The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΑΥΓΟΥΣΤΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου.

ΕΙΔΗΣΙΣ. Ἐν ταύτῃ τῇ ἡμέρᾳ ψάλλεται καὶ ἡ Ἀκολουθία τοῦ Ἁγίου μάρτυρος Λούππου, διὰ τὸ ἐν τῇ κγ' ἀποδίδοσθαι τὴν Ἑορτήν.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς το, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσομοια.

Τοῦ Ἁγίου Ἀγαθονίκου τρία

Ἦχος δ'

Ἔδωκας σημείωσιν

Πρώτην ἀγαθότητα, καὶ ὑπὲρ νοῦν ὡραιότητα, ἐκζητῶν Ἀγαθόνικε, χαίρων προσεχώρησας, πρὸς τοὺς προκειμένους, γενναίους ἀγῶνας, καὶ συμπλακεὶς τῷ δυσμενεῖ, ἀνδρειοτάτως εἰς γῆν κατέρραξας, καὶ νίκης τὸ φαιδρότατον, προσανεπλέξω διάδημα, δυσωπῶν τὸν φιλάνθρωπον, ὑπὲρ τῶν ἀνυμνούντων σε.

Σοφίᾳ κοσμούμενος, λόγον ζωήρρυτον ἔβλυσας, ἐπιστρέφων τοὺς ἄφρονας, ἐλέγχων τὸν τύραννον, τῆς πολυθεΐας, ζάλην κατευνάζων, ἐπιστηρίζων τοὺς πιστούς, προσεπιμένειν τῇ θείᾳ χάριτι· διὸ τὰ χαλεπώτατα, ὑπενεγκὼν πειρατήρια, πρὸς τὰ ἄνω βασίλεια, στεφηφόρος ἀνέδραμες.

Αἵματι σταζόμενος, τῆς καρτερᾶς σου ἀθλήσεως, τῷ Δεσπότῃ παρέστηκας, θῦμα εὐωδέστατον, καθαρὰ θυσία, εὐπρόσδεκτον δῶρον, ἱερωτάτη προσφορά, καὶ ἱερεῖον τέλειον ἄμωμον· διὸ ταῖς ἱκεσίαις σου, τῆς Ἐκκλησίας τὸ πλήρωμα, ἐν εἰρήνῃ συντήρησον, ἀθλητὰ Ἀγαθόνικε.

Τοῦ Ἁγίου Λούππου τρία, ὅμοια

Λοῦππος ὁ μακάριος, τῆς ἀθεΐας διέλυσε, τὸν κρυμὸν τὸν βαρύτατον, θέρμῃ θείου Πνεύματος, καὶ τμηθεὶς τῷ ξίφει, ἰάσεως ῥεῖθρα, ἀναπηγάζει καὶ ψυχάς, κατατακείσας δροσίζει χάριτι, αὐτὸν ἀνευφημήσωμεν, ὡς πρεσβευτὴν ἡμῶν ἄριστον, καὶ θερμὸν ἀντιλήπτορα, εὐσεβῶς φιλομάρτυρες.

λλήνων σεβάσματα, βυθῷ ὑδάτων παρέδωκας, καὶ ἀθέους κατέπληξας, ὁρῶντας τὰ θαύματα, τὰ τῇ σῇ παμμάκαρ, τελούμενα πίστει, μέσον ἐκείνων δὲ ἑστώς, λουτρόν τὸ θεῖον ἐξ ὕψους δέδεξαι, Θεοῦ σε μεγαλύνοντος, ὡς γνησιώτατον μάρτυρα, καὶ γενναῖον ἀδάμαντα, καὶ Ἀγγέλων συμμέτοχον.

Πειρώμενοι τέμνειν σε, ἐχθροὶ ἀλλήλους κατέτεμνον, καὶ τοῖς βέλεσι βάλλοντες, ἀλλήλους ἐτίτρωσκον, ἀθλοφόρε Λοῦππε· καὶ πρίζειν δοκοῦντες, δένδρῳ προσῆξαν τὴν πληγήν, ἐσκοτισμένοι μάκαρ ὑπάρχοντες· ἐφρούρει γὰρ σε Κύριος, δι' ὃν τὸ πάσχειν προῄρησο, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν, τῶν Ἀγγέλων συνόμιλε.

Δόξα... Ἦχος α'

Ἀνατολίου

Φερωνύμως ἐκλήθης, τῆς ἀγαθῆς νίκης ἐπώνυμος, Ἀγαθόνικε πολύαθλε, τῷ γὰρ θείῳ ἔρωτι τρωθείς, εἰδωλικὴν ἀπάτην, καὶ τυραννικὴν πλάνην ἀπαρνησάμενος, πρός ζωὴν τὴν ἀμείνω παραδόξως μεταβέβηκας· διὸ ἐν τῇ ἐνδόξῳ σου μνήμῃ, παρρησίαν ἔχων πρὸς αὐτόν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν ... Ἦχος ὁ αὐτὸς

Τῆς Ἑορτῆς

πρεπε τοῖς αὐτόπταις τοῦ Λόγου καὶ ὑπηρέταις, καὶ τῆς κατὰ σάρκα Μητρὸς αὐτοῦ, τὴν Κοίμησιν ἐποπτεῦσαι, τελευταῖον οὖσαν ἐπ' αὐτῇ μυστήριον· ἵνα μὴ μόνον τὴν ἀπὸ γῆς τοῦ Σωτῆρος ἀνάβασιν θεάσωνται, ἀλλὰ καὶ τῆς τεκούσης αὐτὸν τῇ μεταθέσει μαρτυρήσωσι. Διόπερ πάντοθεν θείᾳ δυνάμει περαιωθέντες, τὴν Σιὼν κατελάμβανον, καὶ πρὸς οὐρανὸν ἐπειγομένην, προέπεμπον τὴν ἀνωτέραν τῶν Χερουβίμ, ἣν καὶ ἡμεῖς, σὺν αὐτοῖς προσκυνοῦμεν, ὡς πρεσβεύουσαν ὑπὲρ τὺν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος β'

Οἶκος τοῦ Ἐφραθᾶ

Δῆμος τῶν Μαθητῶν, ἀθροίζεται κηδεῦσαι, Μητέρα Θεοτόκον, ἐλθόντες ἐκ περάτων, παντοδυνάμῳ νεύματι.

