The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

ΝΟΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΚΓ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Ἀμφιλοχίου Ἐπισκόπου Ἰκονίου, καὶ Γρηγορίου τοῦ Ἀκραγαντίνων.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς το, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχ. ς’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Τοῦ Ἁγίου Ἀμφιλοχίου Ἦχος δ’

Ἔδωκας σημείωσιν.

Γνώμην αὐτεξούσιον, καὶ λογισμὸν αὐτοκράτορα, τῶν παθῶν κληρωσάμενος, τῷ  κρείττονι δέδωκας, νουνεχῶς παμμάκαρ, τὴν  ἡγεμονίαν, κατὰ τοῦ χείρονος ζυγῷ, δικαιοτάτῳ Πάτερ χρησάμενος· ἐντεῦθεν ἐπιτήδειος, πρὸς θεοπτίαν γεγένησαι, καὶ Θεοῦ κατανόησιν, ἱεράρχα θεόπνευσε.

Βρόχους διεσκέδασας, καὶ τὰς ἐνέδρας διέλυσας, τῶν αἱρέσεων Ὅσιε, δογμάτων ὀρθότητι, καὶ θεολογίᾳ, τῇ ἀκριβεστάτῃ, καὶ τὴν διαίρεσιν φυγών, καὶ τὴν     κακίστην Πάτερ συναίρεσιν· ἐν ὅροις δὲ διέμεινας, τῆς εὐσεβοῦς ἡμῶν Πίστεως καὶ Τριάδα ἐκήρυξας, ἐν Μονάδι θεότητος.

Τέχνῃ σοφισάμενος, τὸν ἐπὶ γῆς βασιλεύοντα, τὸν ἐκείνου παρέδραμες, υἱὸν ἀπροσκύνητον, συνετῶς διδάσκων, ὡς ἀπροσκυνήτου παρορωμένου τοῦ Υἱοῦ, ἀγανακτήσει Πατὴρ θερμότατα, ὁ τοῦτον προαιώνιον, ἐκτετοκὼς ὑπὲρ ἔννοιαν, ἀπαθῆ καὶ ἀσώματον, ὡς αὐτὸς οἶδεν Ὅσιε.

Καὶ τοῦ ἁγίου Γρηγορίου.

Ἦχος πλ. δ’

Ὢ τοῦ παραδόξου θαύματος.

Πάτερ Ἱερὲ Γρηγόριε, ἀπὸ σπαργάνων Θεῷ, ἀνετέθης κολλώμενος, ἀνενδότοις νεύσεσι, τῷ  τὰ πάντα ποιήσαντι, καὶ δὴ πρὸς τούτου, καταλαμπόμενος, παθῶν διέβης, νύκτα καὶ ἤστραψας, φέγγος ἰάσεων, καὶ θαυμάτων χάριτας, ἀποσοβῶν, ποικίλα νοσήματα, καὶ πλάνης πνεύματα.

Πάτερ θαυμαστὲ Γρηγόριε, φωτοφανείαις τὸν νοῦν, καθαρῶς ἀστραπτόμενος, τῶν παθῶν ἐκοίμισας, πολυκύμαντον θάλασσαν, καὶ ἀπαθείας, περιϊπτάμενος, καθαρωτάταις, πτέρυξιν ἔφθασας, ἔνθα τὸ ἄφραστον, κάλλος καὶ ἀμήχανον, ὑπὲρ ἡμῶν, πάντοτε δεόμενος, τῶν εὐφημούντων σε.

Πάτερ Πατέρων Γρηγόριε, ἱερωσύνης κανών, σωφροσύνης εἰκόνισμα, Μοναζόντων στήριγμα, Ἐκκλησίας ἑδραίωμα, ἀγάπης λύχνος, θρόνος αἰσθήσεως, πηγὴ θαυμάτων, καὶ γλῶσσα πύρινος, στόμα ἡδύλαλον, σκεῦος θείου Πνεύματος, καὶ νοητός, γέγονας Παράδεισος, θεομακάριστε.

Δόξα... Καὶ νῦν  ...

Τῆς Ἑορτῆς   Ἦχος δ’

Δεῦτε πάντες οἱ πιστοί, τὴν  μόνην ἀμώμητον ἐγκωμιάσωμεν, τὴν ἐκ τῶν Προφητῶν προκηρυχθεῖσαν, καὶ ἐν ναῷ προσενεχθεῖσαν, τὴν  πρὸ αἰώνων προορισθεῖσαν Μητέρα, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων ἀναδειχθεῖσαν Θεοτόκον, Κύριε πρεσβείαις αὐτῆς, τὴν εἰρήνην σου παράσχου ἡμῖν, καὶ τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.

Ἦχος α’  Τῶν οὐρανίων ταγμάτων.

πενεχθήσονται φάσκει ὁ Θεοπάτωρ Δαυΐδ, τῷ  Βασιλεῖ παρθένοι, ἐν Ναῷ τοῦ Κυρίου, ὀπίσω σου Παρθένε μετὰ φαιδρῶν, τῶν λαμπάδων χορεύουσαι, καὶ εἰς τὰ Ἅγια φέρουσαί σε Ἁγνή, ὡς ἁγίαν κιβωτὸν τοῦ Θεοῦ.

