The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

ΔΕΚΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΚΒ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Ἀναστασίας τῆς Φαρμακολυτρίας.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια Προεόρτια.

Ἦχος πλ. β’

Ὅλην ἀποθέμενοι.

ἄδυτος Ἥλιος, Παρθενικῶν ἐκ λαγόνων, ἀνίσχειν ἐπείγεται, τοῦ φωτίσαι ἅπασαν τὴν ὑφήλιον, καθαροῖς ὄμμασι, καὶ ἁγναῖς πράξεσιν, ὑπαντῆσαι τούτῳ σπεύσωμεν, καὶ ὑποδέξασθαι, νῦν ἑτοιμασθῶμεν ἐν πνεύματι, ἐρχόμενον εἰς ἴδια, ξένῳ τοκετῷ ὡς ηὐδόκησεν, ὅπως ξενωθέντας, ἡμᾶς τῆς ἐν Ἐδὲμ διαγωγῆς, ἐπαναγάγῃ ὡς εὔσπλαγχνος, Βηθλεὲμ τικτόμενος.

νώτοις ὀχούμενος, χερουβικοῖς Θεὸς Λόγος, σαρκὶ καθ' ὑπόστασιν, ἑνωθεὶς πανάμωμον μήτραν ᾤκησε, καὶ βροτὸς γέγονε, καὶ εἰς γῆν ἔρχεται, τοῦ Ἰούδα ἀποτίκτεσθαι, Σπήλαιον ἅγιον, τῷ Παμβασιλεῖ εὐτρεπίσθητι, ὡς μέγιστον παλάτιον· Φάτνη δὲ ὡς θρόνος πυρίμορφος, ἐν ᾗ ὥσπερ βρέφος, Παρθένος Μαριὰμ ἀνακλινεῖ, ἐπ' ἀνακλήσει τοῦ πλάσματος, αὐτὸν ὡς ηὐδόκησεν.

λόγων ἐν φάτνῃ σε, ἀνακλινεῖ ἡ Παρθένος, Θεοῦ Λόγε ἄναρχε, ἀρχὴν εἰσδεξάμενον ὑπὲρ ἔννοιαν· τὴν ἐμὴν λῦσαι γάρ, ἀλογίαν ἔρχῃ, ἣν ὑπέστην φθόνῳ ὄφεως· σπαργανωθήσῃ δέ, ὅπως διαρρήξῃς τὰ σπάργανα, σειράς τε τῶν πταισμάτων μου, μόνε Ἀγαθὲ καὶ φιλάνθρωπε· ὅθεν σε δοξάζω, ὑμνῶ καὶ προσκυνῶ περιχαρῶς, τὴν ἐν σαρκὶ παρουσίαν σου, δι' ἧς ἠλευθέρωμαι.

Στιχηρὰ Προσόμοια τῆς Ἁγίας.

Ἦχος α’

Πανεύφημοι Μάρτυρες ὑμᾶς.

ς περικαλέστατα τὰ σά, Μάρτυς προτερήματα! ὡς εὐκλεεῖς οἱ ἀγῶνές σου! ὡς περιβόητος, ἡ Ὁμολογία! ὡς πολλὰ τὰ θαύματα, καὶ ἄπειρα τὰ θεῖα τεράστια! δι' ὧν δοξάζει σε, εἰς αἰῶνας ὃν ἐδόξασας, ἐναθλοῦσα, τοῖς  σεπτοῖς σου μέλεσι.

Στέργουσα τὴν εὔκλειαν σεμνή, τῶν ἀθλούντων ἔσπευσας, τούτων τὸν ζῆλον μιμήσασθαι· ὅθεν ὑπήνεγκας, πόνους σφοδροτάτους, καὶ νῦν θεία χάριτι, κουφίζεις πάντα πόνον Πανεύφημε, ἐκ τῶν ψυχῶν ἡμῶν, καὶ σωμάτων τῶν τιμώντων σου, τοὺς ἀγῶνας, καὶ τὰ προτερήματα.

στραψας φαιδρότερον σαφῶς, τοῦ ἡλίου ἔνδοξε, τὸν σὸν ἀγῶνα τελέσασα, καὶ ταῖς ἀκτῖσί σου, τῶν πολλῶν θαυμάτων, πάντων τὰ νοήματα, φωτίζεις τῶν πιστῶν προσιόντων σου, τῇ  θείᾳ λάρνακι, πηγαζούσῃ θεῖα νάματα, Ἀναστασία, Μάρτυς μεγαλώνυμε.

Δόξα... Τῆς Ἁγίας  Ἦχος β’

Τῆς ἀναστάσεως εἴληφας τὸ δώρημα, Ἀναστασία πανεύφημε, ἀθληφοροῦσα ἐν τῷ σταδίῳ· δαιμόνων γὰρ ἐξηφάνισας πληθύν, καὶ πόντῳ παρέδωκας ἀθληφόρε, Μάρτυς ἀξιοθαύμαστε.

Καὶ νῦν... Προεόρτιον.

Ἦχος πλ. β’  Βύζαντος.

νύμφευτε Παρθένε, πόθεν ἥκεις; τὶς ὁ τεκών σε, τὶς καὶ ἡ Μήτηρ σου; πῶς τὸν Κτίστην φέρεις ἐν ἀγκάλαις; πῶς οὐκ ἐφθάρης τὴν νηδύν; μεγάλων χαρισμάτων ἐπὶ σοί, φρικτῶν μυστηρίων ἐπὶ γῆς τελουμένων, ὁρῶμεν Παναγία, καὶ προευτρεπίζομεν ἐπάξιόν σοι χρέος, ἐπὶ γῆς τὸ Σπήλαιον, καὶ οὐρανὸν αἰτοῦμεν, παρασχεῖν τόν ἀστέρα, καὶ Μάγοι δὲ προέρχονται, ἀπὸ Ἀνατολῶν τῆς γῆς, εἰς Δυσμὰς θεάσασθαι, τὴν σωτηρίαν τῶν βροτῶν, ὡς βρέφος γαλουχούμενον.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια, Προεόρτια.

Ἦχος β’

Οἶκος τοῦ Ἐφραθᾶ.

ρχεται ὁ Χριστός, τὸν πονηρὸν συντρίψαι, τοὺς ἐν σκότει φωτίσαι, καὶ λῦσαι τοὺς δεσμίους· αὐτῷ προϋπαντήσωμεν.

Στίχ. Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος.

σατε Πατριαί, Ἐθνῶν αἶνον καὶ δόξαν, οἱ Μάγοι μετὰ δώρων, Ποιμένες ἀγραυλοῦντες, προθύμως ἐπισπεύσατε.

Στίχ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου. .

ρη τε καὶ βουνοί, κοιλάδες καὶ πεδία, οἱ ποταμοὶ καὶ πᾶσα, ἡ κτίσις νῦν τὸν Κτίστην, τικτόμενον μεγάλυνε.

Δόξα... Τῆς Ἁγίας  Ἦχος δ’

Τοῦ Στουδίτου.

Τῆς ζωηφόρου ἀναστάσεως Χριστοῦ, ἐπώνυμος γενομένη σεμνή, πολιτεία τῇ  κλήσει προσφόρως ἐξηκολούθησας, καὶ τὴν φύσιν νευρώσασα, ἀρρενωθεῖσά τε τῷ φρονήματι, ἁλουργίδα ἐξύφανας, τῇ  πορφυρίδι τῶν αἱμάτων σου, καὶ βασιλικὸν ὥσπερ σκῆπτρον, τὸν Σταυρὸν κατέχουσα, τῷ Θεῷ καὶ Σωτῆρι συμβασιλεύεις, Ἀναστασία παμμακάριστε. Αὐτὸν ἱκέτευε, καὶ ἡμᾶς ἐλλαμφθῆναι, τῆς θείας δόξης αὐτοῦ.

Καὶ νῦν... Προεόρτιον, ὁ αὐτὸς.

