The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ 

 ΙΑΝΟΥΑΡΙΟΣ

ΕΧΩΝ ΗΜΕΡΑΣ ΤΡΙΑΚΟΝΤΑ ΜΙΑΝ

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ 

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κλήμεντος Ἀγκύρας, καὶ τοῦ Ἁγίου Μάρτυρος Ἀγαθαγγέλου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Κλήμεντος

Ἦχος β'

Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν

Κλῆμα, τῆς ἀμπέλου τῆς ζωῆς, ὤφθης μυστικῇ γεωργίᾳ, περισκαπτόμενον· πόνοις γὰρ ἀσκήσεως, Πάτερ τεμνόμενος, τῷ δὲ ξίφει τρυγώμενος, τῷ τοῦ μαρτυρίου, οἶνον κατανύξεως, ἡμῖν ἐκέρασας, οὗ νῦν ἐμφορούμενοι πάντες, πίστει τὴν πανίερον μνήμην, τὴν σὴν ἑορτάζομεν Μακάριε.

τε, ἱερούργεις τὴν φρικτήν, καὶ τελειοτάτην θυσίαν, καὶ ὑπερκόσμιον, τότε προσενήνεξαι ἱερουργούμενος, τὸ σὸν αἷμα δὲ Πάνσοφε, προθύμῳ καρδίᾳ, αἵματι προσέμιξας, τῷ τοῦ Δεσπότου σου· ᾧ σύ, ῥαντιζόμενος μάκαρ, ὅλος καθαρὸς ἀνεδείχθης, ὅλος ἱερώτατος θεσπέσιε.

Θύων, τὸν Ἀμνὸν τὸν τοῦ Θεοῦ, τὸν τῆς ἁμαρτίας τὸν κόσμον, ἀποκαθαίροντα, καὶ φθορὰν καὶ θάνατον ἐξαφανίσαντα, ἱερεῖον ὡς ἄμωμον, ἐτύθης θεόφρον, σύμφυτος γενόμενος τῷ ὁμοιώματι, Μάκαρ ζωηφόρου θανάτου· νῦν δὲ τῆς αὐτοῦ βασιλείας, ἀξιομακάριστε τετύχηκας.

Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Ἀγαθαγγέλου.

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσιν

γαθαῖς ἀγγελίαις σε, συνοδίτην καὶ σύναθλον, Κλήμης ὁ πανάριστος κατεπλούτησε· μεθ’ οὗ τοὺς δρόμους διήνυσας, τοὺς θείους, στρεβλούμενος, καὶ παντοίοις ἀλγεινοῖς, ὁμιλῶν Ἀγαθάγγελε, ἕως τέλειος, γεγονὼς στεφανίτης, πρὸς τὰ ἄνω, μεταβέβηκας Ἀγγέλοις, συνεπαγάλλεσθαι πάντοτε.

Καὶ ξεσμοῖς δαπανώμενος, καὶ πυρὶ λιπαινόμενος, καὶ λαμπάσι πάντοθεν φλογιζόμενος, ἐπὶ κραβάτου ἁπλούμενος, σοφὲ Ἀγαθάγγελε, καὶ ὡς ἄρτος καθαρός, ἐπ’ ἀνθράκων ὀπτώμενος, προσενήνεξαι, οὐρανίῳ Τραπέζῃ, ἱκετεύων, τοὺς ἐν πίστει σε τιμῶντας, πάσης ῥυσθῆναι κολάσεως.

αβδισμοὺς ἐκαρτέρησας, καὶ ἐν ξύλῳ τεινόμενος, σπαραγμοὺς ὑπήνεγκας καρτερώτατα· καὶ ἐπὶ τέλει τῶν ἄθλων σου, σοφὲ Ἀγαθάγγελε, ἐκτμηθεὶς τὴν κεφαλήν, ταῖς ῥανίσι τοῦ αἵματος, ὅλην ἤρδευσας, τὴν σεπτὴν Ἐκκλησίαν εὐφημοῦσαν, τὰς λαμπράς σου ἀριστείας, κλέος Μαρτύρων πολύαθλε.

Δόξα... Ἦχος πλ. δ'

Τὴν τῶν χρόνων τετραχῶς περίοδον, θεόληπτε ἑπταπλασίασας, τυπτόμενος, ξεόμενος, ἀμείβων πόλεις καὶ χώρας, σταυρούμενος ὑπὲρ τοῦ Χριστοῦ, ἀλλ’ οὔτε πῦρ, οὔτε ξίφος, οὔτε μάστιγες, τὸ τῆς ψυχῆς σου ἔλυσαν στερέμνιον· ἔθραυσας δὲ δαιμόνων ἰσχύν, ἱερομάρτυς Κλήμη· διὸ πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχάς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Οἱ Μάρτυρές σου Κύριε

ξάρπασόν με Δέσποινα, χειρὸς τοῦ δράκοντος τοῦ βροτοκτόνου, τοῦ πολεμοῦντός με ἐν ὑποκρίσει, καταπιεῖν ὁλοτελῶς· σύντριψον τὰς μύλας τούτου δέομαι, καὶ τὰ μηχανήματα διάλυσον, ὅπως ῥυσθεὶς τῶν τούτου ὀνύχων, μεγαλύνω τὴν δυναστείαν σου.