Στίχ. νάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.

Νύμφη ἡ τοῦ Θεοῦ, Βασίλισσα Παρθένος, τῶν ἐκλεκτῶν ἡ δόξα, καύχημα τῶν παρθένων, πρὸς τὸν Υἱὸν μεθίσταται.

Στίχ. μοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν.

θροισται ὁ χορός, Μαθητῶν παραδόξως, ἐκ τῶν περάτων κόσμου, κηδεῦσαί σου τὸ Σῶμα, τὸ θεῖον καὶ ἀκήρατον.

Δόξα... Ἦχος πλ. δ'

Φερωνύμως τὴν κλῆσιν δεξάμενος, τῶν ἀγαθῶν θησαυρῶν, ναὸν σεαυτὸν καθιέρωσας, μάρτυς Ἀγαθόνικε, τῷ τῶν ἁπάντων βασιλεῖ, καὶ ἐν βασάνοις νομίμως ἀγωνισάμενος, τοῦ δεινοῦ Βελίαρ καθεῖλες τὴν δύναμιν, καὶ νίκης ἄρας τρόπαιον, στεφανηφόρος ἐν ὑψίστοις Θεῷ παρίστασαι, ᾧ καὶ πρεσβεύων μὴ ἐλλίπῃς, ὑπὲρ τῶν σὲ γεραιρόντων, μαρτύρων ἐγκαλλώπισμα.

Καὶ νῦν ...

Ἦχος ὁ αὐτός, τῆς Ἑορτῆς

Παρθενικαὶ χορεῖαι σήμερον, μυστικῶς τῇ κλίνῃ τῆς Παρθένου καὶ Μητρός, κύκλῳ παρίστανται, καὶ ψυχαὶ δικαίων περιιπτάμεναι, τὴν Βασιλίδα γεραίρουσιν, αἱ μέν, ὡς προῖκα τὴν παρθενίαν, ἀντὶ μύρου κομίζουσαι, αἱ δέ, τὴν ἄϋλον ὑμνῳδίαν, τὰ τῆς ἀρετῆς προσάγουσαι· πρέπει γὰρ τῇ Μητρὶ τοῦ Θεοῦ, ὡς Βασιλίδα, ταῖς βασιλικαῖς τῶν ἀρετῶν δορυφορεῖσθαι λαμπροφορίαις. Αἷς καὶ ἡμεῖς, βίον καθαρὸν συνεισενεγκόντες, ἐξέλθωμεν πρὸς κηδείαν, τῆς ὄντως Μητρὸς τοῦ Θεοῦ ἡμῶν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, αὐτὴν συμφώνως μακαρίζοντες.

Ἀπολυτίκιον τῆς Ἑορτῆς

Ἦχος α'

ν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις

Μετὰ τὴν α' Στιχολογίαν

Κάθισμα Ἦχος δ'

Κατεπλάγη Ἰωσὴφ

Πλατυτέρα οὐρανῶν, ἀναδειχθεῖσα ἐπὶ γῆς, ἡ τεκοῦσα ἐν σαρκί, τὸν τοῦ παντὸς Δημιουργόν, νῦν εἰς αὐτὰ τὰ οὐράνια ἐκ γῆς μετέστης. Δικαίων δὲ ψυχαὶ καθορῶσαί σε, Ἀγγέλων οἱ χοροὶ κατοπτεύοντες, ὡς Βασιλίδι αἴνεσιν ἀξίως, διὰ παντὸς σοι προσάγουσι. Διὸ πρεσβεύειν, μὴ διαλίπῃς, ὑπὲρ τῶν ἀνυμνούντων σε.

Δόξα... Καὶ νῦν ... Τὸ αὐτὸ

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα ὅμοιον

ποστόλων ὁ χορός, διεσπαρμένος ἐν τῇ γῇ, συνηθροίσθη ἐν Σιών, ἵνα προπέμψῃ ἀπὸ γῆς, τὴν Θεοτόκον πρὸς τὸν Ὕψιστον, ὃν περ ἔτεκε, Δυνάμεις οὐρανῶν, αἱ ὑπερκόσμιαι, προέτρεχον ὁμοῦ, καὶ συνεχόρευον, πνευματικῶς κραυγάζουσαι. Εὐφραίνεσθε, οἱ οὐρανοὶ προσδεχόμενοι, Θεοῦ Μητέρα, δι' οὗ δεσπόζει, ὁρατὰ καὶ ἀόρατα.

Δόξα... Καὶ νῦν ... Τὸ αὐτὸ

Ὁ πρῶτος κανὼν τῆς Ἑορτῆς καὶ οἱ δύο παρόντες τῶν Ἁγίων.

Ὁ Κανὼν τοῦ Ἁγίου Ἀγαθονίκου, οὗ ἡ Ἀκροστιχίς.

Ἀγαθονίκου τοὺς πόνους μέλπειν θέμις. Ἰωσήφ.