σαΐα χόρευε, Λόγον Θεοῦ ὑπόδεξαι, προφήτευσον τῇ  Κόρῃ Μαριάμ, Βάτον πυρὶ καίεσθαι, καὶ μὴ καταφλέγεσθαι, τῇ  αἴγλῃ τῆς Θεότητος, Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ Ἐδέμ· καὶ Μάγοι πορεύεσθε, ἰδεῖν τὴν Σωτηρίαν, ἐν φάτνῃ σπαργανούμενον, ὃν ἀστὴρ ἐμήνυσεν, ἐπάνω τοῦ Σπηλαίου, ζωοδότην Κύριον, τὸν σῴζοντα τὸ γένος ἡμῶν.

Ἀπολυτίκιον, Προεόρτιον.

Ἦχος δ’ Κατεπλάγη Ἰωσὴφ.

τοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ, Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου· Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα, Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.

Δόξα... Τῆς Ἁγίας.

Ἦχος δ’  Κατεπλάγη Ἰωσὴφ.

ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλῃ τῇ φωνῇ, Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι, καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου, καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνῄσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί, ἀλλ' ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι. Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν...

τοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ, Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου· Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα, Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.

Ἐν τοῖς ἀποδείπνοις ψάλλομεν τὸ Τριῴδιον, οὗ ἡ Ἀκροστιχίς.

Τετράδι ψαλῶ.

Ὠδὴ γ’  Ἦχος β’  Ὁ Εἱρμὸς.

Τῆς πίστεως, ἐν πέτρᾳ με στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν· Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

ν κενοῖς τὸ συνέδριον τοῦ Ἡρῴδου, καὶ γνώμῃ συναθροίζεται μιαιφόνῳ, τικτόμενον τὸν Κύριον ἀποκτεῖναι, ᾧ πάντες ψάλλομεν· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

Τὸ δεινὸν βουλευτήριον τοῦ Ἡρῴδου, σκέπτεται θεομάχου ψυχῆς ὑπάρχον, νηπίοις τὸν Δεσπότην συναποκτεῖναι, Χριστὸν ᾧ ψάλλομεν· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος πλήν σου Κύριε.

Ὠδὴ η’  Ὁ Εἱρμὸς.

ῆμα τυράννου, ἐπεὶ ὑπερίσχυσεν, ἑπταπλασίως κάμινος, ἐξεκαύθη ποτέ· ἐν ᾗ Παῖδες οὐκ ἐφλέχθησαν, Βασιλέως πατήσαντες δόγμα, ἀλλ' ἐβόων· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ποκενοῦντες, ὡς μύρα τὰ δάκρυα, τῷ δι' ἡμᾶς Χριστῷ τικτομένῳ σαρκί, σαρκὸς τὰς κηλῖδας καθαρίσωμεν, τῷ ἀχράντῳ καθαρῶς προσιόντες, καὶ βοῶντες· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Δάκρυσιν οἴκτου, τὰ δάκρυα φύγωμεν, ἁμαρτωλοὶ κολάσεως, τῆς μελλούσης φρικτῆς, Χριστοῦ τῶν ἰχνῶν ἐπιλαβόμενοι, τεθειμένου ἐν σπαργάνοις ὡς βρέφος, καὶ βοῶντες· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ερουργεῖσθαι τὸ λύτρον γινώσκοντες, ἐκ τῶν ἰδίων σπλάγχνων τε, καὶ δακρύων πηγῆς Χριστῷ, διὰ τῆς ἐξαγορεύσεως, ἐκπλυθέντες πιστοὶ προσέλθωμεν, σαρκὶ τικτομένῳ, βοῶντες· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ’ ὁ Εἱρμὸς.

Ψυχαῖς καθαραῖς, καὶ ἀρρυπώτοις χείλεσι, δεῦτε μεγαλύνωμεν τὴν ἀκηλίδωτον, καὶ ὑπέραγνον Μητέρα τοῦ Ἐμμανουήλ, δι' αὐτῆς τῷ ἐξ αὐτῆς, προσφέροντες πρεσβείαν τεχθέντι, φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.

γνώμων μηδείς, μὴ πονηρὸς ζηλότυπος, ἔστω τῶν φερόντων νῦν, δῶρα Θεῷ δεκτά, ἀντὶ σμύρνης καὶ χρυσοῦ καὶ λιβάνου, ἀρετῶν τὸν σμυρνισμόν, ψαλλόντων σε Χριστῷ τικτομένῳ, φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεὸς καὶ σῶσον ἡμᾶς.

Λέγει πωρωθείς, Ἡρῴδης Μάγοις ἔμφροσιν. Ἄπιτε ζητήσατε, τὸν γεννηθέντα νῦν Βασιλέα, καὶ εὑρόντες μηνύσατέ μοι, μελετήσας ὁ δεινός, τὸν φόνον μιαιφόνῳ καρδίᾳ. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.

πηρωτικῆς, μιαιφονίας τόλμημα! λήθης ὅθεν ἔτυχες· ὅτι Θεὸν οὐδείς, ὑποχείριον ἀναιρεῖ λαμβάνων· ὑπερζέσας γὰρ θυμῷ, ὠμῶς τὰ βρέφη σφάττεις Ἡρῴδη. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν.

Κάθισμα  Ἦχος δ’

Ταχὺ προκατάλαβε.

νθέως εὐφραίνεται, ἡ κτίσις σήμερον· Χριστὸς γὰρ ὁ Κύριος, ὁ τοῦ Θεοῦ μου Υἱός, ἐκ Κόρης γεννᾶται ἁγνῆς, ἅπαν τὸ τῶν ἀνθρώπων, γένος ἀθανατίζων, λύων καὶ τὴν κατάραν, τῆς προμήτορος Εὔας· διὸ ὡς εὐεργέτῃ ἡμῶν, ἆσμα προσάξωμεν.

Δόξα... Καὶ νῦν... τὸ αὐτὸ.

Μετὰ τὴν β’ Στιχολογίαν.

Κάθισμα  Ἦχος γ’

Ἡ Παρθένος σήμερον.

Τὴν Παρθένον κύουσαν, τὸν προαιώνιον Λόγον, Ἰωσὴφ ὁ δίκαιος, ὑμνολογῶν ἀνεβόα· Βλέπω σε γεγενημένην Ναὸν Κυρίου, φέρουσαν τὸν πάντας σῶσαι βροτοὺς ἐλθόντα, καὶ τοὺς τοῦτον ἀνυμνοῦντας, δι' οἶκτον θείου ναοὺς δεικνύοντα.

Δόξα... Καὶ νῦν... τὸ αὐτὸ.

Κανὼν ὁ Προεόρτιος, οὗ ἡ Ἀκροστιχίς.

Τῇ μακρᾷ πέμπτῃ μακρὸν ὕμνον ἐξᾴδω.

Ὠδὴ α’  Ἦχος πλ. β’  Ὁ Εἱρμὸς.

Τμηθείσῃ τμᾶται, πόντος Ἐρυθρός, κυματοτρόφος δὲ ξηραίνεται βυθός, ὁ αὐτὸς ὁμοῦ, ἀόπλοις γεγονὼς βατός, καὶ πανοπλίταις τάφος· ᾠδὴ δὲ θεοτερπὴς ἀνεμέλπετο, ἐνδόξως δεδόξασται, Χριστὸς ὁ Θεὸς ἡμῶν.

πανταιτία, καὶ παρεκτικὴ ζωῆς, ἡ ἄπειρος Σοφία τοῦ Θεοῦ, ᾠκοδόμησε τὸν οἶκον ἑαυτῆς, ἁγνῆς ἐξ ἀπειράνδρου Μητρός· ναὸν γὰρ σωματικὸν περιθέμενος, ἐνδόξως δεδόξασται, Χριστὸς ὁ Θεὸς ἡμῶν.

Μυσταγωγοῦσα, Μάγους συγκαλεῖ, τὴν ἀπαρχὴν Θεοῦ Σοφία τῶν Ἐθνῶν, τοὺς ἀλόγους πρὶν τραφῆναι λογικῶς, ἀλόγων ἐπὶ φάτνης τραπέζης, κειμένης τῆς μυστικῆς, πρὸς ἣν σπεύδουσι, σὺν δώροις ὁδεύοντες, ἀστέρος προλάμποντος.

