The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

ΔΕΚΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΚΣΤ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Ἡ σύναξις τῆς Ὑπεραγίας Θεοτόκου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Στιχολογία οὐ γίνεται. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς’ Καὶ ψάλλομεν τῆς Ἑορτῆς Στιχηρὰ Ἰδιόμελα δευτεροῦντες τὰ δύο.

Ἦχος β’  Γερμανοῦ.

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τὸ παρὸν μυστήριον ἐκδιηγούμενοι. Τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται, ἡ φλογίνη ῥομφαία τὰ νῶτα δίδωσι, καὶ τὰ Χερουβίμ παραχωρεῖ τοῦ ξύλου τῆς ζωῆς, κἀγὼ τοῦ Παραδείσου τῆς τρυφῆς μεταλαμβάνω, οὗ προεξεβλήθην διὰ τῆς παρακοῆς. Ἡ γὰρ ἀπαράλλακτος εἰκὼν τοῦ Πατρός, ὁ χαρακτήρ τῆς ἀϊδιότητος αὐτοῦ, μορφὴν δούλου λαμβάνει, ἐξ ἀπειρογάμου Μητρὸς προελθών, οὐ τροπὴν ὑπομείνας·ὃ γὰρ ἦν διέμεινε, Θεὸς ὢν ἀληθινός, καὶ ὃ οὐκ ἦν προσέλαβεν, ἄνθρωπος γενόμενος διὰ φιλανθρωπίαν· αὐτῷ βοήσωμεν· Ὁ τεχθεὶς ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς.

Ἀνατολίου  ὁ αὐτὸς.

Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος, ἐκ τῆς Ἁγίας Παρθένου, πεφώτισται τὰ σύμπαντα. Ποιμένων γὰρ ἀγραυλούντων, καὶ Μάγων προσκυνούντων, Ἀγγέλων ἀνυμνούντων, Ἡρῴδης ἐταράσσετο, ὅτι Θεὸς ἐν σαρκὶ ἐφάνη, Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ὁ αὐτὸς.

Βασιλεία σου, Χριστὲ ὁ Θεός, βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ Δεσποτεία σου, ἐν πάσῃ γενεᾷ. Ὁ σαρκωθεὶς ἐκ Πνεύματος Ἁγίου, καὶ ἐκ τῆς ἀειπαρθένου Μαρίας ἐνανθρωπήσας, φῶς ἡμῖν ἔλαμψας, Χριστὲ ὁ Θεός, τῇ  σῇ παρουσίᾳ, φῶς ἐκ φωτός, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, πᾶσαν κτίσιν ἐφαίδρυνας. Πᾶσα πνοὴ αἰνεῖ σε, τὸν χαρακτῆρα τῆς δόξης τοῦ Πατρός. Ὁ  Ὢν καὶ προών, καὶ ἐκλάμψας ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς.

Ὁ αὐτὸς.

Τὶ σοι προσενέγκωμεν Χριστέ, ὅτι ὤφθης ἐπὶ γῆς ὡς ἄνθρωπος δι' ἡμᾶς· ἕκαστον γὰρ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, τὴν εὐχαριστίαν σοι προσάγει· οἱ Ἀγγελοι τὸν ὕμνον· οἱ οὐρανοὶ τὸν Ἀστέρα· οἱ Μάγοι τὰ δῶρα· οἱ Ποιμένες τὸ θαῦμα· ἡ Γῆ τὸ Σπήλαιον· ἡ ἔρημος τὴν φάτνην· ἡμεῖς δὲ Μητέρα Παρθένον. Ὁ πρὸ αἰώνων Θεός, ἐλέησον ἡμᾶς.

Δόξα... Καὶ νῦν ... Ἦχος πλ. β’

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη. Σήμερον δέχεται ἡ Βηθλεέμ, τὸν καθήμενον διὰ παντὸς σὺν Πατρί. Σήμερον Ἄγγελοι τὸ βρέφος τὸ τεχθέν, θεοπρεπῶς δοξολογοῦσι. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

Προκείμενον  Ἦχος βαρὺς.

Τὶς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος.

Στίχ. γνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου.

Τὶς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν...

Στίχ. Καὶ εἶπα· Nῦν ἠρξάμην· αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου.

Τὶς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν...

Εἰς τὸν Στίχον, Στιχηρὰ Ἰδιόμελα.

Ἦχος πλ. δ’  Ἰωάννου Μοναχοῦ.

Παράδοξον Μυστήριον, οἰκονομεῖται σήμερον! καινοτομοῦνται φύσεις, καὶ Θεὸς ἄνθρωπος γίνεται· ὅπερ ἦν μεμένηκε, καὶ ὃ οὐκ ἦν προσέλαβεν, οὐ φυρμὸν ὑπομείνας, οὐδὲ διαίρεσιν.

Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ  μου.

Κύριε, ἐν Βηθλεὲμ παραγέγονας, ἐν τῷ Σπηλαίῳ παρῴκησας, ὁ οὐρανὸν τὸν θρόνον ἔχων, ἐν φάτνῃ ἀνεκλίθης, ὃν στρατιαὶ κυκλοῦσιν Ἀγγέλων, Ποιμέσι συγκατέβης, ἵνα σώσῃς ὡς εὔσπλαγχνος τὸ γένος ἡμῶν, δόξα σοι.

Στίχ. κ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά.

Πῶς ἐξείπω τὸ μέγα Μυστήριον; ὁ ἄσαρκος σαρκοῦται, ὁ Λόγος παχύνεται, ὁ ἀόρατος ὁρᾶται καὶ ὁ ἀναφὴς ψηλαφᾶται· καὶ ὁ ἄναρχος ἄρχεται. Ὁ Υἱὸς τοῦ Θεοῦ, ἀνθρώπου Υἱὸς γίνεται, Ἰησοῦς Χριστός, χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας.

Δόξα... Καὶ νῦν... ὁ αὐτὸς.

ν Βηθλεὲμ συνέδραμον Ποιμένες, τὸν ἀληθῆ μηνύοντες Ποιμένα, τὸν καθήμενον ἐπὶ τῶν Χερουβίμ, καὶ ἀνακείμενον ἐν φάτνῃ, Νηπίου μορφὴν δι' ἡμᾶς ἀνειληφότα, Κύριε δόξα σοι.

Ἀπολυτίκιον  Ἦχος δ’

γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς  ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν.

Κάθισμα  Ἦχος δ’

Κατεπλάγη Ἰωσὴφ.

Δεῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός, ἀκολουθήσωμεν λοιπὸν ἔνθα ὁδεύει ὁ ἀστήρ, μετὰ τῶν Μάγων Ἀνατολῆς τῶν Βασιλέων. Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον, Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. ίς)

Μετὰ τὴν β’ Στιχολογίαν

Κάθισμα ὅμοιον.

Τὶ θαυμάζεις Μαριάμ; τὶ ἐκθαμβεῖσαι τῷ ἐν σοὶ; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρος εἰμί, καὶ πῶς τέξω Υἱόν; ἄσπορον γονὴν τὶς ἑώρακεν; ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται. Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. ίς)

Μετὰ δὲ τὸν Πολυέλεον.