Ἢ Σταυροθεοτοκίον

Οὐ φέρω Τέκνον βλέπειν σε, τὸν τὴν ἐγρήγορσιν πᾶσι διδόντα, ξύλῳ ὑπνώσαντα, ὅπως τοῖς πάλαι, ἐν παραβάσεως καρπῷ ὕπνῳ ὀλεθρίῳ ἀφυπνώσασι, θείαν καὶ σωτήριον ἐγρήγορσιν, παράσχῃ· ἡ Παρθένος, ἔλεγε θρηνῳδοῦσα, ἣν μεγαλύνομεν.

Ἀποστίχου, Στιχηρὰ τῆς Ὀκτωήχου.

Δοξα... Ἦχος α'

Ἀνατολίου

Τὸν θαυμαστὸν ἐν ἱερεῦσι, Μάρτυρα Κλήμεντα, ἡ ἐν μακρῷ τῷ χρόνῳ δοκιμὴ τῶν αἰκισμῶν, τῆς εἰς ἀεὶ τῶν ἀγαθῶν ἐπιτυχεῖν, ἠξίωσε τρυφῆς, καὶ πλουτεῖ τὰ θεῖα, ὁ πολλοὺς πρὸς ἀγῶνας ἀλείψας, τῷ καθ’ αὐτὸν ὑποδείγματι, καὶ πείσας τὴν σάρκα, ἀνωτέρω φρονεῖν τοῦ θανάτου· Πρὸς ὃν οἱ πιστοὶ βοήσωμεν· Μεγαλομάρτυς ἀοίδιμε, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου, τὰς χρονίους ἐνστάσεις, λῦσον τῶν παθῶν ἡμῶν, καὶ ῥῦσαι τῶν δεινῶν ταῖς πρεσβείαις σου.

Καὶ νῦν... Θεοτοκίον

Τῶν οὐρανίων ταγμάτων

άβδῳ τῆς σῆς προστασίας, Θεοκυῆτορ Ἁγνή, τὰ θηριώδη πάθη, τῆς ἀθλίας ψυχῆς μου, ἀπέλασον ἐντεῦθεν, εἰρηνικῶς, πρὸς ζωὴν με ἰθύνουσα, καὶ τῇ ἁγίᾳ με ποίμνῃ τῶν ἐκλεκτῶν, σοῦ προβάτων συναρίθμησον.

Ἢ Σταυροθεοτοκίον

ν τῷ Σταυρῷ παρεστῶσα, τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, καὶ τὴν μακροθυμίαν, τούτου ἀποσκοποῦσα, ἔλεγες θρηνοῦσα, Μῆτερ Ἁγνή, Οἴμοι Τέκνον γλυκύτατον! τὶ ταῦτα πάσχεις ἀδίκως Λόγε Θεοῦ; ἵνα σώσῃς τὸ ἀνθρώπινον.

Ἀπολυτίκιον Ἦχος δ'

Κλῆμα ὁσιότητος, καὶ στέλεχος ἀθλήσεως, ἄνθος ἱερώτατον, καὶ καρπὸς ὡς θεόσδοτος, τοῖς πιστοῖς πανίερε, ἡδύτατος ἐβλάστησας, Ἀλλ' ὡς Μαρτύρων σύναθλος, καὶ ἱεραρχῶν σύνθρονος, πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν, Κανὼν τῆς Ὀκτωήχου εἷς, καὶ τῶν Ἁγίων δύω.

 Κανὼν τοῦ Ἁγίου Κλήμεντος, οὗ ἡ Ἀκροστιχίς.

Μέλπω τὸ κλῆμα τῆς νοητῆς ἀμπέλου.

Θεοφάνους.

 δὴ α' Ἦχος πλ. β'

ς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα, ᾄσωμεν.

Μετὰ τῆς ἄνω χορείας, ὡς Ἱερεύς, καὶ ὡς Μάρτυς ἔνδοξος, τῷ Χριστῷ παρεστηκώς, ἐκτενῶς ἱκέτευε τυχεῖν, τῆς ἐλλάμψεως τῆς σῆς, τοὺς εὐφημοῦντάς σε.

κτεταμένους ἀγῶνας ἐπὶ τῆς γῆς, διανύσας Ὅσιε, βασιλείας οὐρανῶν, ἠξιώθης στέφανον λαβεῖν, καὶ αἰώνιον ζωὴν τὴν ἀκατάλυτον.

Λελυτρωμένος τῷ πάθει τοῦ ἀπαθοῦς, διὰ πάθους ἔσπευσας, πρὸς αὐτὸν ἀναδραμεῖν, μιμητὴς γενόμενος παθῶν, θεοφόρε τῶν αὐτοῦ Ἀγγέλων σύσκηνε.