κουτισθῶμεν, νῦν Προφητικῶν, ἐκπληρουμένων διὰ Πνεύματος φωνῶν· ἡ Παρθένος γὰρ λαβοῦσα ἐν γαστρί, ἐπείγεται τεκεῖν τὸν προόντα, ὃν Μάγοις μὲν οὐρανὸς καθυπέδειξε, Ποιμέσι δὲ Ἄγγελοι, ὡς βρέφος φαινόμενον.

Κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς, ἐλλιπὴς ὅμως τινῶν Τροπαρίων.

Τοὺς εὐκλεεῖς σου, Μάρτυς, αἰνέσω πόνους ἐγὼ ὁ Ἰωσήφ.

Ὠδὴ α’  Ἦχος α’

δὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται.

Τὴν μνήμην σου σήμερον, Ἀναστασία, πιστῶς ἑορτάζομεν, ἣν Χριστὸς ἐδόξασεν, ἀπείροις θαύμασιν, ὁ ἐν τῇ πόλει Βηθλεέμ, σαρκὶ τικτόμενος.

κόσμος ἀγάλλεται, τὰς ἀριστείας, τὰς σὰς καὶ τὰ θαύματα, καὶ τὰ κατορθώματα, ἀνακηρύττων ἀεί, Ἀναστασία, ἀθλητῶν τὸ ἐγκαλλώπισμα.

μνοῦμεν τοὺς πόνους σου, Ἀναστασία, τὰ ἆθλα τὰ στίγματα τὰ φρικτὰ τεράστια, τὴν πρὸς τὸν Κύριον, θείαν ἀγάπην, καὶ πολλὴν ὄντως οἰκείωσιν.

Θεοτοκίον.

Σαρκοῦται ὁ ἄσαρκος, δι' εὐσπλαγχνίαν, ἐκ Κόρης τικτόμενος, Μάγοι εὐτρεπίζονται, ἀνατολῶν Βασιλεῖς, τοῦτον θεάσασθαι πιστῶς, καὶ προσκυνῆσαι σαρκί.

Ἕτερος Κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς.

Ὑμνῶ σε Μάρτυς Ἀναστασία πόθῳ. Ὁ Ἰωσήφ.

Ὠδὴ α’  Ἦχος πλ. δ’

σμα ἀναπέμψωμεν λαοί, τῷ θαυμαστῷ Θεῷ ἡμῶν, τῷ ἀπαλλάξαντι τὸν Ἰσραὴλ ἐκ δουλείας, ᾠδὴν ἐπινίκιον, ᾄδοντες καὶ βοῶντες, ᾄσωμέν σοι τῷ μόνῳ Δεσπότῃ.

μνον ἀναπέμψωμεν Θεῷ τῷ μέλλοντι τεχθήσεσθαι, σαρκὶ ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῇ  πόλει, καὶ φάτνῃ τεθήσεσθαι, νήπιον ὥσπερ βρέφος, ἵνα σώσῃ, ἀνθρώπων τὸ γένος.

Μόνον τὸ ἐράσμιον Χριστοῦ, Ἀναστασία ἔνδοξε, κάλλος ζητήσασα, παρέδραμες τὰ κάλλη, τοῦ κόσμου στερρότητι, γνώμης καὶ ἀθανάτου, κληρουχίας, Μάρτυς ἠξιώθης.

Νύκτα τοῦ τῆς πλάνης σκοτασμοῦ, τῷ φωτισμῷ τοῦ Πνεύματος, αὐγαζομένη Σεμνή, παρέδραμες ἐμφρόνως· καὶ νῦν κατεσκήνωσας, ἔνθα τὸ θεῖον φέγγος, τῆς ἀκτίστου Τριάδος ὑπάρχει.

Θεοτοκίον.

φθη ὁ ἀόρατος Θεός, ὑπερφυῶς τικτόμενος, δι' εὐσπλαγχνίαν πολλήν, ἐκ σοῦ Παρθενομῆτορ, πτωχεύσας ὁ πλούσιος, ὅπως ἀθανασίαν, τῶν ἀνθρώπων τὸ γένος πλουτίσῃ.

Προεόρτιος.

Ὠδὴ γ’  Ὁ Εἱρμὸς.

Κύριος ὢν πάντων, καὶ Κτίστης Θεός, τὸ κτιστὸν ὁ ἀπαθής, πτωχεύσας ἑαυτῷ ἥνωσε· καὶ ὡς βρέφος φερόμενος σαρκί, ἐν φάτνῃ πενιχρᾷ προσκυνεῖται. Φάγετε βοῶν τὸ σῶμά μου, καὶ πίστει στερεωθήσεσθε.

ύσιον κενῶσαι, ἐρχόμενον νῦν, ὑπὲρ κόσμου τὸ οἰκεῖον αἷμα, Χριστὸν θρασύνεται, ὁ Ἡρῴδης τοῦ κτεῖναι πρὸ καιροῦ, μανεὶς πρὸ τῆς μανίας Πιλάτου· ὅθεν φονικῇ ὠμότητι, τῶν Βρεφῶν στίφη κατέσφαξεν.

φρων ἀνήρ, ἔφη· οὐκ ἔστι Θεός· ὃς μανίας πληρωθεὶς ἐσχάτης, Χριστοκτονίαν νοσεῖ, τοῦ σκοποῦ δὲ τῆς τόλμης ἐκπεσών, πρὸς φόνον βρεφῶν ἀπειροκάκων, ὅλον ἑαυτὸν ἐξώπλισε, καὶ γῆν ἐμίανεν αἵμασιν.

Τῆς Ἁγίας. 

Λίθον ὃν ἀπεδοκίμασαν.

νδον τοῦ Σπηλαίου τίκτεται, ὁ πρὸ ἑωσφόρου, ἐκ γαστρὸς ἐκλάμψας, ὑπὲρ νοῦν καὶ λόγον, καὶ τοῦτον οὐρανόθεν, ἀστὴρ ὑποδείκνυσι, ἀστρολόγοις ἐμφανῶς, τοῦτον πιστοὶ ὑμνολογήσωμεν.

δε ἱερὰ πανήγυρις, ἡμῖν ἐτησίως ἔλαμψεν ἡ μνήμη, ἡ τῆς Ἀθληφόρου, ἐν ταύτῃ φωτισθέντες, Θεὸν ἀνυμνήσωμεν, τὸν μεγαλύναντα αὐτὴν θεοπρεπῶς, θαυματουργίαις πολλαῖς.

Στόμα θεολόγων ἤνοιξας, μέσον τοῦ σταδίου, καθομολογοῦσα, τοῦ Χριστοῦ τὸ πάθος, καὶ πάσχουσα προθύμως, ἐντεῦθεν γεγένησαι, πᾶσι τοῖς  κάμνουσιν ἀεί, Μάρτυς σεμνή, καταφυγὴ καὶ λιμήν.

Θεοτοκίον.

Οὗτος μόνος ὁ Θεὸς ἡμῶν, ἐκ σοῦ Παρθένε, σάρκα ὑπὲρ λόγον, ἀληθῶς φορέσας, τεχθῆναι ἐν Σπηλαίῳ, ἐπείγεται ὅπως με, οἶκον γενόμενον ληστῶν, δείξῃ ναὸν τοῦ θείου Πνεύματος.

Ἄλλος.

Οὐρανίας ἁψῖδος.

Σπαργανούμενον βρέφος, ὁ ἀναφὴς Κύριος, μέλλει καθορᾶσθαι, ἐν φάτνῃ ἀνακλινόμενος, ὄρη σκιρτήσατε, καὶ ἀγαλλίασιν θείαν, οἱ βουνοὶ ἐνδύσασθε, φωτὸς πληρούμενοι.

