The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΜΑΪΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΚΣΤ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Κάρπου, ἑνὸς τῶν Ἑβδομήκοντα.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τοῦ Ἀποστόλου γ'.

Στιχηρὰ τοῦ Ἀποστόλου

Ἦχος α'

Πανεύφημοι Μάρτυρες

Δεκτικῶν ἐλλάμψεων τὸν νοῦν θεϊκῶν ποιούμενος, κατεφωτίσθης Πανόλβιε, καὶ εἰς τὸ κήρυγμα, τοῦ Χριστοῦ ἐξῆλθες, καὶ λαὸν ἐδίδαξας, πιστεύειν εἰς αὐτόν, ὡς φιλάνθρωπον, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

στρον φαεινότατον δειχθείς, θείαις ἐπιλάμψεσι, τῆς οἰκουμένης τὰ πέρατα, φωτίζεις πάντοτε, διδαχαῖς, Παμμάκαρ, καὶ σκεδάζεις χάριτι ἀχλὺν τῶν νοσημάτων ἑκάστοτε, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Θυσίαν ἀναίμακτον Θεῷ, θύων τελεώτατα, ὑπὲρ αὐτοῦ Μάρτυς τέθυσαι, καὶ προσενήνεξαι, νοητῇ τραπέζῃ, θῦμα εὐωδέστατον, Ἀπόστολε ὦ Κάρπε θεόληπτε· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... τῆς Ἑορτῆς

Εἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων

Δόξα... Καὶ νν... Θεοτοκον

Ἦχος α' Πανεύφημοι μάρτυρες

Φωτὸς ἐνδιαίτημα Ἁγνή, μόνη ἐχρημάτισας, τοῦ ἐκ Πατρὸς ἀναλάμψαντος· ὅθεν κραυγάζω σοι τὴν ἐσκοτισμένην, ψυχήν μου τοῖς πάθεσι, φωτὶ τῶν ἀρετῶν καταφαίδρυνον, καὶ ἐν σκηνώμασι, φωτεινοῖς σου κατασκήνωσον, ἐν ἡμέρᾳ τῆς κρίσεως Ἄχραντε.

Ἢ Σταυροθεοτοκίον

Σφαγήν σου τὴν ἄδικον Χριστέ, ἡ Παρθένος βλέπουσα, ὀδυρομένη ἐβόα σοι· Τέκνον γλυκύτατον, πῶς ἀδίκως πάσχεις; πῶς τῷ ξύλῳ κρέμασαι, ὁ πᾶσαν γῆν κρεμάσας τοῖς ὕδασι; Μὴ λίπῃς μόνην με, Εὐεργέτα πολυέλεε, τὴν μητέρα καὶ δούλην σου δέομαι.

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ἑορτῆς.

Ἀπολυτίκιον.  Ἦχος γ’

πόστολε Ἅγιε Κάρπου, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς  ἡμῶν.

Καὶ τῆς Ἑορτῆς

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Οἱ Κανόνες τῆς Ἑορτῆς, καὶ τῶν Ἁγίων.

Ὁ Κανων τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.

Τὸν κλεινὸν αἰνῶ Κάρπον ἐνθέῳ πόθῳ.

Ποίημα Ἰωσήφ.

δὴ α' Ἦχος δ'

ᾌσομαί σοι Κύριε ὁ Θεός μου

Τοὺς πόθῳ τελοῦντάς σου τὴν φωσφόρον, καὶ ἱερὰν πανευκλεῆ, καὶ πάντιμον μνήμην σου, φωτὸς ἐνθέου πλήρωσον, Ἀπόστολε πρεσβείαις σου.

λος ἀνακείμενος τῷ Δεσπότῃ τούτου τοὺς νόμους τοὺς σεπτούς, ἀτρώτους ἐτήρησας, ἀνόμους εὐνομίαν δέ, Ἀπόστολε ἐδίδαξας.

Νοῦν τὸν ὑπὲρ ἔννοιαν ἀγαπήσας, ἐν θεωρίᾳ μυστικῇ, τὸν νοῦν κατηυγάσθης, καὶ κόσμον κατεφώτισας, Παμμάκαρ ἱερώτατε.