Στίχ. πενεχθήσονται τῷ  Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι

Καθάπερ ἄνθη ποικίλα περιδρεψάμενοι, ἐκ νοητῶν λειμώνων, τῶν τοῦ Πνεύματος λόγων, ἐπαίνων τοὺς στεφάνους χαρμονικῶς, τῇ Παρθένῳ συμπλέξωμεν, καὶ μεθεόρτιον τούτους δῶρον αὐτῇ, ἐπαξίως προσκομίσωμεν.

Στίχ. πενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως

ξανοιγέσθω ἡ πύλη τοῦ θειοτάτου ναοῦ, καὶ εἰσδεχέσθω ἔνδον, τὴν οὐράνιον πύλην, καὶ πανηγυριζέτω φύσις βροτῶν, καὶ σκιρτάτωσαν Ἄγγελοι, συνεορτάζοντες ἅμα φαιδρῶς ἡμῖν, τῆς Θεομήτορος τὴν Εἴσοδον.

Δόξα... Καὶ νῦν  ...  Ἦχος πλ. α’

πέλαμψεν ἡμέρα χαρμόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος· Σήμερον γὰρ ἡ πρὸ τόκου Παρθένος, καὶ μετὰ τόκον Παρθένος μείνασα, ἐν ναῷ Ἁγίῳ προσάγεται, καὶ χαίρει Ζαχαρίας ὁ Πρέσβυς, ὁ γενέτης τοῦ Προδρόμου, καὶ βοᾷ γηθοσύνως. Ἤγγικεν ἡ προστασία τῶν θλιβομένων, ἐν Ναῷ ἁγίῳ ὡς Ἁγία, ἀφιερωθῆναι εἰς κατοίκησιν τοῦ Παντάνακτος. Εὐφραινέσθω Ἰωακεὶμ ὁ Προπάτωρ, καὶ ἡ Ἄννα ἀγαλλιάσθω, ὅτι προσήνεγκαν Θεῷ, ὡς τριετίζουσαν δάμαλιν, τὴν ἄμωμον Δέσποιναν, Μητέρες συγχάρητε, Παρθένοι σκιρτήσατε, καὶ στεῖραι συγχορεύσατε, ὅτι ἠνέωξεν ἡμῖν τὴν     οὐρανῶν βασιλείαν, ἡ προορισθεῖσα παντάνασσα· Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.

Ἀπολυτίκιον τῶν Ἁγίων  Ἦχος δ’

Θεὸς τῶν Πατέρων ἡμῶν, Ὁ ποιῶν ἀεὶ μεθ' ἡμῶν, κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, ἀλλὰ ταῖς  αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.

Δόξα... Καὶ νῦν  ...

Τῆς Ἑορτῆς   Ἦχος δ’

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις· ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς   πᾶσι προκαταγγέλλεται· Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

Καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν. 

Κάθισμα.

Ἦχος α’  Τὸν τάφον σου Σωτὴρ.

Δικαίων ὁ καρπός, Ἰωακεὶμ καὶ τῆς Ἄννης, προσφέρεται Θεῷ, ἱερῷ  ἐν ἁγίῳ, σαρκὶ νηπιάζουσα, ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἣν εὐλόγησεν, ὁ ἱερὸς Ζαχαρίας, ταύτην ἅπαντες, ὡς τοῦ Κυρίου Μητέρα, πιστῶς μακαρίσωμεν.

Μετὰ τὴν β’ Στιχολογίαν.

Κάθισμα.

Ἦχος δ’  Κατεπλάγη Ἰωσὴφ.

Πρὸ συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ  Θεῷ, καὶ τεχθεῖσα ἐπὶ γῆς, δῶρον προσήχθης νῦν αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν, τῷ  θείῳ δὲ Ναῷ, ὡς θεῖος ὄντως ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου Φωτός· Μεγάλη ὄντως, ἡ πρόοδός σου, μόνη Θεόνυμφε καὶ ἀειπάρθενε.

Εἶτα λέγονται οἱ Κανόνες, εἷς τῆς Ἑορτῆς, καὶ τῶν Ἁγίων οἱ παρόντες δύο.

Ὁ Κανὼν τοῦ Ἁγίου Ἀμφιλοχίου, οὐ ἡ Ἀκροστιχίς.

Τὸν τὴν πλάνην λοχῶντα μέλπω ποιμένα. Ποίημα.

Θεοφάνους.

Ὠδὴ α’   Ἦχος δ’

Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.

Τοὺς λόγους τῶν δυσσεβῶν αἱρέσεων, καὶ τὰ φρυάγματα, ὀρθοδοξίας αἴγλῃ λαμπρυνθείς, εὐμαρῶς διεσκέδασας, ἐν ᾗ τοὺς σὲ γεραίροντας, Ἱεροφάντα περιφρούρησον.

πάντων τὴν σωτηρίαν Κύριος, ἀεὶ βουλόμενος, τῆς ἱερᾶς σε ποίμνης ὁδηγόν, ἱεράρχα προβάλλεται, λόγῳ καὶ βίῳ λάμποντα, διαφερόντως θεασάμενος.

Νομίμως ὑπεραθλεῖν ἑλόμενος, τῆς Ἐκκλησίας Χριστοῦ, τῇ παντευχίᾳ Πάτερ τοῦ Σταυροῦ, σεαυτὸν περιέφραξας, καὶ νικητὴς τῇ  χάριτι, καὶ στεφανίτης ἀναδέδειξαι.

Θεοτοκίον.