Εὐσεβεῖ παρρησίᾳ, τῶν διωκτῶν ἤμβλυνας, τὰ πεπυρωμένα, ῥημάτων βέλη σωτήριον, λόγον πλουτήσασα, Ἀναστασία καὶ θείῳ πόθῳ τὰ κινήματα, ψυχῆς ἰθύνασα.

Μόνον Μάρτυς ἐβόας, ἐπιζητῶ Κύριον, μόνῃ τῇ  αὐτοῦ ἀγαπήσει, ψυχὴν προσέδησα· τούτου ἐλλάμπεσθαι, καθαρωτάταις πλουσίως, ἀστραπαῖς ἐπείγομαι, ἤθους ἁπλότητι.

Θεοτοκίον.

πειρόγαμε Κόρη, τὸν τῇ  χειρὶ φέροντα, ἅπασαν τὴν κτίσιν, ἐν μήτρᾳ φέρεις σαρκούμενον, ὃν καὶ τικτόμενον, ἀνακλινεὶς ἐν τῇ φάτνη, βρέφος καθορώμενον, τόν προαιώνιον.

Ὁ Εἱρμὸς.

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπη τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

Κάθισμα τῆς Ἁγίας.

Ἦχος πλ. δ’  Τὴν Σοφίαν.

Τῶν Μαρτύρων ζηλοῦσα τὴν ἀρετήν, συμπαθείᾳ καρδίας τούτων θερμῶς, ταῖς χρείαις ἑκάστοτε, διηκόνεις θεόπνευστε, καὶ τοὺς ἰχῶρας πίστει, ἐξέματτες χαίρουσα, ἐν μηδενὶ θεμένη, τὰ πρόσκαιρα βάσανα· ὅθεν ἐπὶ τέλει, συσχεθεῖσα καὶ πόνους, πολλοὺς ὑπομείνασα, στερροτάτως ἐνήθλησας, Ἀναστασία πανεύφημε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς  ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν... Προεόρτιον.

Ἦχος δ’  Τὸ προσταχθὲν μυστικῶς.

Τῶν Γενεθλίων τοῦ Χριστοῦ τὰ προεόρτια, ἐπιτελοῦντες οἱ πιστοὶ πανηγυρίζομεν, καὶ ἀξίως ἅπαντες προϋπαντήσωμεν, ὡς οἱ Μάγοι δωροφοροῦντες τὰς ἀρετάς, καὶ ᾄδοντες τῶν Ἀγγέλων ᾆσμα καινόν, τῷ ἐκ Κόρης θεόπαιδος, ἐν Βηθλεὲμ ἄνευ σπορᾶς, τικτομένῳ Θεῷ ἡμῶν, ὃν δοξάζει τὰ σύμπαντα.

Προεορτιος.

Ὠδὴ δ’  Ὁ Εἱρμὸς.

Προκατιδὼν ὁ Προφήτης, τοῦ μυστηρίου σου τὸ ἀπόρρητον, Χριστὲ προανεφώνει σοι· Ἔθου κραταιάν, ἀγάπησιν ἰσχύος, Πάτερ οἰκτίρμον· τὸν Μονογενῆ Υἱὸν γάρ ἀγαθέ, ἱλασμὸν εἰς τὸν κόσμον ἀπέστειλας.

πὶ τὸν τόκον ὡς ὄμβρος, συγκαταβὰς καὶ ὡς σταγών, ἐπὶ τὴν γῆν τὴν σὲ τεκοῦσαν Κύριε, ἔρχῃ συμπαθῶς τεχθῆναι, καὶ βροτοῖς συναναστραφῆναι· τὸν Μονογενῆ καὶ γὰρ σε ἱλασμόν, ὁ Πατὴρ εἰς τὸν κόσμον ἀπέστειλε.

Μεταλαμβάνων βροτείας, Χριστὲ σαρκός, Ἀβραὰμ ἐκ σπέρματος, καὶ χάριν ἀντὶ χάριτος, ἔρχῃ παρασχεῖν, καὶ σῶσαι τὴν εἰκόνα καὶ ἀφθαρτίσαι· τὸν Μονογενῆ καὶ γὰρ σὲ ἱλασμόν, ὁ Πατὴρ εἰς τὸν κόσμον ἀπέστειλε.

Πόμα καινὸν ὅπερ πάλαι, πιεῖν Δαυῒδ διψῶν ἐπεθύμησεν, ἐν τῷ Σπηλαίῳ πρόεισι, βλύσαι Βηθλεέμ, καὶ παῦσαι προσγενόμενον ἅπαν δίψος, τὸ κατὰ ψυχὴν Ἀδάμ τε καὶ Δαυΐδ, ἐξ ὧν τὸ κατὰ σάρκα γεννᾶται Χριστός.

Τῆς Ἁγίας. 

Ἐν Πνεύματι προβλέπων.

μνήσατε τὰ Ἔθνη, κροτήσατε Λαοί, ἐν Σπηλαίῳ τίκτεται, ὁ πάντων φωτισμός· οὗ ταῖς ἀκτῖσιν, Ἀναστασία ἡ Μάρτυς, καταυγασθεῖσα, σκότος ἔφυγεν ἀπάτης, λάμψασα ἡλίου φαιδρότερον.

Μαρτύρων τῆς εὐκλείας, ἐπέτυχες σεμνή, τοῦ Χριστοῦ Πανεύφημε, προθύμῳ λογισμῷ· καὶ τούτων Μάρτυς, ἰχῶρας χερσὶν οἰκείαις, πόθῳ καὶ πίστει, ἀπομάττουσαν σπουδαίως, πάντες σὺν αὐτοῖς εὐφημοῦμέν σε.

γῶνας πολυτρόπους, διήνυσας στερρῶς, καὶ θαυμάτων εἴληφας, τὴν χάριν δαψιλῶς, Ἀναστασία ἐντεῦθεν ἅπας ὁ κόσμος, καταφυγὴν σε καὶ ἀντίληψιν βεβαίαν, κέκτηται προστρέχων τῇ  σκέπῃ σου.

ομφαίας ἀοράτων, συνέτριψας ἐχθρῶν, Μάρτυς μεγαλώνυμε, δυνάμει τοῦ Σταυροῦ· ὅθεν ἐδείχθης, πηγὴ ἀπείρων θαυμάτων, Ἀναστασία ἀποπλύνουσα παντοίων, Μάρτυς νοσημάτων τὸν βόρβορον.

Ἄλλος.

Εἰσακήκοα Κύριε.

ήσεις ἤδη πεπλήρωνται, τῶν προφητευόντων ἐν θείῳ Πνεύματι· ἡ Παρθένος γὰρ ἐπείγεται, ἐν Σπηλαίῳ τίκτειν τὸν Παντέλειον.

Τῶν Μαρτύρων τὴν εὔκλειαν, πόθῳ ἐκζητήσασα ταύτης ἔτυχες, στερροτάτως ἐναθλήσασα, ἀδιστάκτῳ γνώμῃ καρτερόψυχε.

φαντὸν ἐκ τῆς ἄνωθεν, χάριτος χιτῶνα ὄντως ἐνδέδυσαι, ἀπεκδύσει τῇ  τοῦ σώματος, ἀθληφόρε Μάρτυς παναοίδιμε.

Θεοτοκίον.

Σαρκοφόρος προέρχεται, ἐκ σῆς φωσφόρου νηδύος Ἄχραντε, Βασιλεὺς ὁ ἐπουράνιος, ὡς ἐν θρόνῳ φάτνῃ προσκλινόμενος.

Προεόρτιος.

Ὠδὴ ε’  Ὁ Εἱρμὸς.

Τῷ συνδέσμῳ τῆς ἀγάπης, συνδεόμενοι ὡς φιλάδελφοι, τῷ δεσπόζοντι τῶν ὅλων, τῷ κόσμῳ ἄγαν ἀγαπήσαντι, καὶ δόντι λύτρον Υἱὸν τὸν ἀγαπητόν, δῶμεν δόξαν νέμοντι πᾶσιν εἰρήνην.