Θεοτοκίον

Πεποικιλμένη τῷ κάλλει τῶν ἀρετῶν, Θεομῆτορ ἄχραντε, τὸν Θεὸν τὸν ἀληθῆ, ὑπὲρ νοῦν συνέλαβες ἡμῖν, τὴν πηγῆν τῶν ἀγαθῶν ἀναπηγάσασα.

Κανὼν τοῦ Ἁγίου Ἀγαθαγγέλου, οὗ ἠ ἀκροστιχίς.

 Τὴν σὴν ἀνυμνῶ Παμμάκαρ χαίρων χάριν. Ἰωσήφ.

δὴ α' Ἦχος δ'

πατάξας Αἴγυπτον, καὶ Φαραὼ τὸν τύραννον, βυθίσας ἐν θαλάσσῃ, λαὸν διέσωσας δουλείας, Μωσαϊκῶς ᾄδοντα, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.

Τὸν κλεινὸν ἐν Μάρτυσι, τῶν ἀθλητῶν τὸ καύχημα, τὸν ἄγγελον τῇ κλήσει, γεγενημένον καὶ τῇ πράξει, χαρμονικῶς σήμερον, τιμήσωμεν ἐν πίστει, καὶ μακαρίσωμεν.

ξιώθης, Ἔνδοξε, τῆς τῶν Μαρτύρων εὐκλείας, ἀθλοῦντα θεωρήσας μεγαλοφρόνως ἐν τῇ Ῥώμῃ, τὸν Ἱερὸν Κλήμεντα· μεθ’οὗ σε συνελθόντες, πίστει γεραίρομεν.

Νεκρωθεὶς Μακάριε, παντὶ τῷ κόσμῳ ἔδραμες, τὴν νέκρωσιν κηρύττων, τοῦ Ζωοδότου ἐν σταδίῳ· καὶ ὑποστὰς βάσανα, ζωῆς ἀδιαδόχου, νῦν κατηξίωσαι.

Θεοτοκίον

Σαρκωθέντα Κύριον, δι’ εὐσπλαγχνίαν ἄφατον, ἐκύησας Παρθένε, ὃν Ἀγαθάγγελος ποθήσας, ἔξω σαρκὸς γέγονεν, ἀθλήσας παραδόξως, μεθ’ οὗ ὑμνοῦμέν σε.

Τοῦ Ἱεράρχου

δὴ γ'

Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν Πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου.

ραίους ἤνεγκας καρπούς, κλῆμα τῆς ζωηφόρου, χρηματίσας ἀμπέλου, καὶ τούτους μαρτυρικαῖς, κοσμήσας μαρμαρυγαῖς, τῷ Σωτῆρι, πάντων καθιέρωσας.

Τοῦ Παύλου ὤφθης μιμητής, πᾶσαν τὴν οἰκουμένην, διατρέχων Παμμάκαρ, βαπτίσματι θεουργῷ, καὶ αἵματος ῥαντισμῷ, ἁγιάζων, τῆς ὁμολογίας σου.

Θεοτοκίον

Οὐκ ἔστιν ἄμεμπτος ὡς σύ, πάναγνε Θεομῆτορ· μόνη γὰρ ἐξ αἰῶνος, τὸν Θεὸν τὸν ἀληθῆ, καὶ πάντων Δημιουργόν, Θεὸν Λόγον, Πάναγνε ἐκύησας.

Τοῦ Μάρτυρος

 Ἐστερεώθη ἡ καρδία μου

μνολογῶ σου τοὺς ἀπείρους παμμάκαρ πόνους, τὰς στρεβλώσεις καὶ τὰς πολλὰς αἰκίσεις, τὴν ἀνδρείαν, τοὺς ξεσμούς, καὶ τὸν θάνατον, δι' ὧν ἠξιώθης, ζωῆς Ἀγαθάγγελε.

Μετὰ μυρίους αἰκισμοὺς σε καὶ ἀλγηδόνας, ῥαβδισμούς τε καὶ ξέσεις Ἀθλοφόρε, ὑποβρύχιος θαλάσσῃ, δέδοσαι ἔνδοξε· ἐξ ἧς ὁ τῶν ὅλων, Δημιουργὸς σε ἐρρύσατο.

Νεανικῶς τε καὶ ἀνδρείως γενναῖε Μάρτυς, πυρακτώσεις ὑπήνεγκας τῶν ἥλων, καιομένης τῆς σαρκός, καὶ ἄνωθεν δρόσον δεχομένης, ὑπομονῆς Ἀγαθάγγελε.

Θεοτοκίον

παραδόξου μυστηρίου! πῶς ἡ Παρθένος, πλατυτέρα τῶν οὐρανῶν ἐδείχθη, ἐν νηδύϊ τὸν ἀπεριόριστον, ἀστενοχωρήτως χωρήσασα.

Ὁ Εἱρμὸς

στερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθη ἐπ’ ἐχθρούς μου τὸ στόμα μου· εὐφράνθην ἐν σωτηρίῳ σου.