Κάθισμα  ὅμοιον.

ἀχώρητος παντί, πῶς ἐχωρήθη ἐν γαστρὶ; ὁ ἐν κόλποις τοῦ Πατρός, πῶς ἐν ἀγκάλαις τῆς Μητρός; πάντως ὡς οἶδεν ὡς ἠθέλησε καὶ ὡς, ηὐδόκησεν· ἄσαρκος γὰρ ὢν, ἐσαρκώθη ἑκών· καὶ γέγονεν ὁ Ὢν ὃ οὐκ ἦν δι' ἡμᾶς· καὶ μὴ ἐκστὰς τῆς φύσεως, μετέσχε τοῦ ἡμετέρου φυράματος. Διπλοῦς ἐτέχθη, Χριστὸς τὸν ἄνω, κόσμον θέλων ἀναπληρῶσαι. ίς)

Καὶ οἱ Κανόνες. Ὁ Παρὼν τοῦ κυρίου Κοσμᾶ, φέρων ἀκροστιχίδα τήνδε.

Χριστὸς βροτωθεὶς ἦν ὅπερ Θεὸς μένῃ.

Ὠδὴ α’  Ἦχος α’

Ὁ Εἱρμὸς.

Χριστὸς γεννᾶται, δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε, ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

εύσαντα ἐκ παραβάσεως, Θεοῦ τὸν κατ' εἰκόνα γενόμενον, ὅλον τῆς φθορᾶς ὑπάρξαντα, κρείττονος ἑπταικότα θείας ζωῆς, αὖθις ἀναπλάττει, ὁ σοφὸς Δημιουργός, ὅτι δεδόξασται.

δὼν ὁ Κτίστης ὀλλύμενον, τὸν ἄνθρωπον χερσίν, ὃν ἐποίησε, κλίνας οὐρανοὺς κατέρχεται, τοῦτον δὲ ἐκ Παρθένου θείας Ἁγνῆς, ὅλον οὐσιοῦται, ἀληθείᾳ σαρκωθείς, ὅτι δεδόξασται.

Σοφία λόγος καὶ δύναμις, Υἱὸς ὢν τοῦ Πατρός, καὶ ἀπαύγασμα, Χριστὸς ὁ Θεός, δυνάμεις λαθών, ὅσας ὑπερκοσμίους, ὅσας ἐν γῇ, καὶ ἐνανθρωπήσας, ἀνεκτήσατο ἡμᾶς, ὅτι δεδόξασται.

Ἕτερος Κανὼν Ἰαμβικός, Ἰωάννου Μοναχοῦ, φέρων ἀκροστιχίδα τήνδε διὰ στίχων Ἡρωελεγείων

Εὐεπίης μελέεσσιν ἐφύμνια ταῦτα λιγαίνει. Υἷα Θεοῦ μερόπων ἕνεκα τικτόμενον. Ἐν χθονί, καὶ λύοντα πολύστονα πὴματα κόσμου. Ἀλλ' Ἄνα. ῥητῆρας ῥύεο τῶν δε πόνων.

Ὠδὴ α’  Ἦχος ὁ αὐτὸς.

Ὁ Εἱρμὸς.

σωσε λαόν, θαυματουργῶν Δεσπότης, Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι. Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν, Πόλου τίθησιν ἡμῖν, ὃν κατ οὐσίαν, Ἶσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν.

νεγκε γαστὴρ ἡγιασμένη Λόγον, Σαφῶς ἀφλέκτῳ ζωγραφουμένη βάτῳ, Μιγέντα μορφῇ, τῇ  βροτησίᾳ Θεόν, Εὔας τάλαιναν, νηδὺν ἀρᾶς τῆς πάλαι, Λύοντα πικρᾶς, ὃν βροτοὶ δοξάζομεν.

 δειξεν ἀστὴρ τὸν πρὸ ἡλίου Λόγον, Ἐλθόντα παῦσαι τὴν ἁμαρτίαν Μάγοις, Σαφῶς πενιχρὸν εἰς σπέος τὸν συμπαθῆ, Σὲ σπαργάνοις ἑλικτόν, ὃν γεγηθότες, Ἶδον τὸν αὐτόν, καὶ βροτὸν καὶ Κύριον.

Ὠδὴ γ’  Ὁ Εἱρμὸς.

Τῶ πρὸ τῶν αἰώνων, ἐκ πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε.

τῆς ἐπιπνοίας, μετασχὼν τῆς ἀμείνω Ἀδὰμ χοϊκός, καὶ πρὸς φθορὰν κατολισθήσας, γυναικείᾳ ἀπάτῃ, Χριστὸν γυναικὸς βοᾷ ἐξορῶν, ὁ δι' ἐμὲ κατ ἐμὲ γεγονώς, ἅγιος εἶ Κύριε.

Σύμμορφος πηλίνης, εὐτελοῦς διαρτίας Χριστὲ γεγονώς, καὶ μετοχῇ σαρκὸς τῆς χείρω, μεταδοὺς θείας φύτλης, βροτὸς πεφυκώς, καὶ μείνας Θεός, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.

Βηθλεὲμ εὐφραίνου, Ἡγεμόνων Ἰούδα βασίλεια· τὸν Ἰσραὴλ γὰρ ὁ ποιμαίνων, Χερουβὶμ ὁ ἐπ' ὤμων, ἐκ σοῦ προελθὼν Χριστὸς ἐμφανῶς, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, πάντων ἐβασίλευσεν.

Ἰαμβικὸς  Ὁ Εἱρμὸς.

Νεῦσον πρὸς ὕμνους οἰκετῶν Εὐεργέτα, Ἐχθροῦ ταπεινῶν τὴν ἐπηρμένην ὀφρύν, Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας, Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους, Μάκαρ, μελῳδοὺς τῇ  βάσει τῆς πίστεως.

Νύμφης πανάγνου τὸν πανόλβιον τόκον Ἰδεῖν ὑπὲρ νοῦν ἠξιωμένος χορός, Ἄγραυλος ἐκλονεῖτο, τῷ ξένῳ τρόπῳ. Τάξιν μελῳδοῦσάν τε τῶν Ἀσωμάτων, Ἄνακτα Χριστόν, ἀσπόρως σαρκούμενον.

ψους ἀνάσσων οὐρανῶν εὐσπλαγχνίᾳ, Τελεῖ καθ' ἡμᾶς ἐξ ἀνυμφεύτου Κόρης, Ἄϋλος ὢν τὸ πρόσθεν, ἀλλ' ἐπ' ἐσχάτων Λόγος παχυνθεὶς σαρκί, τὸν πεπτωκότα, Ἵνα πρὸς αὐτὸν ἑλκύσῃ πρωτόκτιστον.

Κάθισμα  Ἦχος πλ. δ’

Τὸ προσταχθὲν μυστικῶς.