τὸ ἄσχετον κρατοῦσα, καὶ ὑπερῷον ἐν αἰθέρι ὕδωρ, ἡ ἀβύσσους χαλινοῦσα, καὶ θαλάσσας ἀναχαιτίζουσα, Θεοῦ Σοφία, ὡς ὑετὸς ἐν πόκῳ καταβᾶσα, μήτραν Παρθένου ᾤκησε.

Μαθητὰς Μάντεως Μάγους, Βαλαὰμ καλεῖ πρὸς γνῶσιν ἀστέρι Χριστός, ὁ νεφέλαις δὲ τὸν πόλον, περιβάλλων σπαργάνοις πλέκεται· καὶ φάτνῃ κεῖται, ὃν τρέμει τὰ Χερουβίμ· Σπηλαίῳ χωρεῖται δέ, ὁ πληρῶν τὰ πάντα.

Τῆς Ἁγίας.

Τὴν σὴν εἰρήνην.

μνοῦμέν σου τὴν σάρκωσιν, φιλάνθρωπε Χριστέ, πίστει προσκυνοῦμεν τὰ σπάργανα, δι' ὧν ἐλύθη κατακρίσεως, τὸ τῶν βροτῶν γένος, δοξάζον σε Σωτήρ μου.

Στομώσασα τὸ φρόνημα, ἀγάπῃ θεϊκῇ, Μάρτυς ἀληθῶς μεγαλώνυμε, ξίφος ὡράθης, πάσας φάλαγγας, συγκόπτον τῶν δαιμόνων, ἐνθέῳ πεποιθήσει.

γῶσι λαμπρυνθεῖσά σου, ἀπείροις ἡ ψυχή, ἔλαμψεν ἡλίου φαιδρότερον, τῇ  οἰκουμένῃ καὶ κατηύγασε, πηγὰς τῶν ἰαμάτων, σεμνὴ Ἀναστασία.

Θεοτοκίον.

Νῦν ἦλθεν εἰς τὰ ἴδια, ἐν ξένῳ τοκετῷ, Λόγος τοῦ Πατρὸς σωματούμενος, ἐκ τῆς Παρθένου καὶ ὡς νήπιον, ὁρᾶται ἐν Σπηλαίῳ, δι' ἄκραν εὐσπλαγχνίαν.

Ἄλλος. 

Ὀρθρίζοντες βοῶμέν σοι.

νέτειλε τὸ ἄστρον Ἰούδα, ἐκ γῆς Χαλδαίων, κινοῦν εἰς προσκύνησιν, τοὺς ἀστρολόγους ὡς γέγραπται.

Νομίμως ἠγωνίσω, ἀνόμους τροπωσαμένη, Μάρτυς παναοίδιμε, τῇ  δυναστείᾳ τοῦ Πνεύματος.

νάστασιν Χριστοῦ εἰκονίζεις, ἐπωνυμίᾳ, ἐχθροὺς καταράσσουσα, τοὺς ἀοράτους Πανεύφημε.

Θεοτοκίον.

Σπηλαίῳ ὑπογαίῳ τεχθῆναι, ἐκ τῆς Παρθένου, Χριστὸς κατεπείγεται, ἀγαλλιάσθω ἡ σύμπασα.

Προεόρτιος. 

Ὠδὴ ς’ ὁ Εἱρμὸς.

βυσσος ἐσχάτη, ἁμαρτημάτων ἐκύκλωσέ με, καὶ τὸν κλύδωνα μηκέτι φέρων, ὡς Ἰωνᾶς, τῷ Δεσπότῃ βοῶ σοι· Ἐκ φθορᾶς με ἀνάγαγε.

Κύριόν σε γνόντες, οἱ οὐρανοὶ διηγοῦνται τὴν σήν, Σῶτερ δόξαν δι' ἀστέρος Μάγους, νῦν μετὰ δώρων καλοῦντες πρὸς γνῶσίν σου, καὶ θείαν προσκύνησιν.

ύπον τις προστρίψας ἀπορρυφθήτω, καὶ οὕτω Χριστῷ, καθαρὸς τῷ καθαρῷ ψαυέτω, βρέφος ἐν Φάτνῃ κειμένῳ, τὰ πάθη καρδιῶν ἐκκαθαίροντι.

Τῆς Ἁγίας.

Τὸν Προφήτην Ἰωνᾶν.

πιλάμψας ὁ Χριστός, ἐκ λαγόνων μητρικῶν, ἐν τῇ πόλει Βηθλεέμ, διὰ σπλάγχνα οἰκτιρμῶν, ἐδόξασε, τῆς Ἀθληφόρου τὴν μνήμην σήμερον.

Συντριβεῖσα ταῖς πολλαῖς, τῶν δεινῶν ἐπιφοραῖς, καθυπέταξας ἐχθρόν, τοῖς  ὡραίοις σου ποσίν, ἀοίδιμε, Ἀναστασία θεομακάριστε.

ποστᾶσα καρτερῶς, τῶν βασάνων τὰς δεινάς, προσβολὰς καὶ τοῦ πυρός, τὴν κατάφλεξιν σεμνή, δεδόξασαι, Ἀναστασία Μαρτύρων ἔρεισμα.

Θεοτοκίον.

Πόλις ἔμψυχε Θεοῦ, ἐν τῇ πόλει Βηθλεέμ, ἀποτίκτεις τὸν Χριστόν, Θεοτόκε ὑπὲρ νοῦν, γενόμενον, δι' εὐσπλαγχνίαν τέλειον ἄνθρωπον.

Ἄλλος.

Τὴν δέησιν ἐκχεῶ.

Τὴν φύσιν τὴν ἐξ ἡμῶν ὁ Εὔσπλαγχνος, προσλαβόμενος ὁρᾶται ὡς βρέφος, ὁ βρεφουργῶν, ἐν κοιλίᾳ τὰ βρέφη, καὶ σπαργανοῦται καὶ φάτνῃ ἀνάκειται, καὶ λύει μου τὰς τῶν παθῶν, πολυπλόκους σειρὰς ἀγαθότητι.

γίων ἰχνηλατοῦσα Μαρτύρων, καρτερῶς διὰ Χριστὸν τοὺς ἀγῶνας, καὶ ταῖς αὐτῶν, χρείαις διακονοῦσα, καὶ τοὺς ἰχῶρας Ὁσία ἐκμάττουσα, ἐπλούτησας περιφανῶς, τὴν αὐτοῖς ἐπιλάμπουσαν εὔκλειαν.

Σταγόνας τῶν ἰαμάτων προχέεις, ἐπομβρίαις θεϊκῶν χαρισμάτων, καὶ τῶν παθῶν, ποταμοὺς ἀναστέλλεις, καὶ βοηθεῖς τοῖς  δεινῶς κινδυνεύουσιν, ἀοίδιμε Μάρτυς Χριστοῦ, Ἀναστάσεως θείας ἐπώνυμε.

Θεοτοκίον.

ώμενος τῶν ἀνθρώπων τὴν φύσιν, τῇ  ἀρχαίᾳ παραβάσει φθαρεῖσαν, δίχα φθορᾶς, νέον τίκτεται βρέφος, καὶ σοῦ ἐν κόλποις ὡς θρόνῳ καθέζεται. Ἀνύμφευτε τῆς Πατρικῆς, μὴ ἐκστὰς συνεδρίας Θεότητι.

Ὁ Εἱρμὸς.

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.

Κοντάκιον τῆς Ἁγίας.

Ἦχος β’ Τὰ ἄνω ζητῶν.

Οἱ ἐν πειρασμοῖς, καὶ θλίψεσιν ὑπάρχοντες, πρὸς τὸν σὸν ναόν, προστρέχοντες λαμβάνουσι, τὰ σεπτὰ ἰάματα, τῆς ἐν σοὶ οἰκούσης θείας χάριτος· Ἀναστασία σὺ γὰρ ἀεί, τῷ κόσμῳ πηγάζεις τὰ ἰάματα.

Ὁ Οἶκος.