Κάθισμα τοῦ Κλήμεντος

Ἦχος δ'

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Τοῦ μαρτυρίου ἀληθῶς τῇ δρεπάνῃ, κατατεμνόμενος σοφὲ Ἱεράρχα, ὡς καρποφόρος ἄμπελος ἐξήνθησας, βότρυας περκάζοντας, καὶ σταλάζοντας γλεῦκος, θείας ἐπιγνώσεως, καὶ ἀθλήσεως Πάτερ· ἐξ ὧν μετέχων πᾶς τις εὐσεβῶς, καταγλυκαίνει ψυχῆς αἰσθητήρια.

Δόξα... τοῦ Ἀγαθαγγέλου

Ἐπεφάνης σήμερον

γαθὸν σε Ἄγγελον γεγενημένον, θεοσδότοις λάμψεσιν, ἀνευφημοῦντες εὐσεβῶς, ἐπιτελοῦμεν τὴν μνήμην σου, κλέος Μαρτύρων, σοφὲ Ἀγαθάγγελε.

Καὶ νῦν... Θεοτοκίον

Προστασία ἄμαχε τῶν θλιβομένων, καὶ πρεσβεία ἕτοιμε, τῶν ἀπορούντων ἐν δεινοῖς, ἀπὸ κινδύνων με λύτρωσαι· μὴ με παρίδῃς, ἡ πάντων ἀντίληψις.

Ἢ Σταυροθεοτοκίον

πὶ ξύλου βλέπουσα ἀναρτηθέντα, τὸν Υἱόν σου Πάναγνε, σπλάγχνα μητρῷα μητρικῶς, σπαρασσομένη ἐκραύγαζες· Οἴμοι πῶς ἔδυς, τὸ φῶς μου τὸ ἄχρονον.

Τοῦ Ἱεραρχου

δὴ δ'

Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα.

Κυκλώσας ἅπασαν, τὴν γῆν ἐξέτεινας, τῶν ἀγώνων τὸ κλῆμα ἀθλητικήν, στάζον ἀγαλλίασιν, καὶ εὐωδίας γλυκασμόν, Ἀθλοφόρε παμμακάριστε.

Λειμῶνα θέοντες, τῆς σῆς ἀθλήσεως, ἰαμάτων τὰ ἄνθη μάκαρ τῶν σῶν, Ἔνδοξε δρεπόμεθα, καὶ ποικιλίᾳ θαυμάτων, τὰς αἰσθήσεις κατευφραίνομεν.

μέρας γέγονας, υἱὸς θαυμάσιε, καὶ φωτὸς ἀνεσπέρου διηνεκῶς, περιαυγαζόμενος, τῷ τρισηλίῳ φωτισμῷ, καὶ τῇ αἴγλῃ τοῦ κηρύγματος.

Θεοτοκίον

Μαρία Πάναγνε, ἡ καθαρώτατον, γενομένη χωρίον χωρητικόν, θείας ἐνοικήσεως, τὸν ψυχικόν μου μολυσμόν, καὶ τὸν ῥύπον ἐξαφάνισον.

Τοῦ Μάρτυρος

Εἰσακήκοα ὁ Θεὸς

Πολυώδυνα ἐνεγκών, βασάνων εἴδη γενναῖε Μάρτυς, σὺν τῷ θείῳ χαίρων Κλήμεντι, ταῖς ῥοαῖς τοῦ αἵματος, πᾶσαν τὴν γῆν θεόφρον ἡγίασας.

νηρτήθης ὡς ὁ Χριστός, ἐπὶ τοῦ ξύλου καὶ κατεξάνθης, τὰς πλευρὰς σιδήρῳ ἔνδοξε, καταπλήξας ἅπαντας, ὑπομονῇ σοφὲ Ἀγαθάγγελε.

Μεγαλύνοντες τὸν Χριστόν, φρουρὰν κατῴκουν οἱ Ἀθλοφόροι, ὡς φρουροὶ θείων προστάξεων, Κλήμης ὁ πανάριστος, καὶ Ἀγαθάγγελος ὁ ἀοίδιμος.

Θεοτοκίον

Μακαρίζομέν σε ἀεί, Θεοκυῆτορ εὐλογημένη· δι' ἧς δόξης ἠξιώθημεν, καὶ τὸν πρὶν Παράδεισον, ὃν ἀπωλέσαμεν ἀπελάβομεν.

Τοῦ Ἱεράρχου

δὴ ε'

Τῷ θείῳ φέγγει σου ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον.

Αἰκίσεις πάνσοφε καρτερῶν, τὰς πολυχρονίους καὶ μακροτάτας, πολύαθλος πέφηνας· νῦν δὲ τῆς ἀφθάρτου μακαριότητος, τρυφὴν κατεκληρώσω διαιωνίζουσαν.

Τὴν πίστιν ἄγκυραν ἀσφαλῆ, ὡς καὶ τὴν ἐλπίδα καὶ τὴν ἀγάπην, θεμέλιον θέμενος, τῇ σεπτῇ Τριάδι σαυτὸν ἀνέθηκας, ναὸν ἡγιασμένον Πάτερ πανόλβιε.