γαλλιάσθω οὐρανός, γῆ εὐφραινέσθω. ὅτι ἐτέχθη ἐπὶ γῆς, ὁ Ἀμνὸς τοῦ Θεοῦ, παρέχων τῷ κόσμῳ τὴν ἀπολύτρωσιν. Ὁ Λόγος ὁ ἐν τοῖς κόλποις ὢν τοῦ Πατρός, προῆλθεν ἐκ τῆς Παρθένου ἄνευ σπορᾶς, ὃν οἱ Μάγοι ἐξίσταντο, ὁρῶντες ἐν Βηθλεέμ, τικτόμενον ὡς νήπιον ὃν δοξάζει τὰ σύμπαντα.

Δόξα... Καὶ νῦν... τὸ αὐτὸ. 

Ὠδὴ δ’  Ὁ Εἱρμὸς.

άβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας· ἐξ ὄρους ὁ αἰνετὸς κατασκίου δασέος ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός· Δόξα τῇ  δυνάμει σου Κύριε.

ν πάλαι προεῖπεν Ἰακώβ, ἐθνῶν ἀπεκδοχὴν Χριστέ, φυλῆς Ἰούδα ἐξανέτειλας, καὶ δύναμιν Δαμασκοῦ, Σαμαρείας σκῦλά τε, ἦλθες προνομεύσων πλάνην τρέπων, εἰς πίστιν θεοτερπῆ. Δόξα τῇ  δυνάμει σου Κύριε.

Τοῦ Μάντεως πάλαι Βαλαάμ, τῶν λόγων μυητὰς σοφούς, ἀστεροσκόπους χαρᾶς ἔπλησας, ἀστὴρ ἐκ τοῦ Ἰακώβ, ἀνατείλας Δέσποτα, Ἐθνῶν ἀπαρχὴν εἰσαγομένους, ἐδέξω δὲ προφανῶς, δῶρά σοι δεκτὰ προσκομίζοντας.

ς πόκῳ γαστρὶ Παρθενικῇ, κατέβης ὑετὸς Χριστέ, καὶ ὡς σταγόνες ἐν γῇ στάζουσαι. Αἰθίοπες καὶ θαρσεῖς, καὶ Ἀράβων νῆσοί τε, Σαβᾶ Μήδων, πάσης γῆς κρατοῦντες, προσέπεσόν σοι Σωτήρ. Δόξα τῇ  δυνάμει σου Κύριε.

Ἰαμβικὸς  Ὁ Εἱρμὸς.

Γένους βροτείου τὴν ἀνάπλασιν πάλαι, Ἄδων Προφήτης Ἀββακούμ, προμηνύει, Ἰδεῖν ἀφράστως ἀξιωθεὶς τὸν τύπον· Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου, Ἐξῆλθε λαῶν, εἰς ἀνάπλασιν Λόγος.

σος προῆλθες τοῖς  βροτοῖς ἑκουσίως, Ὕψιστε, σάρκα προσλαβὼν ἐκ Παρθένου, Ἰὸν καθᾶραι τῆς δρακοντείας κάρας, Ἄγων ἅπαντας πρὸς σέλας ζωηφόρον, Θεὸς πεφυκώς, ἐκ πυλῶν ἀνηλίων.

θνη τὰ πρόσθεν τῇ φθορᾷ βεβυσμένα. Ὄλεθρον ἄρδην δυσμενοῦς πεφευγότα, Ὑψοῦτε χεῖρας, σὺν κρότοις ἐφυμνίοις, Μόνον σέβοντα Χριστόν, ὡς εὐεργέτην, Ἐν τοῖς καθ ἡμᾶς συμπαθῶς ἀφιγμένον.

ίζης φυεῖσα τοῦ Ἰεσσαὶ Παρθένε, Ὅρους παρῆλθες, τῶν βροτῶν τῆς οὐσίας, Πατρὸς τεκοῦσα τὸν πρὸ αἰώνων Λόγον. Ὡς ηὐδόκησεν αὐτός, ἐσφραγισμένην, Νηδὺν διελθεῖν τῇ  κενώσει τῇ  ξένῃ.

Ὠδὴ ε’  Ὁ Εἱρμὸς.

Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε Φιλάνθρωπε.

ν δούλοις τῷ Καίσαρος δόγματι, ἀπεγράφης πειθήσας, καὶ δούλους ἡμᾶς, ἐχθροῦ καὶ ἁμαρτίας, ἠλευθέρωσας Χριστέ, ὅλον τὸ καθ᾿ ἡμᾶς δὲ πτωχεύσας, καὶ χοϊκόν ἐξ αὐτῆς ἑνώσεως, καὶ κοινωνίας ἐθεούργησας.

δοὺ ἡ Παρθένος, ὡς πάλαι φησίν, ἐν γαστρὶ συλλαβοῦσα ἐκύησε, Θεὸν ἐνανθρωπήσαντα, καὶ μένει Παρθένος· δι ἧς καταλλαγέντες Θεῷ οἱ ἁμαρτωλοί, Θεοτόκον κυρίως οὖσαν, ἐν πίστει ἀνυμνήσωμεν.

Ἰαμβικὸς  Ὁ Εἱρμὸς.

κ νυκτὸς ἔργων, ἐσκοτισμένης πλάνης Ἱλασμὸν ἡμῖν Χριστὲ τοῖς  ἐγρηγόρως, Νῦν σοι τελοῦσιν ὕμνον, ὡς εὐεργέτῃ, Ἔλθοις πορίζων εὐχερῆ τε τὴν τρίβον, Καθ' ἣν ἀνατρέχοντες, εὕροιμεν κλέος.

πηνὲς ἔχθος, τὸ πρὸς αὐτὸν Δεσπότης, Τεμὼν διαμπάξ, σαρκὸς ἐν παρουσίᾳ, Ἵνα κρατοῦντος ὤλεσε ψυχοφθόρου, Κόσμον συνάπτων, ταῖς ἀΰλοις οὐσίαις, Τιθεὶς προσηνῆ, τὸν Τεκόντα τῇ  κτίσει.

λαὸς εἶδεν, ὁ πρὶν ἠμαυρωμένος, Μεθ' ἡμέραν φῶς, τῆς ἄνω φρυκτωρίας. Ἔθνη Θεῷ δέ, κλῆρον Υἱὸς προσφέρει, Νέμων ἐκεῖσε τὴν ἀπόρρητον χάριν, Οὗ πλεῖον ἐξήνθησεν ἡ ἁμαρτία.

Ὠδὴ ς’  Ὁ Εἱρμὸς.

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν ἐνάλιος θήρ οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβὼν διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.

λθε σαρκωθείς, Χριστὸς ὁ Θεὸς ἡμῶν, γαστρὸς ὃν Πατήρ, πρὸ Ἑωσφόρου γεννᾷ, τὰς ἡνίας δέ, ὁ κρατῶν τῶν ἀχράντων Δυνάμεων, ἐν φάτνῃ τῶν ἀλόγων ἀνακλίνεται, ῥάκει σπαργανοῦται, λύει δέ, πολυπλόκους σειρὰς παραπτώσεων.