Τῆς Ἀναστάσεως τοῦ Κυρίου συνεπώνυμος οὖσα, πεπτωκότα με νῦν ἀνάστησον ταῖς πρεσβείαις σου, ἐκ τῶν θαυμάτων τῶν σῶν, σταγόνα ἐπιστάξασα, Μάρτυς τῇ  ψυχῇ μου, καὶ τὸν φλογμὸν τῆς δεινῆς ἁμαρτίας κατασβέσασα· τὸν κόσμον γὰρ διασῴζεις ἐκ παθῶν πολυτρόπων ἑκάστοτε, ὧν περ κἀγὼ πεπείραμαι· σὺ γὰρ πάντα τοῖς  πᾶσι παρέχουσα, τῷ κόσμῳ πηγάζεις τὰ ἰάματα.

Συναξάριον.

Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας μεγαλομάρτυρος Ἀναστασίας, τῆς Φαρμακολυτρίας.

Στίχοι

ναστασία φάρμακον πιστοῖς μέγα,

Πᾶν φάρμακον λύουσα, καὶ κεκαυμένη.

Καύθη Ἀναστασία πυρὶ δευτέρᾳ εἰκάδι λαύρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Χρυσογόνου.

Στίχοι

Δίδωσι Χρυσόγονος αὐχένα ξίφει,

πνεῦμα χρυσοῦς, χάλκεος δὲ τὸ σθένος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης καὶ τῶν τέκνων αὐτῆς.

Στίχοι

Θεοδότη πῦρ φέρει σὺν φιλτάτοις,

Φίλτρῳ Θεοῦ ζέουσα, καὶ πυρὸς πλέον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου Μάρτυρος Ζωΐλου.

Στίχοι

Ζωὴν ῥέουσαν ἐκλιπὼν ὁ Ζωΐλος

Ζωὴν μένουσαν εὗρεν ἐν ζώντων τόπῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Τὰ θυρανοίξια τῆς τοῦ Θεοῦ μεγάλης Ἐκκλησίας.

Στίχοι

Αἴρουσιν ἄνδρες ἱεροὶ Χριστοῦ πύλας

Τοὺς Δαυῒδ ἡμῖν ἐκτυπούμενοι νόας.

Τῇ αὐτῇ ἡμέρᾳ, Τὸ φωτοδρόμιον τῆς τοῦ Θεοῦ Ἐκκλησίας.

Στίχοι

Τρέχοντα φῶτα σήμερον Ναοῦ κύκλῳ,

Δηλοῦσι φωτὸς εἰς τὸ πᾶν θείου δρόμον.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ’  Ὁ Εἱρμὸς.

Οἱ Παῖδες ἐν Βαβυλῶνι, καμίνου φλόγα οὐκ ἔπτηξαν· ἀλλ' ἐν μέσῳ φλογὸς ἐμβληθέντες δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».

Νευστάζων κάραν Ἡρῴδης κακὰ προβλέπων ἐκίνησεν εὐκαιρίαν ζητῶν θανατῶσαι, τὸν ζωῆς καὶ θανάτου Χριστὸν τὴν ἐξουσίαν ἔχοντα, τὸν Θεὸν τῶν Πατέρων ἡμῶν.

μῶν Χριστοῦ ὅσοι φίλοι, συμφυγαδεύθητε φεύγοντι εἰς Αἴγυπτον τούτῳ καὶ καλῶς ἐκεῖ προσκυνήσατε θεοπρεπῶς καλέσαντες καὶ συμφώνως δοξάσατε.

Μεθ' ὅστις ἐμοῦ οὐκ ἔστι, κατ' ἐμοῦ πράττει Χριστὸς φησιν· ὁ δὲ μὴ συνάγων μετ' ἐμοῦ σκορπίζοντι ἔοικε· διὸ τὴν τούτου φρίξωμεν, ἐν σαρκὶ συγκατάβασιν.

Τῆς Ἁγίας.

Τοὺς ἐν καμίνῳ Παῖδάς σου.

Βασιλεὺς τῶν ὅλων καὶ Θεός, προέρχεται πόλει γεννηθῆναι Βηθλεέμ, ὁ τὴν σεμνήν, Ἀναστασίαν μεγαλύνας, ἐν ἀπείροις θαύμασιν ὡς δι' αὐτόν, αἰκισμοὺς καθυπομείνασαν.

Νεκροῖς ξοάνοις σέβας πονηρὸν οὐκ ἔνειμας μόνον σεβομένη τὸν Χριστὸν οἷα Θεὸν ζῶντα ἀεί, Ἀναστασία, καὶ τοῖς  ζωηροῖς αὐτοῦ πάθεσι πάθος τὸ σὸν καταλαμπρύνουσα.

Οἱ τῷ ναῷ σου πίστει δαψιλεῖ, προσφεύγοντες, νόσων ἐκλυτροῦνται χαλεπῶν καὶ ἀρρωστίας καὶ παθῶν καὶ ἀλγηδόνων, εὐρωστίαν πάντοτε παρὰ Χριστοῦ τοῦ Θεοῦ πλουσίως λαμβάνοντες.

Θεοτοκίον.

Σεσαρκωμένος Λόγος ἐκ τῆς σῆς, προέρχεται Ἄχραντε νηδύος ὑπὲρ νοῦν καὶ ἄρχεται ὁ προαιώνιος καὶ φάτνῃ κεῖται σπαργανούμενος καὶ διαλύει σειρὰς τῶν ἐγκλημάτων.

Ἄλλος. 

Παῖδες Ἑβραίων ἐν καμίνῳ.

νω χοροὶ δοξολογοῦσιν, Ἀσωμάτων, ἐπὶ γῆς δὲ προσκυνοῦμεν, καθορῶντες βροτοί, ἡμῖν ὁμοιωθέντα, καὶ ἐπὶ φάτνης κείμενον, σὲ Χριστὲ Θεὲ τῶν ὅλων.

Πῦρ ἀπετέφρωσας ἀπάτης· ὡς οἱ Παῖδες δέ, φλογὶ προσομιλοῦσα, παρεδήλους θερμόν, τὸν ἔρωτα Θεόφρον, ὃν πρὸς τὸν σὸν ἐκέκτησο, καὶ Δεσπότην καὶ Νυμφίον.

μβρους προχέεις ἰαμάτων, καταπαύουσα φλογμὸν ἀρρωστημάτων, καὶ λαοὺς μελῳδεῖν ἀεὶ παρασκευάζεις· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Θαῦμα διάνοιαν ἐκπλῆττον, τὸ τελούμενον ἐκ σοῦ Παρθενομῆτορ· τίκτειν μέλλεις Θεόν, καὶ φάτνῃ ἀνακλίνειν, τὸν Χερουβὶμ ἀπρόσιτον, καὶ ἀχώρητον τῇ  φύσει.

Προεόρτιος.

Ὠδὴ η’  Ὁ Εἱρμὸς.

Νόμων πατρώων οἱ μακαριστοί, ἐν Βαβυλῶνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου· καὶ συνημμένοι, ᾧ οὐκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν ὕμνον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, Καὶ ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας.

Οἱ δαιτυμόνες οἱ θεόφρονες, ἐν Βηθλεὲμ τῷ νοῒ προπορευόμενοι, σὺν Ἀγγέλοις κατοπτεύσωμεν, καὶ Ποιμέσι τὸ θαῦμα, τῷ ἐν ὑψίστοις, δόξαν ἀναμέλποντες Θεῷ, εὐδοκίαν βραβεύοντι, βροτοῖς καὶ τὴν εἰρήνην. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, βοῶντες εἰς αἰῶνας.

Νόμου φιλίας ἀντεχόμενοι, φιλαδελφίας γνώμην ἀναλαβώμεθα, ἐν ἀλλήλοις εἰρηνεύοντες, καὶ τὸ ἓν συμφρονοῦντες· ὁ γὰρ εἰρήνης πρύτανις, προέρχεται Χριστός, εἰρηνεῦσαι τὰ σύμπαντα, καὶ σῶσαι τους βοῶντας· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

δεξιοῦτο τὸν τικτόμενον, Χριστὸν δολίοις λόγοις Ἡρῴδης ἄνομος, καὶ τοῖς  Μάγοις, προσεπέσκηπτεν, ὡς αὐτὸν προσκυνήσων, ἀλλ' οὐκ ἠδεῖτο διώκειν, λανθάνοντα Θεόν· οὐ τὰ βρέφη κατώκτειρε, καὶ βοᾶν οὐ συνῆκε· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τῆς Ἁγίας.