θεοκόσμητος ξυρωνίς, ἡ διαφανὴς ἠγωνισμένη, ἀθλήσεως στάδιον, ἐπιλαβομένη τῆς αἰωνίου ζωῆς, Ἀγγέλοις συγχορεύει καὶ συναγάλλεται.

Θεοτοκίον

Σῶσαι βουλόμενος ἐκ φθορᾶς, τὴν καταφθαρεῖσαν φύσιν, τῶν ἀνθρώπων ὁ Κτίστης καὶ Κύριος, μήτραν ἁγνισθεῖσαν Ἁγίῳ Πνεύματι, οἰκήσας ἀπορρήτως ἀνεμορφώσατο.

Τοῦ Μάρτυρος

Ὄρθρον φαεινὸν ἡμῖν

νθραξι πυρούμενοι, ἀγαπήσεως τοῦ Παντουργοῦ, ἐν ἀσβέστῳ πυρωθείσῃ ἐβλήθητε, καλλίνικοι Μάρτυρες.

Κόσμος ὡραιότατος, ἀνεδείχθητε τῶν Ἀθλητῶν, ἀφαιρούμενοι δορὰν τὴν τοῦ σώματος, ἀήττητοι Μάρτυρες.

πλωθεὶς εἰς κράβατον, καὶ ὀπτώμενος ἐν τῇ πυρᾷ, Ἀγαθάγγελε Ἀγγέλους ἐξέπληξας, ὁρῶντας τοὺς ἄθλους σου.

Θεοτοκίον

υομένη φάνηθι, Ἀπειρόγαμε πάντας ἡμᾶς, πειρασμῶν τε καὶ κινδύνων καὶ θλίψεων, τοὺς πόθῳ ὑμνοῦντάς σε.

Τοῦ Ἱεράρχου

δὴ ς'

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.

Νομίμως ἀθλήσαντες, τοὺς στεφάνους ἐκ χειρός, ζωαρχικῆς ἐδέξασθε, χαρισμάτων ποικίλων διανομήν, καὶ χάριν ἰάσεων, τῶν πιστῶν θεραπεύειν τὰ νοσήματα.

βίος ὁ ἔνθεος, τῶν ἀγώνων ἡ τριβή, τῶν αἰκισμῶν ἡ ἔνστασις, εὐπρεπείας στεφάνωμα μυστικόν, καὶ κάλλους διάδημα, καὶ στολὴ ἀφθαρσίας σοι γεγόνασιν.

Θεοτοκίον

Πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοῖς βροτοῖς, τὸν κυβερνήτην Κύριον, τῶν παθῶν μου τὸν ἄστατον καὶ δεινόν, κατεύνασον τάραχον, καὶ γαλήνην παράσχου τῇ καρδίᾳ μου.

Τοῦ Μάρτυρος

Ἐν πελάγει τοῦ βίου

Χαριστήριον αἶνον Θεῷ προσῆξας, θεόφρον Ἀθλητά, ἐν τῇ καμίνῳ ἐμβληθείς, ὡς πάλαι οἱ αἰχμάλωτοι Παῖδες, καὶ δρόσον δεχόμενος, Ἀγαθάγγελε οὐρανόθεν.

γαθαῖς ἀγγελίαις ταῖς δι’Ἀγγέλων, νευρούμενος τὸν νοῦν, τοὺς αἰκισμούς τε καὶ ἀλγηδόνας, ὥσπερ πάσχοντος ἄλλου, ῥαδίως ὑπήνεγκας, Ἀγαθάγγελε γενναιόφρον.

ερὰν ξυνωρίδα ὑμᾶς ὁ πλάνος, θεασάμενος σοφοί, δεσμοῖς συνθλίβει, καὶ ποιναῖς συγκόπτει, καὶ φρουραῖς κατακλείει καὶ γέλωτα ὤφλησε, τῇ ἀτρέπτῳ ὑμῶν ἐνστάσει.

Θεοτοκίον

αθυμίαν ὕπνου θανατηφόρου, ἀπάλλαξον Ἁγνή, καὶ πρὸς ἐνθέους, γρηγορεῖν με ὕμνους, καὶ καλὰς ἐργασίας, ἐνίσχυσον Δέσποινα, ἵνα πόθῳ ὑμνολογῶ σε.

Ὁ Εἱρμὸς

ν πελάγει τοῦ βίου ταῖς πράξεσί μου, κατῆλθον εἰς βυθόν· ἀλλ’ ὡς ἐκ κήτους. Ἰωνᾶς οὕτω βοῶ σοι·. Ἐκ βυθοῦ τῶν κακῶν μου, ἀνάγαγε δέομαι, Υἱὲ τοῦ Θεοῦ καὶ Λόγε.

Κοντάκιον Ἦχος δ'

Ἐπεφάνης σήμερον

Τῆς ἀμπέλου γέγονας, τίμιον κλῆμα, τοῦ Χριστοῦ πανεύφημε, Κλήμη πολύαθλος ὀφθείς, σὺν τοῖς συνάθλοις τε ἔκραζες· Χριστέ, Μαρτύρων φαιδρὸν ἀγαλλίαμα.