Νέον ἐξ Ἀδάμ, παιδίον φυράματος ἐτέχθη Υἱός, καὶ πιστοῖς δέδοται, τοῦ δὲ μέλλοντος, οὗτός ἐστιν αἰῶνος, Πατὴρ καὶ Ἄρχων, καὶ καλεῖται τῆς μεγάλης Βουλῆς Ἄγγελος· οὗτος ἰσχυρὸς Θεὸς ἐστι, καὶ κρατῶν ἐξουσίᾳ τῆς κτίσεως.

Ἰαμβικὸς  Ὁ Εἱρμὸς.

Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις, Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι. Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει, Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην, θᾶττον μολεῖν σε τῆς ἐμῆς ῥαθυμίας.

ς ἦν ἐν ἀρχῇ, πρὸς Θεὸν Θεὸς Λόγος, Νυνὶ κρατύνει, μὴ σθένουσαν τὴν πάλαι, Ἰδὼν φυλάξαι, τὴν καθ ἡμᾶς οὐσίαν, Καθεὶς ἑαυτὸν δευτέρᾳ κοινωνίᾳ Αὖθις προφαίνων, τῶν παθῶν ἐλευθέραν.

Ἷκται δι' ἡμᾶς, Ἀβραὰμ ἐξ ὀσφύος, Λυγρῶς πεσόντας, ἐν σκότει τῶν πταισμάτων, Υἱοὺς ἐγεῖραι, τῶν κάτω νενευκότων, Ὁ φῶς κατοικῶν, καὶ φάτνην παρ' ἀξίαν. Νῦν εὐδοκήσας, εἰς βροτῶν σωτηρίαν.

Κοντάκιον  Ἦχος πλ. β’

πρὸ Ἑωσφόρου ἐκ Πατρὸς ἀμήτωρ γεννηθείς, ἐπὶ τῆς γῆς ἀπάτωρ ἐσαρκώθη σήμερον ἐκ σοῦ· ὅθεν Ἀστὴρ εὐαγγελίζεται Μάγοις, Ἄγγελοι δὲ μετὰ Ποιμένων ὑμνοῦσι, τὸν ἄχραντον Τόκον σου, ἡ Κεχαριτωμένη.

Ὁ Οἶκος.

Τὸν ἀγεώργητον βότρυν βλαστήσασα, ἡ μυστικὴ ἄμπελος ὡς ἐπὶ κλάδων, ἀγκάλαις ἐβάσταζε, καὶ ἔλεγε. Σὺ εἶ καρπός μου, σὺ εἶ ἡ ζωή μου. Ἀφ' οὗ ἔγνων, ὅτι καὶ ὃ ἤμην εἰμί, σύ μου Θεός· τὴν γὰρ σφραγῖδα τῆς Παρθενίας μου ὁρῶσα ἀκατάλυτον, κηρύττω σε ἄτρεπτον Λόγον, σάρκα γενόμενον. Οὐκ οἶδα σποράν, οἶδά σε λύτην τῆς φθορᾶς· Ἁγνὴ γὰρ εἰμι, σοῦ προελθόντος ἐξ ἐμοῦ· ὡς γὰρ εὗρες, ἔλιπες μήτραν ἐμήν. Διὰ τοῦτο συγχορεύει πᾶσα κτίσις βοῶσά μοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Συναξάριον.

Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, H Σύναξις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου.

Στίχοι

Λεχὼ ἄμωμον ἀνδρὸς μὴ γνοῦσαν λέχος,

Δώροις ἀμώμοις δεξιοῦμαι τοῖς  λόγοις.

Mολπὴν ἁγνοτάτῃ λεχοῖ εἰκάδι ἕκτῃ ἀείδω.

Περὶ τῆς εἰς Αἴγυπτον φυγῆς τῆς Ὑπεραγίας Θεοτόκου.

Στίχοι

κοντα πρὸς σέ, τὸν πάλαι πλήξαντά σε,

Αἴγυπτε φρίττε, καὶ Θεὸν τοῦτον φρόνει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Εὐθυμίου, Ἐπισκόπου Σάρδεων τοῦ Ὁμολογητοῦ.

Στίχοι

Χριστῷ παραστάς, Εὐθύμιε τρισμάκαρ,

Πλήρης ἀλήκτου τυγχάνεις εὐθυμίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κωνσταντίνου τοῦ ἐξ' Ἰουδαίων.

Στίχοι

ς ἐξ ἀκανθῶν τῶν Ἰουδαίων ῥόδον,

θεῖος ἀνθεῖ καὶ θανών, Κωνσταντῖνος.

Καὶ Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Εὐαρέστου.

Στίχοι

σπευδεν Εὐάρεστος ἔργῳ καὶ λόγῳ,

ως τελευτῆς εὐαρεστεῖν σοι Λόγε.

Μνήμη τοῦ ἁγίου νέου ἱερομάρτυρος Κωνσταντίνου τοῦ Ῥώσου, ἀθλήσαντος ἐν Κωνσταντινοπόλει κατὰ τὸ 1743 ἔτος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Ὠδη ζ’  Ὁ Εἱρμὸς.

Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐκπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.

Ποιμένες ἀγραυλοῦντες, ἐκπλαγοῦς φωτοφανείας ἔτυχον· δόξα Κυρίου γὰρ αὐτούς, περιέλαμψε καὶ Ἄγγελος. Ἀνυμνήσατε βοῶν, ὅτι ἐτέχθη Χριστός, ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.

ξαίφνης σὺν τῷ λόγῳ τοῦ Ἀγγέλου, οὐρανῶν στρατεύματα, Δόξα ἐκραύγαζον Θεῷ, ἐν ὑψίστοις, ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία, Χριστὸς ἔλαμψεν. Ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.

ῆμα τὶ τοῦτο; εἶπον οἱ Ποιμένες· διελθόντες ἴδωμεν τὸ γεγονός, θεῖον Χριστόν· Βηθλεὲμ καταλαβόντες δέ, σὺν τῇ  τεκούσῃ προσεκύνουν ἀναμέλποντες· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.

Ἰαμβικὸς  Ὁ Εἱρμὸς.

Τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ, Ἄπλητα θυμαίνοντος ἠγκιστρωμένοι, Παῖδες τυράννου δύσθεον γλωσσαλγίαν, Οἷς εἴκαθε πῦρ ἄσπετον, τῷ Δεσπότῃ, Λέγουσιν· Εἰς αἰῶνας εὐλογητὸς εἶ.

πηρέτας μὲν ἐμμανῶς καταφλέγει, Σῴζει δὲ παφλάζουσα ῥοιζηδὸν νέους, Ταῖς ἑπταμέτροις καύσεσι πυργουμένη, Οὓς ἔστεφε φλόξ, ἄφθονον τοῦ Κυρίου, Νέμοντος, εὐσεβείας ἕνεκα, δρόσον.

ρωγὲ Χριστέ, τὸν βροτοῖς ἐναντίον, Πρόβλημα τὴν σάρκωσιν ἀρρήτως ἔχων, ᾜσχυνας, ὄλβον τῆς θεώσεως φέρων, Μορφούμενος νῦν·  ἧς τινος δι' ἐλπίδα, Ἄνωθεν εἰς κευθμῶνας ἤλθομεν ζόφου.