Ὠδὴ α' Ἦχος α'

Ὠδὴν ἐπινίκιον

γάθυνον Ἅγιε κεκακωμένην, ψυχήν μου τοῖς πάθεσιν, ἀγαθὸς γενόμενος, τοῦ ἀγαθοῦ μιμητής, καὶ λόγον δίδου τὴν σεπτήν, δοξάσαι μνήμην σου.

Γνωστὸς τῷ γινώσκοντι τὰ πάντα μάρτυς, ἐγένου θεόπνευστε, καὶ τὴν τούτου σάρκωσιν, ἐθνῶν ἐνώπιον, ἐκήρυξας τὸν τῆς σαρκός, μὴ πτήξας θάνατον.

νέστησας λόγῳ σου τοὺς πεπτωκότας, καὶ τῆς Ἀναστάσεως, κοινωνοὺς ἀνέδειξας, καὶ τῆς λαμπρότητος, τῆς αἰωνίου εὐσεβῶς, μάρτυς πολύαθλε.

Θεοτοκίον

Θαυμάτων ἐπέκεινα τὸ μέγα θαῦμα, Σεμνὴ τῆς λοχείας σου, καθορᾶται· τίκτεις γάρ, ἐν ὁμοιώματι σαρκὸς γενόμενον Χριστόν, δίχα τροπῆς καὶ φυρμοῦ.

Ὁ Κανὼν τοῦ Ἁγίου Λούππου, ἔχων τὴν δε τὴν Ἀκροστιχίδα.

Ὑμνῶ σε, Λοῦππε, μάρτυς ἠγλαϊσμένε. Ἰωσήφ.

 

Ὠδὴ α' Ἦχος δ'

Τριστάτας κραταιοὺς

μνοῦντι τὴν φαιδράν, καὶ φωσφόρον σου μνήμην, στρατιῶτα τοῦ Χριστοῦ, γενναῖε ἀθλητά, τὴν ψυχήν μου καταύγασον, λάμψεσι ταῖς ἀνεσπέροις, αὐγαζόμενος πάντοτε, καὶ τῷ θείῳ φωτὶ παριστάμενος.

Μαρτύρων ὑπελθών, τοὺς ἀνδρείους ἀγῶνας, ὡμολόγησας Θεόν, ὀφθέντα ἐπὶ γῆς, καὶ τὴν φύσιν θεώσαντα, πάνσοφε τὴν ἀνθρωπίνην, καὶ θεοὺς ἐξηφάνισας, τῶν Ἑλλήνων δυνάμει τοῦ Πνεύματος.

Ναμάτων ζωτικῶν, πληρωθεὶς τὴν καρδίαν, ὥσπερ θεῖος ποταμός, τὰ ῥεύματα σοφέ, τῆς ἀπάτης ἐξήρανας, πίστει δὲ τὰς διανοίας, τῶν ἀνθρώπων κατήρδευσας, βλαστανούσας καρπὸν ἐπουράνιον.

Θεοτοκίον

ς ὄρθρος εὐπρεπής, ἐκ λαγόνων ἀνίσχεις, Ἰησοῦν τὸν φωτισμόν, ἁπάντων καὶ Θεόν, ἀπειρόγαμε Δέσποινα, νύκτα τῆς πολυθεΐας, ἐκμειοῦντα καὶ λάμψεσιν, ἀνεσπέροις τὸν κόσμον φωτίζοντα.

Τοῦ Ἁγίου Ἀγαθονίκου

Ὠδὴ γ'

Στερεωθήτω ἡ καρδία μου

ματαιόφρων ταῖς θωπείαις σε, δολερῶς συλῆσαι ἐπήλπιζεν· ἐματαιώθη δὲ αὐτοῦ, τὸ ἀλλόκοτον φρόνημα, ἡδρασμένου σου ἐν πέτρᾳ, ἀψευδοῦς μάρτυς πίστεως.

περνηξάμενος τὸ πέλαγος, ἀλγεινῶν καὶ πόνων τοῦ σώματος, τῇ κυβερνήσει τοῦ Χριστοῦ, ἀθλητὰ Ἀγαθόνικε, προσωρμίσθης πρὸς λιμένας, νοητοὺς ἀγαλλόμενος.

Τομαὶ στρεβλώσεις τε τοῦ σώματος, ἐπ' ἐμὲ ἐρχέσθωσαν σήμερον, ξίφη καὶ τήγανα καὶ πῦρ, καὶ θηρία καὶ θάνατον· οὐ πτοοῦμαι ἀνεβόας, ἀθλητὰ Ἀγαθόνικε.

Θεοτοκίον

κατὰ φύσιν ἀπερίγραπτος, μορφωθεὶς ἐκ σοῦ τὸ ἡμέτερον, περιγραφὴν σωματικῶς, ὑπεδέξατο Δέσποινα, ἐν οὐσίαις καὶ θελήσεσι, διτταῖς γνωριζόμενος.

Τοῦ Ἁγίου Λούππου

Ὅτι στεῖρα ἔτεκεν

Στηριχθεὶς τοῦ Πνεύματος, τῇ ἀηττήτῳ δυνάμει, πρὸς τοὺς ἀγῶνας μάρτυς, ἐναπεδύσω ἀνδρικῶς, καὶ τὸ τῆς πλάνης φρύαγμα κατήργησας, Λοῦππε παμμακάριστε.

πιγνοὺς σε μάρτυρα, τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ ἀπηνὴς διώκτης, θωπείαις σου τὸν λογισμόν, ἐξαπατῆσαι ἤλπιζεν· ἐψεύσθη δὲ ὅμως ὁ παμπόνηρος.

Λύρα ὥσπερ Πνεύματι, τῷ παντουργῷ κρουομένη, ἀναφωνεῖς τυράννων, ἐνώπιον χαρμονικῶς, μέλος ἐνθέου γνώσεως, καταθέλξας πίστει τοὺς προστρέχοντας.