Ὁ Οἶκος

Υἱὸς φωτὸς ἀναδειχθείς, Θεοῦ συγκληρονόμος, ὡς Ἠλιοὺ ὁ θεῖος, τὸν Ἀχαὰβ ἤλεγξεν, οὕτω καὶ σύ, Κλήμη σοφέ, Βασιλεῖς ἀνόμους, καὶ Τυράννους ἀπηνεῖς, Ἑλλήνων τοὺς πρωτεύοντας, ἐν λόγῳ καὶ ἀληθείᾳ ἐνίκησας, καὶ προσάγεις θῦμα τῷ Κυρίῳ νῦν τὰ πλήθη τῶν εἰς Χριστὸν πιστευσάντων. Διὸ κοινωνὸν τῆς σῆς μαρτυρίας Ἀγαθάγγελον εὑρών, πόλεις ἐναθλῶν συνώδευσας φαιδρῶς κραυγάζων· Χριστέ, Μαρτύρων φαιδρὸν ἀγαλλίαμα.

Συναξάριον

Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κλήμεντος, Ἐπισκόπου. Ἀγκύρας, καὶ τοῦ Ἁγίου Μάρτυρος Ἀγαθαγγέλου.

Στίχοι

γαθαγγέλου καὶ Κλήμεντος αἱμάτων,

Τὸ τοῦ ξίφους δίψαιμον ἐπλήσθη στόμα.

Εἰκάδι δ’ ἐτμήθητε τρίτῃ, Ἀγαθάγγελε, Κλήμη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Εὐσεβίου.

Στίχοι

Δεῦρο πρὸς ἡμᾶς εἰς τὰ τερπνὰ τοῦ πόλου,

Εὐσεβίῳ λέγουσιν οἱ τερπνοὶ Νόες.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Μαϋσιμᾶ τοῦ Σύρου.

Στίχοι

Γλώσσαις λαλῶν πρὶν Μαϋσιμᾶς τῶν Σύρων,

Γλώσσαις, λαλεῖ νῦν, Ἀγγέλων πρὸς Ἀγγέλους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Σαλαμάνου τοῦ ἡσυχαστοῦ.

Στίχοι

Οἴχῃ χαμερποῦς καὶ χαμαιζήλου βίου,

ψηλὲ πράξει καὶ λόγῳ Σαλαμάνη.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δύω Μάρτυρες οἱ ἐν τῷ Παρίῳ λάκκῳ ἐμβληθέντες τελειοῦνται.

Στίχοι

νδον βόθρου χωροῦσι Μάρτυρες δύω,

Θείου πόθου βάλλοντος ἔξω τὸν φόβον.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τοῦ Ἱεράρχου

δὴ ζ'

Οἱ Παῖδες ἐν Βαβυλῶνι, καμίνου φλόγα οὐκ ἔπτηξαν, ἀλλ' ἐν μέσῳ φλογὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Τῇ αἴγλῃ τοῦ Μαρτυρίου, τὴν οἰκουμένην ἐφαίδρυνας, ἀναμέλπων Χριστῷ διανοίας, καὶ ψυχῆς καθαρότητι· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἠιμῶν.

τῶν σῶν κατορθωμάτων, ἱερωτάτη πανήγυρις, οὐρανίῳ φωτὶ λαμπομένη, καταυγάζει τοὺς κράζοντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Σοφίας τῆς ὑπερσόφου, Παρθένε Μήτηρ γεγένησαι, τῆς τὰ πάντα σοφῶς κυβερνώσης, φυσικῇ ἀγαθότητι· Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς κοιλίας σου.

Τοῦ Μάρτυρος

Μὴ παραδῴης ἡμᾶς ἦχος πλ δ'

σπερ οἱ δύο ἀεὶ φωστῆρες, φαιδρῶς τὴν Ἐκκλησίαν, φωτίζουσι πλουσίως ἄθλων λαμπρότητι, σὺν Ἀγαθαγγέλῳ ὁ μέγας Κλήμης σκοτασμὸν λύοντες πονηρῶν ἀπιστίας ἐχθρῶν· οὓς εὐφημήσωμεν μεγαλοφώνως.

Νεανικῶς τοὺς ξεσμοὺς ὑπέστης, καὶ πάσας τρικυμίας, τῶν ἀνυποίστων πόνων σαρκός σου τραύμασιν, ἐχθροὺς τραυματίζων τοὺς ἀοράτους, ἀθλητὰ ἔνδοξε, τῶν παθῶν τοῦ Χριστοῦ κοινωνέ, Ἀγγέλων σύσκηνε, Μαρτύρων κλέος.

Χαίρων ὑπέστης σοφέ, μολύβδου βαρείας πυρακτώσεις, κατὰ τῆς θείας κάρας ἐπενεχθείσας σου, καὶ καταφλεγούσας ταύτην διόλου, ὥσπερ τις ἄσαρκος, Ἀγαθάγγελε στρατιῶτα Χριστοῦ· ὅθεν πίστει σε δοξολογοῦμεν.