Τὴν ἀγριωπόν, ἀκρατῶς γαυρουμένην, Ἄσεμνα βακχεύουσαν ἐξοιστρουμένου, Κόσμου καθεῖλες πανσθενῶς ἁμαρτίαν. Οὓς εἵλκυσε πρίν, σήμερον τῶν ἀρκύων, Σῴζεις δέ, σαρκωθεὶς ἑκὼν Εὐεργέτα.

Ὠδὴ η’  Ὁ Εἱρμὸς.

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

λκει Βαβυλῶνος ἡ θυγάτηρ παῖδας, δορυκτήτους Δαυΐδ, ἐκ Σιὼν ἐν αὐτῇ, δωροφόρους πέμπει δέ, Μάγους παῖδας, τὴν τοῦ Δαυΐδ θεοδόχον θυγατέρα λιτανεύσοντα· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

ργανα παρέκλινε τὸ πένθος ᾠδῆς· οὐ γὰρ ᾗδον ἐν νόθοις οἱ παῖδες Σιών, Βαβυλῶνος λύει δέ, πλάνην πᾶσαν καὶ μουσικῶν, ἁρμονίαν Βηθλεὲμ ἐξανατείλας Χριστός· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Σκῦλα Βαβυλὼν τῆς Βασιλίδος Σιών, καὶ δορύκτητον ὄλβον ἐδέξατο, θησαυροὺς Χριστός, ἐν Σιὼν δὲ ταύτης, καὶ Βασιλεῖς σὺν ἀστέρι ὁδηγῷ, ἀστροπολοῦντας ἕλκει· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Ἰαμβικὸς  Ὁ Εἱρμὸς.

Μήτραν ἀφλέκτως εἰκονίζουσι Κόρης, Οἱ τῆς παλαιᾶς πυρπολούμενοι νέοι, Ὑπερφυῶς κύουσαν, ἐσφραγισμένην. Ἄμφω δὲ δρῶσα, θαυματουργίᾳ μιᾷ, Λαοὺς πρὸς ὕμνον ἐξανίστησι χάρις.

Λύμην φυγοῦσα τοῦ θεοῦσθαι τῇ  πλάνῃ, Ἄληκτον ὑμνεῖ τὸν κενούμενον Λόγον. Νεανικῶς ἅπασα σὺν τρόμῳ κτίσις, Ἄδοξον εὖχος δειματουμένη φέρειν, Ῥευστὴ γεγῶσα, κἂν σοφῶς ἐκαρτέρει.

κεις πλανῆτιν πρὸς νομὴν ἐπιστρέφων, Τὴν ἀνθοποιὸν ἐξ ἐρημαίων λόφων, Ἡ τῶν ἐθνῶν ἔγερσις, ἀνθρώπων φύσιν. Ῥώμην βιαίαν τοῦ βροτοκτόνου σβέσαι, Ἀνὴρ φανείς τε, καὶ Θεὸς προμηθείᾳ.

Καταβασίαι, αἱ Ἰαμβικαὶ μόνον,  Ἔσωσε λαόν, κ.τ.λ. Ἡ τιμιωτέρα οὐ στιχολογεῖται, ἀλλ' ἀντ' αὐτῆς ψάλλεται ἡ θ’ Ὠδή, μετὰ τῶν μεγαλυναρίων αὐτῆς.

Ὠδὴ θ’

ΜΕΓΑΛΥΝΑΡΙΑ

Ψαλλόμενα ἐν τῇ Ὠδῇ ταύτῃ  Ἦχος α’

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων. (Δίς)

Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς Παρθένου, Θεὸν σαρκὶ τεχθέντα.

Μεγάλυνον ψυχή μου, τὸν ἐν τῷ Σπηλαίῳ, τεχθέντα Βασιλέα.

Μεγάλυνον ψυχή μου, τῶν ὑπὸ τῶν Μάγων, Θεὸν προσκυνηθέντα.

Μεγάλυνον ψυχή μου, τὸν ὑπὸ Ἀστέρος, τοῖς  Μάγοις μηνυθέντα.

Μεγάλυνον ψυχή μου, τὴν ἁγνὴν Παρθένον, τὴν γεννησαμένην, Χριστὸν τὸν Βασιλέα.

Μάγοι καὶ Ποιμένες, ἦλθον προσκυνῆσαι, Χριστὸν τὸν γεννηθέντα, ἐν Βηθλεὲμ τῇ  πόλει.

 

Ἔτερα εἰς τὸν Ἰαμβικὸν Κανόνα

Σήμερον ἡ Παρθένος, τίκτει τὸν Δεσπότην, ἔνδον ἐν τῷ Σπηλαίῳ.

Σήμερον ὁ Δεσπότης, τίκτεται ὡς βρέφος, ὑπὸ Μητρὸς Παρθένου.

Σήμερον οἱ Ποιμένες, βλέπουσι τὸν Σωτῆρα, σπαργάνοις εἱλημένον, καὶ κείμενον ἐν Φάτνῃ.

Σήμερον ὁ Δεσπότης, ῥάκει σπαργανοῦται, ὁ ἀναφὴς ὡς βρέφος.

Σήμερον πᾶσα κτίσις, ἀγάλλεται καὶ χαίρει, ὅτι Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου Κόρης.

Οὐράνιαι Δυνάμεις τεχθέντα τὸν Σωτῆρα, Κύριον καὶ Δεσπότην, μηνύουσι τῷ κόσμῳ.

Δόξα...

Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, Θεότητος τὸ κράτος.

Καὶ νῦν ...

Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.

Ὁ Εἱρμὸς.

Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον· θρόνον Χερουβικόν, τὴν Παρθένον· τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν.

ξαίσιον δρόμον, ὁρῶντες οἱ Μάγοι, ἀσυνήθους νέου ἀστέρος ἀρτιφαοῦς, οὐρανίου ὑπερλάμποντος, Χριστὸν Βασιλέα ἐτεκμήραντο, ἐν γῇ γεννηθέντα Βηθλεέμ, εἰς σωτηρίαν ἡμῶν.

Νεηγενὲς Μάγων λεγόντων, παιδίον Ἄναξ, οὗ ἀστὴρ ἐφάνη, ποῦ ἐστίν; εἰς γὰρ ἐκείνου προσκύνησιν ἥκομεν· μανεὶς ὁ Ἡρῴδης ἐταράττετο, Χριστὸν ἀνελεῖν, ὁ θεομάχος φρυαττόμενος.

κρίβωσε χρόνον Ἡρῴδης ἀστέρος, οὗ ταῖς ἡγεσίαις οἱ Μάγοι ἐν Βηθλεέμ, προσκυνοῦσι Χριστῷ σὺν δώροις· ὑφ' οὗ πρὸς Πατρίδα ὁδηγούμενοι, δεινὸν παιδοκτόνον, ἐγκατέλιπον παιζόμενον.

Ἰαμβικὸς  Ὁ Εἱρμὸς.

Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ, Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε, Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους, Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος, Ὅση πέφυκεν ἡ προαίρεσις δίδου.