Θεοτοκίον

Θεὸς ἐν μέσῳ σου, κατασκηνώσας ὡς οἶδε, τῆς παρθενίας κλεῖθρα, οὐ παρεσάλευσεν Ἁγνή· ἐν ἀσαλεύτῳ πέτρᾳ δέ, τῆς πίστεως πάντας ἐστερέωσεν.

Ὁ Εἱρμὸς

τι στεῖρα ἔτεκεν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε Συναγωγή, τῷ θαυμαστῷ Θεῷ ἡμῶν βοήσωμεν· Ἅγιος εἶ Κύριε.

Κάθισμα τοῦ Ἁγίου Ἀγαθονίκου

Ἦχος α'

Τὸν τάφον σου Σωτηρ

θλήσει λαμπρυνθείς, ὡς χρυσὸς ἐν καμίνῳ, ἐξήστραψας σοφέ, ἰαμάτων ἀκτῖνας, καὶ σκότος ἐμείωσας, τῶν δαιμόνων ἐν χάριτι· ὅθεν ἅπαντες, τὴν παναγίαν σου μνήμην, ἑορτάζομεν, θεομακάριστε μάρτυς, ἀθλητὰ Ἀγαθόνικε.

Δόξα... Τοῦ Ἁγίου Λούππου

Ἦχος δ'

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Τὸ ὀπτικόν σου τῆς ψυχῆς ἐκκαθάρας, καθυπεδέξω τὴν αὐγὴν τῆς Τριάδος, καὶ τὰς ἐν ζόφῳ πάνσοφε ἐφώτισας ψυχάς, αἴγλῃ θείων λόγων σου, Λοῦππε μάρτυς Κυρίου· ὅθεν πρὸς ἀνέσπερον, μεταβέβηκας φέγγος, ὑπὲρ ἡμῶν ἀπαύστως δυσωπῶν, τῶν σὲ τιμώντων, καὶ πίστει ὑμνούντων σε.

Καὶ νῦν ... Τῆς Ἑορτῆς

Ἦχος ὁ αὐτὸς

Κατεπλάγη Ἰωσὴφ

ναβόησον Δαυΐδ, τὶς ἡ παροῦσα Ἑορτὴ; Ἣν ἀνύμνησα φησίν, ἐν τῷ Βιβλίῳ τῶν Ψαλμῶν, ὡς θυγατέρα θεόπαιδα καὶ Παρθένον, μετέστησεν αὐτήν, πρὸς τὰς ἐκεῖθεν μονάς, Χριστὸς ὁ ἐξ αὐτῆς, ἄνευ σπορᾶς γεννηθείς· καὶ διὰ τοῦτο χαίρουσι, μητέρες καὶ θυγατέρες, καὶ νύμφαι Χριστοῦ, βοῶσαι· Χαῖρε, ἡ μεταστᾶσα, πρὸς τὰ ἄνω βασίλεια.

Τοῦ Ἁγίου Ἀγαθονίκου

Ὠδὴ δ'

Ἐν Πνεύματι προβλέπων

πῆλθες τῶν μαρτύρων, τὸ στάδιον σοφέ, ὅπλῳ θείας πίστεως, λαμπρῶς περιφραχθείς, περιπλακεὶς δέ, τῷ δυσμενεῖ κατὰ κράτος, τοῦτον νικήσας, καθυπέταξας ποσὶ σου, μάρτυς ἀθλητὰ Ἀγαθόνικε.

Σοφίᾳ σου τῶν λόγων, καὶ ἔργων ἱερῶν, θείαις ἐπιδείξεσιν, ἐξέπληξας ἐχθρούς, ὑπολαβόντας τὸ καρτερὸν τοῦ νοός σου, καταπαλαῖσαι, καὶ πρὸς πλάνην καθελκύσαι, μάρτυς τοῦ Χριστοῦ Ἀγαθόνικε.

Πυρὶ ὁλοκαυτώσας, ἀγάπης θεϊκῆς, σοῦ τὸν νοῦν ἀοίδιμε, τὸ πῦρ τῶν δυσσεβῶν, οὐκ ἑπτοήθης, ἀλλ' ἀνάψας ὡς ἄνθραξ, τῆς ἀθεΐας, ἐνεπύρισας τὴν ὕλην, μάρτυς Ἱερὲ Ἀγαθόνικε.

Θεοτοκίον

νώτοις ἐπιβαίνων, Ἁγνὴ χερουβικοῖς, σαρκωθεὶς ὡς ἄνθρωπος, ἐκ σοῦ θεοπρεπῶς, σοῦ ταῖς ἀγκάλαις καθέζεται, ὥσπερ βρέφος, καὶ νηπιάζει, νηπιόφρονα τὸν πάλαι, σῴζων γεγονότα πρωτόπλαστον.

Τοῦ Ἁγίου Λούππου

Ὁ καθήμενος ἐν δόξῃ

περβὰς τῆς ἀνθρωπίνης, ἀσθενείας μακάριε, τοὺς γεώδεις ὅρους, ἔφερες πληγὰς ῥαβδιζόμενος, ῥάβδον δυνάμεως φέρων τὸν σωτήριον, παναοίδιμε, Λοῦππε Σταυρόν τοῦ Θεοῦ ἡμῶν.

Πεποιθὼς καθάπερ ὄρος, ἐπὶ Κύριον ἔμεινας, ἀθλοφόρε Λοῦππε, θείᾳ συμμαχίᾳ ἀσάλευτος, τοὺς σπαραγμοὺς τῶν μελῶν σου· ὅθεν ἤνεγκας, ἀνυψούμενος, πρὸς οὐρανόν θείῳ ἔρωτι.