Ὃν φρίττουσιν Ἄγγελοι.

ν χρόνῳ ὁ ἄχρονος, γεννᾶται ὑπὲρ νοῦν, καὶ Μάγοι προσφέρουσιν αὐτῷ ὡς Βασιλεῖ, φανέντι τὰ δῶρα, καὶ τὴν δόξαν αὐτοῦ, οὐρανὸς κηρύττει, προβολῇ τοῦ ἀστέρος.

Γενναίως ἀνύειν σε, τοὺς δρόμους τοὺς μακρούς, ὁ θεῖος Χρυσόγονος, ὑπήλειψε Σεμνή, μεθ' οὗ σε τιμῶμεν, μελῳδίαις σεπταῖς, ὑπὲρ ἀληθείας, σεπτῶς ἠγωνισμένην.

ς ὄμβρος σωτήριος, ὑπάρχει ὁ ναός, ὁ ἔχων τὸ λείψανον, Πανεύφημε τὸ σόν, ἐν ᾧ καταφεύγει, πᾶς πιστὸς καὶ δεινῆς, ζάλης ἐκλυτροῦται, καὶ παντοίων κινδύνων.

Θεοτοκίον.

Νῦν ἦλθεν ὁ Κύριος, ὁ πανταχοῦ παρών, Παρθένου τικτόμενος, ἐν πόλει Βηθλεέμ, ἀγάλλου ἡ κτίσις, ὑπαντῶσα αὐτῷ, καὶ δοξολογοῦσα, εἰς πάντας τοὺς αἰῶνας.

Ἄλλος.

Οἱ θεορρήμονες Παῖδες.

παρειστήκεισαν ἄνω χιλιάδες, καὶ μυριάδες Ἀγγέλων, Σπήλαιον φέρει τικτόμενον, ὃν ὑμνοῦμεν τὰ ἔργα, ἀπαύστως ὡς Κύριον.

Οἶκος Τριάδος ἐδείχθης θείοις τόποις, ἐν προσευχαῖς καὶ νηστείαις, Ἀναστασία σχολάζουσα· Εὐλογεῖτε βοῶσα, τὰ ἔργα τὸν Κύριον.

σχυροτάτοις λογίοις Χρυσογόνου, τοῦ Ἀθλοφόρου ῥωσθεῖσα, τὸ τῶν εἰδώλων ἀνίσχυρον, κατεπάτησας θράσος, γενναίως ἀθλήσασα.

Θεοτοκίον.

θεοχώρητε Κόρη, τέξῃ βρέφος τὸν Ποιητὴν τῶν αἰώνων, καὶ ἀναλλοίωτον Κύριον, Βηθλεὲμ ἐν τῇ πόλει, δι' ἄφατον ἔλεος.

Ὁ Εἱρμὸς.

Οἱ θεορρήμονες Παῖδες ἐν τῇ καμίνῳ, σὺν τῷ πυρί, καὶ τὴν φλόγα καταπατοῦντες ὑπέψαλλον· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Προεόρτιος.

Ὠδὴ θ’  Ὁ Εἱρμὸς.

Ξενίας Δεσποτικῆς, καὶ ἀθανάτου τραπέζης, ἐν πενιχρῷ Σπηλαίῳ, ταῖς ὑψηλαῖς φρεσί, πιστοὶ δεῦτε ἀπολαύσωμεν, σεσαρκωμένον Λόγον, ἀπορρήτως μαθόντες, ὅν μεγαλύνομεν.

πιτε τοῖς  ἀρχηγοῖς, Ἡρῴδης ἔφη τῶν Μάγων, ζητήσατε τὸν παῖδα, ἐπὰν δὲ εὕρητε, τοῦτον τάχος μηνύσατέ μοι, τὸν δόλον ἐν καρδίᾳ τεκταίνων· ἀλλ' ἠλέγχθη ὁ πλάνος, διακενῆς ἀνομῶν.

Δημιουργὸς γεννηθείς, ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων, γεννᾶται ἐκ Παρθένου, Σοφία πεφυκώς, Λόγος τοῦ Θεοῦ καὶ δύναμις· διπλοῦν ταῖς φύσεσιν εἰδότες, τὸν Θεάνθρωπον Κύριον μεγαλύνομεν.

ς ἄνθρωπος ἐφάνης, οὐσίᾳ οὐ φαντασίᾳ, οὕτω Θεὸς τῷ τρόπῳ, τῆς ἀντιδόσεως, ἡ φύσις Σῶτερ ἥνπερ προσείληφας· διὸ τὴν ἐκ Παρθένου, σοῦ θείαν ἐνδημίαν, τιμῶντες σὲ μεγαλύνομεν.

Τῆς Ἁγίας.

Τὴν φωτοφόρον νεφέλην.

δοὺ ἐγγίζει Παρθένος, ἀποτεκεῖν ἐν Σπηλαίῳ, τὸν Βασιλέα τοῦ παντός, σάρκα ἀνειληφότα, ὃν ὡμολόγησε στερρῶς, ἀθλοῦσα ἡ ἔνδοξος, λαμπρότατα, Μάρτυς Ἀναστασία, καὶ νικῶσα τὸν ἀόρατον ἐχθρόν.

ραιωθεῖσα τοῖς  πόνοις, ὑπὲρ ἠλίου ἀκτῖνας, ἔλαμψας Μάρτυς τοῦ Χριστοῦ, καὶ φωτίζεις τὸν κόσμον, ἄθλων μεγάλων τῷ φωτί, θαυμάτων τε χάρισιν, ἐντεῦθέν σε, πίστει Ἀναστασία, εὐφημοῦμεν μελῳδίαις ἱεραῖς.

Σὲ τὴν ὡραίαν τρυγόνα, καὶ ἀηδόνα τιμίαν, καὶ παγκαλῆ περιστεράν, χρυσαυγιζούσας Μάρτυς, πτέρυγας ἔχουσαν πιστῶς, ἀεὶ μακαρίζομεν, τελοῦντές σου, τὴν πανέορτον μνήμην, ἐν ᾗ λύσιν πᾶσιν αἴτησαι δεινῶν.

ς νῦν ἐπέτυχες δόξης, ἐπιτυχεῖν ἡμᾶς πάντας, ἀεὶ δυσώπει τὸν Χριστόν, Μάρτυς Ἀναστασία, τοὺς τὴν σεπτήν σου ἑορτήν, σεπτῶς ἑορτάζοντας, καὶ πίστει σου, προσκυνοῦντας τὴν θήκην, τῶν λειψάνων ὡς πηγὴν ἁγιασμοῦ.

Θεοτοκίον.

Φέροντα φύσιν βροτείαν, Παρθενομῆτορ ἁγία, τίκτεις ἐν πόλει Βηθλεέμ, τὸν ὑπέρθεον Λόγον, καὶ γαλουχεῖς μητροπρεπῶς, τὸν τρέφοντα ἅπαντας, ὡς δὲ πύρινος θρόνος τοῦτον φέρεις, Παναγία ἀνωτέρα Χερουβίμ.

Ἄλλος.

Κυρίως Θεοτόκον.

Σκιρτήσατε τὰ ὄρη, ἐν ἀγαλλιάσει, καὶ εὐφροσύνην βουνοὶ περιζώσασθε· νῦν ἡ Παρθένος ἐγγίζει τεκεῖν τὸν Κύριον.

μέραν εὐφροσύνης, ἄγει σου ἡ κτίσις, Ἀναστασία τὴν μνήμην δοξάζουσα, ὄνπερ ἐδόξασας Λόγον, οἰκείοις μέλεσιν.