Τὸν Λόγον τὸν τῷ  Πατρὶ συνάναρχον, καὶ συναΐδιον, καὶ τῆς αὐτῆς οὐσίας καὶ μορφῆς τῷ  τεκόντι ὑπάρχοντα, σεσαρκωμένον τέτοκας, ἀνερμηνεύτως Ἀπειρόγαμε.

Ὁ Κανὼν τοῦ Ἁγίου Γρηγορίου, φέρων Ἀκροστιχίδα ταύτην.

Τὸν θαυματουργὸν Γρηγόριον θαυμάσω. Ἰωσήφ.

Ὠδὴ α’   Ἦχος πλ. δ’

Τῷ  συντρίψαντι πολέμους, ἐν βραχίονι αὐτοῦ, καὶ διαβιβάσαντι, τὸν Ἰσραὴλ ἐν Ἐρυθρᾷ θαλάσσῃ, ᾄσωμεν αὐτῷ, ὡς Λυτρωτῇ ἡμῶν, ὅτι δεδόξασται.

Ταῖς τοῦ Πνεύματος ἀκτῖσι, πυρσευόμενος τὸν νοῦν, Ἱερὲ Γρηγόριε, καὶ φωταυγὴς ἀστὴρ γεγενημένος, ὅλον με καταύγασον πρεσβείαις σου, ὅπως ὑμνήσω σε.

προγνώστης τῶν ἁπάντων, χαριτώσας σου τὸν νοῦν, θεοσδότοις λάμψεσιν, ἀπὸ σπαργάνων σε καθαγιάζει, θείαις ἀρεταῖς ἐμπρέπειν μέλλοντα, Πάτερ καὶ θαύμασιν.

Νυσταγμὸν ἀπὸ βλεφάρων, ῥαθυμίας ἐκβαλών, λύχνος ἐγρηγόρσεως, καθωράθης θεοφόρε δείξας, πράγματι τὴν κλῆσίν σου Γρηγόριε, ἐπαληθεύουσαν.

Θεοτοκίον.

Θεοτόκον σε Κυρίως, ἀληθῶς ὁμολογῶ, τέτοκας γὰρ Κύριον, ἀνερμηνεύτως ἐν δυσὶν οὐσίαις, ἄχραντε Παρθένε καὶ θελήσεσι, κατανοούμενον.

Τοῦ Ἁγ. Ἀμφιλοχίου.

Ὠδὴ γ’

Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.

θεία καὶ φωταυγής, τῶν σῶν δογμάτων λαμπηδὼν ἔσβεσε, τὴν δυσσεβῆ φάλαγγα, τῶν αἱρετικῶν Ἀμφιλόχιε.

Ναμάτων ζωοποιῶν, ὡς ποταμος ὢν ἐκ Θεοῦ ἔμπλεως, Ἀρχιερεὺς γέγονας, οἷς οἱ εὐσεβεῖς ἀρδευόμεθα.

Πλουσίαις μαρμαρυγαῖς, καταλαμπόμενοι τὸν νοῦν ἤστραψας, τὴν  μυστικὴν Ὅσιε, τῶν σῶν διδαγμάτων εὐπρέπειαν.

Θεοτοκίον.

Λυχνίαν σε φωτεινήν, καὶ ψυχοτρόφον ἀληθῶς τράπεζαν, καὶ κιβωτὸν Πάναγνε, πάντες οἱ πιστοὶ καταγγέλλομεν.

Τοῦ Ἁγίου Γρηγορίου.

Ἐστερεώθη ἡ καρδία μου.

Τὸν δι' αὐτόν σου προσδεξάμενος Πάτερ κόπον, ὁ Κτίστης γέροντι στοιχειοῖ σε, ἐν ἐρήμῳ σε μυοῦντα Γρηγόριε, ἀπάσης Γραφῆς σαφήνειαν.

λην ἐφέλκων ἑβδομάδα ἄσιτος Πάτερ, ἐτρέφου βρώσει ἐπουρανίῳ, σῶν δακρύων νιφετοῖς ποτιζόμενος, καὶ θείως ἐνηδυνόμενος.

πὸ Θεοῦ σοι Ἱεράρχα χῦμα καρδίας ἐδόθη· ἔβλυσας γὰρ πλουσίως, διδαγμάτων καθαρώτατα νάματα, καρδίας πιστῶν ἀρδεύοντα.

Θεοτοκίον.

ῆσις Κηρύκων θεηγόρων ἀπεπληρώθη· ἰδοὺ γὰρ ἔτεκεν ἡ Παρθένος, νέον βρέφος τοῦ Ἀδὰμ παλαιότερον, καὶ σύνθρονον τοῦ Γεννήτορος.

Ὁ Εἱρμὸς.

στερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθῃ ἐπ' ἐχθρούς μου τὸ στόμα μου, εὐφράνθην ἐν σωτηρίῳ σου.

Κοντάκιον τοῦ Ἁγίου Ἀμφιλοχίου.

Ἦχος β’  Τὰ ἄνω ζητῶν.

θεία βροντή, ἡ σάλπιγξ ἡ τοῦ Πνεύματος, πιστῶν φυτουργέ, καὶ πέλεκυς τῶν αἱρέσεων, Ἱεράρχα, Ἀμφιλόχιε, τῆς Τριάδος θεράπον μέγιστε, σὺν Ἀγγέλοις πέλων ἀεί, πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.

Κάθισμα τοῦ αὐτοῦ   Ἦχος δ’

Ταχὺ προκατάλαβε.