Θεοτοκίον

Κύουσα Παρθένος ἀνερμηνεύτως, καὶ τοὺς τῆς φύσεως θεσμούς, καινίζουσα πέφυκας, Μήτηρ ἀειπάρθενος· διὸ σε μακαρίζομεν.

δὴ γ'

Τόξον δυνατῶν ἠσθένησε

Λύρα κρουομένη Πνεύματι, γέγονε Παμμάκαρ, ἡ θεοκίνητος γλῶσσά σου, φθεγγομένη τὰ μεγαλεῖα, τοῦ Σωτῆρος καὶ Θεοῦ ἡμῶν.

χων Λόγον τὸν προάναρχον, σὲ κατευοδοῦντα, καὶ προφανῶς ἐνισχύοντα, τοῖς ἀθέοις τὰς σωτηρίους τρίβους, Κάρπε καθυπέδειξας.

να Κάρπε τὸ σωτήριον, κήρυγμα τῇ κτίσει, ὡς Ἱεράρχης θεόληπτος καταγγείλῃς, πολλοὺς ὑπέστης, διωγμοὺς καὶ θλίψεις ἔνδοξε.

Θεοτοκίον

Νέον ὡς παιδίον τέτοκας, τὸν πρὸ τῶν αἰώνων, ἐκ τοῦ Πατρὸς ἀνατείλαντα, ἀπορρήτως Θεογεννῆτορ· διὰ τοῦτό σε δοξάζομεν.

Ὁ Εἱρμὸς

Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.

Κάθισμα Ἦχος γ'

Θείας πίστεως

Θείαν ἔλλαμψιν τοῦ Παρακλήτου, Κάρπε πάνσοφε εἰσδεδεγμένος, τοὺς σκοτισθέντας ἀγνωσίᾳ ἐφώτισας, καὶ μεταστὰς πρὸς τὰ ἄνω βασίλεια, τῷ Βασιλεῖ τῶν ἁπάντων παρίστασαι, ἐξαιτούμενος, Χριστὸν τὸν Θεὸν ἑκάστοτε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ τῆς Ἑορτῆς

Εἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων

Δόξα... Καὶ νν... Θεοτοκον

Ἦχος γ' Θείας πίστεως

Θείας φύσεως οὐκ ἐχωρίσθη, σάρξ γενόμενος ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον παρθένον Μητέρα σε, ὡς πρὸ τοῦ τόκου φυλάξας πανάμωμον, μόνος Κύριος, αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἢ Σταυροθεοτοκίον

ἀμίαντος Ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι! τέκνον μου, πῶς πάσχεις; θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον.

δὴ δ'

Δι' ἀγάπησιν Οἰκτίρμον

Οἰκοδόμησας ὡς λίθους πιστῶν τὸ πλῆθος, ἐν εὐσεβείας πέτρᾳ, καὶ ναοὺς ἀπειργάσω, τοῦ Ἁγίου Πνεύματος, θεόφρον Ἀπόστολε.

Νεουργήσας τῷ βαπτίσματι θεοκήρυξ, παλαιωθέντας γνώμῃ, τῇ φθορᾷ τοὺς ἀνθρώπους, ἔσωσας δοξάζοντας, Χριστὸν τὸν Θεὸν ἡμῶν.

ποφαίνων τὸ μυστήριον τὸ καλύψαν, ἐπ' ἀρετῇ θεόφρον, οὐρανούς, ἐφειλκύσω, ἔθνη πρὸς ἐπίγνωσιν, τὸ σκότος ἀφέμενα.

Μετὰ Παύλου τοῦ φωστῆρος τῆς οἰκουμένης, ὁδοιπορῶν πολλάκις, τὰς ὁδοὺς τὰς φερούσας, Κάρπε καθυπέδειξας, λαοῖς πρὸς εὐσέβειαν.

Θεοτοκίον

Νοερῶς ὁ θεοφόρος Θεογεννῆτορ, ὄρος σε βλέπει μέγα, καὶ κατάσκιον Κόρη, ἐξ οὗ ἐπεδήμησε, σαρκὶ ὁ Θεὸς ἡμῶν.