Τύπους ἀφεγγεῖς καὶ σκιὰς παρηγμένας, Ὦ Μῆτερ ἁγνή, τοῦ Λόγου δεδορκότες, Νέου φανέντος, ἐκ πύλης κεκλεισμένης, Δοξούμενοί τε, τῆς ἀληθείας φάος, Ἐπαξίως σὴν εὐλογοῦμεν γαστέρα.

Πόθου τετευχώς, καὶ Θεοῦ παρουσίας, Ὁ χριστοτερπὴς λαὸς ἠξιωμένος, Νῦν ποτνιᾶται τῆς παλιγγενεσίας. Ὡς ζωοποιοῦ· τὴν χάριν δὲ Παρθένε, Νέμοις ἄχραντε, προσκυνῆσαι τὸ κλέος.  

Ἐξαποστειλάριον Αὐτόμελον.

πεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν· καὶ γὰρ ἐκ τῆς Παρθένου ἐτέχθη ὁ Κύριος. Ἐκ γ'.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ’ καὶ ψάλλομεν Στιχηρά. Ἰδιόμελα.

Ἦχος δ’

Ἀνδρέου Ἱεροσολυμίτου

Εὐφραίνεσθε Δίκαιοι, οὐρανοὶ ἀγαλλιᾶσθε, σκιρτήσατε τὰ ὄρη, Χριστοῦ γεννηθέντος. Παρθένος καθέζεται, τὰ Χερουβὶμ μιμουμένη, βαστάζουσα ἐν κόλποις, Θεόν Λόγον σαρκωθέντα. Ποιμένες τὸν τεχθέντα δοξάζουσι· Μάγοι τῷ Δεσπότῃ δῶρα προσφέρουσιν· Ἄγγελοι ἀνυμνοῦντες λέγουσιν, Ἀκατάληπτε Κύριε, δόξα σοι.

Ὁ αὐτὸς.

Πατὴρ ηὐδόκησεν, ὁ Λόγος σάρξ ἐγένετο· καὶ ἡ Παρθένος ἔτεκε, Θεὸν ἐνανθρωπήσαντα. Ἀστὴρ μηνύει· Μάγοι προσκυνοῦσι· Ποιμένες θαυμάζουσι, καὶ ἡ κτίσις ἀγάλλεται.

Ὁ αὐτὸς.

Θεοτόκε Παρθένε, ἡ τεκοῦσα τὸν Σωτῆρα, ἀνέτρεψας τὴν πρώτην κατάραν τῆς Εὔας· ὅτι Μήτηρ γέγονας, τῆς εὐδοκίας τοῦ Πατρός, βαστάζουσα ἐν κόλποις, Θεὸν Λόγον σαρκωθέντα. Οὐ φέρει το μυστήριον ἔρευναν· πίστει μόνῃ τοῦτο πάντες δοξάζομεν, κράζοντες μετὰ σοῦ καὶ λέγοντες· Ἀνερμήνευτε Κύριε, Δόξα σοι.

Ὁ αὐτὸς.

Δεῦτε ἀνυμνήσωμεν, τὴν Μητέρα τοῦ Σωτῆρος, τὴν μετὰ τόκον πάλιν ὀφθεῖσαν Παρθένον·Χαίροις Πόλις ἔμψυχε, τοῦ Βασιλέως καὶ Θεοῦ, ἐν ᾗ Χριστὸς οἰκήσας, σωτηρίαν εἰργάσατο. Μετὰ τοῦ Γαβριὴλ ἀνυμνοῦμέν σε, μετὰ τῶν Ποιμένων δοξάζομεν κράζοντες· Θεοτόκε πρέσβευε, τῷ ἐκ σοῦ σαρκωθέντι, σωθῆναι ἡμᾶς.

  

Δόξα... Ἦχος πλ. β’

Σήμερον ἡ ἀόρατος φύσις, τοῖς  βροτοῖς ἐκ Παρθένου συνάπτεται. Σήμερον ἡ ἄπειρος οὐσία, ἐν Βηθλεὲμ σπαργάνοις ἐνειλίσσεται. Σήμερον ὁ Θεὸς δι' ἀστέρος Μάγους εἰς προσκύνησιν ἄγει, προμηνύοντας αὐτοῦ τὴν τριήμερον ταφήν, ὡς ἐν χρυσῷ καὶ σμύρνῃ καὶ λιβάνῳ· διὸ ψάλλομεν. Ὁ σαρκωθεὶς ἐκ Παρθένου, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Ἦχος β’

Σήμερον ὁ Χριστός, ἐν Βηθλεὲμ γεννᾶται ἐκ Παρθένου. Σήμερον ὁ ἄναρχος ἄρχεται, καὶ ὁ Λόγος σαρκοῦται. Αἱ Δυνάμεις τῶν οὐρανῶν ἀγάλλονται, καὶ ἡ γῆ σὺν τοῖς ἀνθρώποις εὐφραίνεται· οἱ Μάγοι τὰ δῶρα προσφέρουσιν· οἱ Ποιμένες τὸ θαῦμα θαυμάζουσιν· ἡμεῖς δὲ ἀκαταπαύστως βοῶμεν· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

Δοξολογία Μεγάλη.

Εἰς τὴν Λειτουργίαν, τὰ Ἀντίφωνα τῆς Ἑορτῆς. Ἀντὶ τοῦ Τρισαγίου, Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε. Εἰς τὸ Ἐξαιρέτως, Στέργειν μὲν ἡμᾶς. Κοινωνικόν, τῆς Ἑορτῆς. Καὶ μέτ' αὐτό, Ἡ γέννησίς σου Χριστέ.

ΤΗ ΑΥΤΗ ΗΜΕΡΑ

 

Ψάλλομεν ἐν τοῖς, Ἀποδείπνοις τὴν Ἀκολουθίαν τοῦ ἁγίου. Ἱερομάρτυρος Εὐθυμίου.

Ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς

Τεχθεὶς σε Χριστὸς σπαργάνοις στέφει, Πάτερ. Θεοφάνους.

Ὠδὴ α'  Ἦχος δ’

Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.

Τεχθέντα τὸν ἀεὶ ὄντα Κύριον, καὶ σπαργανούμενον, σπαργανωθεὶς μαστίγων αἰκισμοῖς, εὐσεβῶς προσεκύνησας, καὶ πρὸς αὐτὸν Εὐθύμιε, μέτ' εὐθυμίας προσεχώρησας.

ν φάτνῃ ἀνακλιθεὶς ὁ Κύριος, δῶρον γενέθλιον, τῶν σῶν αἱμάτων Μάκαρ τοὺς κρουνούς, καὶ πληγῶν σου τοὺς μώλωπας, ὑπὲρ χρυσὸν καὶ λίβανον, καὶ ὑπὲρ σμύρναν προσεδέξατο.

Xρυσὸν μὲν παρὰ τῶν Μάγων δέχεται, τεχθεὶς ὁ Κύριος, τῆς πρὸς αὐτὸν ἀγάπης δὲ τῆς σῆς, Ἱεράρχα τὸ γνήσιον, καὶ τὸ στερρὸν καὶ εὔτονον, τῆς ἀνενδότου καρτερίας σου.