Λαμπρύνεις τὰ πέρατα, ἐν τῇ σῇ μνήμῃ σοφέ, τὸ σῶμα ἐκβλύζει σου, τῶν ἰαμάτων πηγάς, Ἀμφιλόχιε ἔνδοξε· ὅθεν καὶ ἀσθενείας, ἀπαλλάττεις παντοίας, πίστει τούς προσιόντας, τῷ  σεπτῷ  σου τεμένει, καὶ νῦν πταισμάτων τὴν λύσιν, αἴτησαι πᾶσιν ἡμῖν.

Δόξα... Τοῦ Ἁγίου Γρηγορίου.

Ἦχος πλ. δ’

Τὴν Σοφίαν καὶ Λόγον.

κ σπαργάνων Κυρίῳ ἀνατεθείς, ὡς ὁ πάλαι πανένδοξος Σαμουήλ, ὡσαύτως καλοῦντός σε, τοῦ Σωτῆρος ἀκήκοας, καὶ ψυχὴν καθάρας, καλῶν ἐπιδόσεσιν, ἱερωσύνης χάριν, ἀξίως ἀπείληφας· ὅθεν ἐπὶ χλόην, ἐπιγνώσεως θείας, ποιμάνας τὸ ποίμνιον, ἰαμάτων ἀπήστραψας, ἐνεργείας Γρηγόριε· Πρέσβευε Χριστῷ τῷ  Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν Ἁγίαν μνήμην σου.

Καὶ νῦν  ... Τῆς Ἑορτῆς.

Ἦχος ὁ αὐτὸς.

Τὸ προσταχθὲν μυστικῶς.

γαλλιάσθω ὁ Δαυῒδ ὁ Ὑμνογράφος, καὶ χορευέτω Ἰωακεὶμ σὺν τῇ Ἄννῃ, ὅτι γόνος ἅγιος ἐξ αὐτῶν προῆλθε· Μαρία ἡ φωτοφόρος θεία λαμπάς, καὶ χαίρει εἰσερχομένη ἐν τῷ Ναῷ, ἣν καὶ βλέπων εὐλόγησεν, ὁ Βαραχίου υἱός, καὶ χαίρων ἀνεκραύγαζε· Χαῖρε θαῦμα παγκόσμιον.

Τοῦ Ἁγ. Ἀμφιλοχίου.

Ὠδὴ δ’

παρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε.

μφιλοχίου τοῦ θείου καὶ θεηγόρου, τὴν ἱερὰν πανήγυριν θεόφρονες δεῦτε, πίστει συγκροτήσωμεν, τοῖς τούτου διδάγμασι, καὶ θεολογίαις νευρούμενοι.

Νυμφαγωγὸς θεοφόρε τῆς Ἐκκλησίας, τῆς ἐν Χριστῷ γενόμενος, τῷ  κάλλει τῶν λόγων, ταύτην κατεκόσμησας, καὶ τῇ ὡραιότητι, τῆς ὀρθοδοξίας ἐφαίδρυνας.

θεολόγος σου γλῶσσα καὶ θεηγόρος, τῆς ἀρχικῆς Τριάδος τὸ μονόσεπτον κράτος, πᾶσι διετράνωσε, καὶ μίαν θεότητα, σέβειν ἐν τρισὶν Ὑποστάσεσι.

Θεοτοκίον.

Νέαν σκηνὴν σε Παρθένε κατανοοῦμεν, καὶ καθαρὸν ἁγίασμα τοῦ πάντων Δεσπότου· τοῦτον γὰρ ἐγέννησας, σαρκὶ καθ' ὑπόστασιν, συνδεδραμηκότα Πανάμωμε.

Τοῦ Ἁγίου Γρηγορίου.

Ἀκήκοα Κύριε.

Γῆ ὡς καλὴ ἤνθησας, ἑκατοστεύοντα Πάτερ στάχυν, καὶ τῇ δρεπάνῃ τῶν σῶν διδαχῶν ἐξέτεμες, αἱρετικῶν δόγματα δυσσεβῆ, Συνόδου πρόμαχος ὀφθείς, Ὅσιε Γρηγόριε.

Οὐράνιος ψῆφός σε, Ἀρχιερέα Θεοῦ θεράπον, ἀποδεικνύει καλῶς, ὁδηγεῖν τὸ ποίμνιον, ὅπερ ἐκτήσατο αἵματι Χριστός, ὁ προειδὼς σου τῆς ψυχῆς, μάκαρ τὴν     λαμπρότητα.

Ναὸς Θεοῦ γέγονας, κεκαθαρμένος παθῶν κηλῖδος, καὶ ἐν ναῷ ἱερῷ  παρεστώς, τοῦ Πνεύματος τὴν  ἐπιφοίτησιν, δέδεξαι σαφῶς, εἴδει σεμνῆς περιστερᾶς, Χριστοῦ δοξάσαντος.

Θεοτοκίον.

Γένος βροτῶν σέσωσται, τῇ ὑπὲρ νοῦν σου κυοφορίᾳ, καὶ οἱ ἐν σκότει φθορᾶς, Παναγία Δέσποινα, εἶδον τὸ φῶς τὸ ἐκλάμψαν ἐκ γαστρός, σοῦ τῆς αἰτίας τῆς ἡμῶν, Κόρη ἀναπλάσεως.

Τοῦ Ἁγ. Ἀμφιλοχίου.

Ὠδὴ ε’

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἁγνείας, τοὺς πίστει ἀνυμνοῦντάς σε.