Πλήρης πίστεως ὑπάρχων, καὶ σοφίας καὶ χάριτος, ἀνομούντων μέσον, Λόγον τοῦ Θεοῦ ὡμολόγησας, τῶν πεμπομένων βελῶν δὲ οὐκ ἐφρόντισας, εἰργομένων, δυνάμει Χριστοῦ προσεγγίσαι σοι.

Θεοτοκίον

πὶ σὲ καθάπερ ὄμβρος, τῆς σοφίας ἡ ἄβυσσος, Ἰησοῦς κατῆλθε, μόνην καθαρὰν σε εὑράμενος, Θεογεννῆτορ Παρθένε καὶ κατέκλυσεν, ἀσεβείας, χειμάρρους δεινούς θείᾳ χάριτι.

Τοῦ Ἁγίου Ἀγαθονίκου

Ὠδὴ ε'

Τὸ φαεινὸν ἡμῖν

Νόμοις ἀντέθηκας τοῦ ἀλάστορος, νόμον σωτήριον, ἐννομώτατος ὡς μάρτυς ἔνδοξε, τοῦ νομοδότου πάντων καὶ δεσπόζοντος, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.

περιβόητος καὶ περίδοξος, μάρτυς γενόμενος, Ἀγαθόνικος νῦν μακαρίζεται, σὺν οὐρανίαις πάντοτε Δυνάμεσι, φαιδρῶς ἀγαλλόμενος.

πὲρ τὸ ζῆν θανεῖν εἵλου ἔνδοξε, ὅπως τὴν μέλλουσαν, ὡς ἀΐδιον καὶ αἰωνίζουσαν ζωὴν κερδήσῃς· ὅθεν ξίφει τέμνοντι, κλίνεις τὸν αὐχένα σου.

Θεοτοκίον

Σοῦ τὰ θαυμάσια προορώμενος, θείῳ ἐν Πνεύματι, Ἡσαΐας ἀνεκραύγαζεν· Ἰδοὺ ἐν μήτρᾳ ἕξεις τὸν ἀχώρητον, σαρκούμενον Ἄχραντε.

Τοῦ Ἁγίου Λούππου

Ἀσεβεῖς οὐκ ὄψονται

Μεληδὸν ἠπείλησαν, συγκόπτειν σε ἐχθροί, ἑαυτοὺς μᾶλλον δὲ σοφέ, θεϊκαῖς προστάξεσι κατατέμνοντες, ἀσινῆ καὶ ἄτρωτον, κατενόουν φυλαττόμενον.

παιωρήσας ἔνδοξε, τὸ ὄμμα τῆς ψυχῆς, πρὸς τὴν πέτραν τὴν ἀρραγῆ, οὐδαμῶς τοῖς κύμασι μάρτυς σεσάλευσαι, τῶν πικρῶν κολάσεων, θείᾳ ῥώμῃ δυναμούμενος.

αντισμοῖς αἱμάτων σου, πυρὰν εἰδωλικήν, ἐναπέσβεσας ἀθλητά, καὶ πυρὶ τῶν ἄθλων σου πᾶσαν κατέφλεξας, τὴν ἀπάτην Πνεύματι, τῷ Ἁγίῳ πυρακτούμενος.

Θεοτοκίον

Τὴν ἁγνὴν ἁγνεύοντι, τιμήσωμεν νοΐ, καλλονὴν τὴν τοῦ Ἰακώβ, καὶ ἐνθέοις πράξεσι καλλυνόμενοι, εὐσεβῶς ὑμνήσωμεν, ὡς μητέρα τοῦ Θεοῦ ἡμῶν.

Τοῦ Ἁγίου Ἀγαθονίκου

Ὠδὴ ς'

Τὸν Προφήτην Ἰωνᾶν

Μυριόλεκτον πληθύν, Αἰθιόπων νοητῶν, κατεπάλαισας σοφέ, ἀσθενείᾳ τῆς σαρκός, καὶ ἥνωσαι, ταῖς μυριάσι, τῶν νοερῶν λειτουργῶν.

πορεύθης ἀνδρικῶς, μαρτυρίου τὴν ὁδόν, καὶ ἐστένωσας ὁδούς, τῆς κακίας ἀθλητά, καὶ ἔφθασας τὰς εὐρυχώρους, σκηνώσεις τῶν οὐρανίων νοῶν.

Λαμπρυνθεὶς ὥσπερ χρυσός, τῇ χωνείᾳ τῶν δεινῶν, παθημάτων τοῦ Χριστοῦ, Ἀγαθόνικε σοφέ, ἐκσφράγισμα ἐδείχθης, θείοις ἀποτεθεὶς θησαυροῖς.

Θεοτοκίον

Παρθενεύεις ὡς τὸ πρίν, καὶ τεκοῦσα τὸν Χριστόν, γαλουχεῖς πᾶσι τροφήν, τὸν παρέχοντα Ἁγνή, παράδοξον, σεμνὴ τὸ θαῦμα καὶ ἀκατάληπτον.

Τοῦ Ἁγίου Λούππου

Ἐβόησε προτυπῶν

πέφερες, τῆς σαρκὸς τὰς βασάνους στερρότατα, βασανίζων, ἀνομούντων φρονήματα ἄθεα, καὶ πικρῶς μαστίζων, τῶν δαιμόνων πληθὺν ἀξιάγαστε.

Συνέσεισας, καὶ ὡς χοῦν τοὺς θεοὺς κατελέπτυνας, τῶν ἀθέων, σεαυτὸν δὲ ἀνέστησας ἔμψυχον, εὐσεβείας στήλην, καὶ εἰκόνα ἀνδρείας θεόπνευστε.