Θανάτῳ τὸν τοῦ Δεσπότου θάνατον, ἐκμιμησάμενος, δεσποτικὰς ἐβόησας φωνάς, ὑπὲρ τῶν ἀναιρούντων σε, εἰλικρινῶς εὐχόμενος, Ἱεροφάντα πανσεβάσμιε.

Θεοτοκίον.

κ σοῦ τῆς Ὑπεραγίας σήμερον, ὁ τοῦ παντὸς Ποιητής, σωματικῶς γεννᾶται καθ' ἡμᾶς, καὶ σπαργάνοις εἱλίσσεται, ὁ σπαργανώσας θάλασσαν, ὁμίχλῃ Μήτηρ ἀειπάρθενε.

Ὠδὴ γ’

Eυφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου Ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.

χῶρας μαρτυρικοῦς, ἀντὶ λιβάνου καὶ χρυσοῦ σμύρνης τε, ὡς Ἱερεὺς προσήνεγκας, τῷ ἐν Βηθλεὲμ γεννηθέντι Χριστῷ.

Στερρότητι λογισμοῦ, καὶ γενναιότητι ψυχῆς ἤλεγξας, τὸν δυσσεβῆ Λέοντα, κατὰ τοῦ Σωτῆρος λυττήσαντα.

Στεφάνου ἐκμιμητής, τοῦ πρωτομάρτυρος Χριστοῦ γέγονας, τῶν φονευτῶν Εὐθύμιε, ὑπὲρ σωτηρίας εὐχόμενος.

τήρησας ἐμμελῶς, τὴν τοῦ Σωτῆρος ἐντολὴν Ὅσιε, καὶ τὴν ψυχὴν τέθεικας, ὑπὲρ τῶν σῶν φίλων Πατὴρ ἡμῶν.

Θεοτοκίον.

Χωρίον χωρητικόν, τοῦ ἀχωρήτου πλαστουργοῦ γέγονας, τοῦτον σαρκὶ χωρήσασα, Κεχαριτωμένη πανάχραντε.

Ὠδὴ δ’

παρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ  δυνάμει σου Κύριε.

απιζόμενος τὸ πρόσωπον τὸ τῇ  θείᾳ, χαριτωθὲν λαμπρότητι, τῆς ἄνω σοφίας, γέγονας συμμέτοχος, Χριστοῦ παμμακάριστε, τοῦ ὑπὲρ ἡμῶν ῥαπισθέντος σαρκί.

ερωσύνης τὸ σέβας οὐκ αἰδεσθέντες, οἱ ἀσεβεῖς καὶ πρόμαχοι, κακίας ἐργάται, γῆρας οὐ τιμήσαντες, τὸ σὸν οἱ παράνομοι, ἀνελεημόνως ἐμάστιζον.

Σπαργανουμένῳ καὶ φάτνη ἀνακειμένῳ, τῷ Λυτρωτῇ Εὐθύμιε, πολύτιμον δῶρον, Πάτερ προσενήνοχας, τὸ τίμιον αἴμά σου, πόθῳ δι' αὐτὸν ἐκχυνόμενον.

Τοῖς τοῦ Σωτῆρος σπαργάνοις ἐνειλημένος, καὶ τὴν αὐτοῦ ἀγάπησιν, περιεζωσμένος, τούτῳ πρεσεπέλασας, τῷ λύθρῳ σπαζόμενος, τῷ ἐκ μιαιφόνου χυθέντι χειρός.

Θεοτοκίον.

τὰς αὔλους οὐσίας δημιουργήσας, σωματικῶς ὡς ἄνθρωπος, ἐκ σοῦ Θεομῆτορ, σήμερον γεγέννηται, αὐτῷ μελῳδήσωμεν· Δόξα ἐν ὑψίστοις Χριστῷ τῷ Θεῷ.

Ὠδὴ ε’

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.

Σοὶ ἔμψυχος εἰκών, τῷ Σωτῆρι προσάγεται, τιμήσασα τὴν εἰκόνα, τῆς ἀχράντου σαρκός σου, καὶ τύπον τὸν τοῦ σώματος.

Σοὶ Δέσποτα Ποιμήν, εὐθυμίας φερώνυμος, τὰ στίγματα τῆς σαρκός σου, περιφέρων οἰκείῳ, ἐν σώματι προσφέρεται.

Πῦρ ἔσβεσας θυμοῦ, τῶν ἀνόμων Εὐθύμιε, τοῖς  χεύμασι τῶν ἀδίκως, χυθέντων σου αἱμάτων, Παμμάκαρ Ἱερώτατε.

νέστειλας ὁρμήν, τῶν ἀθέων Μακάριε, τῇ  ῥώμῃ τῶν διδαχῶν σου, καὶ τοῦ Κτίστου εἰκόνα, σχετικῶς σὺ τετίμηκας.

Θεοτοκίον.

οῦς ἔστη τῆς φθορᾶς ἡ Παρθένος· ἀφθόρως γάρ, γεγέννηκε τὸν τὴν φύσιν, τῶν ἀνθρώπων φθαρεῖσαν, φθορᾶς ἐλευθερώσαντα.

Ὠδὴ ς’

Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

Γυμνώσει, τοῦ τῶν πάντων Σωτῆρος τὴν γύμνωσιν, ἐκμιμησάμενος Πάτερ, καὶ μαστίγων πόνους ἐγκαρτερήσας, τὸ σὸν αἷμα, τῷ ἐκείνου ἐπέχεας αἵματι.

γάπην, καὶ ἐλπίδα καὶ πίστιν θεόφρονα, τὰς δι' αἰῶνος μενούσας, ἀρετὰς πλουτήσας τῷ γεννηθέντι, ἐκ Παρθένου, δωροφορεῖς παμμάκαρ Εὐθύμιε.

Νομίμως, τῷ Χριστῷ λειτουργήσας τὴν ἔνθεον, ἱερουργίαν τοῦ λόγου, μισθὸν τούτου Πάτερ ἀντεκομίσω, θεορρῆμον, τὸ σὲ τελειωθῆναι δι' αἵματος.

Θεοτοκίον.

πλάσας, κατ' εἰκόνα ἰδίαν τὸν ἄνθρωπον, διὰ πολλὴν εὐσπλαγχνίαν, ἀναπλάττει τοῦτον ἐκ σοῦ Παρθένε, Θεομῆτορ, ὁλοκλήρως αὐτὸν ἐνδυσάμενος.

Κάθισμα  Ἦχος α’

Τὸν τάφον σου Σωτὴρ.

Προσήνεγκας Χριστῷ, ἐκ Παρθένου τεχθέντι, Εὐθύμιε σοφέ, ὡς οἱ Μάγοι τὰ δῶρα, ἀθλήσας καρτερώτατα, Ἱεράρχα τὸ αἷμά σου· ὅθεν εἴληφας, διπλοῦν τὸ στέφος τῆς νίκης, καὶ παρίστασαι, τῇ  Παναγίᾳ Τριάδι, πρεσβεύων σωθῆναι ἡμᾶς.