Λαμπόμενος φωτί, Τρισηλίου θεότητος, ἐκάθισας ἐπὶ θρόνου, τῆς Ἀρχιερωσύνης, θεόφρον, Ἀμφιλόχιε.

λόκληρον σαυτόν, τῷ  Θεῷ καθιέρωσας, καὶ γέγονας θεοκήρυξ, μεγαλόφωνος Πάτερ, παμμάκαρ Ἀμφιλόχιε.

Χαρμόσυνος ἡμῖν, ἑορτὴ καὶ πανίερος, ἐφέστηκεν ἡ τοῦ θείου, καὶ σοφοῦ Διδασκάλου, τὸν κόσμον ἁγιαζουσα.

Θεοτοκίον.

πάντων τῶν Πιστῶν, εὐπρεπὲς ἐγκαλλώπισμα, πανάχραντε Θεομῆτορ, τῆς ψυχῆς μου τὸν ῥύπον, ἀπόπλυνον πρεσβείαις σου.

Τοῦ Ἁγ. Γρηγορίου.

Τὸν ζόφον τῆς ψυχῆς μου.

ήματί σου καθαίρεις, εἰδεχθοῦς ἀσθενείας λελεπρωμένον ποτέ, τὸν προσελθόντα σοι πίστει· θεόθεν γὰρ ἐδέξω, χάριν θαυμάτων σοφέ, ὡς Ἐλισαῖος ὁ θεῖος, θεόφρον Γρηγόριε.

νέωξας εὐχῇ σου, μογιλάλου στόμα καὶ ὦτα Γρηγόριε, τῶν ἰαμάτων παμμάκαρ, ἐνέργειαν πλουτήσας, καὶ ἐξηρεύξω βυθὸν θεολογίας, θαλάσσας ἀθέων ξηραίνοντα.

Γεώδους προσπαθείας, καθαρεύσας Πάτερ ὡς Πέτρος ὁ πρόκριτος, τῶν Ἀποστόλων σκιᾷ σου, ἰάσεις ἐπετέλεις συνεχομένους δειναῖς, ἀσθενειῶν καταιγίσιν, ἐνθέως ἰώμενος.

Θεοτοκίον.

κόλπους τοὺς πατρῴους, μὴ κενώσας ἐν τῷ σαρκοῦσθαι Πανάμωμε, σοῦ ἐν κόλποις ὁρᾶται, κρατούμενος ὡς βρέφος, ὃν ἐξιλέωσαι, τοῖς εὐσεβῶς σε τιμῶσι, Παρθένε Θεόνυμφε.

Τοῦ Ἁγ. Ἀμφιλοχίου.

Ὠδὴ ς’

Θύσω σοι μετὰ φωνῆς, αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ  δι' οἶκτον ἐκ τῆς πλευρᾶς  σου ῥεύσαντι αἵματι.

Νεκρώσας, τὸ τῆς σαρκὸς χαμαίζηλον φρόνημα, τῆς ἀπαθείας τὴν χάριν, ἐστολίσω Πάτερ Ἱερομύστα, καὶ πανάγνοις, διδαχαῖς τὴν Τριάδα ἐκήρυξας.

Τῷ  φόβῳ, στοιχειωθεὶς τῷ  θείῳ θεόληπτε, καὶ τὴν ψυχὴν μολυσμάτων, καθαρὰν τηρήσας, θεολογίας ἀνεδείχθης, ἱερώτατον ὄργανον Ὅσιε.

Θεοτοκίον.

γνὸν σε, καὶ καθαρὸν γινώσκοντες σκήνωμα, τοῦ Βασιλέως τῆς δόξης, καὶ ναὸν καὶ θρόνον τοῦ πανυψίστου, δυσωποῦμεν, τὰς ψυχὰς ἡμῶν σῶσαι Πανύμνητε.

Τοῦ Ἁγ. Γρηγορίου. 

Ὡς τὸν Προφήτην ἐρρύσω.

ώννυται κόρη τὸ σῶμα, παρειμένη ἐντεύξει σου Ὅσιε, ἐν ἔτεσι πλείοσι, πιστῶς προσελθοῦσά σοι, καὶ τὸν αἴτιον, πάντων μεγαλύνει Χριστόν.

χνηλατῶν τοῦ Δεσπότου, πολιτείαν τὴν ἄμωμον ἔνδοξε, ἀδίκως θλιβόμενος, καὶ συκοφαντούμενος, ἀταπείνωτος, ἔμεινας Γρηγόριε.

Οἱ τῇ κακίᾳ συζῶντες, σὲ τὸν ἄκακον ἄρνα ὡς ἄγριοι, θῆρες διαρπάζοντες, φρουρᾷ κατεδίκασαν, τὸν φρουρούμενον, Πάτερ θείᾳ χαριτι.

Θεοτοκίον.

Νοῦς ἐννοῆσαι τὸ μέγα, ἀπορεῖ τοῦ σοῦ τόκου μυστήριον· Θεὸν γὰρ ἐκύησας, ἄνθρωπον γενόμενον, Ἀειπάρθενε, τὸν ἀπερινόητον.

Ὁ Εἱρμὸς.

ς τὸν Προφήτην ἐρρύσω, ἐκ  βυθοῦ κατωτάτου, Χριστὲ ὁ Θεός, κἀμὲ τῶν πταισμάτων μου, ῥῦσαι ὡς φιλάνθρωπος, καὶ κυβέρνησον τὴν ζωήν μου δέομαι.

Κοντάκιον τοῦ Ἁγίου Γρηγορίου.