γάλλετο, ἐντρυφῶν ταῖς βασάνοις ὁ ἔνδοξος, ἀθλοφόρος, προορῶν τοὺς στεφάνους ἐν πνεύματι, καὶ τὴν δι' αἰῶνος, ἐσομένην τοῖς μάρτυσιν εὔκλειαν.

Θεοτοκίον

Γεγέννηκας, ὃν Πατὴρ πρὸ αἰώνων γεγέννηκε, προανάρχως, καὶ μαστοῖς τὸν τροφέα ἐθήλασας, ὑπὲρ νοῦν τὸ θαῦμα, ὑπὲρ λόγον Ἁγνὴ τὸ μυστήριον.

Ὁ Εἱρμὸς

βόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης Ἰωνᾶς, ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν Δυνάμεων.

Κοντάκιον Ἦχος α'

Χορὸς ἀγγελικὸς

Τὴν κλῆσιν ἀγαθήν, κεκτημένος θεόφρον, ἀνδρῶν τῶν πονηρῶν, ἀπεστράφης τὸ σέβας, μὴ πτήξας κολάσεων, εἶδος πᾶν, Ἀγαθόνικε· ὅθεν γέγονας, τῶν ἀγαθῶν κληρονόμος, καὶ ἀπείληφας, σὺν τοῖς συνάθλοις ἀξίως, τὸν ἄφθαρτον στέφανον.

Ὁ Οἶκος

Τὸν ἀγαθὸν καὶ φιλάνθρωπον καθικέτευε, Ἀγαθόνικε πάνσοφε, τοῦ ἀγαθῦναι τὴν κάκωσιν τῆς ἐμῆς καρδίας, καὶ δωρήσασθαι λόγον μοι, τοῦ ἀξίως ὑμνῆσαί σου τούς ἀγῶνας, οὓς ἤθλησας ὑπὲρ τῆς πίστεως τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν, πῶς πανταχόθεν περιεσκόπεις οἷά περ ποιμήν, μάρτυς, καὶ τοὺς λύκους ἐκδιώκων ἐποδήγεις σου τὴν ποίμνην πρὸς γῆν ἀληθείας, βοῶν ἐν παρρησίᾳ· Ὡς πρόβατα ἐγνώσθημεν σφαγῆς· διὸ θάνωμεν, ἵνα κομισώμεθα τὸν ἄφθαρτον στέφανον.

Συναξάριον

Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου καὶ τῶν σὺν αὐτῷ, Ζωτικοῦ Ζήνωνος, Θεοπρεπίου, Ἀκινδύνου καὶ Σεβηριανοῦ.

Στίχοι

γαθονίκου κλῆσις ἀψευδεστάτη,

Χρηστὴν βοῶσα τοῦδε νίκην ἐκ ξίφους.

Τρεῖς καρτεροῦντες μηχανήματος βίαν,

Τὰς μηχανὰς λύουσι τοῦ παμμηχάνου.

ν μάρτυσι τμηθεῖσιν αὐχένα ξίφει,

Σεβηριανὸς τάττεται τμηθεὶς ξίφει.

δοὺ παρ᾽ ἡμῖν καὶ Κυρηναῖος νέος,

Οὐκ ἀγγαρευθείς, ἀλλ' ἑκὼν Σταυρὸν φέρων.

κτανε δευτερίῃ ξίφος εἰκάδι Ἀγαθόνικον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας μάρτυρος Ἀνθούσης καὶ Ἀθανασίου Ἐπισκόπου, τοῦ βαπτίσαντος αὐτήν, καὶ Χαρησίμου καὶ Νεοφύτου τῶν οἰκετῶν αὐτῆς.

Στίχοι

νθῆσαν ἐκ γῆς τῆς Σελευκείας ῥόδον,

νθοῦσαν ἐδρέψαντο χεῖρες Ἀγγέλων.

θανάσιος κἂν τεθνήξωμαι ξίφει,

Τοῖς ζῶσι Χριστοῦ ζῶν τετάξομαι φίλοις.

Δοῦλοι δύο τμηθέντες, εὗρον οἱ δύο

Τὴν εὐγένειαν, ἣν ἀπώλεσαν πάλαι.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι μάρτυρες Εἰρηναῖος, Ὤρ καὶ Ὄροψις ξίφει τελειοῦνται.

Στίχοι

Ξίφει τριὰς τμηθεῖσα, τριστάτας πλάνης,

Βυθῷ καλύπτει τῶν ἑαυτῆς αἱμάτων.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τοῦ Ἁγίου Ἀγαθονίκου

Ὠδὴ ζ'

Τοὺς ἐν καμίνῳ Παῖδάς σου

πουρανίου δόξης κοινωνὸς γεγένησαι, πάντα τὰ ἐν γῇ παραδραμών, καὶ ἐκ ψυχῆς τὸν οὐρανοῦ καὶ γῆς Δεσπότην, ἀγαπήσας ἔνδοξε· ὅθεν τιμῶμεν τὴν σήν, ἁγίαν μνήμην πιστῶς.

χνηλατῶν τὸ πάθος τοῦ Χριστοῦ, τοῦ βλύσαντος πᾶσι τὴν ἀπάθειαν πιστοῖς, ὑπέμεινας ὀνειδισμοὺς καὶ θλίψεις μάρτυς, καὶ θάνατον ἄδικον, ξίφει τὴν σὴν κεφαλήν, ἀποτμηθεὶς ἐν χαρᾷ.

Νεκροῖς ξοάνοις σέβας οὐδαμῶς, ἀπένειμας σέβων τὸν ἀθάνατον Θεόν, τὸν δι' ἡμᾶς νεκρὸν ὀφθέντα, καὶ τοῦ πλάνου τὴν ἰσχὺν νεκρώσαντα· ὅθεν ζωῆς ἀληθοῦς, ἔτυχες μάρτυς σοφέ.