Θεοτοκίον

νερμηνεύτου λόγῳ, μετέσχες Παρθένε μυστηρίου, Θεὸν τὸν ἐν πᾶσιν ὄντα ἀχώρητον, ἀστενοχωρήτως χωρεῖς καὶ τίκτεις, καὶ μαζοῖς ἔθρεψας, βουληθέντα οἰκτειρῆσαι ἡμᾶς, τοὺς Θεοτόκον σε ὁμολογοῦντας.

Τοῦ Ἱεράρχου

δὴ η'

Νόμων Πατρῴων οἱ μακαριστοί, ἐν Βαβυλῶνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου· καὶ συνημμένοι, ᾧ οὐκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν ὕμνον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ναφανέντες φαεινότατοι, ἐπὶ τῆς γῆς φωστῆρες κατελαμπρύνατε, τὸ στερέωμα Πανόβλιοι, τῆς σεπτῆς Ἐκκλησίας· ἐν οὐρανοῖς δέ, φέγγει τῆς ἀθλήσεως ὑμῶν, πρωτοτόκων πανήγυριν εὐφραίνετε βοῶντες· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Μέτ’ εὐφροσύνης τὴν χαρμόσυνον, τῶν σῶν ἀγώνων μνήμην νῦν ἑορτάζομεν· ὡς γὰρ ἄσαρκος ὑπέμεινας αἰκισμῶν τρικυμίας· ἀλλ’ ἀντὶ τούτων, διαιωνίζουσαν τρυφήν ἐπαξίως ἀπείληφας, ἀντίδοσιν πλουσίαν· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Πεποικιλμένην καὶ ὑπέρλαμπρον, καταστολὴν σὺ δόξης ἀμφιασάμενος, ἀντὶ Πνεύματος Πανόβλιε, χαλεπῆς ἀκηδίας, ἀντὶ βασάνων, τὴν Ἀγγελικὴν διαγωγήν, ἀντηλλάξω λαβόμενος, ζωῆς τῆς ἀϊδίου· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

ξ ἀϊδίου τῷ Γεννήτορι, ὁ συνυπάρχων Λόγος καὶ συννοούμενος, ἐπὶ τέλει τῶν αἰώνων δέ, σαρκωθεὶς ἐκ Παρθένου, τὴν τῶν ἀνθρώπων, πᾶσαν ἐθεούργησε μορφήν, ἑαυτῷ καθ’ὑπόστασιν, ἀσυγχύτως ἑνώσας· Τὸν Κύριον ὑμνεῖτε βοώντων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Μάρτυρος

Τὰ σύμπαντα Δέσποτα Ἦχος δ'

ανίσιν αἱμάτων σου, πῦρ ἀποσβέσας ἀθεΐας, ἤρδευσας Πανεύφημε, Χριστοῦ τὴν Ἐκκλησίαν, πίστει ἀναθάλλουσαν, καὶ εὐφημοῦσαν ἀξίως, τοὺς μεγίστους σου πόνους, τὰ παλαίσματα, τὰς λαμπρὰς ἀριστείας, ἀπαύστως σοφὲ Ἀγαθάγγελε.

σους ἐκομίσαντο, τῆς νίκης τοὺς στεφάνους, Κλήμης ὁ πανάριστος, καὶ Ἀγαθάγγελος· ὅθεν, ἐν ὑψίστοις τῷ πάντων βασιλεύοντι παρεστῶντες, προστάται καὶ ῥύσται ἡμῶν χρηματίζουσιν, εὐλογοῦντες ὑμνοῦντες ἀπαύστως τὸν Κύριον.

Νέους ἐκμιμούμενος, τοὺς κατασβέσαντας τὴν φλόγα, τὸ πῦρ ὥσπερ ἄσαρκος, ὑπῆλθες ἀθλοφόρε, ζήλῳ πυρακτούμενος τῆς τοῦ Κυρίου ἀγάπης, καὶ θερμῶς ἀνεβόας Ἀγαθάγγελε· Εὐλογεῖτε τὰ ἔργα Κυρίου, ἀπαύστως τὸν Κύριον.

Θεοτοκίον

σχυρὰν παράκλησιν, καὶ ἀκαταίσχυντον ἐλπίδα, τεῖχος ἀπροσμάχητον, καὶ θείαν προστασίαν, ὁ λαός σου ἔχει σε, ὁ σὲ δοξάζων Παρθένε· καὶ σῳζόμενος, κράζει ἐμμελέστατα· Εὐλογεῖτε τὰ ἔργα Κυρίου, ἀπαύστως τὸν Κύριον.

Ὁ Εἱρμὸς

Τὰ σύμπαντα Δέσποτα, τῇ σῇ σοφίᾳ συνεστήσω· γῆς δὲ πάλιν ἥδρασας, ὡς οἶδας τὸν πυθμένα, τῇ βάσει πηξάμενος ἐπὶ ὑδάτων ἀπείρων· διὸ πάντες βοῶμεν ἀναμέλποντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, ἀπαύστως τὸν Κύριον.