Ἦχος γ’  Ἡ Παρθένος σήμερον.

σπερ μέγας ἥλιος, ἀνατολαῖς τῶν θαυμάτων, καταυγάζεις ἅπασαν, τὴν τοῦ Θεοῦ Ἐκκλησίαν, ἔσωσας ταῖς σαῖς πρεσβείαις πολλοὺς ἀνθρώπους, ἤλασας τοὺς κακοδόξους ἐκ τῆς σῆς ποίμνης· διὰ τοῦτό σε τιμῶμεν, θεόφρον Πάτερ, σοφὲ Γρηγόριε.

Συναξάριον.

Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀμφιλοχίου, Ἐπισκόπου Ἰκονίου.

Στίχοι

Σταλεὶς Ἀμφιλόχιε νεκρῶν ἀμφίοις,

Λόχους σκεδάζεις καὶ νεκρὸς νοουμένους.

Εἰκάδι ἐν τριτάτῃ θάνατος λάβεν Ἀμφιλόχιον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, Ἐπισκόπου τῆς, Ἀκραγαντίνων Ἐκκλησίας.

Στίχοι

ξ Ἀκραγάντων πρὸς Θεὸν χωρεῖς Λόγον,

Τὸν ἄκρα γῆς κρίνοντα, παμμάκαρ Πάτερ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Σισινίου τοῦ Μάρτυρος.

Στίχοι

Πολλὰς ὑποστὰς ἐν βίῳ πρῶτον βίας,

Μετῆλθε Σισίνιος ἐκ βίας βίου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἐπίσκοπος Ἰσχυρίων ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Ζῶν Ἰσχυρίων, ἰσχὺς ἦν Ἐκκλησίας,

ν περ νοητῶς καὶ θανὼν ἐνισχύει.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Ἕλενος, Ἐπίσκοπος Ταρσοῦ, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Ταρσοῦ πρόεδρος Ἕλενος θυηπόλος,

Ταρσοῖς ἄνεισι ψυχικοῖς ἕως πόλου.

Διήγησις ὀπτασίας Ἰωάννου τινός, πάνυ ὠφέλιμος.

Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τοῦ Ἁγ. Ἀμφιλοχίου.

Ὠδὴ ζ’

ν τῇ καμίνῳ Ἀβραμιαῖοι παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ ἐν τῷ Ναῷ, τῆς δόξης σου Κύριε.

Μυστικωτάταις, θεηγορίαις ταῖς  σαῖς προσέχοντες, πόθῳ τὴν Ἀρείου Πάτερ κατατομήν, τῆς Θεότητος ἐκφεύγομεν, Τριάδα ἄκτιστον, ὁμοούσιον πίστει δοξάζοντες.

ληλεγμένον, ταῖς  διδαχαῖς σου Μακεδόνιον, Πάτερ καθορῶντες Πνεῦμα τὸ ἀγαθόν, τῷ  Πατρί τε καὶ Γεννήματι, συμπροσκυνούμενον, καὶ συνυπάρχον πίστει δοξάζομεν.

Λόγῳ τρανώσας, τὴν  ὑπὲρ λόγον Λόγου σάρκωσιν, σέβειν ἐν δυσὶν οὐσίαις Θεόν, θεοφρόνως ἐξεπαίδευσας, καὶ τὴν διαίρεσιν, καὶ τὴν σύγχυσιν φεύγειν θεόληπτε.

Θεοτοκίον.

Πάντες προθύμως, τὴν Θεοτόκον εὐφημήσωμεν, δεῦτε οἱ σωθέντες πίστει τοῦ ἐξ αὐτῆς, γεννηθέντος ἀνακράζοντες· Εὐλογημένη σὺ ἐν γυναιξὶν ὑπάρχεις Πανάχραντε.

Τοῦ Ἁγίου Γρηγορίου. 

Ὁ δι’ Ἀγγέλου Παῖδας.

Θαυματουργεῖ ὁ Κτίστης, κρινομένου σου μάκαρ· τὸ πορνικὸν γὰρ γύναιον, φορᾷ ληφθὲν δαιμόνων, πᾶσιν ἐδήλου, καθαρὸν σε Γρηγόριε.

κτινοβόλοι θεῖοι, μαθηταὶ τοῦ Σωτῆρος, σοὶ ἐπιστάντες Ὅσιε, πεπεδημένον ξύλῳ, λύουσί σε, περιχαρῶς ἀσπαζόμενοι.

πομονῇ σου Πάτερ, ὁ Δεσπότης προσέχων, θαυματουργίαις μείζοσι, σὲ ἱερῶς λαμπρύνει, τῶν νοσημάτων, τὴν ἀχλὺν ἀπελαύνοντα.

Θεοτοκίον.

Μητροπρεπῶς τὸν πάντων, ἀπεκύησας Κτίστην, καὶ ἐν χερσὶν ἐβάστασας, χερουβικὸς ὡς θρόνος, τὸν συνοχέα, τοῦ παντὸς Ἀπειρόγαμε.

Τοῦ Ἁγίου Ἀμφιλοχίου.

Ὠδὴ η’

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ραιώθησαν ᾀσματικῶς αἱ σιαγόνες σου, θεολογοῦντος τρανῶς, Τριάδα ἄναρχον ἄκτιστον, ὁμοούσιον ἀσύγχυτον, ἐν ὑποστάσεσι τρισί, Πάτερ θεόσοφε, ᾗ βοῶμεν· Πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον.