Θεοτοκίον

Θεὸς ἐκ σοῦ ἐγένετο βροτός, τὸ φύραμα Ἄχραντε θεώσας τῶν βροτῶν, καὶ κοινωνοὺς φύσεως θείας ἐκτελέσας, τοὺς σὲ μακαρίζοντας, ἐν γυναιξὶν ἀληθῶς, εὐλογημένη Ἁγνή.

Τοῦ Ἁγίου Λούππου

Ὁ διασώσας ἐν πυρὶ

Λελαμπρυσμένος καλλοναῖς, τῶν καλλοποιῶν παθημάτων, ἐπὶ Σταυροῦ τῷ δι' ἡμᾶς, ἐνεγκόντι παθήματα ἔνδοξε, γεγηθὼς νῦν παρίστασαι, αὐγαζόμενος ταῖς θείαις φωτοχυσίαις.

π' οὐρανοῦ σοι φανερῶς, ὕδωρ ἐκχυθὲν παραδόξως, φωταγωγεῖ καὶ δυναμοῖ, τὴν ψυχήν σου βοᾶν προτρεπόμενον· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

στασο μέσον τῶν ἐχθρῶν, πύργος ἀπερίτρεπτος ὥσπερ, οὐ σαλευόμενος τὸν νοῦν, πολυτρόπων βασάνων ἀοίδιμε, ἀθλητὰ μηχανήμασι, καταράσσων δὲ τὴν πλάνην μεγαλοφρόνως.

Θεοτοκίον

Σὲ καλλονὴν τοῦ Ἰακώβ, μόνην ἐξελέξατο μόνος, ὁ κατοικῶν τοὺς οὐρανούς, καὶ οἰκήσας ἐν μέσῳ σου Ἄχραντε, οὐδαμῶς παρεσάλευσε, παρθενίας σου τὰ κλεῖθρα εὐλογημένη.

Τοῦ Ἁγίου Ἀγαθονίκου

Ὠδὴ η'

Ὃν φρίττουσιν Ἄγγελοι

κ τόπου συρόμενος, εἰς τόπον ἀθλητά, τὴν γῆν καθηγίασας, τοῖς βήμασι τοῖς σοῖς, καὶ κλίνας αὐχένα ξίφει τέμνοντι σαρκὸς διεζεύχθης, καὶ τῷ Θεῷ ἡνώθης.

Μαστίγων παντοίων τε, βασάνων τῆς σαρκός, ἠλόγησας ἔρωτι, φλεγόμενος Θεοῦ, καὶ χαίρων συνήφθης τὸν ἀγῶνα καλῶς, τὸν σὸν ἐκτελέσας, ταῖς ἄνω μυριάσιν.

σχὺς καταβέβληται, ἀσάρκου δυσμενοῦς· σαρκὸς ἀσθενεία γάρ, οἱ μάρτυρες Χριστοῦ, ἐτρέψαντο τοῦ, τὸν δυναμούμενοι, τῇ παντοδυνάμῳ, ἰσχύϊ τοῦ Δεσπότου.

Θεοτοκίον

Σκηνὴν σε καὶ τράπεζαν, καὶ θείαν κιβωτόν, καὶ στάμνον χωρήσασαν, τὸ μάννα τῆς ζωῆς, καὶ ἅγιον ὄρος ὀνομάζομεν, Παρθένε Μαρία, ἀεὶ εὐλογημένη.

Τοῦ Ἁγίου Λούππου

Λυτρωτὰ τοῦ παντὸς

Μετὰ πλείστας βασάνους μακάριε, τῷ Θεῷ τὸν αὐχένα ὑπέκλινας, ξίφει καρατομούμενος, κεφαλὰς δὲ συγκόπτων ὡς ἐν ἐκστάσει, παρανόμων ἀνδρῶν διὰ πίστεως.

αυτὸν πρὸς σφαγὴν ἐθελούσιον, ὡς ἀρνίον ἐκδέδωκας ἄκακον, Ἀμνὸν Θεοῦ τὸν αἴροντα, εἰκονίζων τοῦ κόσμου τὴν ἁμαρτίαν, οὐκ ἐρίζοντα οὐδὲ κραυγάζοντα.

Νοσημάτων παντοίων ἀλέξημα, ἰατρεῖον ψυχῶν ἀδαπάνητον, σοῦ ἡ σορὸς γεγένηται, πρὸς Θεοῦ δὲ τὴν χάριν τῶν ἰαμάτων, κατεπλούτησας Λοῦππε πανεύφημε.

Θεοτοκίον

Εὐλογεῖ πᾶσα κτίσις τὸν τόκον σου, εὐλογίαις ἡμᾶς στεφανώσαντα, καὶ τὴν ἀρὰν ἐξάραντα, παντευλόγητε μόνη δεδοξασμένη, ἡ τὸ γένος ἡμῶν χαριτώσασα.

Ὁ Εἱρμὸς

Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε, τοὺς ἐν τῷ μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Τοῦ Ἁγίου Ἀγαθονίκου

Ὠδὴ θ'

Τὴν φωτοφορον νεφέλην

ερωτάταις χορείαις, τῶν ἱερῶν Ἀποστόλων, καὶ συναυλίαις Ἀθλητῶν, καὶ Ὁσίων ἀγέλαις, καὶ Προφητῶν ἀριθμηθείς, σοφὲ Ἀγαθόνικε, γηθόμενος, σὺν αὐτοῖς τῇ Τριάδι, στεφηφόρος, νῦν παρίστασαι φαιδρῶς.