Φωτὶ καθαρωτάτῳ, νῦν ἐλλαμπομένη, τοὺς ὑμνητάς σου φωτίζοις τὴν ἄνωθεν, πᾶσιν ἡμῖν προξενοῦσα, Μάρτυς εὐμένειαν.

Θεοτοκίον.

Φαιδρῶς πᾶσα ἡ κτίσις, νῦν ἀγαλλιάσθω· ἡ Θεοτόκος τεκεῖν νῦν ἐπείγεται, τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, βροτὸν γενόμενον.

Ὁ Εἱρμὸς.

Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε ἁγνή, σὺν Ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες.

Ἐξαποστειλάριον τῆς Ἁγίας.

Τοῖς μαθηταῖς συνέλθωμεν.

Παρθενομάρτυς ἔνδοξε, ἀθλοφόρων τὸ κλέος, Ἀναστασία πάνσοφε, δυσωποῦσα μὴ παύσῃ, τὸν ἐκ Παρθένου νῦν Κόρης, τῆς ἁγνῆς Θεοτόκου, τεχθῆναι προερχόμενον, ἐν Σπηλαίῳ καὶ φάτνῃ, ἁμαρτιῶν, δοῦναι λύσιν πᾶσι τοῖς  ἐκτελοῦσι, τὴν παναγίαν μνήμην σου, καὶ τιμῶσί σε πόθῳ.

Προεόρτιον, ὅμοιον.

Τὴν ἐκ Παρθένου Γέννησιν, τοῦ Χριστοῦ προκηρύττει, ἡ φωτοφόρος μνήμη σου, Μάρτυς Ἀναστασία, ἐν Βηθλεὲμ συγκαλοῦσα, Μάγους μὲν ἐκ Περσίδος, σὺν δώροις, τούς Ποιμένας δέ, μετ' Ἀγγέλων πρὸς ὕμνον· σὺ γὰρ σαυτήν, ὡς χρυσὸν καὶ λίβανον καὶ ὡς σμύρναν, προσῆξας τῷ Δεσπότῃ σου, ἐναθλοῦσα Θεόφρον.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχ. δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

 

Ἦχος πλ. β’  Αἱ Ἀγγελικαὶ.

Νῦν αἱ παλαιαὶ διαλύονται ἐμφάσεις, ἔσχεν ἐν γαστρί· ἡ Παρθένος γὰρ καὶ λίθος, ἐξ ὄρους ἀπετμήθη, καὶ ἡ ῥάβδος ἐβλάστησεν, ἡ τοῦ Ἰεσσαί, καὶ δρόσος ἄρτι, ἡ τοῦ Γεδεὼν ἐν γῇ ἐρρύη, λαοὶ κράξωμεν· Ὁ βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.

Ξένου τοκετοῦ, ξένα πράγματα ὁρᾶται! πῶς ὁ τῷ Πατρί, ἐν ὑψίστοις συνεδρεύων, ἐν φάτνῃ τῶν ἀλόγων, γεννηθεὶς ἀνακλίνεται; πῶς ὁ ἀναφὴς ἐν τοῖς σπαργάνοις; πῶς ὁ πανταχοῦ ἐν τῷ Σπηλαίῳ; λαοὶ κράξωμεν, ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.

τερατουργῶν, καὶ τὴν Αἴγυπτον μαστίζων, ὕων τε λαῶ, τῷ ἀγνώμονι τὸ Μάννα, σαρκοῦται καὶ θηλάζει, καὶ παιδίον ὁρώμενος, φεύγει τὸν Ἡρῴδην, ὡς ἐπὶ νεφέλης τῇ  Παρθένῳ, Μητρὶ ὀχούμενος, ὡς Ἡσαΐας προορᾷ, ὁ θεοπτικώτατος.

Παιδίον ὁ προών, Βασιλεὺς ὁ τῶν αἰώνων, τίκτεται ἑκών, καὶ υἱὸς ἡμῖν ἐδόθη· Ἀκούσατε τὰ Ἔθνη, Ἰσραὴλ ἐνωτίσθητι, γνῶτε καὶ ἡττᾶσθε· μεθ' ἡμῶν γάρ, ὃς λεπτυνεῖ καὶ ἐκλικμήσει, ἐκ γῆς ἅπασαν, καὶ βασιλείαν καὶ ἀρχήν, αὐτῷ μὴ ὑπείκουσαν.

Δόξα... Ὅμοιον.

άβδῳ σιδηρᾷ, ποιμανθήσῃ Ἰουδαῖε, οἷα ἀπειθής, καὶ Προφήταις ἀντιπίπτων· Υἱῷ γὰρ γεννηθέντι, ὁ Πατὴρ κλῆρον δίδωσιν, Ἔθνη καὶ κατάσχεσιν γῆς πάσης· σὲ δὲ ἀπωθεῖται μιαιφόνε, βοᾶν οὐ πείθῃ γάρ· Ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.

Καὶ νῦν... Ὅμοιον.

Σκίρτησον Δαυΐδ· ἐξ ὀσφύος σου Χριστὸς γάρ· χαίροις Ἰεσσαί· ἐξανθεῖ γάρ σου ἡ ῥίζα, ἐκ μηροῦ σου Ἰούδα, προελεύσεται Κύριος, κατὰ Βαλαὰμ ἔδεται Ἔθνη· κατὰ τὸν μέγαν Ἡσαΐαν, ἰδοὺ τέξεται, παιδίον τὸν Ἐμμανουήλ, Παρθένος ἡ πάνσεπτος.

Ἀπόστιχα Στιχηρὰ Προσόμοια.

Ἦχος β’ Οἶκος τοῦ Ἐφραθᾶ.

Προλάμπει ὁ ἀστήρ, ἤδη ἐν τῷ Σπηλαίῳ· Ποιμένες μέτ' Ἀγγέλων, οἱ Μάγοι μετὰ δώρων, προφθάσαι εὐτρεπίσθητε.

Στίχ.  Κύριε εἰσακήκοα τὴν ἀκοήν σου.

γγίζει ὁ Χριστός· ὁ ἀστὴρ προαυγάζει, τὸ οὐράνιον πλῆθος, τῆς στρατιᾶς προκύπτει, τῶν νοερῶν δυνάμεων.

Στίχ. Θεὸς ἀπὸ Θαιμὰν ἥξει.

Χαῖρε ἡ Βηθλεέμ· ὁ ποιμαίνων ἐπέστη, τὸν Ἰσραὴλ ὁ σῴζων· οὐκέτι ἐλαχίστη, Ἰουδαία τοῖς  ἄρχουσιν.

Δόξα... Τῆς Ἁγίας.

Ἦχος πλ. α’  Βύζαντος.

Προεόρτιος ἡμέρα σήμερον, τῆς ἐνανθρωπήσεως Χριστοῦ τοῦ Θεοῦ, τῇ  τῆς πανευφήμου καὶ Μάρτυρος ἑορτῇ, συνεξέλαμψεν Ἀναστασίας· ἰδοὺ ἡ Παρθένος, ἐν Βηθλεέμ ἐπείγεται, Βρέφος σπαργανούμενον, ἀνακλῖναι ἐν φάτνῃ τῶν ἀλόγων, τὸν ἐλευθερώσαντα ἡμᾶς, ἐκ τῆς ἀρχαίας κατάρας, καὶ σῴζοντα τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Ἦχος ὁ αὐτὸς.

Μὴ στύγναζε Ἰωσήφ, καθορῶν μου τὴν νηδύν· ὄψει γὰρ τὸ τικτόμενον ἐξ ἐμοῦ καὶ χαρήσῃ, καὶ ὡς Θεὸν προσκυνήσεις, ἡ Θεοτόκος ἔλεγε τῷ ἑαυτῆς μνηστῆρι, μολοῦσα τοῦ τεκεῖν τὸν Χριστόν. Ταύτην ἀνυμνήσωμεν λέγοντες· Χαῖρε κεχαριτωμένη, μετὰ σοῦ ὁ Κύριος, καὶ διὰ σοῦ μεθ' ἡμῶν.

Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.