Πλοῦτόν σοι καὶ δόξαν ἀκραιφνῆ, ἡ ἐνυπόστατος, Σοφία δέδωκε, θεολογήσαντι Πάνσοφε, εὐσεβῶς καὶ τῶν αἱρέσεων, καταβαλόντι τὴν ὀφρύν, καὶ πόθῳ ψάλλοντι· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

πᾶσι παρέχων τὴν ζωήν, ὡς ἱεράρχην πιστὸν καὶ θεορρήμονα, ἐν Ἐκκλησίᾳ σε Ὅσιε, πρωτοτόκων εἰσῳκίσατο, ἱερουργοῦντα μυστικῶς, καὶ πίστει μέλποντα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον.

δοὺ νῦν ἐκλέλοιπε σαφῶς, ἐκ τῆς Ἰούδα φυλῆς, ἄρχων ἡγούμενος· σὺ γὰρ Πανάμωμε τέτοκας, ᾧ τὸ πρὶν ἦν ἀποκείμενον, τὴν προσδοκίαν τῶν ἐθνῶν Χριστόν, ᾧ ψάλλομεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Τοῦ Ἁγίου Γρηγορίου.

Ὁ στεγάζων ἐν ὕδασι.

πολύεται μάστιγος, δαιμονικῆς φοβερᾶς, προσευχῇ σου Μάκαρ, ἡ τῇ κακίᾳ παρανόμων ἀνδρῶν, συκοφαντήσασά σε τὸν δίκαιον κόρη, καὶ συνόδου μέσον σε δοξάζει, ὁ ἀγωνοθέτης, Χριστὸς εἰς τοὺς αἰῶνας.

Σκοτεινῆς ἀμαυρώσεως, οἱ πονηρὰ κατὰ σοῦ, βουλευθέντες Πάτερ, ἀποπληροῦνται καὶ ἐκλάμπει ἡ σή, φωταυγὴς βίωσις, ἐναντίον Γρηγόριε Πατέρων, ὧν τῇ     παρουσίᾳ, ἄνθρακας κατέχων, χερσὶν ἐθαυματούργεις.

ς ἀστὴρ φαεινότατος, ἀναφανεὶς ἀληθῶς, ἐν τῷ ὕψει Πάτερ τῆς Ἐκκλησίας, καταυγάζεις ἡμᾶς, ἀρεταῖς πάντοτε, καὶ θαυμάτων ἀκτῖσι, τοὺς ὑμνοῦντάς σου τὴν     φωτοφόρον, μνήμην ἱεράρχα, Γρηγόριε θεόφρον.

Θεοτοκίον.

παράδοξος τόκος σου, τὰς διανοίας ἡμῶν, καταπλήττει μόνη εὐλογημένη· ὁ Θεὸς γὰρ ἐκ σοῦ, σάρκα προσέλαβεν, ὅπερ ἦν, διαμείνας Θεοτόκε, ἄτρεπτος τῇ φύσει, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς.

στεγάζων ἐν ὕδασι, τὰ ὑπερῷα Χριστέ, ὁ τιθεὶς θαλάσσῃ ὅριον ψάμμον, καὶ συνέχων τὸ πᾶν, σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ προσφέρει ὕμνον, πᾶσα ἡ κτίσις τῷ  Δημιουργῷ, καὶ Κτίστῃ εἰς τοὺς αἰῶνας.

Τοῦ Ἁγίου Ἀμφιλοχίου.

Ὠδὴ θ’

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.

Μίαν τρισυπόστατον φύσιν, πανευσεβῶς θεολογήσας, τὴν παμβασιλίδα Τριάδα, τὴν     θεαρχίαν τὴν ἀκατάληπτον, νῦν ὑπ' αὐτῆς τετίμησαι, ἱεροφάντορ Ἀμφιλόχιε.

χων πρὸς Θεὸν παρρησίαν, ὡς ἱεράρχης θεοφόρε, τῶν τὴν ἱερὰν καὶ φωσφόρον, τελούντων μνήμην, σοῦ παμμακάριστε, διὰ παντὸς μνημονευε, τῷ  σῷ  Δεσπότῃ παριστάμενος.

Νέμοις μοι τὴν ἄφθονον χάριν, τῷ τοὺς ἐπαίνους σοι θεόφρον, πλέξαντι προθύμῳ καρδίᾳ, τὴν τῶν πταισμάτων λύσιν αἰτούμενος, ὡς ἱερεὺς πιστότατος, Ὅσιε Πάτερ Ἀμφιλόχιε.

Θεοτοκίον.

δὰμ μὲν ἀπόγονος ὤφθης, τοῦ δὲ Θεοῦ Μήτηρ ἐδείχθης· σὺ γὰρ ἀπ' αἰῶνος ἐφάνης, Ἁγιωτέρα πάσης τῆς κτίσεως, εὐλογημένη Πάναγνε· διὸ σε πάντες μεγαλύνομεν.

Τοῦ Ἁγίου Γρηγορίου.

Εὐλογητὸς Κύριος ὁ Θεὸς.

δε λαμπρὰ πανήγυρις, ἴδε μνήμη ἱερά, ἴδε χάρις πᾶσι, συνελθοῦσι Πιστοῖς, ἀφθόνως ἰάσεις πηγάζουσα, προσέλθωμεν· βρύει γὰρ ἡμῖν, ἡ Γρηγορίου θήκη, φωτισμόν ἀέναον, καὶ ἀθανασίαν.