ς θαυμαστός σου ὁ ζῆλος, ὡς σταθερά σου ἡ πίστις, ὡς ἀγαθὴ ἡ πρὸς Θεόν, σοῦ πεποίθησις μάρτυς, ὡς φωταυγής σου ἡ ζωή, ὡς χάριτος ἔμπλεως ὁ θάνατος, ἀθανάτου σε δόξης, ἀθλοφόρε, ἐκτελέσας κοινωνόν.

Σὲ τοῦ Χριστοῦ τὸ ἀρνίον, τὸ ἱερώτατον θῦμα, τῶν ἀθλητῶν τὴν καλλονήν, τῶν θαυμάτων τὴν βρύσιν, τῆς Ἐκκλησίας τὸ τερπνόν, θεόφρον ἀγλάϊσμα, τὸ στήριγμα, τῶν πιστῶν εὐφημοῦμεν, κατὰ χρέος, Ἀγαθόνικε σοφέ.

παναγία σου μνήμη, καθαγιάζουσα κόσμον, νῦν ἐπεδήμησεν ἡμῖν, παναοίδιμε μάρτυς, ἐν ᾗ δεόμεθᾳ τυχεῖν, τῆς σῆς ἀντιλήψεως, τιμῶντές σε, Ἀγαθόνικε πόθῳ, ὡς τοῦ Λόγου, ἀγαθὸν θεραπευτήν.

Θεοτοκίον

Φιλαμαρτήμονα γνώμην, καὶ ἀδιόρθωτον βίον, καὶ πλημμελήσασαν ψυχήν, καὶ καρδίαν ῥυπῶσαν, ἔχων ὁ ἄσωτος ἐγώ, προσπίπτω σοι Δέσποινα, βοήθει μοι, καὶ διόρθωσιν δίδου, πρὶν με φθάσῃ, τοῦ θανάτου ἡ τομή.

Τοῦ Ἁγίου Λούππου

Εὔα μὲν τῷ τῆς παρακοῆς

φθης ὡς πολύφωτος ἀστὴρ τὸν ἥλιον, καταγγέλλων τοῖς καθεύδουσι, μάρτυς ἐν σκότει ἀπωλείας, ὑφ' οὗ καταυγασθέντες ἐδείχθησαν, ἡμέρας κοινωνοὶ διὰ πίστεως, τῆς ἀνεσπέρου ἀξιάγαστε.

Σήμερον ἡ μνήμη σου ἡμῖν ἐξέλαμψε, τοῦ ἡλίου τηλαυγέστερον, πᾶσαν τὴν γῆν φωταγωγοῦσα, τὰ νέφη τῶν ψυχῶν ἀπελαύνουσα, καὶ ζόφον τῶν παθημάτων ἐξαίρουσα, ἣν ἐτησίως ἑορτάζομεν.

ἄνω Σιὼν τῶν ἐκλεκτῶν μητρόπολις, σοῦ τὸ πνεῦμα φέρει χαίρουσα, τῶν πρωτοτόκων Ἐκκλησία, φαιδρύνεται· πιστοὶ δὲ τιμῶμέν σε, αἰτουμενοι σωθῆναι πρεσβείαις σου, Λοῦππε θεόφρον παμμακάριστε.

Θεοτοκίον

Φωτὸς τοῦ ἐν σοὶ μαρμαρυγαῖς Θεόνυμφε, τὴν ψυχήν μου φωταγώγησον, κείμενον βόθρῳ ἀπωλείας, ἀνάστησον ἐχθροὺς καταράσσουσα, τοὺς θλίβοντας ἀεὶ τὴν καρδίαν μου, καὶ πρὸς τὰ πάθη συνωθοῦντάς με.

Ὁ Εἱρμὸς

Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μακαρίζομεν.

Ἐξαποστειλάριον

Τοῖς μαθηταῖς συνέλθωμεν

γαθονίκου μάρτυρος, τὴν ὑπέρφωτον μνήμην, λαμπροφανῶς τελέσωμεν, ἣν συνῆψεν ἡ χάρις, τῇ τῆς Πανάγνου Κοιμήσει· Οὗτος γὰρ ὁ γενναῖος, τυράννους μὲν κατῄσχυνεν, ἐναθλῶν στερροψύχως, τῷ δὲ Χριστῷ, χαίρων νῦν παρίσταται στεφηφόρος, ὑπὲρ ἡμῶν δεόμενος, τῶν αὐτὸν εὐφημούντων.

Τῆς Ἑορτῆς

Ὁ οὐρανὸν τοῖς ἄστροις

πόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σύ, Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια.

Ἦχος β'

Οἶκος τοῦ Ἐφραθᾶ

Γῆ μὲν τῇ σῇ ταφῇ, ηὐλόγηται Παρθένε, ἀὴρ δὲ τῇ ἀνόδῳ, ἡγίασται τῇ ξένῃ, νόμῳ θανούσης φύσεως.

Στίχ. νάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.

μνοις σου τὸ σεπτόν, καὶ θεοδόχον σῶμα, προπέμποντες οἱ θεῖοι, Ἀπόστολοι ἐβόων· Ποῦ νῦν ἀπαίρεις Δέσποινα;

Στίχ. μοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν.

Σῶμά σου τῇ φθορᾷ, ἀπρόσιτον ὑπῆρξε, καὶ πρὸς ταφὴν ἐδόθη, τῆς φύσεως τῷ νόμῳ, μένει δὲ ἀδιάφθορον.

Δόξα... Καὶ νῦν ... Ὅμοιον

Πάντες οἱ γηγενεῖς, συνδράμωμεν προθύμως, μετὰ τῶν Ἀσωμάτων, κηδεῦσαι τὴν τεκοῦσαν, τὸν Ποιητὴν τῆς κτίσεως.

 

Καὶ ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, κατὰ τὸ σύνηθες, καὶ Ἀπόλυσις.