Ὠδὴ ζ’

ν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ  Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

ερωσύνης, ἱερωτάτης τὸ θεόσδοτον, χρῖσμα, συγκεράσας αἵματι τῷ ἐκ σοῦ, Ἱερώτατον ἀπέδειξας· Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.

Σὺ ἐφειλκύσω, χάριν τοῦ θείου Πρωτομάρτυρος, οὗπερ ἀνεδείχθης ἄριστος μιμητής, εὐλογίαις ἀμειβόμενος, τοὺς ἀναιροῦντάς σε, ἀνηλεῶς παμμάκαρ Εὐθύμιε.

Στήσας τοὺς πόδας, ἐπὶ πέτραν τῆς πίστεως ἀσφαλῶς, πάσαις προσβολαῖς Παμμάκαρ τῶν πειρασμῶν, ἀπερίτρεπτος διέμεινας· Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.

Θεοτοκίον.

Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς  κραυγάζουσιν· Εὐλογημένη σύ, ἐν γυναιξὶν ὑπάρχεις, Πανάμωμε.

Ὠδὴ η’

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

στης ἐπὶ βήματος στερρῶς, ἀγωνιζόμενος, Πάτερ Εὐθύμιε· τὸν τελειότατον ὅρον γάρ, τῆς ἀγάπης ἐμελέτησας θεόληπτε, ὥσπερ ἑλόμενος θανεῖν, ὑπὲρ τῶν φίλων σου, τῶν βοώντων· Πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον.

Φαιδρὸς καὶ τὸν λόγον καὶ τὸν νοῦν, φαιδρὰν ἐκέκτησο, ψυχὴν καὶ πρόσωπον, νῦν δὲ φαιδρότερος γέγονας, μέχρις αἵματος Εὐθύμιε, πρὸς Βασιλεῖς θεοστυγεῖς ἀντιταξάμενος, καὶ κραυγάζων· Πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον.

πέθεντο Μάκαρ ἐπὶ σέ, οἱ ἐπὶ γῆς κραταιοὶ τοῦ θανατῶσαί σε, παρανομώτατα πράττοντες, ἀλλ' αὐτὸς ἀνατεινόμενος, πρὸς τὸν τεχθέντα Λυτρωτήν, ἐξ ἀπειράνδρου Μητρος, ἀνεβόας· Πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον.

δοὺ νῦν ἐξέλιπε σαφῶς, ἐκ τῆς Ἰούδα φυλῆς, ἄρχων ἡγούμενος· σὺ γὰρ Πανάμωμε τέτοκας, ᾧ τὸ πρὶν ἦν ἀποκείμενον, τὴν προσδοκίαν τῶν ἐθνῶν, Χριστὸν ᾧ ψάλλομεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Ὠδὴ θ’

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη Χριστός, συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλυνομεν.

Πρὸς τὸν γαληνότατον ὅρμον, μετέστης Πάτερ τῶν ἐντεῦθεν· ὥσπερ γὰρ στρουθίον ἐρρύσθης, ἐκ τῆς παγίδος τῶν θηρευόντων σε, εὐλογῶν τὸν ῥυσάμενον, Ἱερομάρτυς εὐθυμότατα.

Αἴγλῃ τῆς ἐξ ὕφους φανείσης, ἀνατολῆς πεφωτισμένος, καὶ φωτοφανείαις ἀστέρος, τοῦ ἐξ Ἰούδα νῦν ἀνατείλαντος, ὑπερφυῶς λαμπόμενος, πρὸς τὸν Δεσπότην ἐξεδήμησας.

Τὰ τοῦ Παραδείσου νῦν πλάτη, χωροβατεῖν κατηξιώθης· οὗ τῶν Μακαρίων λαμπρότης, καὶ τῶν ἁγίων ἡ ἀγαλλίασις, ὡς Ἀθλητὴν Εὐθύμιε, σὲ νικηφόρον ὑπεδέξαντο.

χων πρὸς Θεὸν παρρησίαν, ὡς Ἱεράρχης τε καὶ Μάρτυς, τοῦ νῦν ἐνεστῶτος χειμῶνος, τῆς Ἐκκλησίας γαλήνην αἴτησαι, καὶ τῶν πταισμάτων ἄφεσιν, τοῖς  σὲ ὑμνοῦσι Παμμακάριστε.

Θεοτοκίον.

άβδος ἀνεβλάστησας ῥίζης, τοῦ Ἰεσσαὶ ἡμῖν τεκοῦσα, ἄνθος τῆς Θεότητος Χριστόν, Θεογεννῆτορ Πάναγνε σήμερον, τὸν ὡς Θεὸν ἀχώρητον, καὶ νῦν ὡς βρέφος σπαργανούμενον.

Στιχηρὰ  Ἦχος πλ. δ’

Ὢ τοῦ παραδόξου θαύματος!

τι τῷ λύθρῳ σταζόμενον, καὶ πεφυρμένος θερμῷ, καὶ ἀτμίζοντι αἵματι, τῷ Χριστῷ παρέστηκας, θεορρῆμον Εὐθύμιε. Τῶν σῶν πληγῶν οὖν, Πάτερ τοὺς μώλωπας, ἀνθ' ἱκεσίας νῦν προτεινόμενος, τοῦτον δυσώπησον, ὑπὲρ τῶν ὑμνούντων σε, καὶ ἐκτενῶς, μάκαρ ἐξιλέωσαι, ὑπὲρ τῆς ποίμνης σου.

Δῶρα προσήνεγκας Ὅσιε, τῷ γεννηθέντι Χριστῷ, καὶ σαρκὶ νηπιάσαντι, πολιὰν αἰδέσιμον, κοσμουμένην χαρίσμασιν, Ἱεραρχίας, Πάτερ καὶ αἵματι, πεφοινιγμένην τῆς σῆς ἀθλήσεως, πίστιν ὀρθόδοξον, καὶ ἐλπίδα πρόθυμον, καὶ ἀρραγῆ, ὄντως καὶ ἀσάλευτον, ἀγάπην πάνσοφε.

Γλῶσσα κινουμένη Πνεύματι, καὶ φθεγγομένη σαφῶς, ἀληθείας διδάγματα, θεοσδότου χάριτος, τηλαυγῶς ἀποστάζουσα, τῆς εὐσεβείας λύρα θεόφθογγος· ὀρθοδοξίας κρηπὶς ἀκράδαντος, στόμα μελίρρυτον, θησαυρὸς φρονήσεως, Ἐκκλησιῶν, σάλπιγξ μεγαλόφωνος, ἐδείχθης Ὁσιε.

Δόξα... Καὶ νῦν... Ἦχος δ’

Σπηλαίῳ παρῴκησας, Χριστὲ ὁ Θεός, φάτνη ὑπεδέξατο, Ποιμένες καὶ Μάγοι προσεκύνησαν. Τότε δὴ τῶν Προφητῶν ἐπληροῦτο τὸ κήρυγμα· καὶ Ἀγγέλων αἱ δυνάμεις, ἐθαύμαζον βοῶσαι, καὶ λέγουσαι. Δόξα, τῇ  συγκαταβάσει σου, μόνε φιλάνθρωπε.