ς ποταμὸς πεπλήρωσαι, τῶν ναμάτων τοῦ Χριστοῦ, ὡς ἐλαία ἔλαιον πηγάζεις ζωῆς, ὡς φοίνιξ ὑψώθης Γρηγόριε, ὡς ἄμπελος βότρυας ἡμῖν, τῶν ἀρετῶν σου φέρεις, ἐξ ὧν ποτιζόμεθα, οἶνον ἀφθαρσίας.

Συνευφραινέσθω σήμερον, ἐν τῇ μνήμῃ σου ἡμῖν, ἱερέων δῆμος, καὶ Ὁσίων πληθύς, καὶ πάντων Ἀγγέλων τὰ τάγματα, μεθ' ὧν παρεστὼς τῷ  Ποιητῇ, πεπυρσευμένος Πάτερ, μνήσθητι τῶν πόθῳ σε ἀνυμνολογούντων.

γιασμένον γέγονας, Πάτερ σκήνωμα Χριστοῦ, Ἐκκλησίας στῦλος, καὶ λιμὴν τῶν πιστῶν, καὶ μάχαιρα πλάνην ἐκτέμνουσα, πηγὴ ἰαμάτων καὶ βυθός, ἐνθέων νοημάτων, καὶ πυρσὸς ἀκοίμητος, καὶ ποιμὴν ποιμένων.

Θεοτοκίον.

Φῶς ἡ τεκοῦσα ἄχρονον, τὸ ἐκλάμψαν ἐκ Πατρός, φώτισόν μου Κόρη, τὴν ψυχὴν καὶ τὸν νοῦν, μακρὰν ἀπ' ἐμοῦ ἐκδιώκουσα, τὸ σκότος Παρθένε τῶν παθῶν· ἵνα σε μακαρίζω, τὴν ἀειμακάριστον τῶν πιστῶν ἐλπίδα.

Ὁ Εἱρμὸς.

Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ἐγείρας κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης.

Ἐξαποστειλάριον τῶν Ἱεραρχῶν.

Ἐν πνεύματι τῷ  Ἱερῷ.

ς Ἱεράρχαι ὅσιοι, θεοφόροι Ποιμένες, ὀφθέντες ἀληθέστατοι, τοῦ ἀμνοῦ καὶ Ποιμένος, Ἀμφιλόχιε ὅσιε, καὶ Γρηγόριε μάκαρ, πρεσβεύσατε ὑπὲρ πάντων, τῶν ὑμῶν ἐκτελούντων, μνήμην ῥυσθῆναι κινδύνων, ψυχῶν ὁμοῦ καὶ σωμάτων.

Της Ἑορτῆς, ὅμοιον.

Τοῦ ἱεροῦ σε σήμερον, Θεοτόκε Παρθένε, δέχεται τὰ ἐνδότερα, χερσὶν Ἀρχιερέως, ἐν οἷς τριῶν ἀπὸ χρόνων, ἕως δύο καὶ δέκα, διέμεινας τρεφομένη, χειρὶ θείου Ἀγγέλου, ὡς ἁγία κιβωτός, τοῦ πάντα τεκτηναμένου.

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια, τῆς Ἑορτῆς.

Ἦχος β’

Οἶκος τοῦ Ἐφραθᾶ.

ρθη τὸ τοῦ φραγμοῦ, μεσότοιχον τῇ θείᾳ, τῆς ὄντως Θεοτόκου, Εἰσόδῳ καὶ οἱ κάτω, τοῖς ἄνω νῦν συνήφθημεν.

Στίχ. πενεχθήσονται τῷ  Βασιλεῖ παρθένοι ὁπίσω αὐτῆς αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταὶ σοι.

δον παρθενικαί, χορεῖαι θεῖον ὕμνον, προπέμπουσαι ἐν οἴκῳ, Θεοῦ λαμπαδηφόρον τὴν μόνην Παναμώμητον.

Στίχ. πενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως

νδον τοῦ ἱεροῦ, Ἁγίαν τῶν Ἁγίων, τὴν Θεοτόκον οὖσαν, ὦ Ζαχαρία δέχου, Ἁγίων εἰς τὰ Ἅγια.

Δόξα... Καὶ νῦν  ... Ἦχος πλ. β’

Σήμερον τὰ στίφη τῶν Πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὴν     θεόπαιδα Παρθένον καὶ Θεοτόκον, ἐν Ναῷ Κυρίου προσαγομένην, εὐσεβῶς ἀνευφημήσωμεν, τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν, εἰς κατοικητήριον τοῦ παντάνακτος Χριστοῦ, καὶ Θεοῦ τῶν ὅλων, Παρθένοι, λαμπαδηφοροῦσαι προπορεύεσθε, τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον πρόοδον, Μητέρες, λύπην πᾶσαν ἀποθέμεναι, χαρμονικῶς συνακολουθήσατε, ὑμνοῦσαι τὴν Μητέρα τοῦ Θεοῦ γενομένην, καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον· Ἅπαντες οὖν χαρμονικῶς, τὸ Χαῖρε σὺν τῷ  Ἀγγέλῳ ἐκβοήσωμεν τῇ Κεχαριτωμένῃ, τῇ  ἀεὶ πρεσβευούσῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.  

Καὶ ἡ λοιπὴ τοῦ Ὄρθρου Ἀκολουθία, ὡς σύνηθες, καὶ Ἀπόλυσις.