Τοῦ Ἱεράρχου

δὴ θ'

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος· ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις Στρατιαῖς, σὲ μακαρίζομεν.

Λουτρῷ τοῦ φωτοειδοῦς βαπτίσματος, τελειωθείς, καὶ τῆς ἱερωσύνης τῷ χαρίσματι, καὶ Μαρτύρων αἵματι λουσάμενος, ὅλος πεφωτισμένος, χαίρων ἀνέδραμες, πρός τὰς οὐρανίους στρατιὰς θεομακάριστε.

τῶν ἁγίων Μαρτύρων στέφανος, Λόγος Θεοῦ στεφάνῳ τῶν χαρίτων ἐκόσμησε, σὴν ἁγίαν κορυφὴν θεσπέσιε, ὁ τῆς δικαιοσύνης, ἄδυτος Ἥλιος, δι’ ὃν τοὺς ἀγῶνας τοὺς μακρούς, χαίρων ὑπέμεινας.

Θεοτοκίον

Υἱὸς καὶ Λόγος Θεοῦ ὁ ἄναρχος, σωματωθείς, υἱὸς καὶ τῆς Παρθένου γεγένηται, εὐδοκίᾳ τοῦ Πατρὸς καὶ Πνεύματος, θείου τῇ συνεργείᾳ· ὅθεν ἀνέπλασε, τὴν καταφθαρεῖσάν μου μορφήν, ὡς παντοδύναμος.

Τοῦ Μάρτυρος 

Ἐποίησε κράτος

ς ζεῦγος ὡραῖον, Ἀγαθάγγελος ὁμοῦ, ὁ ἔνδοξος καὶ Κλήμης ὁ γενναῖος, φανέντες μαρτυρικαῖς, ἐλαμπρύνθησαν στολαῖς· καὶ νῦν στεφανηφόροι τῷ Θεῷ, καὶ Βασιλεῖ τῶν ὅλων, εὐκλεῶς παρίστανται, σὺν τοῖς Ἀσωμάτοις.

Σαρκὸς οὐκ ἐφείσω, ὁμιλούσης χαλεποῖς, ἐν πλείοσι καιροῖς κολαστηρίοις, ἐφέσει τῶν ἀγαθῶν, ὧν ἡτοίμασε Θεός, τοῖς θείοις θεράπουσιν αὐτοῦ· μεθ' ὧν περιπολεύεις, Μάρτυς Ἀγαθάγγελε, χαίρων εἰς αἰῶνας.

γῆ ἑορτάζει, καὶ χορεύει οὐρανός, ἀγάλλονται χοροὶ τῶν Ἀσωμάτων, καὶ καρδίαι τῶν πιστῶν, εὐσεβῶς δοξάζουσι, τὴν μνήμην σου σήμερον σοφέ· ἐν ᾗ τοὺς σὲ τιμῶντας, σῷζε ταῖς πρεσβείαις σου, πάσης ἐπηρείας.

Θεοτοκίον

Φωτίζεις τὸν κόσμον, ἀνατείλασα τὸ φῶς Πανάμωμε, τὸ λάμψαν πρὸ αἰώνων, ἐκ τοῦ Πατρὸς ὑπὲρ νοῦν, διὰ τοῦτό σοι βοῶ. Τὸ σκότος ἀπέλασον Ἁγνή, ἐκ τῆς ἐμῆς καρδίας, τῶν ἀτάκτων λογισμῶν, ὅπως ἀνυμνῶ σε.

Ὁ Εἱρμὸς

ποίησε κράτος, ἐν βραχίονι αὐτοῦ· καθεῖλε γὰρ δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, ὁ Θεὸς τοῦ Ἰσραήλ· ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, Ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης.

Ἐξαποστειλάριον

Γυναῖκες ἀκουτίσθητε

ς Παῦλος ὁ Ἀπόστολος, τὴν γῆν κυκλώσας ἅπασαν, καὶ τῶν μακρῶν σου ἀγώνων, ἐκτείνας Κλήμη τὸ κλῆμα, τῇ ἕλικι τῆς Πίστεως, ζωγρεῖς τὸν Ἀγαθάγγελον, συγκοινωνόν σοι Μάρτυρα, τῆς ἀγαθῆς ἀγγελίας, ἐπώνυμον ἀθλοφόρον.

Θεοτοκίον ὅμοιον

ς οὖσα καθαρώτατον, δοχεῖον Θεονύμφευτε, τῆς τῶν παθῶν με ἀχλύος, δεῖξον ἐλεύθερον Κόρη, βρυγμοῦ ὀδόντων σκώληκος, καὶ τοῦ πυρὸς ἐξάρπασον, τοῦ αἰωνίου Δέσποινα, ὅπως ἐν Πίστει ὑμνῶ σε, εὐλογημένη Μαρία.

 

Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.