δὴ ε'

Τὸν φωτισμόν σου Κύριε

ς φυτοκόμος ἄριστος, ὑπέδειξας λαοῖς, ζωῆς τὸ ξύλον, ἐξ οὗ ὁ μετασχών, ζήσεται λοιπὸν εἰς τὸν αἰῶνα, χριστοκήρυξ Ἀπόστολε.

Κήρυξ ἐθνῶν Ἀπόστολος, διδάσκαλος σεπτός, ἱερομύστης καὶ ἱερολόγος, Κάρπε γεγονὼς ἐν εὐφροσύνῃ, τῷ Δεσπότῃ παρίστασαι.

νατολῆς ἐξώρμησαι, ὡς ἄδυτος φωστήρ, τὴν οἰκουμένην αὐγαῖς τῶν σῶν λόγων, καὶ τῶν ἱερῶν φωτίζων τρόπων, Ἱεράρχα. Ἀπόστολε

Θεοτοκίον

ύπου ψυχῆς καὶ σώματος, καθάρισόν με νῦν, εὐλογημένη, εὐσπλάγχνῳ σου ῥοπῇ, ὅπως σε ὑμνῶ καὶ μεγαλύνω, κατὰ χρέος Πανύμνητε.

δὴ ς'

Ἐβόησε, προτυπῶν

Πηγάζει σου, ἡ σορὸς τῶν λειψάνων τοῖς χρῄζουσιν, ἰαμάτων, Ἱεράρχα καρποὺς θείᾳ χάριτι, καὶ καθαίρει πάθη, καὶ βυθίζει ἀκάθαρτα πνεύματα.

λόγος σου, ἀλογίας ἀνθρώπους ἐρρύσατο, καὶ θαυμάτων, ἡ μεγίστη ἐπίδειξις ἔνδοξε, τοὺς πεπλανημένους, πρὸς εὐσέβειαν Κάρπε ὡδήγησε.

Νευρούμενος, δυναστείᾳ τῇ θείᾳ τὸν δράκοντα, τὸν εἰς ὕψος, βλασφημίαν λαλοῦντα διώλεσας, καὶ τοὺς ὑπ' ἐκείνου, ὀλλυμένους Ἀπόστολε ἔσωσας.

Θεοτοκίον

κύησας, ἀνωδύνως τὸν Πλάστην Πανάμωμε, τὰς ὀδύνας, καὶ τοὺς πόνους ἡμῶν ἀφαιρούμενον, καὶ τῆς ἀνωδύνου, ἀξιοῦντα τρυφῆς τὸ ἀνθρώπινον.

Ὁ Εἱρμὸς

βόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάμεων.

Κοντάκιον τῆς Ἑορτῆς

 

Συναξάριον

Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Κάρπου, ἑνὸς τῶν Ἑβδομήκοντα Ἀποστόλων.

Στίχοι

Καρποὺς ἐνεγκών, Κάρπε, δεκτοὺς Κυρίῳ

Φέρεις καθ' ὥραν τὴν τελευτὴν ὡς τρύγην.

Εἰκάδι ἕκτῃ Κάρπος ἀπὸ χθονὸς ἵπτατο μακρῆς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀλφαίου, καὶ τῶν Ἁγίων Μαρτύρων, Ἀβερκίου καὶ Ἑλένης.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

δὴ ζ'

Ἀβραμιαῖοι ποτὲ

Νόσους διώκων φθογγῇ, καὶ θεραπεύων πάθη, σφραγῖδι μόνῃ τὸ σωτήριον, διήγγειλας κήρυγμα, ἱερομύστα Κάρπε, φωτίζων τοὺς ἐν σκότει.

Θυμὸν ἀρχόντων Σοφέ, μὴ δειλιάσας ὅλως, τομῶς ἐχώρεις πρὸς ἀθλήσεως, ἐπίπονα σκάμματα, ὁ τῶν Πατέρων βοῶν· Θεὸς εὐλογητὸς εἶ.

