νῦν κλυδώνιον ἁγνὴ εὐλογημένη, καὶ πολέμησον πάντας, τοὺς ἀφειδῶς τῇ ἐμῇ, πτωχείᾳ Κόρῃ ἐπεμβαίνοντας, δυσμενεῖς ἀσάρκους, ὅπως πιστῶς ὑμνῶ σε.

Ὁ Εἱρμὸς

Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

δὴ θ'

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον

δοὺ ἡ μνήμη σου Πάτερ, ὥσπερ ἥλιος πᾶσιν, ἀνέτειλε φωτίζουσα φαιδρῶς, τοὺς ἐν αὐτῇ σε δοξάζοντας, ὡς θεράποντα θεῖον, Χριστοῦ καὶ κληρονόμον τῆς αὐτοῦ, βασιλείας καὶ πάντων, Ὁσίων συναρίθμιον.

ς φωταυγής σου ὁ βίος, ὡς μεγίστη ἡ δόξα, ὡς ὄλβιος ὁ τάφος σου Σοφέ, ἔνθα τὸ τίμιον σῶμά σου, κατακείμενον ῥῶσιν, πηγάζει τοῖς προστρέχουσι πιστῶς, καὶ τὴν σὴν ἐξαιτοῦσι, βοήθειαν ἑκάστοτε.

Σοῦ τὸ περίδοξον Πάτερ, ἰατρεῖον ὃ πόνοις, ἐκτήσω ἐπισκέπτεσθαι ἀεί, μὴ διαλίπῃς δεόμεθα, ἐν πολλῇ συμπαθείᾳ, ἀπαύστως προϊστάμενος ἡμῶν, καὶ κουφίζων ὀδύνας καὶ πόνους τῶν ψυχῶν ἡμῶν.

λιακὰς ἀπαστράπτων, τοῖς τιμῶσί σε Πάτερ, ἀκτῖνας φωταγώγησον ἡμῶν, τὰ τῆς ψυχῆς αἰσθητήρια, καὶ λαμπρότητος θείας, μετόχους καταξίωσον ἡμᾶς, ταῖς πρεσβείαις σου μάκαρ, γενέσθαι δυσωποῦμέν σε.

Θεοτοκίον

Φαεινοτάταις λαμπάσι, τοῦ ἐκ σοῦ σαρκωθέντος, Παρθένε Παναγία ὑπὲρ νοῦν, οἱ Θεοτόκον εἰδότες σε, φωτιζόμεθα πίστει, καὶ σκότους ἐκλυτρούμεθα παθῶν, καὶ κινδύνων παντοίων, καὶ βίου περιστάσεων.

Ὁ Εἱρμὸς

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ Ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνωμεν.

Ἐξαποστειλάριον

Ὁ οὐρανὸν τοῖς ἄστροις

σκόρπισας τὸν πλοῦτον, τοῖς πένησι θεαρέστως, καὶ ὁλικῶς ἀνετέθης, ὦ Σαμψὼν τῷ Κυρίῳ, ὃν ἐκδυσώπει ἀπαύστως, παθῶν ἡμᾶς ἐκλυτροῦσθαι.

Θεοτοκίον

Τῇ κραταιᾷ σου σκέπῃ, ἀπὸ ἐχθρῶν ἐπιβουλῆς, ἡμᾶς Ἁγνὴ τοὺς σοὺς δούλους, φύλαττε πάντας ἀβλαβεῖς· σὲ γὰρ κεκτήμεθα μόνην, καταφυγὴν ἐν ἀνάγκαις.

 

Καὶ ἡ λοιπὴ τοῦ Ὄρθρου Ἀκολουθία καὶ Ἀπόλυσις.