πισκοπούμενόν σε, ὑπὸ Κυρίου Κάρπε, Βέρροια θεῖον ἐκληρώσατο, Ἐπίσκοπον ἄριστον, ἐπισκοποῦντα ταύτην, ἐπισκοπαῖς ἐνθέοις.

Θεοτοκίον

ς πλατυτέρα οὖσα, τῶν οὐρανῶν ἐν μήτρᾳ, ἐδέξω Λόγον τὸν ἀχώρητον, Παρθένε λυτρούμενον, στενοχωρίας πάσης, τὸ γένος ἀνθρώπων.

δὴ η'

Τὸν ἐν τῷ Σταυρῷ προσηλωθέντα

Παύλῳ τῷ σοφῷ καθηγεμόνι, διακονῶν ἐπιστολαῖς, ἐνθέοις Ἱεράρχα, τὰς σωτηριώδεις διδαχάς, διεπόρθμευσας τοῖς σῳζομένοις.

ρθρος φαεινὸς περιαυγάζων, τὴν οἰκουμένην τῷ φωτί, κηρύγματος ἐδείχθης, καὶ τῆς ἀγνωσίας τὸ βαθύ, ἀξιάγαστε ἐξαίρων σκότος.

Θαύματα τελῶν τῇ ἐπικλήσει, Πατρὸς καὶ Πνεύματος σοφέ, καὶ Λόγου σαρκωθέντος, ἔπεισας Ἑλλήνων τοὺς σοφούς, Τρισυπόστατον οὐσίαν σέβειν.

Θεοτοκίον

φθης οὐρανὸς Θεοκυῆτορ, ἐξανατέλλουσα ἡμῖν, τὸν τῆς δικαιοσύνης, Ἥλιον, φωτίζοντα ἡμᾶς, ἐπιγνώσεσι θεογνωσίας.

Ὁ Εἱρμὸς

Τὸν ἐν τῷ Σταυρῷ προσηλωθέντα, καὶ ὑποδείξαντα ἡμῖν, ὅπλον εἰς σωτηρίαν· Παῖδες ὑπερυψοῦτε, Χριστὸν τὸν Θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας.

δὴ θ'

Ὁ τόκος σου ἄφθορος

δὼν μετὰ δόξης ἀνελθόντα, Θεὸν σαρκοφόρον ἐν ὑψίστοις, ἑβδομήκοντα Κάρπε Μαθηταῖς, συναριθμούμενος ἐξῆλθες, ἅμα σὺν τούτοις, κήρυξ ἔνθεος δεικνύμενος.

ς πρόβατον μέσον ἀπεστάλης, τῶν λύκων μετάγων αὐτοὺς Κάρπε, πρὸς ἐπίγνωσιν λόγῳ ἀληθεῖ, τῆς σωτηρίας, καὶ μεταπλάττων, τούτων τὴν γνώμην, θεορρῆμον πρός εὐσέβειαν.

Συνόμιλος ὤφθης τῶν Ἀγγέλων Ἀπόστολε Κάρπε θεορρῆμον, Ἀποστόλων καὶ Μαρτύρων θαυμαστῶς, ἐν εὐσεβείᾳ τελειωθέντων, οἷς συγχορεύων, εὐφροσύνως ἡμῶν μέμνησο.

γίασας Κάρπε βηματίζων, τὴν γῆν καὶ τὸ ἅγιον κηρύττων, Εὐαγγέλιον πίστει καὶ ψυχάς, τῷ ζωοδότῃ λόγῳ προσῆξας· ὅθεν σοι νέμει, κληρουχίαν τὴν οὐράνιον.

Θεοτοκίον

Φωνὴν σοι προσάγομεν Παρθένε, τὴν τοῦ Γαβριὴλ ἀναβοῶντες· Χαῖρε κούφη νεφέλη· Χαῖρε γῆ ἀγεωργήτως στάχυν ὡραῖον, καρποφοροῦσα, τὸν τροφέα τῆς κτίσεως.

Ὁ Εἱρμὸς

τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε· διὸ πάντες μεγαλύνομεν.

Ἐξαποστειλάριον, τῆς Ἑορτῆς

 

Καὶ τὰ λοιπά, ὡς σύνηθες, καὶ Ἀπόλυσις